01.001 μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος 01.002 οὐλομένην, ἣ μυρί’ Ἀχαιοῖς ἄλγε’ ἔθηκε, 01.003 πολλὰς δ’ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν 01.004 ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν 01.005 οἰωνοῖσί τε πᾶσι, Διὸς δ’ ἐτελείετο βουλή, 01.006 ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε 01.007 Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς. 01.008 τίς τ’ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι; 01.009 Λητοῦς καὶ Διὸς υἱός: ὃ γὰρ βασιλῆϊ χολωθεὶς 01.010 νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν, ὀλέκοντο δὲ λαοί, 01.011 οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα 01.012 Ἀτρεΐδης: ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν 01.013 λυσόμενός τε θύγατρα φέρων τ’ ἀπερείσι’ ἄποινα, 01.014 στέμματ’ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος 01.015 χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς, 01.016 Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν: 01.017 Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί, 01.018 ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματ’ ἔχοντες 01.019 ἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δ’ οἴκαδ’ ἱκέσθαι: 01.020 παῖδα δ’ ἐμοὶ λύσαιτε φίλην, τὰ δ’ ἄποινα δέχεσθαι, 01.021 ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα. 01.022 ἔνθ’ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ 01.023 αἰδεῖσθαί θ’ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα: 01.024 ἀλλ’ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ, 01.025 ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλε: 01.026 μή σε γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω 01.027 ἢ νῦν δηθύνοντ’ ἢ ὕστερον αὖτις ἰόντα, 01.028 μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο: 01.029 τὴν δ’ ἐγὼ οὐ λύσω: πρίν μιν καὶ γῆρας ἔπεισιν 01.030 ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρης 01.031 ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν: 01.032 ἀλλ’ ἴθι μή μ’ ἐρέθιζε σαώτερος ὥς κε νέηαι. 01.033 ὣς ἔφατ’, ἔδεισεν δ’ ὃ γέρων καὶ ἐπείθετο μύθῳ: 01.034 βῆ δ’ ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης: 01.035 πολλὰ δ’ ἔπειτ’ ἀπάνευθε κιὼν ἠρᾶθ’ ὃ γεραιὸς 01.036 Ἀπόλλωνι ἄνακτι, τὸν ἠΰκομος τέκε Λητώ: 01.037 κλῦθί μευ ἀργυρότοξ’, ὃς Χρύσην ἀμφιβέβηκας 01.038 Κίλλάν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις, 01.039 Σμινθεῦ εἴ ποτέ τοι χαρίεντ’ ἐπὶ νηὸν ἔρεψα, 01.040 ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί’ ἔκηα 01.041 ταύρων ἠδ’ αἰγῶν, τὸ δέ μοι κρήηνον ἐέλδωρ: 01.042 τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν. 01.043 ὣς ἔφατ’ εὐχόμενος, τοῦ δ’ ἔκλυε Φοῖβος Ἀπόλλων, 01.044 βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων χωόμενος κῆρ, 01.045 τόξ’ ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην: 01.046 ἔκλαγξαν δ’ ἄρ’ ὀϊστοὶ ἐπ’ ὤμων χωομένοιο, 01.047 αὐτοῦ κινηθέντος: ὃ δ’ ἤϊε νυκτὶ ἐοικώς. 01.048 ἕζετ’ ἔπειτ’ ἀπάνευθε νεῶν, μετὰ δ’ ἰὸν ἕηκε: 01.049 δεινὴ δὲ κλαγγὴ γένετ’ ἀργυρέοιο βιοῖο: 01.050 οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς, 01.051 αὐτὰρ ἔπειτ’ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς 01.052 βάλλ’: αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί. 01.053 ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο, 01.054 τῇ δεκάτῃ δ’ ἀγορὴν δὲ καλέσσατο λαὸν Ἀχιλλεύς: 01.055 τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη: 01.056 κήδετο γὰρ Δαναῶν, ὅτι ῥα θνήσκοντας ὁρᾶτο. 01.057 οἳ δ’ ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέες τε γένοντο, 01.058 τοῖσι δ’ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς: 01.059 Ἀτρεΐδη νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω 01.060 ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν, 01.061 εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς: 01.062 ἀλλ’ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα 01.063 ἢ καὶ ὀνειροπόλον, καὶ γάρ τ’ ὄναρ ἐκ Διός ἐστιν, 01.064 ὅς κ’ εἴποι ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων, 01.065 εἴτ’ ἄρ’ ὅ γ’ εὐχωλῆς ἐπιμέμφεται ἠδ’ ἑκατόμβης, 01.066 αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων 01.067 βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι. 01.068 ἤτοι ὅ γ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο: τοῖσι δ’ ἀνέστη 01.069 Κάλχας Θεστορίδης οἰωνοπόλων ὄχ’ ἄριστος, 01.070 ὃς ᾔδη τά τ’ ἐόντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα, 01.071 καὶ νήεσσ’ ἡγήσατ’ Ἀχαιῶν Ἴλιον εἴσω 01.072 ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων: 01.073 ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν: 01.074 ὦ Ἀχιλεῦ κέλεαί με Διῒ φίλε μυθήσασθαι 01.075 μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος: 01.076 τοὶ γὰρ ἐγὼν ἐρέω: σὺ δὲ σύνθεο καί μοι ὄμοσσον 01.077 ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν: 01.078 ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων 01.079 Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί: 01.080 κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ: 01.081 εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ, 01.082 ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ, 01.083 ἐν στήθεσσιν ἑοῖσι: σὺ δὲ φράσαι εἴ με σαώσεις. 01.084 τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς: 01.085 θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα: 01.086 οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον, ᾧ τε σὺ Κάλχαν 01.087 εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις, 01.088 οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο 01.089 σοὶ κοίλῃς παρὰ νηυσί βαρείας χεῖρας ἐποίσει 01.090 συμπάντων Δαναῶν, οὐδ’ ἢν Ἀγαμέμνονα εἴπῃς, 01.091 ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι. 01.092 καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων: 01.093 οὔ τ’ ἄρ ὅ γ’ εὐχωλῆς ἐπιμέμφεται οὐδ’ ἑκατόμβης, 01.094 ἀλλ’ ἕνεκ’ ἀρητῆρος ὃν ἠτίμησ’ Ἀγαμέμνων, 01.095 οὐδ’ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατ’ ἄποινα, 01.096 τοὔνεκ’ ἄρ’ ἄλγε’ ἔδωκεν ἑκηβόλος ἠδ’ ἔτι δώσει: 01.097 οὐδ’ ὅ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει 01.098 πρίν γ’ ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην 01.099 ἀπριάτην ἀνάποινον, ἄγειν θ’ ἱερὴν ἑκατόμβην 01.100 ἐς Χρύσην: τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν. 01.101 ἤτοι ὅ γ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο: τοῖσι δ’ ἀνέστη 01.102 ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων 01.103 ἀχνύμενος: μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι 01.104 πίμπλαντ’, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην: 01.105 Κάλχαντα πρώτιστα κάκ’ ὀσσόμενος προσέειπε: 01.106 μάντι κακῶν οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπας: 01.107 αἰεί τοι τὰ κάκ’ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι, 01.108 ἐσθλὸν δ’ οὔτέ τί πω εἶπας ἔπος οὔτ’ ἐτέλεσσας: 01.109 καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις 01.110 ὡς δὴ τοῦδ’ ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει, 01.111 οὕνεκ’ ἐγὼ κούρης Χρυσηΐδος ἀγλά’ ἄποινα 01.112 οὐκ ἔθελον δέξασθαι, ἐπεὶ πολὺ βούλομαι αὐτὴν 01.113 οἴκοι ἔχειν: καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα 01.114 κουριδίης ἀλόχου, ἐπεὶ οὔ ἑθέν ἐστι χερείων, 01.115 οὐ δέμας οὐδὲ φυήν, οὔτ’ ἂρ φρένας οὔτέ τι ἔργα. 01.116 ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν εἰ τό γ’ ἄμεινον: 01.117 βούλομ’ ἐγὼ λαὸν σῶν ἔμμεναι ἢ ἀπολέσθαι: 01.118 αὐτὰρ ἐμοὶ γέρας αὐτίχ’ ἑτοιμάσατ’ ὄφρα μὴ οἶος 01.119 Ἀργείων ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικε: 01.120 λεύσσετε γὰρ τό γε πάντες ὅ μοι γέρας ἔρχεται ἄλλῃ. 01.121 τὸν δ’ ἠμείβετ’ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς: 01.122 Ἀτρεΐδη κύδιστε φιλοκτεανώτατε πάντων, 01.123 πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί; 01.124 οὐδέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά: 01.125 ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται, 01.126 λαοὺς δ’ οὐκ ἐπέοικε παλίλλογα ταῦτ’ ἐπαγείρειν. 01.127 ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες: αὐτὰρ Ἀχαιοὶ 01.128 τριπλῇ τετραπλῇ τ’ ἀποτείσομεν, αἴ κέ ποθι Ζεὺς 01.129 δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι. 01.130 τὸν δ’ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων: 01.131 μὴ δ’ οὕτως ἀγαθός περ ἐὼν θεοείκελ’ Ἀχιλλεῦ 01.132 κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις. 01.133 ἦ ἐθέλεις ὄφρ’ αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμ’ αὔτως 01.134 ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδ’ ἀποδοῦναι; 01.135 ἀλλ’ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ 01.136 ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται: 01.137 εἰ δέ κε μὴ δώωσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι 01.138 ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας, ἢ Ὀδυσῆος 01.139 ἄξω ἑλών: ὃ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι. 01.140 ἀλλ’ ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις, 01.141 νῦν δ’ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν, 01.142 ἐν δ’ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δ’ ἑκατόμβην 01.143 θείομεν, ἂν δ’ αὐτὴν Χρυσηΐδα καλλιπάρῃον 01.144 βήσομεν: εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω, 01.145 ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺς 01.146 ἠὲ σὺ Πηλεΐδη πάντων ἐκπαγλότατ’ ἀνδρῶν, 01.147 ὄφρ’ ἥμιν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας. 01.148 τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς: 01.149 ὤ μοι ἀναιδείην ἐπιειμένε κερδαλεόφρον 01.150 πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν 01.151 ἢ ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν ἶφι μάχεσθαι; 01.152 οὐ γὰρ ἐγὼ Τρώων ἕνεκ’ ἤλυθον αἰχμητάων 01.153 δεῦρο μαχησόμενος, ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν: 01.154 οὐ γὰρ πώποτ’ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους, 01.155 οὐδέ ποτ’ ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ 01.156 καρπὸν ἐδηλήσαντ’, ἐπεὶ ἦ μάλα πολλὰ μεταξὺ 01.157 οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα: 01.158 ἀλλὰ σοὶ ὦ μέγ’ ἀναιδὲς ἅμ’ ἑσπόμεθ’ ὄφρα σὺ χαίρῃς, 01.159 τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε κυνῶπα 01.160 πρὸς Τρώων: τῶν οὔ τι μετατρέπῃ οὐδ’ ἀλεγίζεις: 01.161 καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς, 01.162 ᾧ ἔπι πολλὰ μόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν. 01.163 οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας ὁππότ’ Ἀχαιοὶ 01.164 Τρώων ἐκπέρσωσ’ εὖ ναιόμενον πτολίεθρον: 01.165 ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο 01.166 χεῖρες ἐμαὶ διέπουσ’: ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται, 01.167 σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δ’ ὀλίγον τε φίλον τε 01.168 ἔρχομ’ ἔχων ἐπὶ νῆας, ἐπεί κε κάμω πολεμίζων. 01.169 νῦν δ’ εἶμι Φθίην δ’, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν 01.170 οἴκαδ’ ἴμεν σὺν νηυσὶ κορωνίσιν, οὐδέ σ’ ὀΐω 01.171 ἐνθάδ’ ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν. 01.172 τὸν δ’ ἠμείβετ’ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων: 01.173 φεῦγε μάλ’ εἴ τοι θυμὸς ἐπέσσυται, οὐδέ σ’ ἔγωγε 01.174 λίσσομαι εἵνεκ’ ἐμεῖο μένειν: πάρ’ ἔμοιγε καὶ ἄλλοι 01.175 οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς. 01.176 ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων: 01.177 αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε: 01.178 εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γ’ ἔδωκεν: 01.179 οἴκαδ’ ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι 01.180 Μυρμιδόνεσσιν ἄνασσε, σέθεν δ’ ἐγὼ οὐκ ἀλεγίζω, 01.181 οὐδ’ ὄθομαι κοτέοντος: ἀπειλήσω δέ τοι ὧδε: 01.182 ὡς ἔμ’ ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος Ἀπόλλων, 01.183 τὴν μὲν ἐγὼ σὺν νηΐ τ’ ἐμῇ καὶ ἐμοῖς ἑτάροισι 01.184 πέμψω, ἐγὼ δέ κ’ ἄγω Βρισηΐδα καλλιπάρῃον 01.185 αὐτὸς ἰὼν κλισίην δὲ τὸ σὸν γέρας ὄφρ’ ἐῢ εἰδῇς 01.186 ὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλος 01.187 ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην. 01.188 ὣς φάτο: Πηλεΐωνι δ’ ἄχος γένετ’, ἐν δέ οἱ ἦτορ 01.189 στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν, 01.190 ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ 01.191 τοὺς μὲν ἀναστήσειεν, ὃ δ’ Ἀτρεΐδην ἐναρίζοι, 01.192 ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν. 01.193 ἧος ὃ ταῦθ’ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, 01.194 ἕλκετο δ’ ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δ’ Ἀθήνη 01.195 οὐρανόθεν: πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη 01.196 ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε: 01.197 στῆ δ’ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωνα 01.198 οἴῳ φαινομένη: τῶν δ’ ἄλλων οὔ τις ὁρᾶτο: 01.199 θάμβησεν δ’ Ἀχιλεύς, μετὰ δ’ ἐτράπετ’, αὐτίκα δ’ ἔγνω 01.200 Παλλάδ’ Ἀθηναίην: δεινὼ δέ οἱ ὄσσε φάανθεν: 01.201 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα: 01.202 τίπτ’ αὖτ’ αἰγιόχοιο Διὸς τέκος εἰλήλουθας; 01.203 ἦ ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεΐδαο; 01.204 ἀλλ’ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τελέεσθαι ὀΐω: 01.205 ᾗς ὑπεροπλίῃσι τάχ’ ἄν ποτε θυμὸν ὀλέσσῃ. 01.206 τὸν δ’ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη: 01.207 ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος, αἴ κε πίθηαι, 01.208 οὐρανόθεν: πρὸ δέ μ’ ἧκε θεὰ λευκώλενος Ἥρη 01.209 ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε: 01.210 ἀλλ’ ἄγε λῆγ’ ἔριδος, μηδὲ ξίφος ἕλκεο χειρί: 01.211 ἀλλ’ ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ: 01.212 ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται: 01.213 καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα 01.214 ὕβριος εἵνεκα τῆσδε: σὺ δ’ ἴσχεο, πείθεο δ’ ἡμῖν. 01.215 τὴν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς: 01.216 χρὴ μὲν σφωΐτερόν γε θεὰ ἔπος εἰρύσσασθαι 01.217 καὶ μάλα περ θυμῷ κεχολωμένον: ὧς γὰρ ἄμεινον: 01.218 ὅς κε θεοῖς ἐπιπείθηται μάλα τ’ ἔκλυον αὐτοῦ. 01.219 ἦ καὶ ἐπ’ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν, 01.220 ἂψ δ’ ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐδ’ ἀπίθησε 01.221 μύθῳ Ἀθηναίης: ἣ δ’ Οὔλυμπον δὲ βεβήκει 01.222 δώματ’ ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους. 01.223 Πηλεΐδης δ’ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν 01.224 Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο: 01.225 οἰνοβαρές, κυνὸς ὄμματ’ ἔχων, κραδίην δ’ ἐλάφοιο, 01.226 οὔτέ ποτ’ ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι 01.227 οὔτε λόχον δ’ ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν 01.228 τέτληκας θυμῷ: τὸ δέ τοι κὴρ εἴδεται εἶναι. 01.229 ἦ πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν 01.230 δῶρ’ ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ: 01.231 δημοβόρος βασιλεὺς ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις: 01.232 ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο. 01.233 ἀλλ’ ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι: 01.234 ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους 01.235 φύσει, ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν, 01.236 οὐδ’ ἀναθηλήσει: περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε 01.237 φύλλά τε καὶ φλοιόν: νῦν αὖτέ μιν υἷες Ἀχαιῶν 01.238 ἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵ τε θέμιστας 01.239 πρὸς Διὸς εἰρύαται: ὃ δέ τοι μέγας ἔσσεται ὅρκος: 01.240 ἦ ποτ’ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν 01.241 σύμπαντας: τότε δ’ οὔ τι δυνήσεαι ἀχνύμενός περ 01.242 χραισμεῖν, εὖτ’ ἂν πολλοὶ ὑφ’ Ἕκτορος ἀνδροφόνοιο 01.243 θνήσκοντες πίπτωσι: σὺ δ’ ἔνδοθι θυμὸν ἀμύξεις 01.244 χωόμενος ὅ τ’ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας. 01.245 ὣς φάτο Πηλεΐδης, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ 01.246 χρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δ’ αὐτός: 01.247 Ἀτρεΐδης δ’ ἑτέρωθεν ἐμήνιε: τοῖσι δὲ Νέστωρ 01.248 ἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής, 01.249 τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή: 01.250 τῷ δ’ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων 01.251 ἐφθίαθ’, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδ’ ἐγένοντο 01.252 ἐν Πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν: 01.253 ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν: 01.254 ὦ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει: 01.255 ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες 01.256 ἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ 01.257 εἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν, 01.258 οἳ περὶ μὲν βουλὴν Δαναῶν, περὶ δ’ ἐστὲ μάχεσθαι. 01.259 ἀλλὰ πίθεσθ’: ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο: 01.260 ἤδη γάρ ποτ’ ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ὑμῖν 01.261 ἀνδράσιν ὡμίλησα, καὶ οὔ ποτέ μ’ οἵ γ’ ἀθέριζον. 01.262 οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι, 01.263 οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶν 01.264 Καινέα τ’ Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον 01.265 Θησέα τ’ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν: 01.266 κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν: 01.267 κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο 01.268 φηρσὶν ὀρεσκῴοισι καὶ ἐκπάγλως ἀπόλεσσαν. 01.269 καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼν 01.270 τηλόθεν ἐξ ἀπίης γαίης: καλέσαντο γὰρ αὐτοί: 01.271 καὶ μαχόμην κατ’ ἔμ’ αὐτὸν ἐγώ: κείνοισι δ’ ἂν οὔ τις 01.272 τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο: 01.273 καὶ μέν μευ βουλέων ξύνιεν πείθοντό τε μύθῳ: 01.274 ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον: 01.275 μήτε σὺ τόνδ’ ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην, 01.276 ἀλλ’ ἔα ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν: 01.277 μήτε σὺ Πηλείδη ἔθελ’ ἐριζέμεναι βασιλῆϊ 01.278 ἀντιβίην, ἐπεὶ οὔ ποθ’ ὁμοίης ἔμμορε τιμῆς 01.279 σκηπτοῦχος βασιλεύς, ᾧ τε Ζεὺς κῦδος ἔδωκεν. 01.280 εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ, 01.281 ἀλλ’ ὅ γε φέρτερός ἐστιν ἐπεὶ πλεόνεσσιν ἀνάσσει. 01.282 Ἀτρεΐδη σὺ δὲ παῦε τεὸν μένος: αὐτὰρ ἔγωγε 01.283 λίσσομ’ Ἀχιλλῆϊ μεθέμεν χόλον, ὃς μέγα πᾶσιν 01.284 ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο. 01.285 τὸν δ’ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων: 01.286 ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες: 01.287 ἀλλ’ ὅδ’ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων, 01.288 πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δ’ ἀνάσσειν, 01.289 πᾶσι δὲ σημαίνειν, ἅ τιν’ οὐ πείσεσθαι ὀΐω: 01.290 εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες 01.291 τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι; 01.292 τὸν δ’ ἄρ’ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς: 01.293 ἦ γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην 01.294 εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττί κεν εἴπῃς: 01.295 ἄλλοισιν δὴ ταῦτ’ ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγε 01.296 σήμαιν’: οὐ γὰρ ἔγωγ’ ἔτι σοὶ πείσεσθαι ὀΐω. 01.297 ἄλλο δέ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσι: 01.298 χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρης 01.299 οὔτε σοὶ οὔτέ τῳ ἄλλῳ, ἐπεί μ’ ἀφέλεσθέ γε δόντες: 01.300 τῶν δ’ ἄλλων ἅ μοί ἐστι θοῇ παρὰ νηῒ μελαίνῃ 01.301 τῶν οὐκ ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμεῖο: 01.302 εἰ δ’ ἄγε μὴν πείρησαι ἵνα γνώωσι καὶ οἵδε: 01.303 αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί. 01.304 ὣς τώ γ’ ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν 01.305 ἀνστήτην, λῦσαν δ’ ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν: 01.306 Πηλεΐδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐΐσας 01.307 ἤϊε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν: 01.308 Ἀτρεΐδης δ’ ἄρα νῆα θοὴν ἅλα δὲ προέρυσσεν, 01.309 ἐν δ’ ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δ’ ἑκατόμβην 01.310 βῆσε θεῷ, ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃον 01.311 εἷσεν ἄγων: ἐν δ’ ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς. 01.312 οἳ μὲν ἔπειτ’ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα, 01.313 λαοὺς δ’ Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν: 01.314 οἳ δ’ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον, 01.315 ἕρδον δ’ Ἀπόλλωνι τεληέσσας ἑκατόμβας 01.316 ταύρων ἠδ’ αἰγῶν παρὰ θῖν’ ἁλὸς ἀτρυγέτοιο: 01.317 κνίση δ’ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ. 01.318 ὣς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν: οὐδ’ Ἀγαμέμνων 01.319 λῆγ’ ἔριδος τὴν πρῶτον ἐπηπείλησ’ Ἀχιλῆϊ, 01.320 ἀλλ’ ὅ γε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε, 01.321 τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε: 01.322 ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος: 01.323 χειρὸς ἑλόντ’ ἀγέμεν Βρισηΐδα καλλιπάρῃον: 01.324 εἰ δέ κε μὴ δώῃσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι 01.325 ἐλθὼν σὺν πλεόνεσσι: τό οἱ καὶ ῥίγιον ἔσται. 01.326 ὣς εἰπὼν προΐει, κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλε: 01.327 τὼ δ’ ἀέκοντε βάτην παρὰ θῖν’ ἁλὸς ἀτρυγέτοιο, 01.328 Μυρμιδόνων δ’ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην, 01.329 τὸν δ’ εὗρον παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ 01.330 ἥμενον: οὐδ’ ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς. 01.331 τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα 01.332 στήτην, οὐδέ τί μιν προσεφώνεον οὐδ’ ἐρέοντο: 01.333 αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε: 01.334 χαίρετε κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν, 01.335 ἆσσον ἴτ’: οὔ τί μοι ὔμμες ἐπαίτιοι ἀλλ’ Ἀγαμέμνων, 01.336 ὃ σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης. 01.337 ἀλλ’ ἄγε διογενὲς Πατρόκλεες ἔξαγε κούρην 01.338 καί σφωϊν δὸς ἄγειν: τὼ δ’ αὐτὼ μάρτυροι ἔστων 01.339 πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων 01.340 καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος εἴ ποτε δ’ αὖτε 01.341 χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι 01.342 τοῖς ἄλλοις: ἦ γὰρ ὅ γ’ ὀλοιῇσι φρεσὶ θύει, 01.343 οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω, 01.344 ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί. 01.345 ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ’ ἑταίρῳ, 01.346 ἐκ δ’ ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον, 01.347 δῶκε δ’ ἄγειν: τὼ δ’ αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν: 01.348 ἣ δ’ ἀέκουσ’ ἅμα τοῖσι γυνὴ κίεν: αὐτὰρ Ἀχιλλεὺς 01.349 δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς, 01.350 θῖν’ ἔφ’ ἁλὸς πολιῆς, ὁρόων ἐπ’ ἀπείρονα πόντον: 01.351 πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς: 01.352 μῆτερ ἐπεί μ’ ἔτεκές γε μινυνθάδιόν περ ἐόντα, 01.353 τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι 01.354 Ζεὺς ὑψιβρεμέτης: νῦν δ’ οὐδέ με τυτθὸν ἔτισεν: 01.355 ἦ γάρ μ’ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων 01.356 ἠτίμησεν: ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας. 01.357 ὣς φάτο δάκρυ χέων, τοῦ δ’ ἔκλυε πότνια μήτηρ 01.358 ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι: 01.359 καρπαλίμως δ’ ἀνέδυ πολιῆς ἁλὸς ἠΰτ’ ὀμίχλη, 01.360 καί ῥα πάροιθ’ αὐτοῖο καθέζετο δάκρυ χέοντος, 01.361 χειρί τέ μιν κατέρεξεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε: 01.362 τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος; 01.363 ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω. 01.364 τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς: 01.365 οἶσθα: τί ἤ τοι ταῦτα ἰδυίῃ πάντ’ ἀγορεύω; 01.366 ᾠχόμεθ’ ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος, 01.367 τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα: 01.368 καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν, 01.369 ἐκ δ’ ἕλον Ἀτρεΐδῃ Χρυσηΐδα καλλιπάρῃον. 01.370 Χρύσης δ’ αὖθ’ ἱερεὺς ἑκατηβόλου Ἀπόλλωνος 01.371 ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνων 01.372 λυσόμενός τε θύγατρα φέρων τ’ ἀπερείσι’ ἄποινα, 01.373 στέμματ’ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος 01.374 χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς, 01.375 Ἀτρεΐδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν. 01.376 ἔνθ’ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ 01.377 αἰδεῖσθαί θ’ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα: 01.378 ἀλλ’ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ, 01.379 ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλε: 01.380 χωόμενος δ’ ὁ γέρων πάλιν ᾤχετο: τοῖο δ’ Ἀπόλλων 01.381 εὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἦεν, 01.382 ἧκε δ’ ἐπ’ Ἀργείοισι κακὸν βέλος: οἳ δέ νυ λαοὶ 01.383 θνῇσκον ἐπασσύτεροι, τὰ δ’ ἐπῴχετο κῆλα θεοῖο 01.384 πάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν: ἄμμι δὲ μάντις 01.385 εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο. 01.386 αὐτίκ’ ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι: 01.387 Ἀτρεΐωνα δ’ ἔπειτα χόλος λάβεν, αἶψα δ’ ἀναστὰς 01.388 ἠπείλησεν μῦθον ὃ δὴ τετελεσμένος ἐστί: 01.389 τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶ 01.390 ἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι: 01.391 τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες 01.392 κούρην Βρισῆος τήν μοι δόσαν υἷες Ἀχαιῶν. 01.393 ἀλλὰ σὺ εἰ δύνασαί γε περίσχεο παιδὸς ἑῆος: 01.394 ἐλθοῦσ’ Οὔλυμπον δὲ Δία λίσαι, εἴ ποτε δή τι 01.395 ἢ ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ. 01.396 πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα 01.397 εὐχομένης ὅτ’ ἔφησθα κελαινεφέϊ Κρονίωνι 01.398 οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι, 01.399 ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι 01.400 Ἥρη τ’ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη: 01.401 ἀλλὰ σὺ τόν γ’ ἐλθοῦσα θεὰ ὑπελύσαο δεσμῶν, 01.402 ὦχ’ ἑκατόγχειρον καλέσασ’ ἐς μακρὸν Ὄλυμπον, 01.403 ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέ τε πάντες 01.404 Αἰγαίων’, ὃ γὰρ αὖτε βίην οὗ πατρὸς ἀμείνων: 01.405 ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων: 01.406 τὸν καὶ ὑπέδεισαν μάκαρες θεοὶ οὐδ’ ἔτ’ ἔδησαν. 01.407 τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνων 01.408 αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι, 01.409 τοὺς δὲ κατὰ πρύμνας τε καὶ ἀμφ’ ἅλα ἔλσαι Ἀχαιοὺς 01.410 κτεινομένους, ἵνα πάντες ἐπαύρωνται βασιλῆος, 01.411 γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων 01.412 ἣν ἄτην ὅ τ’ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν. 01.413 τὸν δ’ ἠμείβετ’ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα: 01.414 ὤ μοι τέκνον ἐμόν, τί νύ σ’ ἔτρεφον αἰνὰ τεκοῦσα; 01.415 αἴθ’ ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων 01.416 ἧσθαι, ἐπεί νύ τοι αἶσα μίνυνθά περ οὔ τι μάλα δήν: 01.417 νῦν δ’ ἅμα τ’ ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων 01.418 ἔπλεο: τώ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισι. 01.419 τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳ 01.420 εἶμ’ αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον αἴ κε πίθηται. 01.421 ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι 01.422 μήνι’ Ἀχαιοῖσιν, πολέμου δ’ ἀποπαύεο πάμπαν: 01.423 Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετ’ ἀμύμονας Αἰθιοπῆας 01.424 χθιζὸς ἔβη κατὰ δαῖτα, θεοὶ δ’ ἅμα πάντες ἕποντο: 01.425 δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται Οὔλυμπον δέ, 01.426 καὶ τότ’ ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ, 01.427 καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀΐω. 01.428 ὣς ἄρα φωνήσασ’ ἀπεβήσετο, τὸν δὲ λίπ’ αὐτοῦ 01.429 χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸς 01.430 τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων: αὐτὰρ Ὀδυσσεὺς 01.431 ἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην. 01.432 οἳ δ’ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο 01.433 ἱστία μὲν στείλαντο, θέσαν δ’ ἐν νηῒ μελαίνῃ, 01.434 ἱστὸν δ’ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες 01.435 καρπαλίμως, τὴν δ’ εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς. 01.436 ἐκ δ’ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσι’ ἔδησαν: 01.437 ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης, 01.438 ἐκ δ’ ἑκατόμβην βῆσαν ἑκηβόλῳ Ἀπόλλωνι: 01.439 ἐκ δὲ Χρυσηῒς νηὸς βῆ ποντοπόροιο. 01.440 τὴν μὲν ἔπειτ’ ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς 01.441 πατρὶ φίλῳ ἐν χερσὶ τίθει καί μιν προσέειπεν: 01.442 ὦ Χρύση, πρό μ’ ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων 01.443 παῖδά τε σοὶ ἀγέμεν, Φοίβῳ θ’ ἱερὴν ἑκατόμβην 01.444 ῥέξαι ὑπὲρ Δαναῶν ὄφρ’ ἱλασόμεσθα ἄνακτα, 01.445 ὃς νῦν Ἀργείοισι πολύστονα κήδε’ ἐφῆκεν. 01.446 ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δὲ δέξατο χαίρων 01.447 παῖδα φίλην: τοὶ δ’ ὦκα θεῷ ἱερὴν ἑκατόμβην 01.448 ἑξείης ἔστησαν ἐΰδμητον περὶ βωμόν, 01.449 χερνίψαντο δ’ ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο. 01.450 τοῖσιν δὲ Χρύσης μεγάλ’ εὔχετο χεῖρας ἀνασχών: 01.451 κλῦθί μευ ἀργυρότοξ’, ὃς Χρύσην ἀμφιβέβηκας 01.452 Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις: 01.453 ἦ μὲν δή ποτ’ ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο, 01.454 τίμησας μὲν ἐμέ, μέγα δ’ ἴψαο λαὸν Ἀχαιῶν: 01.455 ἠδ’ ἔτι καὶ νῦν μοι τόδ’ ἐπικρήηνον ἐέλδωρ: 01.456 ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον. 01.457 ὣς ἔφατ’ εὐχόμενος, τοῦ δ’ ἔκλυε Φοῖβος Ἀπόλλων. 01.458 αὐτὰρ ἐπεί ῥ’ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο, 01.459 αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν, 01.460 μηρούς τ’ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν 01.461 δίπτυχα ποιήσαντες, ἐπ’ αὐτῶν δ’ ὠμοθέτησαν: 01.462 καῖε δ’ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δ’ αἴθοπα οἶνον 01.463 λεῖβε: νέοι δὲ παρ’ αὐτὸν ἔχον πεμπώβολα χερσίν. 01.464 αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο, 01.465 μίστυλλόν τ’ ἄρα τἆλλα καὶ ἀμφ’ ὀβελοῖσιν ἔπειραν, 01.466 ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. 01.467 αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα 01.468 δαίνυντ’, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης. 01.469 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, 01.470 κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο, 01.471 νώμησαν δ’ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν: 01.472 οἳ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο 01.473 καλὸν ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν 01.474 μέλποντες ἑκάεργον: ὃ δὲ φρένα τέρπετ’ ἀκούων. 01.475 ἦμος δ’ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε, 01.476 δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός: 01.477 ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, 01.478 καὶ τότ’ ἔπειτ’ ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν: 01.479 τοῖσιν δ’ ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων: 01.480 οἳ δ’ ἱστὸν στήσαντ’ ἀνά θ’ ἱστία λευκὰ πέτασσαν, 01.481 ἐν δ’ ἄνεμος πρῆσεν μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα 01.482 στείρῃ πορφύρεον μεγάλ’ ἴαχε νηὸς ἰούσης: 01.483 ἣ δ’ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον. 01.484 αὐτὰρ ἐπεί ῥ’ ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν, 01.485 νῆα μὲν οἵ γε μέλαιναν ἐπ’ ἠπείροιο ἔρυσσαν 01.486 ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δ’ ἕρματα μακρὰ τάνυσσαν: 01.487 αὐτοὶ δ’ ἐσκίδναντο κατὰ κλισίας τε νέας τε. 01.488 αὐτὰρ ὃ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι 01.489 διογενὴς Πηλῆος υἱὸς πόδας ὠκὺς Ἀχιλλεύς: 01.490 οὔτέ ποτ’ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν 01.491 οὔτέ ποτ’ ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ 01.492 αὖθι μένων, ποθέεσκε δ’ ἀϋτήν τε πτόλεμόν τε. 01.493 ἀλλ’ ὅτε δή ῥ’ ἐκ τοῖο δυωδεκάτη γένετ’ ἠώς, 01.494 καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες 01.495 πάντες ἅμα, Ζεὺς δ’ ἦρχε: Θέτις δ’ οὐ λήθετ’ ἐφετμέων 01.496 παιδὸς ἑοῦ, ἀλλ’ ἥ γ’ ἀνεδύσετο κῦμα θαλάσσης. 01.497 ἠερίη δ’ ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε. 01.498 εὗρεν δ’ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων 01.499 ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο: 01.500 καί ῥα πάροιθ’ αὐτοῖο καθέζετο, καὶ λάβε γούνων 01.501 σκαιῇ, δεξιτερῇ δ’ ἄρ’ ὑπ’ ἀνθερεῶνος ἑλοῦσα 01.502 λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα: 01.503 Ζεῦ πάτερ εἴ ποτε δή σε μετ’ ἀθανάτοισιν ὄνησα 01.504 ἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ: 01.505 τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων 01.506 ἔπλετ’: ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων 01.507 ἠτίμησεν: ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας. 01.508 ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ: 01.509 τόφρα δ’ ἐπὶ Τρώεσσι τίθει κράτος ὄφρ’ ἂν Ἀχαιοὶ 01.510 υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίν τέ ἑ τιμῇ. 01.511 ὣς φάτο: τὴν δ’ οὔ τι προσέφη νεφεληγερέτα Ζεύς, 01.512 ἀλλ’ ἀκέων δὴν ἧστο: Θέτις δ’ ὡς ἥψατο γούνων 01.513 ὣς ἔχετ’ ἐμπεφυυῖα, καὶ εἴρετο δεύτερον αὖτις: 01.514 νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον 01.515 ἢ ἀπόειπ’, ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρ’ ἐῢ εἰδέω 01.516 ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι. 01.517 τὴν δὲ μέγ’ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς: 01.518 ἦ δὴ λοίγια ἔργ’ ὅ τέ μ’ ἐχθοδοπῆσαι ἐφήσεις 01.519 Ἥρῃ ὅτ’ ἄν μ’ ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν: 01.520 ἣ δὲ καὶ αὔτως μ’ αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι 01.521 νεικεῖ, καί τέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν. 01.522 ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃ 01.523 Ἥρη: ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω: 01.524 εἰ δ’ ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς: 01.525 τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετ’ ἀθανάτοισι μέγιστον 01.526 τέκμωρ: οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ’ ἀπατηλὸν 01.527 οὐδ’ ἀτελεύτητον ὅ τί κεν κεφαλῇ κατανεύσω. 01.528 ἦ καὶ κυανέῃσιν ἐπ’ ὀφρύσι νεῦσε Κρονίων: 01.529 ἀμβρόσιαι δ’ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος 01.530 κρατὸς ἀπ’ ἀθανάτοιο: μέγαν δ’ ἐλέλιξεν Ὄλυμπον. 01.531 τώ γ’ ὣς βουλεύσαντε διέτμαγεν: ἣ μὲν ἔπειτα 01.532 εἰς ἅλα ἆλτο βαθεῖαν ἀπ’ αἰγλήεντος Ὀλύμπου, 01.533 Ζεὺς δὲ ἑὸν πρὸς δῶμα: θεοὶ δ’ ἅμα πάντες ἀνέσταν 01.534 ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον: οὐδέ τις ἔτλη 01.535 μεῖναι ἐπερχόμενον, ἀλλ’ ἀντίοι ἔσταν ἅπαντες. 01.536 ὣς ὃ μὲν ἔνθα καθέζετ’ ἐπὶ θρόνου: οὐδέ μιν Ἥρη 01.537 ἠγνοίησεν ἰδοῦσ’ ὅτι οἱ συμφράσσατο βουλὰς 01.538 ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος. 01.539 αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα: 01.540 τίς δ’ αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς; 01.541 αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπὸ νόσφιν ἐόντα 01.542 κρυπτάδια φρονέοντα δικαζέμεν: οὐδέ τί πώ μοι 01.543 πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς. 01.544 τὴν δ’ ἠμείβετ’ ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε: 01.545 Ἥρη μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους 01.546 εἰδήσειν: χαλεποί τοι ἔσοντ’ ἀλόχῳ περ ἐούσῃ: 01.547 ἀλλ’ ὃν μέν κ’ ἐπιεικὲς ἀκουέμεν οὔ τις ἔπειτα 01.548 οὔτε θεῶν πρότερος τὸν εἴσεται οὔτ’ ἀνθρώπων: 01.549 ὃν δέ κ’ ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι 01.550 μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα. 01.551 τὸν δ’ ἠμείβετ’ ἔπειτα βοῶπις πότνια Ἥρη: 01.552 αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες; 01.553 καὶ λίην σε πάρος γ’ οὔτ’ εἴρομαι οὔτε μεταλλῶ, 01.554 ἀλλὰ μάλ’ εὔκηλος τὰ φράζεαι ἅσσ’ ἐθέλῃσθα. 01.555 νῦν δ’ αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ 01.556 ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος: 01.557 ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων: 01.558 τῇ σ’ ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆα 01.559 τιμήσῃς, ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν. 01.560 τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς: 01.561 δαιμονίη αἰεὶ μὲν ὀΐεαι οὐδέ σε λήθω: 01.562 πρῆξαι δ’ ἔμπης οὔ τι δυνήσεαι, ἀλλ’ ἀπὸ θυμοῦ 01.563 μᾶλλον ἐμοὶ ἔσεαι: τὸ δέ τοι καὶ ῥίγιον ἔσται. 01.564 εἰ δ’ οὕτω τοῦτ’ ἐστὶν ἐμοὶ μέλλει φίλον εἶναι: 01.565 ἀλλ’ ἀκέουσα κάθησο, ἐμῷ δ’ ἐπιπείθεο μύθῳ, 01.566 μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσ’ ἐν Ὀλύμπῳ 01.567 ἆσσον ἰόνθ’, ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω. 01.568 ὣς ἔφατ’ ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη, 01.569 καί ῥ’ ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ: 01.570 ὄχθησαν δ’ ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες: 01.571 τοῖσιν δ’ Ἥφαιστος κλυτοτέχνης ἦρχ’ ἀγορεύειν 01.572 μητρὶ φίλῃ ἐπίηρα φέρων λευκωλένῳ Ἥρῃ: 01.573 ἦ δὴ λοίγια ἔργα τάδ’ ἔσσεται οὐδ’ ἔτ’ ἀνεκτά, 01.574 εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε, 01.575 ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον: οὐδέ τι δαιτὸς 01.576 ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ. 01.577 μητρὶ δ’ ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ 01.578 πατρὶ φίλῳ ἐπίηρα φέρειν Διί, ὄφρα μὴ αὖτε 01.579 νεικείῃσι πατήρ, σὺν δ’ ἡμῖν δαῖτα ταράξῃ. 01.580 εἴ περ γάρ κ’ ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς 01.581 ἐξ ἑδέων στυφελίξαι: ὃ γὰρ πολὺ φέρτατός ἐστιν. 01.582 ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν: 01.583 αὐτίκ’ ἔπειθ’ ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν. 01.584 ὣς ἄρ’ ἔφη καὶ ἀναΐξας δέπας ἀμφικύπελλον 01.585 μητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε: 01.586 τέτλαθι μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ, 01.587 μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι 01.588 θεινομένην, τότε δ’ οὔ τι δυνήσομαι ἀχνύμενός περ 01.589 χραισμεῖν: ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι: 01.590 ἤδη γάρ με καὶ ἄλλοτ’ ἀλεξέμεναι μεμαῶτα 01.591 ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο, 01.592 πᾶν δ’ ἦμαρ φερόμην, ἅμα δ’ ἠελίῳ καταδύντι 01.593 κάππεσον ἐν Λήμνῳ, ὀλίγος δ’ ἔτι θυμὸς ἐνῆεν: 01.594 ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα. 01.595 ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη, 01.596 μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον: 01.597 αὐτὰρ ὃ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν 01.598 οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων: 01.599 ἄσβεστος δ’ ἄρ’ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν 01.600 ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα. 01.601 ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα 01.602 δαίνυντ’, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης, 01.603 οὐ μὲν φόρμιγγος περικαλλέος ἣν ἔχ’ Ἀπόλλων, 01.604 Μουσάων θ’ αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ. 01.605 αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο, 01.606 οἳ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος, 01.607 ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις 01.608 Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι: 01.609 Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊ’ Ὀλύμπιος ἀστεροπητής, 01.610 ἔνθα πάρος κοιμᾶθ’ ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι: 01.611 ἔνθα καθεῦδ’ ἀναβάς, παρὰ δὲ χρυσόθρονος Ἥρη. 02.001 ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ 02.002 εὗδον παννύχιοι, Δία δ’ οὐκ ἔχε νήδυμος ὕπνος, 02.003 ἀλλ’ ὅ γε μερμήριζε κατὰ φρένα ὡς Ἀχιλῆα 02.004 τιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν. 02.005 ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή, 02.006 πέμψαι ἐπ’ Ἀτρεΐδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον: 02.007 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα: 02.008 βάσκ’ ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν: 02.009 ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο 02.010 πάντα μάλ’ ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω: 02.011 θωρῆξαί ἑ κέλευε κάρη κομόωντας Ἀχαιοὺς 02.012 πανσυδίῃ: νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν 02.013 Τρώων: οὐ γὰρ ἔτ’ ἀμφὶς Ὀλύμπια δώματ’ ἔχοντες 02.014 ἀθάνατοι φράζονται: ἐπέγναμψεν γὰρ ἅπαντας 02.015 Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδε’ ἐφῆπται. 02.016 ὣς φάτο, βῆ δ’ ἄρ’ ὄνειρος ἐπεὶ τὸν μῦθον ἄκουσε: 02.017 καρπαλίμως δ’ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν, 02.018 βῆ δ’ ἄρ’ ἐπ’ Ἀτρεΐδην Ἀγαμέμνονα: τὸν δὲ κίχανεν 02.019 εὕδοντ’ ἐν κλισίῃ, περὶ δ’ ἀμβρόσιος κέχυθ’ ὕπνος. 02.020 στῆ δ’ ἄρ’ ὑπὲρ κεφαλῆς Νηληΐῳ υἷι ἐοικώς 02.021 Νέστορι, τόν ῥα μάλιστα γερόντων τῖ’ Ἀγαμέμνων: 02.022 τῷ μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος: 02.023 εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο: 02.024 οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα 02.025 ᾧ λαοί τ’ ἐπιτετράφαται καὶ τόσσα μέμηλε: 02.026 νῦν δ’ ἐμέθεν ξύνες ὦκα: Διὸς δέ τοι ἄγγελός εἰμι, 02.027 ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ’ ἐλεαίρει. 02.028 θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς 02.029 πανσυδίῃ: νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν 02.030 Τρώων: οὐ γὰρ ἔτ’ ἀμφὶς Ὀλύμπια δώματ’ ἔχοντες 02.031 ἀθάνατοι φράζονται: ἐπέγναμψεν γὰρ ἅπαντας 02.032 Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδε’ ἐφῆπται 02.033 ἐκ Διός: ἀλλὰ σὺ σῇσιν ἔχε φρεσί, μηδέ σε λήθη 02.034 αἱρείτω εὖτ’ ἄν σε μελίφρων ὕπνος ἀνήῃ. 02.035 ὣς ἄρα φωνήσας ἀπεβήσετο, τὸν δὲ λίπ’ αὐτοῦ 02.036 τὰ φρονέοντ’ ἀνὰ θυμὸν ἅ ῥ’ οὐ τελέεσθαι ἔμελλον: 02.037 φῆ γὰρ ὅ γ’ αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ 02.038 νήπιος, οὐδὲ τὰ ᾔδη ἅ ῥα Ζεὺς μήδετο ἔργα: 02.039 θήσειν γὰρ ἔτ’ ἔμελλεν ἐπ’ ἄλγεά τε στοναχάς τε 02.040 Τρωσί τε καὶ Δαναοῖσι διὰ κρατερὰς ὑσμίνας. 02.041 ἔγρετο δ’ ἐξ ὕπνου, θείη δέ μιν ἀμφέχυτ’ ὀμφή: 02.042 ἕζετο δ’ ὀρθωθείς, μαλακὸν δ’ ἔνδυνε χιτῶνα 02.043 καλὸν νηγάτεον, περὶ δὲ μέγα βάλλετο φᾶρος: 02.044 ποσσὶ δ’ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, 02.045 ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον: 02.046 εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεὶ 02.047 σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων: 02.048 ἠὼς μέν ῥα θεὰ προσεβήσετο μακρὸν Ὄλυμπον 02.049 Ζηνὶ φόως ἐρέουσα καὶ ἄλλοις ἀθανάτοισιν: 02.050 αὐτὰρ ὃ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε 02.051 κηρύσσειν ἀγορὴν δὲ κάρη κομόωντας Ἀχαιούς: 02.052 οἳ μὲν ἐκήρυσσον, τοὶ δ’ ἠγείροντο μάλ’ ὦκα: 02.053 βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων 02.054 Νεστορέῃ παρὰ νηῒ Πυλοιγενέος βασιλῆος: 02.055 τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν: 02.056 κλῦτε φίλοι: θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος 02.057 ἀμβροσίην διὰ νύκτα: μάλιστα δὲ Νέστορι δίῳ 02.058 εἶδός τε μέγεθός τε φυήν τ’ ἄγχιστα ἐῴκει: 02.059 στῆ δ’ ἄρ’ ὑπὲρ κεφαλῆς καί με πρὸς μῦθον ἔειπεν: 02.060 εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο: 02.061 οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα, 02.062 ᾧ λαοί τ’ ἐπιτετράφαται καὶ τόσσα μέμηλε: 02.063 νῦν δ’ ἐμέθεν ξύνες ὦκα: Διὸς δέ τοι ἄγγελός εἰμι, 02.064 ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ’ ἐλεαίρει: 02.065 θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς 02.066 πανσυδίῃ: νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν 02.067 Τρώων: οὐ γὰρ ἔτ’ ἀμφὶς Ὀλύμπια δώματ’ ἔχοντες 02.068 ἀθάνατοι φράζονται: ἐπέγναμψεν γὰρ ἅπαντας 02.069 Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδε’ ἐφῆπται 02.070 ἐκ Διός: ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν: ὣς ὃ μὲν εἰπὼν 02.071 ᾤχετ’ ἀποπτάμενος, ἐμὲ δὲ γλυκὺς ὕπνος ἀνῆκεν. 02.072 ἀλλ’ ἄγετ’ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν: 02.073 πρῶτα δ’ ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί, 02.074 καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύσω: 02.075 ὑμεῖς δ’ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν. 02.076 ἤτοι ὅ γ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο, τοῖσι δ’ ἀνέστη 02.077 Νέστωρ, ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος, 02.078 ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν: 02.079 ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες 02.080 εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε 02.081 ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον: 02.082 νῦν δ’ ἴδεν ὃς μέγ’ ἄριστος Ἀχαιῶν εὔχεται εἶναι: 02.083 ἀλλ’ ἄγετ’ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν. 02.084 ὣς ἄρα φωνήσας βουλῆς ἐξῆρχε νέεσθαι, 02.085 οἳ δ’ ἐπανέστησαν πείθοντό τε ποιμένι λαῶν 02.086 σκηπτοῦχοι βασιλῆες: ἐπεσσεύοντο δὲ λαοί. 02.087 ἠΰτε ἔθνεα εἶσι μελισσάων ἁδινάων 02.088 πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων, 02.089 βοτρυδὸν δὲ πέτονται ἐπ’ ἄνθεσιν εἰαρινοῖσιν: 02.090 αἳ μέν τ’ ἔνθα ἅλις πεποτήαται, αἳ δέ τε ἔνθα: 02.091 ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων 02.092 ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο 02.093 ἰλαδὸν εἰς ἀγορήν: μετὰ δέ σφισιν ὄσσα δεδήει 02.094 ὀτρύνουσ’ ἰέναι Διὸς ἄγγελος: οἳ δ’ ἀγέροντο. 02.095 τετρήχει δ’ ἀγορή, ὑπὸ δὲ στεναχίζετο γαῖα 02.096 λαῶν ἱζόντων, ὅμαδος δ’ ἦν: ἐννέα δέ σφεας 02.097 κήρυκες βοόωντες ἐρήτυον, εἴ ποτ’ ἀϋτῆς 02.098 σχοίατ’, ἀκούσειαν δὲ διοτρεφέων βασιλήων. 02.099 σπουδῇ δ’ ἕζετο λαός, ἐρήτυθεν δὲ καθ’ ἕδρας 02.100 παυσάμενοι κλαγγῆς: ἀνὰ δὲ κρείων Ἀγαμέμνων 02.101 ἔστη σκῆπτρον ἔχων τὸ μὲν Ἥφαιστος κάμε τεύχων. 02.102 Ἥφαιστος μὲν δῶκε Διὶ Κρονίωνι ἄνακτι, 02.103 αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργεϊφόντῃ: 02.104 Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ, 02.105 αὐτὰρ ὃ αὖτε Πέλοψ δῶκ’ Ἀτρέϊ ποιμένι λαῶν, 02.106 Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ, 02.107 αὐτὰρ ὃ αὖτε Θυέστ’ Ἀγαμέμνονι λεῖπε φορῆναι, 02.108 πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν. 02.109 τῷ ὅ γ’ ἐρεισάμενος ἔπε’ Ἀργείοισι μετηύδα: 02.110 ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος 02.111 Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ, 02.112 σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν 02.113 Ἴλιον ἐκπέρσαντ’ εὐτείχεον ἀπονέεσθαι, 02.114 νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει 02.115 δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν. 02.116 οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι, 02.117 ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα 02.118 ἠδ’ ἔτι καὶ λύσει: τοῦ γὰρ κράτος ἐστὶ μέγιστον. 02.119 αἰσχρὸν γὰρ τόδε γ’ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι 02.120 μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν 02.121 ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι 02.122 ἀνδράσι παυροτέροισι, τέλος δ’ οὔ πώ τι πέφανται: 02.123 εἴ περ γάρ κ’ ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τε 02.124 ὅρκια πιστὰ ταμόντες ἀριθμηθήμεναι ἄμφω, 02.125 Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασιν, 02.126 ἡμεῖς δ’ ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί, 02.127 Τρώων δ’ ἄνδρα ἕκαστοι ἑλοίμεθα οἰνοχοεύειν, 02.128 πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο. 02.129 τόσσον ἐγώ φημι πλέας ἔμμεναι υἷας Ἀχαιῶν 02.130 Τρώων, οἳ ναίουσι κατὰ πτόλιν: ἀλλ’ ἐπίκουροι 02.131 πολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες ἔασιν, 02.132 οἵ με μέγα πλάζουσι καὶ οὐκ εἰῶσ’ ἐθέλοντα 02.133 Ἰλίου ἐκπέρσαι εὖ ναιόμενον πτολίεθρον. 02.134 ἐννέα δὴ βεβάασι Διὸς μεγάλου ἐνιαυτοί, 02.135 καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται: 02.136 αἳ δέ που ἡμέτεραί τ’ ἄλοχοι καὶ νήπια τέκνα 02.137 εἵατ’ ἐνὶ μεγάροις ποτιδέγμεναι: ἄμμι δὲ ἔργον 02.138 αὔτως ἀκράαντον οὗ εἵνεκα δεῦρ’ ἱκόμεσθα. 02.139 ἀλλ’ ἄγεθ’ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες: 02.140 φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν: 02.141 οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν. 02.142 ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε 02.143 πᾶσι μετὰ πληθὺν ὅσοι οὐ βουλῆς ἐπάκουσαν: 02.144 κινήθη δ’ ἀγορὴ φὴ κύματα μακρὰ θαλάσσης 02.145 πόντου Ἰκαρίοιο, τὰ μέν τ’ Εὖρός τε Νότος τε 02.146 ὤρορ’ ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων. 02.147 ὡς δ’ ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθὼν 02.148 λάβρος ἐπαιγίζων, ἐπί τ’ ἠμύει ἀσταχύεσσιν, 02.149 ὣς τῶν πᾶσ’ ἀγορὴ κινήθη: τοὶ δ’ ἀλαλητῷ 02.150 νῆας ἔπ’ ἐσσεύοντο, ποδῶν δ’ ὑπένερθε κονίη 02.151 ἵστατ’ ἀειρομένη: τοὶ δ’ ἀλλήλοισι κέλευον 02.152 ἅπτεσθαι νηῶν ἠδ’ ἑλκέμεν εἰς ἅλα δῖαν, 02.153 οὐρούς τ’ ἐξεκάθαιρον: ἀϋτὴ δ’ οὐρανὸν ἷκεν 02.154 οἴκαδε ἱεμένων: ὑπὸ δ’ ᾕρεον ἕρματα νηῶν. 02.155 ἔνθά κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη 02.156 εἰ μὴ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν: 02.157 ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη, 02.158 οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν 02.159 Ἀργεῖοι φεύξονται ἐπ’ εὐρέα νῶτα θαλάσσης, 02.160 κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν 02.161 Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν 02.162 ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης: 02.163 ἀλλ’ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων: 02.164 σοῖς ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον, 02.165 μηδὲ ἔα νῆας ἅλα δ’ ἑλκέμεν ἀμφιελίσσας. 02.166 ὣς ἔφατ’, οὐδ’ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη, 02.167 βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων ἀΐξασα: 02.168 καρπαλίμως δ’ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν. 02.169 εὗρεν ἔπειτ’ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον 02.170 ἑσταότ’: οὐδ’ ὅ γε νηὸς ἐϋσσέλμοιο μελαίνης 02.171 ἅπτετ’, ἐπεί μιν ἄχος κραδίην καὶ θυμὸν ἵκανεν: 02.172 ἀγχοῦ δ’ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη: 02.173 διογενὲς Λαερτιάδη πολυμήχαν’ Ὀδυσσεῦ, 02.174 οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν 02.175 φεύξεσθ’ ἐν νήεσσι πολυκλήϊσι πεσόντες, 02.176 κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιτε 02.177 Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν 02.178 ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης; 02.179 ἀλλ’ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν, μηδ’ ἔτ’ ἐρώει, 02.180 σοῖς δ’ ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον, 02.181 μηδὲ ἔα νῆας ἅλα δ’ ἑλκέμεν ἀμφιελίσσας. 02.182 ὣς φάθ’, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης, 02.183 βῆ δὲ θέειν, ἀπὸ δὲ χλαῖναν βάλε: τὴν δὲ κόμισσε 02.184 κῆρυξ Εὐρυβάτης Ἰθακήσιος ὅς οἱ ὀπήδει: 02.185 αὐτὸς δ’ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίος ἐλθὼν 02.186 δέξατό οἱ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί: 02.187 σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων. 02.188 ὅν τινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη 02.189 τὸν δ’ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς: 02.190 δαιμόνι’ οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι, 02.191 ἀλλ’ αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς: 02.192 οὐ γάρ πω σάφα οἶσθ’ οἷος νόος Ἀτρεΐωνος: 02.193 νῦν μὲν πειρᾶται, τάχα δ’ ἴψεται υἷας Ἀχαιῶν. 02.194 ἐν βουλῇ δ’ οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε. 02.195 μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν: 02.196 θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων, 02.197 τιμὴ δ’ ἐκ Διός ἐστι, φιλεῖ δέ ἑ μητίετα Ζεύς. 02.198 ὃν δ’ αὖ δήμου τ’ ἄνδρα ἴδοι βοόωντά τ’ ἐφεύροι, 02.199 τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ: 02.200 δαιμόνι’ ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε, 02.201 οἳ σέο φέρτεροί εἰσι, σὺ δ’ ἀπτόλεμος καὶ ἄναλκις 02.202 οὔτέ ποτ’ ἐν πολέμῳ ἐναρίθμιος οὔτ’ ἐνὶ βουλῇ: 02.203 οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδ’ Ἀχαιοί: 02.204 οὐκ ἀγαθὸν πολυκοιρανίη: εἷς κοίρανος ἔστω, 02.205 εἷς βασιλεύς, ᾧ δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω 02.206 σκῆπτρόν τ’ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσι. 02.207 ὣς ὅ γε κοιρανέων δίεπε στρατόν: οἳ δ’ ἀγορὴν δὲ 02.208 αὖτις ἐπεσσεύοντο νεῶν ἄπο καὶ κλισιάων 02.209 ἠχῇ, ὡς ὅτε κῦμα πολυφλοίσβοιο θαλάσσης 02.210 αἰγιαλῷ μεγάλῳ βρέμεται, σμαραγεῖ δέ τε πόντος. 02.211 ἄλλοι μέν ῥ’ ἕζοντο, ἐρήτυθεν δὲ καθ’ ἕδρας: 02.212 Θερσίτης δ’ ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα, 02.213 ὃς ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδη 02.214 μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐριζέμεναι βασιλεῦσιν, 02.215 ἀλλ’ ὅ τι οἱ εἴσαιτο γελοίϊον Ἀργείοισιν 02.216 ἔμμεναι: αἴσχιστος δὲ ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε: 02.217 φολκὸς ἔην, χωλὸς δ’ ἕτερον πόδα: τὼ δέ οἱ ὤμω 02.218 κυρτὼ ἐπὶ στῆθος συνοχωκότε: αὐτὰρ ὕπερθε 02.219 φοξὸς ἔην κεφαλήν, ψεδνὴ δ’ ἐπενήνοθε λάχνη. 02.220 ἔχθιστος δ’ Ἀχιλῆϊ μάλιστ’ ἦν ἠδ’ Ὀδυσῆϊ: 02.221 τὼ γὰρ νεικείεσκε: τότ’ αὖτ’ Ἀγαμέμνονι δίῳ 02.222 ὀξέα κεκλήγων λέγ’ ὀνείδεα: τῷ δ’ ἄρ’ Ἀχαιοὶ 02.223 ἐκπάγλως κοτέοντο νεμέσσηθέν τ’ ἐνὶ θυμῷ. 02.224 αὐτὰρ ὃ μακρὰ βοῶν Ἀγαμέμνονα νείκεε μύθῳ: 02.225 Ἀτρεΐδη τέο δ’ αὖτ’ ἐπιμέμφεαι ἠδὲ χατίζεις; 02.226 πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες 02.227 εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ 02.228 πρωτίστῳ δίδομεν εὖτ’ ἂν πτολίεθρον ἕλωμεν. 02.229 ἦ ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι, ὅν κέ τις οἴσει 02.230 Τρώων ἱπποδάμων ἐξ Ἰλίου υἷος ἄποινα, 02.231 ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν, 02.232 ἠὲ γυναῖκα νέην, ἵνα μίσγεαι ἐν φιλότητι, 02.233 ἥν τ’ αὐτὸς ἀπονόσφι κατίσχεαι; οὐ μὲν ἔοικεν 02.234 ἀρχὸν ἐόντα κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν. 02.235 ὦ πέπονες κάκ’ ἐλέγχε’ Ἀχαιΐδες οὐκέτ’ Ἀχαιοὶ 02.236 οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα, τόνδε δ’ ἐῶμεν 02.237 αὐτοῦ ἐνὶ Τροίῃ γέρα πεσσέμεν, ὄφρα ἴδηται 02.238 ἤ ῥά τί οἱ χἠμεῖς προσαμύνομεν ἦε καὶ οὐκί: 02.239 ὃς καὶ νῦν Ἀχιλῆα ἕο μέγ’ ἀμείνονα φῶτα 02.240 ἠτίμησεν: ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας. 02.241 ἀλλὰ μάλ’ οὐκ Ἀχιλῆϊ χόλος φρεσίν, ἀλλὰ μεθήμων: 02.242 ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο: 02.243 ὣς φάτο νεικείων Ἀγαμέμνονα ποιμένα λαῶν, 02.244 Θερσίτης: τῷ δ’ ὦκα παρίστατο δῖος Ὀδυσσεύς, 02.245 καί μιν ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ: 02.246 Θερσῖτ’ ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής, 02.247 ἴσχεο, μηδ’ ἔθελ’ οἶος ἐριζέμεναι βασιλεῦσιν: 02.248 οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον 02.249 ἔμμεναι, ὅσσοι ἅμ’ Ἀτρεΐδῃς ὑπὸ Ἴλιον ἦλθον. 02.250 τὼ οὐκ ἂν βασιλῆας ἀνὰ στόμ’ ἔχων ἀγορεύοις, 02.251 καί σφιν ὀνείδεά τε προφέροις, νόστόν τε φυλάσσοις. 02.252 οὐδέ τί πω σάφα ἴδμεν ὅπως ἔσται τάδε ἔργα, 02.253 ἢ εὖ ἦε κακῶς νοστήσομεν υἷες Ἀχαιῶν. 02.254 τὼ νῦν Ἀτρεΐδῃ Ἀγαμέμνονι ποιμένι λαῶν 02.255 ἧσαι ὀνειδίζων, ὅτι οἱ μάλα πολλὰ διδοῦσιν 02.256 ἥρωες Δαναοί: σὺ δὲ κερτομέων ἀγορεύεις. 02.257 ἀλλ’ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται: 02.258 εἴ κ’ ἔτι σ’ ἀφραίνοντα κιχήσομαι ὥς νύ περ ὧδε, 02.259 μηκέτ’ ἔπειτ’ Ὀδυσῆϊ κάρη ὤμοισιν ἐπείη, 02.260 μηδ’ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην, 02.261 εἰ μὴ ἐγώ σε λαβὼν ἀπὸ μὲν φίλα εἵματα δύσω, 02.262 χλαῖνάν τ’ ἠδὲ χιτῶνα, τά τ’ αἰδῶ ἀμφικαλύπτει, 02.263 αὐτὸν δὲ κλαίοντα θοὰς ἐπὶ νῆας ἀφήσω 02.264 πεπλήγων ἀγορῆθεν ἀεικέσσι πληγῇσιν. 02.265 ὣς ἄρ’ ἔφη, σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω 02.266 πλῆξεν: ὃ δ’ ἰδνώθη, θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ: 02.267 σμῶδιξ δ’ αἱματόεσσα μεταφρένου ἐξυπανέστη 02.268 σκήπτρου ὕπο χρυσέου: ὃ δ’ ἄρ’ ἕζετο τάρβησέν τε, 02.269 ἀλγήσας δ’ ἀχρεῖον ἰδὼν ἀπομόρξατο δάκρυ. 02.270 οἳ δὲ καὶ ἀχνύμενοί περ ἐπ’ αὐτῷ ἡδὺ γέλασσαν: 02.271 ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον: 02.272 ὢ πόποι ἦ δὴ μυρί’ Ὀδυσσεὺς ἐσθλὰ ἔοργε 02.273 βουλάς τ’ ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων: 02.274 νῦν δὲ τόδε μέγ’ ἄριστον ἐν Ἀργείοισιν ἔρεξεν, 02.275 ὃς τὸν λωβητῆρα ἐπεσβόλον ἔσχ’ ἀγοράων. 02.276 οὔ θήν μιν πάλιν αὖτις ἀνήσει θυμὸς ἀγήνωρ 02.277 νεικείειν βασιλῆας ὀνειδείοις ἐπέεσσιν. 02.278 ὣς φάσαν ἣ πληθύς: ἀνὰ δ’ ὃ πτολίπορθος Ὀδυσσεὺς 02.279 ἔστη σκῆπτρον ἔχων: παρὰ δὲ γλαυκῶπις Ἀθήνη 02.280 εἰδομένη κήρυκι σιωπᾶν λαὸν ἀνώγει, 02.281 ὡς ἅμα θ’ οἳ πρῶτοί τε καὶ ὕστατοι υἷες Ἀχαιῶν 02.282 μῦθον ἀκούσειαν καὶ ἐπιφρασσαίατο βουλήν: 02.283 ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν: 02.284 Ἀτρεΐδη νῦν δή σε ἄναξ ἐθέλουσιν Ἀχαιοὶ 02.285 πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν, 02.286 οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν ἥν περ ὑπέσταν 02.287 ἐνθάδ’ ἔτι στείχοντες ἀπ’ Ἄργεος ἱπποβότοιο 02.288 Ἴλιον ἐκπέρσαντ’ εὐτείχεον ἀπονέεσθαι. 02.289 ὥς τε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες 02.290 ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι. 02.291 ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι: 02.292 καὶ γάρ τίς θ’ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο 02.293 ἀσχαλάᾳ σὺν νηῒ πολυζύγῳ, ὅν περ ἄελλαι 02.294 χειμέριαι εἰλέωσιν ὀρινομένη τε θάλασσα: 02.295 ἡμῖν δ’ εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς 02.296 ἐνθάδε μιμνόντεσσι: τὼ οὐ νεμεσίζομ’ Ἀχαιοὺς 02.297 ἀσχαλάαν παρὰ νηυσὶ κορωνίσιν: ἀλλὰ καὶ ἔμπης 02.298 αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι. 02.299 τλῆτε φίλοι, καὶ μείνατ’ ἐπὶ χρόνον ὄφρα δαῶμεν 02.300 ἢ ἐτεὸν Κάλχας μαντεύεται ἦε καὶ οὐκί. 02.301 εὖ γὰρ δὴ τόδε ἴδμεν ἐνὶ φρεσίν, ἐστὲ δὲ πάντες 02.302 μάρτυροι, οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι: 02.303 χθιζά τε καὶ πρωΐζ’ ὅτ’ ἐς Αὐλίδα νῆες Ἀχαιῶν 02.304 ἠγερέθοντο κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι, 02.305 ἡμεῖς δ’ ἀμφὶ περὶ κρήνην ἱεροὺς κατὰ βωμοὺς 02.306 ἕρδομεν ἀθανάτοισι τεληέσσας ἑκατόμβας 02.307 καλῇ ὑπὸ πλατανίστῳ ὅθεν ῥέεν ἀγλαὸν ὕδωρ: 02.308 ἔνθ’ ἐφάνη μέγα σῆμα: δράκων ἐπὶ νῶτα δαφοινὸς 02.309 σμερδαλέος, τόν ῥ’ αὐτὸς Ὀλύμπιος ἧκε φόως δέ, 02.310 βωμοῦ ὑπαΐξας πρός ῥα πλατάνιστον ὄρουσεν. 02.311 ἔνθα δ’ ἔσαν στρουθοῖο νεοσσοί, νήπια τέκνα, 02.312 ὄζῳ ἐπ’ ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτες 02.313 ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα: 02.314 ἔνθ’ ὅ γε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας: 02.315 μήτηρ δ’ ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα: 02.316 τὴν δ’ ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιαχυῖαν. 02.317 αὐτὰρ ἐπεὶ κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτήν, 02.318 τὸν μὲν ἀρίζηλον θῆκεν θεὸς ὅς περ ἔφηνε: 02.319 λᾶαν γάρ μιν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω: 02.320 ἡμεῖς δ’ ἑσταότες θαυμάζομεν οἷον ἐτύχθη. 02.321 ὡς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθ’ ἑκατόμβας, 02.322 Κάλχας δ’ αὐτίκ’ ἔπειτα θεοπροπέων ἀγόρευε: 02.323 τίπτ’ ἄνεῳ ἐγένεσθε κάρη κομόωντες Ἀχαιοί; 02.324 ἡμῖν μὲν τόδ’ ἔφηνε τέρας μέγα μητίετα Ζεὺς 02.325 ὄψιμον ὀψιτέλεστον, ὅου κλέος οὔ ποτ’ ὀλεῖται. 02.326 ὡς οὗτος κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτὴν 02.327 ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα, 02.328 ὣς ἡμεῖς τοσσαῦτ’ ἔτεα πτολεμίξομεν αὖθι, 02.329 τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν. 02.330 κεῖνος τὼς ἀγόρευε: τὰ δὴ νῦν πάντα τελεῖται. 02.331 ἀλλ’ ἄγε μίμνετε πάντες ἐϋκνήμιδες Ἀχαιοὶ 02.332 αὐτοῦ εἰς ὅ κεν ἄστυ μέγα Πριάμοιο ἕλωμεν. 02.333 ὣς ἔφατ’, Ἀργεῖοι δὲ μέγ’ ἴαχον, ἀμφὶ δὲ νῆες 02.334 σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ’ Ἀχαιῶν, 02.335 μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο: 02.336 τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ἱππότα Νέστωρ: 02.337 ὦ πόποι ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε 02.338 νηπιάχοις οἷς οὔ τι μέλει πολεμήϊα ἔργα. 02.339 πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἥμιν; 02.340 ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τ’ ἀνδρῶν 02.341 σπονδαί τ’ ἄκρητοι καὶ δεξιαί, ᾗς ἐπέπιθμεν: 02.342 αὔτως γὰρ ἐπέεσσ’ ἐριδαίνομεν, οὐδέ τι μῆχος 02.343 εὑρέμεναι δυνάμεσθα, πολὺν χρόνον ἐνθάδ’ ἐόντες. 02.344 Ἀτρεΐδη σὺ δ’ ἔθ’ ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν 02.345 ἄρχευ’ Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας, 02.346 τούσδε δ’ ἔα φθινύθειν ἕνα καὶ δύο, τοί κεν Ἀχαιῶν 02.347 νόσφιν βουλεύωσ’: ἄνυσις δ’ οὐκ ἔσσεται αὐτῶν: 02.348 πρὶν Ἄργος δ’ ἰέναι πρὶν καὶ Διὸς αἰγιόχοιο 02.349 γνώμεναι εἴ τε ψεῦδος ὑπόσχεσις εἴ τε καὶ οὐκί. 02.350 φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα 02.351 ἤματι τῷ ὅτε νηυσὶν ἐν ὠκυπόροισιν ἔβαινον 02.352 Ἀργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες 02.353 ἀστράπτων ἐπιδέξι’ ἐναίσιμα σήματα φαίνων. 02.354 τὼ μή τις πρὶν ἐπειγέσθω οἶκον δὲ νέεσθαι 02.355 πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι, 02.356 τίσασθαι δ’ Ἑλένης ὁρμήματά τε στοναχάς τε. 02.357 εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκον δὲ νέεσθαι 02.358 ἁπτέσθω ἧς νηὸς ἐϋσσέλμοιο μελαίνης, 02.359 ὄφρα πρόσθ’ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ. 02.360 ἀλλὰ ἄναξ αὐτός τ’ εὖ μήδεο πείθεό τ’ ἄλλῳ: 02.361 οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται ὅττί κεν εἴπω: 02.362 κρῖν’ ἄνδρας κατὰ φῦλα κατὰ φρήτρας Ἀγάμεμνον, 02.363 ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις. 02.364 εἰ δέ κεν ὣς ἕρξῃς καί τοι πείθωνται Ἀχαιοί, 02.365 γνώσῃ ἔπειθ’ ὅς θ’ ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶν 02.366 ἠδ’ ὅς κ’ ἐσθλὸς ἔῃσι: κατὰ σφέας γὰρ μαχέονται. 02.367 γνώσεαι δ’ εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις, 02.368 ἦ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο. 02.369 τὸν δ’ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων: 02.370 ἦ μὰν αὖτ’ ἀγορῇ νικᾷς γέρον υἷας Ἀχαιῶν. 02.371 αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον 02.372 τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν: 02.373 τώ κε τάχ’ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος 02.374 χερσὶν ὑφ’ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε. 02.375 ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγε’ ἔδωκεν, 02.376 ὅς με μετ’ ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει. 02.377 καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθ’ εἵνεκα κούρης 02.378 ἀντιβίοις ἐπέεσσιν, ἐγὼ δ’ ἦρχον χαλεπαίνων: 02.379 εἰ δέ ποτ’ ἔς γε μίαν βουλεύσομεν, οὐκέτ’ ἔπειτα 02.380 Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδ’ ἠβαιόν. 02.381 νῦν δ’ ἔρχεσθ’ ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα. 02.382 εὖ μέν τις δόρυ θηξάσθω, εὖ δ’ ἀσπίδα θέσθω, 02.383 εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν, 02.384 εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω, 02.385 ὥς κε πανημέριοι στυγερῷ κρινώμεθ’ Ἄρηϊ. 02.386 οὐ γὰρ παυσωλή γε μετέσσεται οὐδ’ ἠβαιὸν 02.387 εἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν. 02.388 ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσφιν 02.389 ἀσπίδος ἀμφιβρότης, περὶ δ’ ἔγχεϊ χεῖρα καμεῖται: 02.390 ἱδρώσει δέ τευ ἵππος ἐΰξοον ἅρμα τιταίνων. 02.391 ὃν δέ κ’ ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω 02.392 μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα 02.393 ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδ’ οἰωνούς. 02.394 ὣς ἔφατ’, Ἀργεῖοι δὲ μέγ’ ἴαχον ὡς ὅτε κῦμα 02.395 ἀκτῇ ἐφ’ ὑψηλῇ, ὅτε κινήσῃ Νότος ἐλθών, 02.396 προβλῆτι σκοπέλῳ: τὸν δ’ οὔ ποτε κύματα λείπει 02.397 παντοίων ἀνέμων, ὅτ’ ἂν ἔνθ’ ἢ ἔνθα γένωνται. 02.398 ἀνστάντες δ’ ὀρέοντο κεδασθέντες κατὰ νῆας, 02.399 κάπνισσάν τε κατὰ κλισίας, καὶ δεῖπνον ἕλοντο. 02.400 ἄλλος δ’ ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων 02.401 εὐχόμενος θάνατόν τε φυγεῖν καὶ μῶλον Ἄρηος. 02.402 αὐτὰρ ὃ βοῦν ἱέρευσε ἄναξ ἀνδρῶν Ἀγαμέμνων 02.403 πίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι, 02.404 κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν, 02.405 Νέστορα μὲν πρώτιστα καὶ Ἰδομενῆα ἄνακτα, 02.406 αὐτὰρ ἔπειτ’ Αἴαντε δύω καὶ Τυδέος υἱόν, 02.407 ἕκτον δ’ αὖτ’ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον. 02.408 αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος: 02.409 ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο. 02.410 βοῦν δὲ περιστήσαντο καὶ οὐλοχύτας ἀνέλοντο: 02.411 τοῖσιν δ’ εὐχόμενος μετέφη κρείων Ἀγαμέμνων: 02.412 Ζεῦ κύδιστε μέγιστε κελαινεφὲς αἰθέρι ναίων 02.413 μὴ πρὶν ἐπ’ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν 02.414 πρίν με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον 02.415 αἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα, 02.416 Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι 02.417 χαλκῷ ῥωγαλέον: πολέες δ’ ἀμφ’ αὐτὸν ἑταῖροι 02.418 πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν. 02.419 ὣς ἔφατ’, οὐδ’ ἄρα πώ οἱ ἐπεκραίαινε Κρονίων, 02.420 ἀλλ’ ὅ γε δέκτο μὲν ἱρά, πόνον δ’ ἀμέγαρτον ὄφελλεν. 02.421 αὐτὰρ ἐπεί ῥ’ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο, 02.422 αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν, 02.423 μηρούς τ’ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν 02.424 δίπτυχα ποιήσαντες, ἐπ’ αὐτῶν δ’ ὠμοθέτησαν. 02.425 καὶ τὰ μὲν ἂρ σχίζῃσιν ἀφύλλοισιν κατέκαιον, 02.426 σπλάγχνα δ’ ἄρ’ ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο. 02.427 αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο, 02.428 μίστυλλόν τ’ ἄρα τἆλλα καὶ ἀμφ’ ὀβελοῖσιν ἔπειραν, 02.429 ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. 02.430 αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα 02.431 δαίνυντ’, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης. 02.432 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, 02.433 τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ: 02.434 Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον, 02.435 μηκέτι νῦν δήθ’ αὖθι λεγώμεθα, μηδ’ ἔτι δηρὸν 02.436 ἀμβαλλώμεθα ἔργον ὃ δὴ θεὸς ἐγγυαλίζει. 02.437 ἀλλ’ ἄγε κήρυκες μὲν Ἀχαιῶν χαλκοχιτώνων 02.438 λαὸν κηρύσσοντες ἀγειρόντων κατὰ νῆας, 02.439 ἡμεῖς δ’ ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν 02.440 ἴομεν ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα. 02.441 ὣς ἔφατ’, οὐδ’ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων. 02.442 αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε 02.443 κηρύσσειν πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς: 02.444 οἳ μὲν ἐκήρυσσον, τοὶ δ’ ἠγείροντο μάλ’ ὦκα. 02.445 οἳ δ’ ἀμφ’ Ἀτρεΐωνα διοτρεφέες βασιλῆες 02.446 θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Ἀθήνη 02.447 αἰγίδ’ ἔχουσ’ ἐρίτιμον ἀγήρων ἀθανάτην τε, 02.448 τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθονται, 02.449 πάντες ἐϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος: 02.450 σὺν τῇ παιφάσσουσα διέσσυτο λαὸν Ἀχαιῶν 02.451 ὀτρύνουσ’ ἰέναι: ἐν δὲ σθένος ὦρσεν ἑκάστῳ 02.452 καρδίῃ ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι. 02.453 τοῖσι δ’ ἄφαρ πόλεμος γλυκίων γένετ’ ἠὲ νέεσθαι 02.454 ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν. 02.455 ἠΰτε πῦρ ἀΐδηλον ἐπιφλέγει ἄσπετον ὕλην 02.456 οὔρεος ἐν κορυφῇς, ἕκαθεν δέ τε φαίνεται αὐγή, 02.457 ὣς τῶν ἐρχομένων ἀπὸ χαλκοῦ θεσπεσίοιο 02.458 αἴγλη παμφανόωσα δι’ αἰθέρος οὐρανὸν ἷκε. 02.459 τῶν δ’ ὥς τ’ ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ 02.460 χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων 02.461 Ἀσίω ἐν λειμῶνι Καϋστρίου ἀμφὶ ῥέεθρα 02.462 ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι 02.463 κλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμών, 02.464 ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων 02.465 ἐς πεδίον προχέοντο Σκαμάνδριον: αὐτὰρ ὑπὸ χθὼν 02.466 σμερδαλέον κονάβιζε ποδῶν αὐτῶν τε καὶ ἵππων. 02.467 ἔσταν δ’ ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι 02.468 μυρίοι, ὅσσά τε φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ. 02.469 ἠΰτε μυιάων ἁδινάων ἔθνεα πολλὰ 02.470 αἵ τε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν 02.471 ὥρῃ ἐν εἰαρινῇ ὅτε τε γλάγος ἄγγεα δεύει, 02.472 τόσσοι ἐπὶ Τρώεσσι κάρη κομόωντες Ἀχαιοὶ 02.473 ἐν πεδίῳ ἵσταντο διαρραῖσαι μεμαῶτες. 02.474 τοὺς δ’ ὥς τ’ αἰπόλια πλατέ’ αἰγῶν αἰπόλοι ἄνδρες 02.475 ῥεῖα διακρίνωσιν ἐπεί κε νομῷ μιγέωσιν, 02.476 ὣς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα 02.477 ὑσμίνην δ’ ἰέναι, μετὰ δὲ κρείων Ἀγαμέμνων 02.478 ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ, 02.479 Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι. 02.480 ἠΰτε βοῦς ἀγέληφι μέγ’ ἔξοχος ἔπλετο πάντων 02.481 ταῦρος: ὃ γάρ τε βόεσσι μεταπρέπει ἀγρομένῃσι: 02.482 τοῖον ἄρ’ Ἀτρεΐδην θῆκε Ζεὺς ἤματι κείνῳ 02.483 ἐκπρεπέ’ ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσιν. 02.484 ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ’ ἔχουσαι: 02.485 ὑμεῖς γὰρ θεαί ἐστε πάρεστέ τε ἴστέ τε πάντα, 02.486 ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν οὐδέ τι ἴδμεν: 02.487 οἵ τινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν: 02.488 πληθὺν δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ’ ὀνομήνω, 02.489 οὐδ’ εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματ’ εἶεν, 02.490 φωνὴ δ’ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη, 02.491 εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι Διὸς αἰγιόχοιο 02.492 θυγατέρες μνησαίαθ’ ὅσοι ὑπὸ Ἴλιον ἦλθον: 02.493 ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας. 02.494 Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον 02.495 Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε, 02.496 οἵ θ’ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν 02.497 Σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τ’ Ἐτεωνόν, 02.498 Θέσπειαν Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν, 02.499 οἵ τ’ ἀμφ’ Ἅρμ’ ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρυθράς, 02.500 οἵ τ’ Ἐλεῶν’ εἶχον ἠδ’ Ὕλην καὶ Πετεῶνα, 02.501 Ὠκαλέην Μεδεῶνά τ’ ἐϋκτίμενον πτολίεθρον, 02.502 Κώπας Εὔτρησίν τε πολυτρήρωνά τε Θίσβην, 02.503 οἵ τε Κορώνειαν καὶ ποιήενθ’ Ἁλίαρτον, 02.504 οἵ τε Πλάταιαν ἔχον ἠδ’ οἳ Γλισᾶντ’ ἐνέμοντο, 02.505 οἵ θ’ Ὑποθήβας εἶχον ἐϋκτίμενον πτολίεθρον, 02.506 Ὀγχηστόν θ’ ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος, 02.507 οἵ τε πολυστάφυλον Ἄρνην ἔχον, οἵ τε Μίδειαν 02.508 Νῖσάν τε ζαθέην Ἀνθηδόνα τ’ ἐσχατόωσαν: 02.509 τῶν μὲν πεντήκοντα νέες κίον, ἐν δὲ ἑκάστῃ 02.510 κοῦροι Βοιωτῶν ἑκατὸν καὶ εἴκοσι βαῖνον. 02.511 οἳ δ’ Ἀσπληδόνα ναῖον ἰδ’ Ὀρχομενὸν Μινύειον, 02.512 τῶν ἦρχ’ Ἀσκάλαφος καὶ Ἰάλμενος υἷες Ἄρηος 02.513 οὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζεΐδαο, 02.514 παρθένος αἰδοίη ὑπερώϊον εἰσαναβᾶσα 02.515 Ἄρηϊ κρατερῷ: ὃ δέ οἱ παρελέξατο λάθρῃ: 02.516 τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο. 02.517 αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον 02.518 υἷες Ἰφίτου μεγαθύμου Ναυβολίδαο, 02.519 οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν 02.520 Κρῖσάν τε ζαθέην καὶ Δαυλίδα καὶ Πανοπῆα, 02.521 οἵ τ’ Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο, 02.522 οἵ τ’ ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον, 02.523 οἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισοῖο: 02.524 τοῖς δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. 02.525 οἳ μὲν Φωκήων στίχας ἵστασαν ἀμφιέποντες, 02.526 Βοιωτῶν δ’ ἔμπλην ἐπ’ ἀριστερὰ θωρήσσοντο. 02.527 Λοκρῶν δ’ ἡγεμόνευεν Ὀϊλῆος ταχὺς Αἴας 02.528 μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιος Αἴας 02.529 ἀλλὰ πολὺ μείων: ὀλίγος μὲν ἔην λινοθώρηξ, 02.530 ἐγχείῃ δ’ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς: 02.531 οἳ Κῦνόν τ’ ἐνέμοντ’ Ὀπόεντά τε Καλλίαρόν τε 02.532 Βῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινὰς 02.533 Τάρφην τε Θρόνιον τε Βοαγρίου ἀμφὶ ῥέεθρα: 02.534 τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο 02.535 Λοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης. 02.536 οἳ δ’ Εὔβοιαν ἔχον μένεα πνείοντες Ἄβαντες 02.537 Χαλκίδα τ’ Εἰρέτριάν τε πολυστάφυλόν θ’ Ἱστίαιαν 02.538 Κήρινθόν τ’ ἔφαλον Δίου τ’ αἰπὺ πτολίεθρον, 02.539 οἵ τε Κάρυστον ἔχον ἠδ’ οἳ Στύρα ναιετάασκον, 02.540 τῶν αὖθ’ ἡγεμόνευ’ Ἐλεφήνωρ ὄζος Ἄρηος 02.541 Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων. 02.542 τῷ δ’ ἅμ’ Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες 02.543 αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσιν μελίῃσι 02.544 θώρηκας ῥήξειν δηΐων ἀμφὶ στήθεσσι: 02.545 τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. 02.546 οἳ δ’ ἄρ’ Ἀθήνας εἶχον ἐϋκτίμενον πτολίεθρον 02.547 δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτ’ Ἀθήνη 02.548 θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα, 02.549 κὰδ δ’ ἐν Ἀθήνῃς εἷσεν ἑῷ ἐν πίονι νηῷ: 02.550 ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονται 02.551 κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν: 02.552 τῶν αὖθ’ ἡγεμόνευ’ υἱὸς Πετεῶο Μενεσθεύς. 02.553 τῷ δ’ οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετ’ ἀνὴρ 02.554 κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας: 02.555 Νέστωρ οἶος ἔριζεν: ὃ γὰρ προγενέστερος ἦεν: 02.556 τῷ δ’ ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο. 02.557 Αἴας δ’ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας, 02.558 στῆσε δ’ ἄγων ἵν’ Ἀθηναίων ἵσταντο φάλαγγες. 02.559 οἳ δ’ Ἄργός τ’ εἶχον Τίρυνθά τε τειχιόεσσαν 02.560 Ἑρμιόνην Ἀσίνην τε, βαθὺν κατὰ κόλπον ἐχούσας, 02.561 Τροιζῆν’ Ἠϊόνας τε καὶ ἀμπελόεντ’ Ἐπίδαυρον, 02.562 οἵ τ’ ἔχον Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν, 02.563 τῶν αὖθ’ ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης 02.564 καὶ Σθένελος, Καπανῆος ἀγακλειτοῦ φίλος υἱός: 02.565 τοῖσι δ’ ἅμ’ Εὐρύαλος τρίτατος κίεν ἰσόθεος φὼς 02.566 Μηκιστέος υἱὸς Ταλαϊονίδαο ἄνακτος: 02.567 συμπάντων δ’ ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης: 02.568 τοῖσι δ’ ἅμ’ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο. 02.569 οἳ δὲ Μυκήνας εἶχον ἐϋκτίμενον πτολίεθρον 02.570 ἀφνειόν τε Κόρινθον ἐϋκτιμένας τε Κλεωνάς, 02.571 Ὀρνειάς τ’ ἐνέμοντο Ἀραιθυρέην τ’ ἐρατεινὴν 02.572 καὶ Σικυῶν’, ὅθ’ ἄρ’ Ἄδρηστος πρῶτ’ ἐμβασίλευεν, 02.573 οἵ θ’ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν 02.574 Πελλήνην τ’ εἶχον ἠδ’ Αἴγιον ἀμφενέμοντο 02.575 Αἰγιαλόν τ’ ἀνὰ πάντα καὶ ἀμφ’ Ἑλίκην εὐρεῖαν, 02.576 τῶν ἑκατὸν νηῶν ἦρχε κρείων Ἀγαμέμνων 02.577 Ἀτρεΐδης: ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι 02.578 λαοὶ ἕποντ’: ἐν δ’ αὐτὸς ἐδύσετο νώροπα χαλκὸν 02.579 κυδιόων, πᾶσιν δὲ μετέπρεπεν ἡρώεσσιν 02.580 οὕνεκ’ ἄριστος ἔην πολὺ δὲ πλείστους ἄγε λαούς. 02.581 οἳ δ’ εἶχον κοίλην Λακεδαίμονα κητώεσσαν, 02.582 Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην, 02.583 Βρυσειάς τ’ ἐνέμοντο καὶ Αὐγειὰς ἐρατεινάς, 02.584 οἵ τ’ ἄρ’ Ἀμύκλας εἶχον Ἕλος τ’ ἔφαλον πτολίεθρον, 02.585 οἵ τε Λάαν εἶχον ἠδ’ Οἴτυλον ἀμφενέμοντο, 02.586 τῶν οἱ ἀδελφεὸς ἦρχε βοὴν ἀγαθὸς Μενέλαος 02.587 ἑξήκοντα νεῶν: ἀπάτερθε δὲ θωρήσσοντο: 02.588 ἐν δ’ αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθὼς 02.589 ὀτρύνων πόλεμον δέ: μάλιστα δὲ ἵετο θυμῷ 02.590 τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε. 02.591 οἳ δὲ Πύλον τ’ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινὴν 02.592 καὶ Θρύον Ἀλφειοῖο πόρον καὶ ἐΰκτιτον Αἰπὺ 02.593 καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον 02.594 καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον, ἔνθά τε Μοῦσαι 02.595 ἀντόμεναι Θάμυριν τὸν Θρήϊκα παῦσαν ἀοιδῆς 02.596 Οἰχαλίηθεν ἰόντα παρ’ Εὐρύτου Οἰχαλιῆος: 02.597 στεῦτο γὰρ εὐχόμενος νικησέμεν εἴ περ ἂν αὐταὶ 02.598 Μοῦσαι ἀείδοιεν κοῦραι Διὸς αἰγιόχοιο: 02.599 αἳ δὲ χολωσάμεναι πηρὸν θέσαν, αὐτὰρ ἀοιδὴν 02.600 θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν: 02.601 τῶν αὖθ’ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ: 02.602 τῷ δ’ ἐνενήκοντα γλαφυραὶ νέες ἐστιχόωντο. 02.603 οἳ δ’ ἔχον Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺ 02.604 Αἰπύτιον παρὰ τύμβον ἵν’ ἀνέρες ἀγχιμαχηταί, 02.605 οἳ Φενεόν τ’ ἐνέμοντο καὶ Ὀρχομενὸν πολύμηλον 02.606 Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην 02.607 καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινὴν 02.608 Στύμφηλόν τ’ εἶχον καὶ Παρρασίην ἐνέμοντο, 02.609 τῶν ἦρχ’ Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ 02.610 ἑξήκοντα νεῶν: πολέες δ’ ἐν νηῒ ἑκάστῃ 02.611 Ἀρκάδες ἄνδρες ἔβαινον ἐπιστάμενοι πολεμίζειν. 02.612 αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων 02.613 νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον 02.614 Ἀτρεΐδης, ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει. 02.615 οἳ δ’ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον 02.616 ὅσσον ἐφ’ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα 02.617 πέτρη τ’ Ὠλενίη καὶ Ἀλήσιον ἐντὸς ἐέργει, 02.618 τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δ’ ἀνδρὶ ἑκάστῳ 02.619 νῆες ἕποντο θοαί, πολέες δ’ ἔμβαινον Ἐπειοί. 02.620 τῶν μὲν ἄρ’ Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην 02.621 υἷες ὃ μὲν Κτεάτου, ὃ δ’ ἄρ’ Εὐρύτου, Ἀκτορίωνε: 02.622 τῶν δ’ Ἀμαρυγκεΐδης ἦρχε κρατερὸς Διώρης: 02.623 τῶν δὲ τετάρτων ἦρχε Πολύξεινος θεοειδὴς 02.624 υἱὸς Ἀγασθένεος Αὐγηϊάδαο ἄνακτος. 02.625 οἳ δ’ ἐκ Δουλιχίοιο Ἐχινάων θ’ ἱεράων 02.626 νήσων, αἳ ναίουσι πέρην ἁλὸς Ἤλιδος ἄντα, 02.627 τῶν αὖθ’ ἡγεμόνευε Μέγης ἀτάλαντος Ἄρηϊ 02.628 Φυλεΐδης, ὃν τίκτε Διῒ φίλος ἱππότα Φυλεύς, 02.629 ὅς ποτε Δουλίχιον δ’ ἀπενάσσατο πατρὶ χολωθείς: 02.630 τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. 02.631 αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους, 02.632 οἵ ῥ’ Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον 02.633 καὶ Κροκύλει’ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν, 02.634 οἵ τε Ζάκυνθον ἔχον ἠδ’ οἳ Σάμον ἀμφενέμοντο, 02.635 οἵ τ’ ἤπειρον ἔχον ἠδ’ ἀντιπέραι’ ἐνέμοντο: 02.636 τῶν μὲν Ὀδυσσεὺς ἦρχε Διὶ μῆτιν ἀτάλαντος: 02.637 τῷ δ’ ἅμα νῆες ἕποντο δυώδεκα μιλτοπάρῃοι. 02.638 Αἰτωλῶν δ’ ἡγεῖτο Θόας Ἀνδραίμονος υἱός, 02.639 οἳ Πλευρῶν’ ἐνέμοντο καὶ Ὤλενον ἠδὲ Πυλήνην 02.640 Χαλκίδα τ’ ἀγχίαλον Καλυδῶνά τε πετρήεσσαν: 02.641 οὐ γὰρ ἔτ’ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν, 02.642 οὐδ’ ἄρ’ ἔτ’ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος: 02.643 τῷ δ’ ἐπὶ πάντ’ ἐτέταλτο ἀνασσέμεν Αἰτωλοῖσι: 02.644 τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. 02.645 Κρητῶν δ’ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν, 02.646 οἳ Κνωσόν τ’ εἶχον Γόρτυνά τε τειχιόεσσαν, 02.647 Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον 02.648 Φαιστόν τε Ῥύτιόν τε, πόλεις εὖ ναιετοώσας, 02.649 ἄλλοι θ’ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο. 02.650 τῶν μὲν ἄρ’ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευε 02.651 Μηριόνης τ’ ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ: 02.652 τοῖσι δ’ ἅμ’ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο. 02.653 Τληπόλεμος δ’ Ἡρακλεΐδης ἠΰς τε μέγας τε 02.654 ἐκ Ῥόδου ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων, 02.655 οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες 02.656 Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον. 02.657 τῶν μὲν Τληπόλεμος δουρὶ κλυτὸς ἡγεμόνευεν, 02.658 ὃν τέκεν Ἀστυόχεια βίῃ Ἡρακληείῃ, 02.659 τὴν ἄγετ’ ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος 02.660 πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν. 02.661 Τληπόλεμος δ’ ἐπεὶ οὖν τράφ’ ἐνὶ μεγάρῳ εὐπήκτῳ, 02.662 αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα 02.663 ἤδη γηράσκοντα Λικύμνιον ὄζον Ἄρηος: 02.664 αἶψα δὲ νῆας ἔπηξε, πολὺν δ’ ὅ γε λαὸν ἀγείρας 02.665 βῆ φεύγων ἐπὶ πόντον: ἀπείλησαν γάρ οἱ ἄλλοι 02.666 υἱέες υἱωνοί τε βίης Ἡρακληείης. 02.667 αὐτὰρ ὅ γ’ ἐς Ῥόδον ἷξεν ἀλώμενος ἄλγεα πάσχων: 02.668 τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν, ἠδὲ φίληθεν 02.669 ἐκ Διός, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει, 02.670 καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων. 02.671 Νιρεὺς αὖ Σύμηθεν ἄγε τρεῖς νῆας ἐΐσας 02.672 Νιρεὺς Ἀγλαΐης υἱὸς Χαρόποιό τ’ ἄνακτος 02.673 Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε 02.674 τῶν ἄλλων Δαναῶν μετ’ ἀμύμονα Πηλεΐωνα: 02.675 ἀλλ’ ἀλαπαδνὸς ἔην, παῦρος δέ οἱ εἵπετο λαός. 02.676 οἳ δ’ ἄρα Νίσυρόν τ’ εἶχον Κράπαθόν τε Κάσον τε 02.677 καὶ Κῶν Εὐρυπύλοιο πόλιν νήσους τε Καλύδνας, 02.678 τῶν αὖ Φείδιππός τε καὶ Ἄντιφος ἡγησάσθην 02.679 Θεσσαλοῦ υἷε δύω Ἡρακλεΐδαο ἄνακτος: 02.680 τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο. 02.681 νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον, 02.682 οἵ τ’ Ἄλον οἵ τ’ Ἀλόπην οἵ τε Τρηχῖνα νέμοντο, 02.683 οἵ τ’ εἶχον Φθίην ἠδ’ Ἑλλάδα καλλιγύναικα, 02.684 Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί, 02.685 τῶν αὖ πεντήκοντα νεῶν ἦν ἀρχὸς Ἀχιλλεύς. 02.686 ἀλλ’ οἵ γ’ οὐ πολέμοιο δυσηχέος ἐμνώοντο: 02.687 οὐ γὰρ ἔην ὅς τίς σφιν ἐπὶ στίχας ἡγήσαιτο: 02.688 κεῖτο γὰρ ἐν νήεσσι ποδάρκης δῖος Ἀχιλλεὺς 02.689 κούρης χωόμενος Βρισηΐδος ἠϋκόμοιο, 02.690 τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας 02.691 Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης, 02.692 κὰδ δὲ Μύνητ’ ἔβαλεν καὶ Ἐπίστροφον ἐγχεσιμώρους, 02.693 υἱέας Εὐηνοῖο Σεληπιάδαο ἄνακτος: 02.694 τῆς ὅ γε κεῖτ’ ἀχέων, τάχα δ’ ἀνστήσεσθαι ἔμελλεν. 02.695 οἳ δ’ εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα 02.696 Δήμητρος τέμενος, Ἴτωνά τε μητέρα μήλων, 02.697 ἀγχίαλόν τ’ Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην, 02.698 τῶν αὖ Πρωτεσίλαος ἀρήϊος ἡγεμόνευε 02.699 ζωὸς ἐών: τότε δ’ ἤδη ἔχεν κάτα γαῖα μέλαινα. 02.700 τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο 02.701 καὶ δόμος ἡμιτελής: τὸν δ’ ἔκτανε Δάρδανος ἀνὴρ 02.702 νηὸς ἀποθρῴσκοντα πολὺ πρώτιστον Ἀχαιῶν. 02.703 οὐδὲ μὲν οὐδ’ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν: 02.704 ἀλλά σφεας κόσμησε Ποδάρκης ὄζος Ἄρηος 02.705 Ἰφίκλου υἱὸς πολυμήλου Φυλακίδαο 02.706 αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου 02.707 ὁπλότερος γενεῇ: ὁ δ’ ἅμα πρότερος καὶ ἀρείων 02.708 ἥρως Πρωτεσίλαος ἀρήϊος: οὐδέ τι λαοὶ 02.709 δεύονθ’ ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν ἐόντα: 02.710 τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. 02.711 οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην 02.712 Βοίβην καὶ Γλαφύρας καὶ ἐϋκτιμένην Ἰαωλκόν, 02.713 τῶν ἦρχ’ Ἀδμήτοιο φίλος πάϊς ἕνδεκα νηῶν 02.714 Εὔμηλος, τὸν ὑπ’ Ἀδμήτῳ τέκε δῖα γυναικῶν 02.715 Ἄλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη. 02.716 οἳ δ’ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο 02.717 καὶ Μελίβοιαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν, 02.718 τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων ἐῢ εἰδὼς 02.719 ἑπτὰ νεῶν: ἐρέται δ’ ἐν ἑκάστῃ πεντήκοντα 02.720 ἐμβέβασαν τόξων εὖ εἰδότες ἶφι μάχεσθαι. 02.721 ἀλλ’ ὃ μὲν ἐν νήσῳ κεῖτο κρατέρ’ ἄλγεα πάσχων 02.722 Λήμνῳ ἐν ἠγαθέῃ, ὅθι μιν λίπον υἷες Ἀχαιῶν 02.723 ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου: 02.724 ἔνθ’ ὅ γε κεῖτ’ ἀχέων: τάχα δὲ μνήσεσθαι ἔμελλον 02.725 Ἀργεῖοι παρὰ νηυσὶ Φιλοκτήταο ἄνακτος. 02.726 οὐδὲ μὲν οὐδ’ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν: 02.727 ἀλλὰ Μέδων κόσμησεν Ὀϊλῆος νόθος υἱός, 02.728 τόν ῥ’ ἔτεκεν Ῥήνη ὑπ’ Ὀϊλῆϊ πτολιπόρθῳ. 02.729 οἳ δ’ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν, 02.730 οἵ τ’ ἔχον Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος, 02.731 τῶν αὖθ’ ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε 02.732 ἰητῆρ’ ἀγαθὼ Ποδαλείριος ἠδὲ Μαχάων: 02.733 τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο. 02.734 οἳ δ’ ἔχον Ὀρμένιον, οἵ τε κρήνην Ὑπέρειαν, 02.735 οἵ τ’ ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα, 02.736 τῶν ἦρχ’ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός: 02.737 τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. 02.738 οἳ δ’ Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο, 02.739 Ὄρθην Ἠλώνην τε πόλιν τ’ Ὀλοοσσόνα λευκήν, 02.740 τῶν αὖθ’ ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης 02.741 υἱὸς Πειριθόοιο τὸν ἀθάνατος τέκετο Ζεύς: 02.742 τόν ῥ’ ὑπὸ Πειριθόῳ τέκετο κλυτὸς Ἱπποδάμεια 02.743 ἤματι τῷ ὅτε Φῆρας ἐτίσατο λαχνήεντας, 02.744 τοὺς δ’ ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσεν: 02.745 οὐκ οἶος, ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος 02.746 υἱὸς ὑπερθύμοιο Κορώνου Καινεΐδαο: 02.747 τοῖς δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. 02.748 Γουνεὺς δ’ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας: 02.749 τῷ δ’ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοὶ 02.750 οἳ περὶ Δωδώνην δυσχείμερον οἰκί’ ἔθεντο, 02.751 οἵ τ’ ἀμφ’ ἱμερτὸν Τιταρησσὸν ἔργα νέμοντο 02.752 ὅς ῥ’ ἐς Πηνειὸν προΐει καλλίρροον ὕδωρ, 02.753 οὐδ’ ὅ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃ, 02.754 ἀλλά τέ μιν καθύπερθεν ἐπιρρέει ἠΰτ’ ἔλαιον: 02.755 ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ. 02.756 Μαγνήτων δ’ ἦρχε Πρόθοος Τενθρηδόνος υἱός, 02.757 οἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον 02.758 ναίεσκον: τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε, 02.759 τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. 02.760 οὗτοι ἄρ’ ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν: 02.761 τίς τὰρ τῶν ὄχ’ ἄριστος ἔην σύ μοι ἔννεπε Μοῦσα 02.762 αὐτῶν ἠδ’ ἵππων, οἳ ἅμ’ Ἀτρεΐδῃσιν ἕποντο. 02.763 ἵπποι μὲν μέγ’ ἄρισται ἔσαν Φηρητιάδαο, 02.764 τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὣς 02.765 ὄτριχας οἰέτεας σταφύλῇ ἐπὶ νῶτον ἐΐσας: 02.766 τὰς ἐν Πηρείῃ θρέψ’ ἀργυρότοξος Ἀπόλλων 02.767 ἄμφω θηλείας, φόβον Ἄρηος φορεούσας. 02.768 ἀνδρῶν αὖ μέγ’ ἄριστος ἔην Τελαμώνιος Αἴας 02.769 ὄφρ’ Ἀχιλεὺς μήνιεν: ὃ γὰρ πολὺ φέρτατος ἦεν, 02.770 ἵπποι θ’ οἳ φορέεσκον ἀμύμονα Πηλεΐωνα. 02.771 ἀλλ’ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι 02.772 κεῖτ’ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν 02.773 Ἀτρεΐδῃ: λαοὶ δὲ παρὰ ῥηγμῖνι θαλάσσης 02.774 δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες 02.775 τόξοισίν θ’: ἵπποι δὲ παρ’ ἅρμασιν οἷσιν ἕκαστος 02.776 λωτὸν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέλινον 02.777 ἕστασαν: ἅρματα δ’ εὖ πεπυκασμένα κεῖτο ἀνάκτων 02.778 ἐν κλισίῃς: οἳ δ’ ἀρχὸν ἀρηΐφιλον ποθέοντες 02.779 φοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατὸν οὐδὲ μάχοντο. 02.780 οἳ δ’ ἄρ’ ἴσαν ὡς εἴ τε πυρὶ χθὼν πᾶσα νέμοιτο: 02.781 γαῖα δ’ ὑπεστενάχιζε Διὶ ὣς τερπικεραύνῳ 02.782 χωομένῳ ὅτε τ’ ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ 02.783 εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς: 02.784 ὣς ἄρα τῶν ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα 02.785 ἐρχομένων: μάλα δ’ ὦκα διέπρησσον πεδίοιο. 02.786 Τρωσὶν δ’ ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ἶρις 02.787 πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ: 02.788 οἳ δ’ ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι 02.789 πάντες ὁμηγερέες ἠμὲν νέοι ἠδὲ γέροντες: 02.790 ἀγχοῦ δ’ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις: 02.791 εἴσατο δὲ φθογγὴν υἷϊ Πριάμοιο Πολίτῃ, 02.792 ὃς Τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθὼς 02.793 τύμβῳ ἐπ’ ἀκροτάτῳ Αἰσυήταο γέροντος, 02.794 δέγμενος ὁππότε ναῦφιν ἀφορμηθεῖεν Ἀχαιοί: 02.795 τῷ μιν ἐεισαμένη προσέφη πόδας ὠκέα Ἶρις: 02.796 ὦ γέρον αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν, 02.797 ὥς ποτ’ ἐπ’ εἰρήνης: πόλεμος δ’ ἀλίαστος ὄρωρεν. 02.798 ἤδη μὲν μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν, 02.799 ἀλλ’ οὔ πω τοιόνδε τοσόνδέ τε λαὸν ὄπωπα: 02.800 λίην γὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν 02.801 ἔρχονται πεδίοιο μαχησόμενοι προτὶ ἄστυ. 02.802 Ἕκτορ σοὶ δὲ μάλιστ’ ἐπιτέλλομαι, ὧδε δὲ ῥέξαι: 02.803 πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι, 02.804 ἄλλη δ’ ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων: 02.805 τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω οἷσί περ ἄρχει, 02.806 τῶν δ’ ἐξηγείσθω κοσμησάμενος πολιήτας. 02.807 ὣς ἔφαθ’, Ἕκτωρ δ’ οὔ τι θεᾶς ἔπος ἠγνοίησεν, 02.808 αἶψα δ’ ἔλυσ’ ἀγορήν: ἐπὶ τεύχεα δ’ ἐσσεύοντο: 02.809 πᾶσαι δ’ ὠΐγνυντο πύλαι, ἐκ δ’ ἔσσυτο λαὸς 02.810 πεζοί θ’ ἱππῆές τε: πολὺς δ’ ὀρυμαγδὸς ὀρώρει. 02.811 ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνη 02.812 ἐν πεδίῳ ἀπάνευθε περίδρομος ἔνθα καὶ ἔνθα, 02.813 τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν, 02.814 ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης: 02.815 ἔνθα τότε Τρῶές τε διέκριθεν ἠδ’ ἐπίκουροι. 02.816 Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ 02.817 Πριαμίδης: ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι 02.818 λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι. 02.819 Δαρδανίων αὖτ’ ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο 02.820 Αἰνείας, τὸν ὑπ’ Ἀγχίσῃ τέκε δῖ’ Ἀφροδίτη 02.821 Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα, 02.822 οὐκ οἶος, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε 02.823 Ἀρχέλοχός τ’ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης. 02.824 οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης 02.825 ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν Αἰσήποιο 02.826 Τρῶες, τῶν αὖτ’ ἦρχε Λυκάονος ἀγλαὸς υἱὸς 02.827 Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν. 02.828 οἳ δ’ Ἀδρήστειάν τ’ εἶχον καὶ δῆμον Ἀπαισοῦ 02.829 καὶ Πιτύειαν ἔχον καὶ Τηρείης ὄρος αἰπύ, 02.830 τῶν ἦρχ’ Ἄδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ 02.831 υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων 02.832 ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε 02.833 στείχειν ἐς πόλεμον φθισήνορα: τὼ δέ οἱ οὔ τι 02.834 πειθέσθην: κῆρες γὰρ ἄγον μέλανος θανάτοιο. 02.835 οἳ δ’ ἄρα Περκώτην καὶ Πράκτιον ἀμφενέμοντο 02.836 καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην, 02.837 τῶν αὖθ’ Ὑρτακίδης ἦρχ’ Ἄσιος ὄρχαμος ἀνδρῶν, 02.838 Ἄσιος Ὑρτακίδης ὃν Ἀρίσβηθεν φέρον ἵπποι 02.839 αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος. 02.840 Ἱππόθοος δ’ ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων 02.841 τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον: 02.842 τῶν ἦρχ’ Ἱππόθοός τε Πύλαιός τ’ ὄζος Ἄρηος, 02.843 υἷε δύω Λήθοιο Πελασγοῦ Τευταμίδαο. 02.844 αὐτὰρ Θρήϊκας ἦγ’ Ἀκάμας καὶ Πείροος ἥρως 02.845 ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει. 02.846 Εὔφημος δ’ ἀρχὸς Κικόνων ἦν αἰχμητάων 02.847 υἱὸς Τροιζήνοιο διοτρεφέος Κεάδαο. 02.848 αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους 02.849 τηλόθεν ἐξ Ἀμυδῶνος ἀπ’ Ἀξιοῦ εὐρὺ ῥέοντος, 02.850 Ἀξιοῦ οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἶαν. 02.851 Παφλαγόνων δ’ ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ 02.852 ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων, 02.853 οἵ ῥα Κύτωρον ἔχον καὶ Σήσαμον ἀμφενέμοντο 02.854 ἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ δώματ’ ἔναιον 02.855 Κρῶμνάν τ’ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους. 02.856 αὐτὰρ Ἁλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον 02.857 τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη. 02.858 Μυσῶν δὲ Χρόμις ἦρχε καὶ Ἔννομος οἰωνιστής: 02.859 ἀλλ’ οὐκ οἰωνοῖσιν ἐρύσατο κῆρα μέλαιναν, 02.860 ἀλλ’ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο 02.861 ἐν ποταμῷ, ὅθι περ Τρῶας κεράϊζε καὶ ἄλλους. 02.862 Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς 02.863 τῆλ’ ἐξ Ἀσκανίης: μέμασαν δ’ ὑσμῖνι μάχεσθαι. 02.864 Μῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην 02.865 υἷε Ταλαιμένεος τὼ Γυγαίη τέκε λίμνη, 02.866 οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας. 02.867 Νάστης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων, 02.868 οἳ Μίλητον ἔχον Φθιρῶν τ’ ὄρος ἀκριτόφυλλον 02.869 Μαιάνδρου τε ῥοὰς Μυκάλης τ’ αἰπεινὰ κάρηνα: 02.870 τῶν μὲν ἄρ’ Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην, 02.871 Νάστης Ἀμφίμαχός τε Νομίονος ἀγλαὰ τέκνα, 02.872 ὃς καὶ χρυσὸν ἔχων πόλεμον δ’ ἴεν ἠΰτε κούρη 02.873 νήπιος, οὐδέ τί οἱ τό γ’ ἐπήρκεσε λυγρὸν ὄλεθρον, 02.874 ἀλλ’ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο 02.875 ἐν ποταμῷ, χρυσὸν δ’ Ἀχιλεὺς ἐκόμισσε δαΐφρων. 02.876 Σαρπηδὼν δ’ ἦρχεν Λυκίων καὶ Γλαῦκος ἀμύμων 02.877 τηλόθεν ἐκ Λυκίης, Ξάνθου ἄπο δινήεντος. 03.001 αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμ’ ἡγεμόνεσσιν ἕκαστοι, 03.002 Τρῶες μὲν κλαγγῇ τ’ ἐνοπῇ τ’ ἴσαν ὄρνιθες ὣς 03.003 ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό: 03.004 αἵ τ’ ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον 03.005 κλαγγῇ ταί γε πέτονται ἐπ’ ὠκεανοῖο ῥοάων 03.006 ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι: 03.007 ἠέριαι δ’ ἄρα ταί γε κακὴν ἔριδα προφέρονται. 03.008 οἳ δ’ ἄρ’ ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοὶ 03.009 ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν. 03.010 εὖτ’ ὄρεος κορυφῇσι Νότος κατέχευεν ὀμίχλην 03.011 ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω, 03.012 τόσσόν τίς τ’ ἐπιλεύσσει ὅσον τ’ ἐπὶ λᾶαν ἵησιν: 03.013 ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτ’ ἀελλὴς 03.014 ἐρχομένων: μάλα δ’ ὦκα διέπρησσον πεδίοιο. 03.015 οἳ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες, 03.016 Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδὴς 03.017 παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα 03.018 καὶ ξίφος: αὐτὰρ δοῦρε δύω κεκορυθμένα χαλκῷ 03.019 πάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστους 03.020 ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι. 03.021 τὸν δ’ ὡς οὖν ἐνόησεν ἀρηΐφιλος Μενέλαος 03.022 ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβάντα, 03.023 ὥς τε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας 03.024 εὑρὼν ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα 03.025 πεινάων: μάλα γάρ τε κατεσθίει, εἴ περ ἂν αὐτὸν 03.026 σεύωνται ταχέες τε κύνες θαλεροί τ’ αἰζηοί: 03.027 ὣς ἐχάρη Μενέλαος Ἀλέξανδρον θεοειδέα 03.028 ὀφθαλμοῖσιν ἰδών: φάτο γὰρ τίσεσθαι ἀλείτην: 03.029 αὐτίκα δ’ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε. 03.030 τὸν δ’ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς 03.031 ἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ἦτορ, 03.032 ἂψ δ’ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ ἀλεείνων. 03.033 ὡς δ’ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη 03.034 οὔρεος ἐν βήσσῃς, ὑπό τε τρόμος ἔλλαβε γυῖα, 03.035 ἂψ δ’ ἀνεχώρησεν, ὦχρός τέ μιν εἷλε παρειάς, 03.036 ὣς αὖτις καθ’ ὅμιλον ἔδυ Τρώων ἀγερώχων 03.037 δείσας Ἀτρέος υἱὸν Ἀλέξανδρος θεοειδής. 03.038 τὸν δ’ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσιν: 03.039 Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ 03.040 αἴθ’ ὄφελες ἄγονός τ’ ἔμεναι ἄγαμός τ’ ἀπολέσθαι: 03.041 καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον ἦεν 03.042 ἢ οὕτω λώβην τ’ ἔμεναι καὶ ὑπόψιον ἄλλων. 03.043 ἦ που καγχαλόωσι κάρη κομόωντες Ἀχαιοὶ 03.044 φάντες ἀριστῆα πρόμον ἔμμεναι, οὕνεκα καλὸν 03.045 εἶδος ἔπ’, ἀλλ’ οὐκ ἔστι βίη φρεσὶν οὐδέ τις ἀλκή. 03.046 ἦ τοιόσδε ἐὼν ἐν ποντοπόροισι νέεσσι 03.047 πόντον ἐπιπλώσας, ἑτάρους ἐρίηρας ἀγείρας, 03.048 μιχθεὶς ἀλλοδαποῖσι γυναῖκ’ εὐειδέ’ ἀνῆγες 03.049 ἐξ ἀπίης γαίης νυὸν ἀνδρῶν αἰχμητάων 03.050 πατρί τε σῷ μέγα πῆμα πόληΐ τε παντί τε δήμῳ, 03.051 δυσμενέσιν μὲν χάρμα, κατηφείην δὲ σοὶ αὐτῷ; 03.052 οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον; 03.053 γνοίης χ’ οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν: 03.054 οὐκ ἄν τοι χραίσμῃ κίθαρις τά τε δῶρ’ Ἀφροδίτης 03.055 ἥ τε κόμη τό τε εἶδος ὅτ’ ἐν κονίῃσι μιγείης. 03.056 ἀλλὰ μάλα Τρῶες δειδήμονες: ἦ τέ κεν ἤδη 03.057 λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχ’ ὅσσα ἔοργας. 03.058 τὸν δ’ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής: 03.059 Ἕκτορ ἐπεί με κατ’ αἶσαν ἐνείκεσας οὐδ’ ὑπὲρ αἶσαν: 03.060 αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρὴς 03.061 ὅς τ’ εἶσιν διὰ δουρὸς ὑπ’ ἀνέρος ὅς ῥά τε τέχνῃ 03.062 νήϊον ἐκτάμνῃσιν, ὀφέλλει δ’ ἀνδρὸς ἐρωήν: 03.063 ὣς σοὶ ἐνὶ στήθεσσιν ἀτάρβητος νόος ἐστί: 03.064 μή μοι δῶρ’ ἐρατὰ πρόφερε χρυσέης Ἀφροδίτης: 03.065 οὔ τοι ἀπόβλητ’ ἐστὶ θεῶν ἐρικυδέα δῶρα 03.066 ὅσσά κεν αὐτοὶ δῶσιν, ἑκὼν δ’ οὐκ ἄν τις ἕλοιτο: 03.067 νῦν αὖτ’ εἴ μ’ ἐθέλεις πολεμίζειν ἠδὲ μάχεσθαι, 03.068 ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς, 03.069 αὐτὰρ ἔμ’ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον 03.070 συμβάλετ’ ἀμφ’ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι: 03.071 ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται, 03.072 κτήμαθ’ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ’ ἀγέσθω: 03.073 οἳ δ’ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες 03.074 ναίοιτε Τροίην ἐριβώλακα, τοὶ δὲ νεέσθων 03.075 Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα. 03.076 ὣς ἔφαθ’, Ἕκτωρ δ’ αὖτ’ ἐχάρη μέγα μῦθον ἀκούσας, 03.077 καί ῥ’ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας 03.078 μέσσου δουρὸς ἑλών: τοὶ δ’ ἱδρύνθησαν ἅπαντες. 03.079 τῷ δ’ ἐπετοξάζοντο κάρη κομόωντες Ἀχαιοὶ 03.080 ἰοῖσίν τε τιτυσκόμενοι λάεσσί τ’ ἔβαλλον: 03.081 αὐτὰρ ὃ μακρὸν ἄϋσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων: 03.082 ἴσχεσθ’ Ἀργεῖοι, μὴ βάλλετε κοῦροι Ἀχαιῶν: 03.083 στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαίολος Ἕκτωρ. 03.084 ὣς ἔφαθ’, οἳ δ’ ἔσχοντο μάχης ἄνεῴ τ’ ἐγένοντο 03.085 ἐσσυμένως: Ἕκτωρ δὲ μετ’ ἀμφοτέροισιν ἔειπε: 03.086 κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ 03.087 μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρεν. 03.088 ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς 03.089 τεύχεα κάλ’ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ, 03.090 αὐτὸν δ’ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον 03.091 οἴους ἀμφ’ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι. 03.092 ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται 03.093 κτήμαθ’ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ’ ἀγέσθω: 03.094 οἳ δ’ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ τάμωμεν. 03.095 ὣς ἔφαθ’, οἳ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ: 03.096 τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Μενέλαος: 03.097 κέκλυτε νῦν καὶ ἐμεῖο: μάλιστα γὰρ ἄλγος ἱκάνει 03.098 θυμὸν ἐμόν, φρονέω δὲ διακρινθήμεναι ἤδη 03.099 Ἀργείους καὶ Τρῶας, ἐπεὶ κακὰ πολλὰ πέπασθε 03.100 εἵνεκ’ ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκ’ ἀρχῆς: 03.101 ἡμέων δ’ ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται 03.102 τεθναίη: ἄλλοι δὲ διακρινθεῖτε τάχιστα. 03.103 οἴσετε ἄρν’, ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν, 03.104 Γῇ τε καὶ Ἠελίῳ: Διὶ δ’ ἡμεῖς οἴσομεν ἄλλον: 03.105 ἄξετε δὲ Πριάμοιο βίην, ὄφρ’ ὅρκια τάμνῃ 03.106 αὐτός, ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι, 03.107 μή τις ὑπερβασίῃ Διὸς ὅρκια δηλήσηται. 03.108 αἰεὶ δ’ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται: 03.109 οἷς δ’ ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω 03.110 λεύσσει, ὅπως ὄχ’ ἄριστα μετ’ ἀμφοτέροισι γένηται. 03.111 ὣς ἔφαθ’, οἳ δ’ ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε 03.112 ἐλπόμενοι παύσασθαι ὀϊζυροῦ πολέμοιο. 03.113 καί ῥ’ ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας, ἐκ δ’ ἔβαν αὐτοί, 03.114 τεύχεά τ’ ἐξεδύοντο: τὰ μὲν κατέθεντ’ ἐπὶ γαίῃ 03.115 πλησίον ἀλλήλων, ὀλίγη δ’ ἦν ἀμφὶς ἄρουρα: 03.116 Ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπε 03.117 καρπαλίμως ἄρνάς τε φέρειν Πρίαμόν τε καλέσσαι: 03.118 αὐτὰρ ὃ Ταλθύβιον προΐει κρείων Ἀγαμέμνων 03.119 νῆας ἔπι γλαφυρὰς ἰέναι, ἠδ’ ἄρν’ ἐκέλευεν 03.120 οἰσέμεναι: ὃ δ’ ἄρ’ οὐκ ἀπίθησ’ Ἀγαμέμνονι δίῳ. 03.121 Ἶρις δ’ αὖθ’ Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν 03.122 εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι, 03.123 τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων 03.124 Λαοδίκην Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην. 03.125 τὴν δ’ εὗρ’ ἐν μεγάρῳ: ἣ δὲ μέγαν ἱστὸν ὕφαινε 03.126 δίπλακα πορφυρέην, πολέας δ’ ἐνέπασσεν ἀέθλους 03.127 Τρώων θ’ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων, 03.128 οὕς ἑθεν εἵνεκ’ ἔπασχον ὑπ’ Ἄρηος παλαμάων: 03.129 ἀγχοῦ δ’ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις: 03.130 δεῦρ’ ἴθι νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι 03.131 Τρώων θ’ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων, 03.132 οἳ πρὶν ἐπ’ ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα 03.133 ἐν πεδίῳ ὀλοοῖο λιλαιόμενοι πολέμοιο: 03.134 οἳ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται, 03.135 ἀσπίσι κεκλιμένοι, παρὰ δ’ ἔγχεα μακρὰ πέπηγεν. 03.136 αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος 03.137 μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο: 03.138 τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις. 03.139 ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ 03.140 ἀνδρός τε προτέρου καὶ ἄστεος ἠδὲ τοκήων: 03.141 αὐτίκα δ’ ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν 03.142 ὁρμᾶτ’ ἐκ θαλάμοιο τέρεν κατὰ δάκρυ χέουσα 03.143 οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύ’ ἕποντο, 03.144 Αἴθρη Πιτθῆος θυγάτηρ, Κλυμένη τε βοῶπις: 03.145 αἶψα δ’ ἔπειθ’ ἵκανον ὅθι Σκαιαὶ πύλαι ἦσαν. 03.146 οἳ δ’ ἀμφὶ Πρίαμον καὶ Πάνθοον ἠδὲ Θυμοίτην 03.147 Λάμπόν τε Κλυτίον θ’ Ἱκετάονά τ’ ὄζον Ἄρηος 03.148 Οὐκαλέγων τε καὶ Ἀντήνωρ πεπνυμένω ἄμφω 03.149 ἥατο δημογέροντες ἐπὶ Σκαιῇσι πύλῃσι, 03.150 γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλ’ ἀγορηταὶ 03.151 ἐσθλοί, τεττίγεσσιν ἐοικότες οἵ τε καθ’ ὕλην 03.152 δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι: 03.153 τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντ’ ἐπὶ πύργῳ. 03.154 οἳ δ’ ὡς οὖν εἴδονθ’ Ἑλένην ἐπὶ πύργον ἰοῦσαν, 03.155 ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντ’ ἀγόρευον: 03.156 οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς 03.157 τοιῇδ’ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν: 03.158 αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν: 03.159 ἀλλὰ καὶ ὧς τοίη περ ἐοῦσ’ ἐν νηυσὶ νεέσθω, 03.160 μηδ’ ἡμῖν τεκέεσσί τ’ ὀπίσσω πῆμα λίποιτο. 03.161 ὣς ἄρ’ ἔφαν, Πρίαμος δ’ Ἑλένην ἐκαλέσσατο φωνῇ: 03.162 δεῦρο πάροιθ’ ἐλθοῦσα φίλον τέκος ἵζευ ἐμεῖο, 03.163 ὄφρα ἴδῃ πρότερόν τε πόσιν πηούς τε φίλους τε: 03.164 οὔ τί μοι αἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν 03.165 οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν Ἀχαιῶν: 03.166 ὥς μοι καὶ τόνδ’ ἄνδρα πελώριον ἐξονομήνῃς 03.167 ὅς τις ὅδ’ ἐστὶν Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε. 03.168 ἤτοι μὲν κεφαλῇ καὶ μείζονες ἄλλοι ἔασι, 03.169 καλὸν δ’ οὕτω ἐγὼν οὔ πω ἴδον ὀφθαλμοῖσιν, 03.170 οὐδ’ οὕτω γεραρόν: βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικε. 03.171 τὸν δ’ Ἑλένη μύθοισιν ἀμείβετο δῖα γυναικῶν: 03.172 αἰδοῖός τέ μοί ἐσσι φίλε ἑκυρὲ δεινός τε: 03.173 ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακὸς ὁππότε δεῦρο 03.174 υἱέϊ σῷ ἑπόμην θάλαμον γνωτούς τε λιποῦσα 03.175 παῖδά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν. 03.176 ἀλλὰ τά γ’ οὐκ ἐγένοντο: τὸ καὶ κλαίουσα τέτηκα. 03.177 τοῦτο δέ τοι ἐρέω ὅ μ’ ἀνείρεαι ἠδὲ μεταλλᾷς: 03.178 οὗτός γ’ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων, 03.179 ἀμφότερον βασιλεύς τ’ ἀγαθὸς κρατερός τ’ αἰχμητής: 03.180 δαὴρ αὖτ’ ἐμὸς ἔσκε κυνώπιδος, εἴ ποτ’ ἔην γε. 03.181 ὣς φάτο, τὸν δ’ ὁ γέρων ἠγάσσατο φώνησέν τε: 03.182 ὦ μάκαρ Ἀτρεΐδη μοιρηγενὲς ὀλβιόδαιμον, 03.183 ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν. 03.184 ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν, 03.185 ἔνθα ἴδον πλείστους Φρύγας ἀνέρας αἰολοπώλους 03.186 λαοὺς Ὀτρῆος καὶ Μυγδόνος ἀντιθέοιο, 03.187 οἵ ῥα τότ’ ἐστρατόωντο παρ’ ὄχθας Σαγγαρίοιο: 03.188 καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέχθην 03.189 ἤματι τῷ ὅτε τ’ ἦλθον Ἀμαζόνες ἀντιάνειραι: 03.190 ἀλλ’ οὐδ’ οἳ τόσοι ἦσαν ὅσοι ἑλίκωπες Ἀχαιοί. 03.191 δεύτερον αὖτ’ Ὀδυσῆα ἰδὼν ἐρέειν’ ὁ γεραιός: 03.192 εἴπ’ ἄγε μοι καὶ τόνδε φίλον τέκος ὅς τις ὅδ’ ἐστί: 03.193 μείων μὲν κεφαλῇ Ἀγαμέμνονος Ἀτρεΐδαο, 03.194 εὐρύτερος δ’ ὤμοισιν ἰδὲ στέρνοισιν ἰδέσθαι. 03.195 τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονὶ πουλυβοτείρῃ, 03.196 αὐτὸς δὲ κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν: 03.197 ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ, 03.198 ὅς τ’ οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων. 03.199 τὸν δ’ ἠμείβετ’ ἔπειθ’ Ἑλένη Διὸς ἐκγεγαυῖα: 03.200 οὗτος δ’ αὖ Λαερτιάδης πολύμητις Ὀδυσσεύς, 03.201 ὃς τράφη ἐν δήμῳ Ἰθάκης κραναῆς περ ἐούσης 03.202 εἰδὼς παντοίους τε δόλους καὶ μήδεα πυκνά. 03.203 τὴν δ’ αὖτ’ Ἀντήνωρ πεπνυμένος ἀντίον ηὔδα: 03.204 ὦ γύναι ἦ μάλα τοῦτο ἔπος νημερτὲς ἔειπες: 03.205 ἤδη γὰρ καὶ δεῦρό ποτ’ ἤλυθε δῖος Ὀδυσσεὺς 03.206 σεῦ ἕνεκ’ ἀγγελίης σὺν ἀρηϊφίλῳ Μενελάῳ: 03.207 τοὺς δ’ ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα, 03.208 ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶ μήδεα πυκνά. 03.209 ἀλλ’ ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν 03.210 στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους, 03.211 ἄμφω δ’ ἑζομένω γεραρώτερος ἦεν Ὀδυσσεύς: 03.212 ἀλλ’ ὅτε δὴ μύθους καὶ μήδεα πᾶσιν ὕφαινον 03.213 ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε, 03.214 παῦρα μὲν ἀλλὰ μάλα λιγέως, ἐπεὶ οὐ πολύμυθος 03.215 οὐδ’ ἀφαμαρτοεπής: ἦ καὶ γένει ὕστερος ἦεν. 03.216 ἀλλ’ ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεὺς 03.217 στάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας, 03.218 σκῆπτρον δ’ οὔτ’ ὀπίσω οὔτε προπρηνὲς ἐνώμα, 03.219 ἀλλ’ ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώς: 03.220 φαίης κε ζάκοτόν τέ τιν’ ἔμμεναι ἄφρονά τ’ αὔτως. 03.221 ἀλλ’ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος εἵη 03.222 καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν, 03.223 οὐκ ἂν ἔπειτ’ Ὀδυσῆΐ γ’ ἐρίσσειε βροτὸς ἄλλος: 03.224 οὐ τότε γ’ ὧδ’ Ὀδυσῆος ἀγασσάμεθ’ εἶδος ἰδόντες. 03.225 τὸ τρίτον αὖτ’ Αἴαντα ἰδὼν ἐρέειν’ ὃ γεραιός: 03.226 τίς τὰρ ὅδ’ ἄλλος Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε 03.227 ἔξοχος Ἀργείων κεφαλήν τε καὶ εὐρέας ὤμους; 03.228 τὸν δ’ Ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν: 03.229 οὗτος δ’ Αἴας ἐστὶ πελώριος ἕρκος Ἀχαιῶν: 03.230 Ἰδομενεὺς δ’ ἑτέρωθεν ἐνὶ Κρήτεσσι θεὸς ὣς 03.231 ἕστηκ’, ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται. 03.232 πολλάκι μιν ξείνισσεν ἀρηΐφιλος Μενέλαος 03.233 οἴκῳ ἐν ἡμετέρῳ ὁπότε Κρήτηθεν ἵκοιτο. 03.234 νῦν δ’ ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας Ἀχαιούς, 03.235 οὕς κεν ἐῢ γνοίην καί τ’ οὔνομα μυθησαίμην: 03.236 δοιὼ δ’ οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν 03.237 Κάστορά θ’ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα 03.238 αὐτοκασιγνήτω, τώ μοι μία γείνατο μήτηρ. 03.239 ἢ οὐχ ἑσπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς, 03.240 ἢ δεύρω μὲν ἕποντο νέεσσ’ ἔνι ποντοπόροισι, 03.241 νῦν αὖτ’ οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρῶν 03.242 αἴσχεα δειδιότες καὶ ὀνείδεα πόλλ’ ἅ μοί ἐστιν. 03.243 ὣς φάτο, τοὺς δ’ ἤδη κάτεχεν φυσίζοος αἶα 03.244 ἐν Λακεδαίμονι αὖθι φίλῃ ἐν πατρίδι γαίῃ. 03.245 κήρυκες δ’ ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστὰ 03.246 ἄρνε δύω καὶ οἶνον ἐΰφρονα καρπὸν ἀρούρης 03.247 ἀσκῷ ἐν αἰγείῳ: φέρε δὲ κρητῆρα φαεινὸν 03.248 κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα: 03.249 ὄτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν: 03.250 ὄρσεο Λαομεδοντιάδη, καλέουσιν ἄριστοι 03.251 Τρώων θ’ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων 03.252 ἐς πεδίον καταβῆναι ἵν’ ὅρκια πιστὰ τάμητε: 03.253 αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος 03.254 μακρῇς ἐγχείῃσι μαχήσοντ’ ἀμφὶ γυναικί: 03.255 τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθ’ ἕποιτο: 03.256 οἳ δ’ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες 03.257 ναίοιμεν Τροίην ἐριβώλακα, τοὶ δὲ νέονται 03.258 Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα. 03.259 ὣς φάτο ῥίγησεν δ’ ὃ γέρων, ἐκέλευσε δ’ ἑταίρους 03.260 ἵππους ζευγνύμεναι: τοὶ δ’ ὀτραλέως ἐπίθοντο. 03.261 ἂν δ’ ἄρ’ ἔβη Πρίαμος, κατὰ δ’ ἡνία τεῖνεν ὀπίσσω: 03.262 πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον: 03.263 τὼ δὲ διὰ Σκαιῶν πεδίον δ’ ἔχον ὠκέας ἵππους. 03.264 ἀλλ’ ὅτε δή ῥ’ ἵκοντο μετὰ Τρῶας καὶ Ἀχαιούς, 03.265 ἐξ ἵππων ἀποβάντες ἐπὶ χθόνα πουλυβότειραν 03.266 ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο. 03.267 ὄρνυτο δ’ αὐτίκ’ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων, 03.268 ἂν δ’ Ὀδυσεὺς πολύμητις: ἀτὰρ κήρυκες ἀγαυοὶ 03.269 ὅρκια πιστὰ θεῶν σύναγον, κρητῆρι δὲ οἶνον 03.270 μίσγον, ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν. 03.271 Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν, 03.272 ἥ οἱ πὰρ ξίφεος μέγα κουλεόν αἰὲν ἄωρτο, 03.273 ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας: αὐτὰρ ἔπειτα 03.274 κήρυκες Τρώων καὶ Ἀχαιῶν νεῖμαν ἀρίστοις. 03.275 τοῖσιν δ’ Ἀτρεΐδης μεγάλ’ εὔχετο χεῖρας ἀνασχών: 03.276 Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε, 03.277 Ἠέλιός θ’, ὃς πάντ’ ἐφορᾷς καὶ πάντ’ ἐπακούεις, 03.278 καὶ ποταμοὶ καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόντας 03.279 ἀνθρώπους τίνυσθον ὅτις κ’ ἐπίορκον ὀμόσσῃ, 03.280 ὑμεῖς μάρτυροι ἔστε, φυλάσσετε δ’ ὅρκια πιστά: 03.281 εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ 03.282 αὐτὸς ἔπειθ’ Ἑλένην ἐχέτω καὶ κτήματα πάντα, 03.283 ἡμεῖς δ’ ἐν νήεσσι νεώμεθα ποντοπόροισιν: 03.284 εἰ δέ κ’ Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος, 03.285 Τρῶας ἔπειθ’ Ἑλένην καὶ κτήματα πάντ’ ἀποδοῦναι, 03.286 τιμὴν δ’ Ἀργείοις ἀποτινέμεν ἥν τιν’ ἔοικεν, 03.287 ἥ τε καὶ ἐσσομένοισι μετ’ ἀνθρώποισι πέληται. 03.288 εἰ δ’ ἂν ἐμοὶ τιμὴν Πρίαμος Πριάμοιό τε παῖδες 03.289 τίνειν οὐκ ἐθέλωσιν Ἀλεξάνδροιο πεσόντος, 03.290 αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχήσομαι εἵνεκα ποινῆς 03.291 αὖθι μένων, ἧός κε τέλος πολέμοιο κιχείω. 03.292 ἦ, καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέϊ χαλκῷ: 03.293 καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας 03.294 θυμοῦ δευομένους: ἀπὸ γὰρ μένος εἵλετο χαλκός. 03.295 οἶνον δ’ ἐκ κρητῆρος ἀφυσσόμενοι δεπάεσσιν 03.296 ἔκχεον, ἠδ’ εὔχοντο θεοῖς αἰειγενέτῃσιν. 03.297 ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε: 03.298 Ζεῦ κύδιστε μέγιστε καὶ ἀθάνατοι θεοὶ ἄλλοι 03.299 ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν 03.300 ὧδέ σφ’ ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος 03.301 αὐτῶν καὶ τεκέων, ἄλοχοι δ’ ἄλλοισι δαμεῖεν. 03.302 ὣς ἔφαν, οὐδ’ ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων. 03.303 τοῖσι δὲ Δαρδανίδης Πρίαμος μετὰ μῦθον ἔειπε: 03.304 κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί: 03.305 ἤτοι ἐγὼν εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν 03.306 ἄψ, ἐπεὶ οὔ πω τλήσομ’ ἐν ὀφθαλμοῖσιν ὁρᾶσθαι 03.307 μαρνάμενον φίλον υἱὸν ἀρηϊφίλῳ Μενελάῳ: 03.308 Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι 03.309 ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν. 03.310 ἦ ῥα καὶ ἐς δίφρον ἄρνας θέτο ἰσόθεος φώς, 03.311 ἂν δ’ ἄρ’ ἔβαιν’ αὐτός, κατὰ δ’ ἡνία τεῖνεν ὀπίσσω: 03.312 πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον. 03.313 τὼ μὲν ἄρ’ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο: 03.314 Ἕκτωρ δὲ Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεὺς 03.315 χῶρον μὲν πρῶτον διεμέτρεον, αὐτὰρ ἔπειτα 03.316 κλήρους ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες, 03.317 ὁππότερος δὴ πρόσθεν ἀφείη χάλκεον ἔγχος. 03.318 λαοὶ δ’ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον, 03.319 ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε: 03.320 Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε 03.321 ὁππότερος τάδε ἔργα μετ’ ἀμφοτέροισιν ἔθηκε, 03.322 τὸν δὸς ἀποφθίμενον δῦναι δόμον Ἄϊδος εἴσω, 03.323 ἡμῖν δ’ αὖ φιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι. 03.324 ὣς ἄρ’ ἔφαν, πάλλεν δὲ μέγας κορυθαίολος Ἕκτωρ 03.325 ἂψ ὁρόων: Πάριος δὲ θοῶς ἐκ κλῆρος ὄρουσεν. 03.326 οἳ μὲν ἔπειθ’ ἵζοντο κατὰ στίχας, ἧχι ἑκάστῳ 03.327 ἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχε’ ἔκειτο: 03.328 αὐτὰρ ὅ γ’ ἀμφ’ ὤμοισιν ἐδύσετο τεύχεα καλὰ 03.329 δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο. 03.330 κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε 03.331 καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας: 03.332 δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν 03.333 οἷο κασιγνήτοιο Λυκάονος: ἥρμοσε δ’ αὐτῷ. 03.334 ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον 03.335 χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε: 03.336 κρατὶ δ’ ἐπ’ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν 03.337 ἵππουριν: δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν: 03.338 εἵλετο δ’ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει. 03.339 ὣς δ’ αὔτως Μενέλαος ἀρήϊος ἔντε’ ἔδυνεν. 03.340 οἳ δ’ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν, 03.341 ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο 03.342 δεινὸν δερκόμενοι: θάμβος δ’ ἔχεν εἰσορόωντας 03.343 Τρῶάς θ’ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς. 03.344 καί ῥ’ ἐγγὺς στήτην διαμετρητῷ ἐνὶ χώρῳ 03.345 σείοντ’ ἐγχείας ἀλλήλοισιν κοτέοντε. 03.346 πρόσθε δ’ Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος, 03.347 καὶ βάλεν Ἀτρεΐδαο κατ’ ἀσπίδα πάντοσε ἴσην, 03.348 οὐδ’ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ 03.349 ἀσπίδ’ ἐνὶ κρατερῇ: ὃ δὲ δεύτερον ὄρνυτο χαλκῷ 03.350 Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί: 03.351 Ζεῦ ἄνα δὸς τίσασθαι ὅ με πρότερος κάκ’ ἔοργε 03.352 δῖον Ἀλέξανδρον, καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον, 03.353 ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων 03.354 ξεινοδόκον κακὰ ῥέξαι, ὅ κεν φιλότητα παράσχῃ. 03.355 ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, 03.356 καὶ βάλε Πριαμίδαο κατ’ ἀσπίδα πάντοσε ἴσην: 03.357 διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος, 03.358 καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο: 03.359 ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα 03.360 ἔγχος: ὃ δ’ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν. 03.361 Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον 03.362 πλῆξεν ἀνασχόμενος κόρυθος φάλον: ἀμφὶ δ’ ἄρ’ αὐτῷ 03.363 τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός. 03.364 Ἀτρεΐδης δ’ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν: 03.365 Ζεῦ πάτερ οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος: 03.366 ἦ τ’ ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος: 03.367 νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος, ἐκ δέ μοι ἔγχος 03.368 ἠΐχθη παλάμηφιν ἐτώσιον, οὐδ’ ἔβαλόν μιν. 03.369 ἦ καὶ ἐπαΐξας κόρυθος λάβεν ἱπποδασείης, 03.370 ἕλκε δ’ ἐπιστρέψας μετ’ ἐϋκνήμιδας Ἀχαιούς: 03.371 ἄγχε δέ μιν πολύκεστος ἱμὰς ἁπαλὴν ὑπὸ δειρήν, 03.372 ὅς οἱ ὑπ’ ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης. 03.373 καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος, 03.374 εἰ μὴ ἄρ’ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη, 03.375 ἥ οἱ ῥῆξεν ἱμάντα βοὸς ἶφι κταμένοιο: 03.376 κεινὴ δὲ τρυφάλεια ἅμ’ ἕσπετο χειρὶ παχείῃ. 03.377 τὴν μὲν ἔπειθ’ ἥρως μετ’ ἐϋκνήμιδας Ἀχαιοὺς 03.378 ῥῖψ’ ἐπιδινήσας, κόμισαν δ’ ἐρίηρες ἑταῖροι: 03.379 αὐτὰρ ὃ ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων 03.380 ἔγχεϊ χαλκείῳ: τὸν δ’ ἐξήρπαξ’ Ἀφροδίτη 03.381 ῥεῖα μάλ’ ὥς τε θεός, ἐκάλυψε δ’ ἄρ’ ἠέρι πολλῇ, 03.382 κὰδ δ’ εἷσ’ ἐν θαλάμῳ εὐώδεϊ κηώεντι. 03.383 αὐτὴ δ’ αὖ Ἑλένην καλέουσ’ ἴε: τὴν δὲ κίχανε 03.384 πύργῳ ἐφ’ ὑψηλῷ, περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν: 03.385 χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα, 03.386 γρηῒ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπεν 03.387 εἰροκόμῳ, ἥ οἱ Λακεδαίμονι ναιετοώσῃ 03.388 ἤσκειν εἴρια καλά, μάλιστα δέ μιν φιλέεσκε: 03.389 τῇ μιν ἐεισαμένη προσεφώνεε δῖ’ Ἀφροδίτη: 03.390 δεῦρ’ ἴθ’: Ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι. 03.391 κεῖνος ὅ γ’ ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσι 03.392 κάλλεΐ τε στίλβων καὶ εἵμασιν: οὐδέ κε φαίης 03.393 ἀνδρὶ μαχεσσάμενον τόν γ’ ἐλθεῖν, ἀλλὰ χορὸν δὲ 03.394 ἔρχεσθ’, ἠὲ χοροῖο νέον λήγοντα καθίζειν. 03.395 ὣς φάτο, τῇ δ’ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε: 03.396 καί ῥ’ ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν 03.397 στήθεά θ’ ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα, 03.398 θάμβησέν τ’ ἄρ’ ἔπειτα ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε: 03.399 δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν; 03.400 ἦ πῄ με προτέρω πολίων εὖ ναιομενάων 03.401 ἄξεις, ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς, 03.402 εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων: 03.403 οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαος 03.404 νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδ’ ἄγεσθαι, 03.405 τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης; 03.406 ἧσο παρ’ αὐτὸν ἰοῦσα, θεῶν δ’ ἀπόεικε κελεύθου, 03.407 μηδ’ ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον, 03.408 ἀλλ’ αἰεὶ περὶ κεῖνον ὀΐζυε καί ἑ φύλασσε, 03.409 εἰς ὅ κέ σ’ ἢ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην. 03.410 κεῖσε δ’ ἐγὼν οὐκ εἶμι: νεμεσσητὸν δέ κεν εἴη: 03.411 κείνου πορσανέουσα λέχος: Τρῳαὶ δέ μ’ ὀπίσσω 03.412 πᾶσαι μωμήσονται: ἔχω δ’ ἄχε’ ἄκριτα θυμῷ. 03.413 τὴν δὲ χολωσαμένη προσεφώνεε δῖ’ Ἀφροδίτη: 03.414 μή μ’ ἔρεθε σχετλίη, μὴ χωσαμένη σε μεθείω, 03.415 τὼς δέ σ’ ἀπεχθήρω ὡς νῦν ἔκπαγλ’ ἐφίλησα, 03.416 μέσσῳ δ’ ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ 03.417 Τρώων καὶ Δαναῶν, σὺ δέ κεν κακὸν οἶτον ὄληαι. 03.418 ὣς ἔφατ’, ἔδεισεν δ’ Ἑλένη Διὸς ἐκγεγαυῖα, 03.419 βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ 03.420 σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν: ἦρχε δὲ δαίμων. 03.421 αἳ δ’ ὅτ’ Ἀλεξάνδροιο δόμον περικαλλέ’ ἵκοντο, 03.422 ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο, 03.423 ἣ δ’ εἰς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν. 03.424 τῇ δ’ ἄρα δίφρον ἑλοῦσα φιλομειδὴς Ἀφροδίτη 03.425 ἀντί’ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα: 03.426 ἔνθα κάθιζ’ Ἑλένη κούρη Διὸς αἰγιόχοιο 03.427 ὄσσε πάλιν κλίνασα, πόσιν δ’ ἠνίπαπε μύθῳ: 03.428 ἤλυθες ἐκ πολέμου: ὡς ὤφελες αὐτόθ’ ὀλέσθαι 03.429 ἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερος πόσις ἦεν. 03.430 ἦ μὲν δὴ πρίν γ’ εὔχε’ ἀρηϊφίλου Μενελάου 03.431 σῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι: 03.432 ἀλλ’ ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον Μενέλαον 03.433 ἐξαῦτις μαχέσασθαι ἐναντίον: ἀλλά σ’ ἔγωγε 03.434 παύεσθαι κέλομαι, μηδὲ ξανθῷ Μενελάῳ 03.435 ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι 03.436 ἀφραδέως, μή πως τάχ’ ὑπ’ αὐτοῦ δουρὶ δαμήῃς. 03.437 τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε: 03.438 μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε: 03.439 νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ, 03.440 κεῖνον δ’ αὖτις ἐγώ: πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν. 03.441 ἀλλ’ ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε: 03.442 οὐ γάρ πώ ποτέ μ’ ὧδέ γ’ ἔρως φρένας ἀμφεκάλυψεν, 03.443 οὐδ’ ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς 03.444 ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι, 03.445 νήσῳ δ’ ἐν Κραναῇ ἐμίγην φιλότητι καὶ εὐνῇ, 03.446 ὥς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ. 03.447 ἦ ῥα, καὶ ἄρχε λέχος δὲ κιών: ἅμα δ’ εἵπετ’ ἄκοιτις. 03.448 τὼ μὲν ἄρ’ ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν, 03.449 Ἀτρεΐδης δ’ ἀν’ ὅμιλον ἐφοίτα θηρὶ ἐοικὼς 03.450 εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα. 03.451 ἀλλ’ οὔ τις δύνατο Τρώων κλειτῶν τ’ ἐπικούρων 03.452 δεῖξαι Ἀλέξανδρον τότ’ ἀρηϊφίλῳ Μενελάῳ: 03.453 οὐ μὲν γὰρ φιλότητί γ’ ἐκεύθανον εἴ τις ἴδοιτο: 03.454 ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ. 03.455 τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων: 03.456 κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ’ ἐπίκουροι: 03.457 νίκη μὲν δὴ φαίνετ’ ἀρηϊφίλου Μενελάου, 03.458 ὑμεῖς δ’ Ἀργείην Ἑλένην καὶ κτήμαθ’ ἅμ’ αὐτῇ 03.459 ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν ἥν τιν’ ἔοικεν, 03.460 ἥ τε καὶ ἐσσομένοισι μετ’ ἀνθρώποισι πέληται. 03.461 ὣς ἔφατ’ Ἀτρεΐδης, ἐπὶ δ’ ᾔνεον ἄλλοι Ἀχαιοί. 04.001 οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο 04.002 χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβη 04.003 νέκταρ ἐοινοχόει: τοὶ δὲ χρυσέοις δεπάεσσι 04.004 δειδέχατ’ ἀλλήλους, Τρώων πόλιν εἰσορόωντες: 04.005 αὐτίκ’ ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην 04.006 κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων: 04.007 δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων 04.008 Ἥρη τ’ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη. 04.009 ἀλλ’ ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι 04.010 τέρπεσθον: τῷ δ’ αὖτε φιλομειδὴς Ἀφροδίτη 04.011 αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει: 04.012 καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι. 04.013 ἀλλ’ ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου: 04.014 ἡμεῖς δὲ φραζώμεθ’ ὅπως ἔσται τάδε ἔργα, 04.015 ἤ ῥ’ αὖτις πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν 04.016 ὄρσομεν, ἦ φιλότητα μετ’ ἀμφοτέροισι βάλωμεν. 04.017 εἰ δ’ αὖ πως τόδε πᾶσι φίλον καὶ ἡδὺ γένοιτο, 04.018 ἤτοι μὲν οἰκέοιτο πόλις Πριάμοιο ἄνακτος, 04.019 αὖτις δ’ Ἀργείην Ἑλένην Μενέλαος ἄγοιτο. 04.020 ὣς ἔφαθ’, αἳ δ’ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη: 04.021 πλησίαι αἵ γ’ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην. 04.022 ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε 04.023 σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει: 04.024 Ἥρῃ δ’ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα: 04.025 αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες: 04.026 πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδ’ ἀτέλεστον, 04.027 ἱδρῶ θ’ ὃν ἵδρωσα μόγῳ, καμέτην δέ μοι ἵπποι 04.028 λαὸν ἀγειρούσῃ, Πριάμῳ κακὰ τοῖό τε παισίν. 04.029 ἕρδ’: ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι. 04.030 τὴν δὲ μέγ’ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς: 04.031 δαιμονίη τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες 04.032 τόσσα κακὰ ῥέζουσιν, ὅ τ’ ἀσπερχὲς μενεαίνεις 04.033 Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον; 04.034 εἰ δὲ σύ γ’ εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ 04.035 ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας 04.036 ἄλλους τε Τρῶας, τότε κεν χόλον ἐξακέσαιο. 04.037 ἕρξον ὅπως ἐθέλεις: μὴ τοῦτό γε νεῖκος ὀπίσσω 04.038 σοὶ καὶ ἐμοὶ μέγ’ ἔρισμα μετ’ ἀμφοτέροισι γένηται. 04.039 ἄλλο δέ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσιν: 04.040 ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι 04.041 τὴν ἐθέλω ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι, 04.042 μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μ’ ἐᾶσαι: 04.043 καὶ γὰρ ἐγὼ σοὶ δῶκα ἑκὼν ἀέκοντί γε θυμῷ: 04.044 αἳ γὰρ ὑπ’ ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι 04.045 ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων, 04.046 τάων μοι περὶ κῆρι τιέσκετο Ἴλιος ἱρὴ 04.047 καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο. 04.048 οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης 04.049 λοιβῆς τε κνίσης τε: τὸ γὰρ λάχομεν γέρας ἡμεῖς. 04.050 τὸν δ’ ἠμείβετ’ ἔπειτα βοῶπις πότνια Ἥρη: 04.051 ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες 04.052 Ἄργός τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη: 04.053 τὰς διαπέρσαι ὅτ’ ἄν τοι ἀπέχθωνται περὶ κῆρι: 04.054 τάων οὔ τοι ἐγὼ πρόσθ’ ἵσταμαι οὐδὲ μεγαίρω. 04.055 εἴ περ γὰρ φθονέω τε καὶ οὐκ εἰῶ διαπέρσαι, 04.056 οὐκ ἀνύω φθονέουσ’ ἐπεὶ ἦ πολὺ φέρτερός ἐσσι. 04.057 ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον: 04.058 καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι ἔνθεν ὅθεν σοί, 04.059 καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης, 04.060 ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις 04.061 κέκλημαι, σὺ δὲ πᾶσι μετ’ ἀθανάτοισιν ἀνάσσεις. 04.062 ἀλλ’ ἤτοι μὲν ταῦθ’ ὑποείξομεν ἀλλήλοισι, 04.063 σοὶ μὲν ἐγώ, σὺ δ’ ἐμοί: ἐπὶ δ’ ἕψονται θεοὶ ἄλλοι 04.064 ἀθάνατοι: σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι 04.065 ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν, 04.066 πειρᾶν δ’ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς 04.067 ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι. 04.068 ὣς ἔφατ’, οὐδ’ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε: 04.069 αὐτίκ’ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα: 04.070 αἶψα μάλ’ ἐς στρατὸν ἐλθὲ μετὰ Τρῶας καὶ Ἀχαιούς, 04.071 πειρᾶν δ’ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς 04.072 ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι. 04.073 ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην, 04.074 βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων ἀΐξασα. 04.075 οἷον δ’ ἀστέρα ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω 04.076 ἢ ναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν 04.077 λαμπρόν: τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ἵενται: 04.078 τῷ ἐϊκυῖ’ ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη, 04.079 κὰδ δ’ ἔθορ’ ἐς μέσσον: θάμβος δ’ ἔχεν εἰσορόωντας 04.080 Τρῶάς θ’ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς: 04.081 ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον: 04.082 ἦ ῥ’ αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ 04.083 ἔσσεται, ἢ φιλότητα μετ’ ἀμφοτέροισι τίθησι 04.084 Ζεύς, ὅς τ’ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται. 04.085 ὣς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε. 04.086 ἣ δ’ ἀνδρὶ ἰκέλη Τρώων κατεδύσεθ’ ὅμιλον 04.087 Λαοδόκῳ Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ, 04.088 Πάνδαρον ἀντίθεον διζημένη εἴ που ἐφεύροι. 04.089 εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε 04.090 ἑσταότ’: ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων 04.091 λαῶν, οἵ οἱ ἕποντο ἀπ’ Αἰσήποιο ῥοάων: 04.092 ἀγχοῦ δ’ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα: 04.093 ἦ ῥά νύ μοί τι πίθοιο Λυκάονος υἱὲ δαΐφρον. 04.094 τλαίης κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν, 04.095 πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο, 04.096 ἐκ πάντων δὲ μάλιστα Ἀλεξάνδρῳ βασιλῆϊ. 04.097 τοῦ κεν δὴ πάμπρωτα παρ’ ἀγλαὰ δῶρα φέροιο, 04.098 αἴ κεν ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱὸν 04.099 σῷ βέλεϊ δμηθέντα πυρῆς ἐπιβάντ’ ἀλεγεινῆς. 04.100 ἀλλ’ ἄγ’ ὀΐστευσον Μενελάου κυδαλίμοιο, 04.101 εὔχεο δ’ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ 04.102 ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην 04.103 οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης. 04.104 ὣς φάτ’ Ἀθηναίη, τῷ δὲ φρένας ἄφρονι πεῖθεν: 04.105 αὐτίκ’ ἐσύλα τόξον ἐΰξοον ἰξάλου αἰγὸς 04.106 ἀγρίου, ὅν ῥά ποτ’ αὐτὸς ὑπὸ στέρνοιο τυχήσας 04.107 πέτρης ἐκβαίνοντα δεδεγμένος ἐν προδοκῇσι 04.108 βεβλήκει πρὸς στῆθος: ὃ δ’ ὕπτιος ἔμπεσε πέτρῃ. 04.109 τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει: 04.110 καὶ τὰ μὲν ἀσκήσας κεραοξόος ἤραρε τέκτων, 04.111 πᾶν δ’ εὖ λειήνας χρυσέην ἐπέθηκε κορώνην. 04.112 καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος ποτὶ γαίῃ 04.113 ἀγκλίνας: πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι 04.114 μὴ πρὶν ἀναΐξειαν ἀρήϊοι υἷες Ἀχαιῶν 04.115 πρὶν βλῆσθαι Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν. 04.116 αὐτὰρ ὁ σύλα πῶμα φαρέτρης, ἐκ δ’ ἕλετ’ ἰὸν 04.117 ἀβλῆτα πτερόεντα μελαινέων ἕρμ’ ὀδυνάων: 04.118 αἶψα δ’ ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν, 04.119 εὔχετο δ’ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ 04.120 ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην 04.121 οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης. 04.122 ἕλκε δ’ ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια: 04.123 νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον. 04.124 αὐτὰρ ἐπεὶ δὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε, 04.125 λίγξε βιός, νευρὴ δὲ μέγ’ ἴαχεν, ἆλτο δ’ ὀϊστὸς 04.126 ὀξυβελὴς καθ’ ὅμιλον ἐπιπτέσθαι μενεαίνων. 04.127 οὐδὲ σέθεν Μενέλαε θεοὶ μάκαρες λελάθοντο 04.128 ἀθάνατοι, πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη, 04.129 ἥ τοι πρόσθε στᾶσα βέλος ἐχεπευκὲς ἄμυνεν. 04.130 ἣ δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροὸς ὡς ὅτε μήτηρ 04.131 παιδὸς ἐέργῃ μυῖαν ὅθ’ ἡδέϊ λέξεται ὕπνῳ, 04.132 αὐτὴ δ’ αὖτ’ ἴθυνεν ὅθι ζωστῆρος ὀχῆες 04.133 χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ. 04.134 ἐν δ’ ἔπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός: 04.135 διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο, 04.136 καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο 04.137 μίτρης θ’, ἣν ἐφόρει ἔρυμα χροὸς ἕρκος ἀκόντων, 04.138 ἥ οἱ πλεῖστον ἔρυτο: διὰ πρὸ δὲ εἴσατο καὶ τῆς. 04.139 ἀκρότατον δ’ ἄρ’ ὀϊστὸς ἐπέγραψε χρόα φωτός: 04.140 αὐτίκα δ’ ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς. 04.141 ὡς δ’ ὅτε τίς τ’ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ 04.142 Μῃονὶς ἠὲ Κάειρα παρήϊον ἔμμεναι ἵππων: 04.143 κεῖται δ’ ἐν θαλάμῳ, πολέες τέ μιν ἠρήσαντο 04.144 ἱππῆες φορέειν: βασιλῆϊ δὲ κεῖται ἄγαλμα, 04.145 ἀμφότερον κόσμός θ’ ἵππῳ ἐλατῆρί τε κῦδος: 04.146 τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ 04.147 εὐφυέες κνῆμαί τε ἰδὲ σφυρὰ κάλ’ ὑπένερθε. 04.148 ῥίγησεν δ’ ἄρ’ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων 04.149 ὡς εἶδεν μέλαν αἷμα καταρρέον ἐξ ὠτειλῆς: 04.150 ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηΐφιλος Μενέλαος. 04.151 ὡς δὲ ἴδεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας 04.152 ἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη. 04.153 τοῖς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνων 04.154 χειρὸς ἔχων Μενέλαον, ἐπεστενάχοντο δ’ ἑταῖροι: 04.155 φίλε κασίγνητε θάνατόν νύ τοι ὅρκι’ ἔταμνον 04.156 οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι, 04.157 ὥς σ’ ἔβαλον Τρῶες, κατὰ δ’ ὅρκια πιστὰ πάτησαν. 04.158 οὐ μέν πως ἅλιον πέλει ὅρκιον αἷμά τε ἀρνῶν 04.159 σπονδαί τ’ ἄκρητοι καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν. 04.160 εἴ περ γάρ τε καὶ αὐτίκ’ Ὀλύμπιος οὐκ ἐτέλεσσεν, 04.161 ἔκ τε καὶ ὀψὲ τελεῖ, σύν τε μεγάλῳ ἀπέτισαν 04.162 σὺν σφῇσιν κεφαλῇσι γυναιξί τε καὶ τεκέεσσιν. 04.163 εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν: 04.164 ἔσσεται ἦμαρ ὅτ’ ἄν ποτ’ ὀλώλῃ Ἴλιος ἱρὴ 04.165 καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο, 04.166 Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος αἰθέρι ναίων 04.167 αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι 04.168 τῆσδ’ ἀπάτης κοτέων: τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα: 04.169 ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται ὦ Μενέλαε 04.170 αἴ κε θάνῃς καὶ πότμον ἀναπλήσῃς βιότοιο. 04.171 καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην: 04.172 αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης: 04.173 κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιμεν 04.174 Ἀργείην Ἑλένην: σέο δ’ ὀστέα πύσει ἄρουρα 04.175 κειμένου ἐν Τροίῃ ἀτελευτήτῳ ἐπὶ ἔργῳ. 04.176 καί κέ τις ὧδ’ ἐρέει Τρώων ὑπερηνορεόντων 04.177 τύμβῳ ἐπιθρῴσκων Μενελάου κυδαλίμοιο: 04.178 αἴθ’ οὕτως ἐπὶ πᾶσι χόλον τελέσει’ Ἀγαμέμνων, 04.179 ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδ’ Ἀχαιῶν, 04.180 καὶ δὴ ἔβη οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν 04.181 σὺν κεινῇσιν νηυσὶ λιπὼν ἀγαθὸν Μενέλαον. 04.182 ὥς ποτέ τις ἐρέει: τότε μοι χάνοι εὐρεῖα χθών. 04.183 τὸν δ’ ἐπιθαρσύνων προσέφη ξανθὸς Μενέλαος: 04.184 θάρσει, μηδέ τί πω δειδίσσεο λαὸν Ἀχαιῶν: 04.185 οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος, ἀλλὰ πάροιθεν 04.186 εἰρύσατο ζωστήρ τε παναίολος ἠδ’ ὑπένερθε 04.187 ζῶμά τε καὶ μίτρη, τὴν χαλκῆες κάμον ἄνδρες. 04.188 τὸν δ’ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων: 04.189 αἲ γὰρ δὴ οὕτως εἴη φίλος ὦ Μενέλαε: 04.190 ἕλκος δ’ ἰητὴρ ἐπιμάσσεται ἠδ’ ἐπιθήσει 04.191 φάρμαχ’ ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων. 04.192 ἦ καὶ Ταλθύβιον θεῖον κήρυκα προσηύδα: 04.193 Ταλθύβι’ ὅττι τάχιστα Μαχάονα δεῦρο κάλεσσον 04.194 φῶτ’ Ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰητῆρος, 04.195 ὄφρα ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν, 04.196 ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς 04.197 Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος. 04.198 ὣς ἔφατ’, οὐδ’ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας, 04.199 βῆ δ’ ἰέναι κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων 04.200 παπταίνων ἥρωα Μαχάονα: τὸν δὲ νόησεν 04.201 ἑσταότ’: ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων 04.202 λαῶν, οἵ οἱ ἕποντο Τρίκης ἐξ ἱπποβότοιο. 04.203 ἀγχοῦ δ’ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα: 04.204 ὄρσ’ Ἀσκληπιάδη, καλέει κρείων Ἀγαμέμνων, 04.205 ὄφρα ἴδῃς Μενέλαον ἀρήϊον ἀρχὸν Ἀχαιῶν, 04.206 ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς 04.207 Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος. 04.208 ὣς φάτο, τῷ δ’ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε: 04.209 βὰν δ’ ἰέναι καθ’ ὅμιλον ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν. 04.210 ἀλλ’ ὅτε δή ῥ’ ἵκανον ὅθι ξανθὸς Μενέλαος 04.211 βλήμενος ἦν, περὶ δ’ αὐτὸν ἀγηγέραθ’ ὅσσοι ἄριστοι 04.212 κυκλόσ’, ὃ δ’ ἐν μέσσοισι παρίστατο ἰσόθεος φώς, 04.213 αὐτίκα δ’ ἐκ ζωστῆρος ἀρηρότος ἕλκεν ὀϊστόν: 04.214 τοῦ δ’ ἐξελκομένοιο πάλιν ἄγεν ὀξέες ὄγκοι. 04.215 λῦσε δέ οἱ ζωστῆρα παναίολον ἠδ’ ὑπένερθε 04.216 ζῶμά τε καὶ μίτρην, τὴν χαλκῆες κάμον ἄνδρες. 04.217 αὐτὰρ ἐπεὶ ἴδεν ἕλκος ὅθ’ ἔμπεσε πικρὸς ὀϊστός, 04.218 αἷμ’ ἐκμυζήσας ἐπ’ ἄρ’ ἤπια φάρμακα εἰδὼς 04.219 πάσσε, τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων. 04.220 ὄφρα τοὶ ἀμφεπένοντο βοὴν ἀγαθὸν Μενέλαον, 04.221 τόφρα δ’ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων: 04.222 οἳ δ’ αὖτις κατὰ τεύχε’ ἔδυν, μνήσαντο δὲ χάρμης. 04.223 ἔνθ’ οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον 04.224 οὐδὲ καταπτώσσοντ’ οὐδ’ οὐκ ἐθέλοντα μάχεσθαι, 04.225 ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν. 04.226 ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα ποικίλα χαλκῷ: 04.227 καὶ τοὺς μὲν θεράπων ἀπάνευθ’ ἔχε φυσιόωντας 04.228 Εὐρυμέδων υἱὸς Πτολεμαίου Πειραΐδαο: 04.229 τῷ μάλα πόλλ’ ἐπέτελλε παρισχέμεν ὁππότε κέν μιν 04.230 γυῖα λάβῃ κάματος πολέας διὰ κοιρανέοντα: 04.231 αὐτὰρ ὃ πεζὸς ἐὼν ἐπεπωλεῖτο στίχας ἀνδρῶν: 04.232 καί ῥ’ οὓς μὲν σπεύδοντας ἴδοι Δαναῶν ταχυπώλων, 04.233 τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν: 04.234 Ἀργεῖοι μή πώ τι μεθίετε θούριδος ἀλκῆς: 04.235 οὐ γὰρ ἐπὶ ψευδέσσι πατὴρ Ζεὺς ἔσσετ’ ἀρωγός, 04.236 ἀλλ’ οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο 04.237 τῶν ἤτοι αὐτῶν τέρενα χρόα γῦπες ἔδονται, 04.238 ἡμεῖς αὖτ’ ἀλόχους τε φίλας καὶ νήπια τέκνα 04.239 ἄξομεν ἐν νήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν. 04.240 οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο, 04.241 τοὺς μάλα νεικείεσκε χολωτοῖσιν ἐπέεσσιν: 04.242 Ἀργεῖοι ἰόμωροι ἐλεγχέες οὔ νυ σέβεσθε; 04.243 τίφθ’ οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί, 04.244 αἵ τ’ ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαι 04.245 ἑστᾶσ’, οὐδ’ ἄρα τίς σφι μετὰ φρεσὶ γίγνεται ἀλκή: 04.246 ὣς ὑμεῖς ἔστητε τεθηπότες οὐδὲ μάχεσθε. 04.247 ἦ μένετε Τρῶας σχεδὸν ἐλθέμεν ἔνθά τε νῆες 04.248 εἰρύατ’ εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης, 04.249 ὄφρα ἴδητ’ αἴ κ’ ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων; 04.250 ὣς ὅ γε κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν: 04.251 ἦλθε δ’ ἐπὶ Κρήτεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν. 04.252 οἳ δ’ ἀμφ’ Ἰδομενῆα δαΐφρονα θωρήσσοντο: 04.253 Ἰδομενεὺς μὲν ἐνὶ προμάχοις συῒ εἴκελος ἀλκήν, 04.254 Μηριόνης δ’ ἄρα οἱ πυμάτας ὄτρυνε φάλαγγας. 04.255 τοὺς δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, 04.256 αὐτίκα δ’ Ἰδομενῆα προσηύδα μειλιχίοισιν: 04.257 Ἰδομενεῦ περὶ μέν σε τίω Δαναῶν ταχυπώλων 04.258 ἠμὲν ἐνὶ πτολέμῳ ἠδ’ ἀλλοίῳ ἐπὶ ἔργῳ 04.259 ἠδ’ ἐν δαίθ’, ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον 04.260 Ἀργείων οἳ ἄριστοι ἐνὶ κρητῆρι κέρωνται. 04.261 εἴ περ γάρ τ’ ἄλλοι γε κάρη κομόωντες Ἀχαιοὶ 04.262 δαιτρὸν πίνωσιν, σὸν δὲ πλεῖον δέπας αἰεὶ 04.263 ἕστηχ’, ὥς περ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγοι. 04.264 ἀλλ’ ὄρσευ πόλεμον δ’ οἷος πάρος εὔχεαι εἶναι. 04.265 τὸν δ’ αὖτ’ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα: 04.266 Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖρος 04.267 ἔσσομαι, ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα: 04.268 ἀλλ’ ἄλλους ὄτρυνε κάρη κομόωντας Ἀχαιοὺς 04.269 ὄφρα τάχιστα μαχώμεθ’, ἐπεὶ σύν γ’ ὅρκι’ ἔχευαν 04.270 Τρῶες: τοῖσιν δ’ αὖ θάνατος καὶ κήδε’ ὀπίσσω 04.271 ἔσσετ’ ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο. 04.272 ὣς ἔφατ’, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ: 04.273 ἦλθε δ’ ἐπ’ Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν: 04.274 τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν. 04.275 ὡς δ’ ὅτ’ ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ 04.276 ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς: 04.277 τῷ δέ τ’ ἄνευθεν ἐόντι μελάντερον ἠΰτε πίσσα 04.278 φαίνετ’ ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν, 04.279 ῥίγησέν τε ἰδών, ὑπό τε σπέος ἤλασε μῆλα: 04.280 τοῖαι ἅμ’ Αἰάντεσσι διοτρεφέων αἰζηῶν 04.281 δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες 04.282 κυάνεαι, σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι. 04.283 καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων, 04.284 καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα: 04.285 Αἴαντ’ Ἀργείων ἡγήτορε χαλκοχιτώνων, 04.286 σφῶϊ μέν: οὐ γὰρ ἔοικ’ ὀτρυνέμεν: οὔ τι κελεύω: 04.287 αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ἶφι μάχεσθαι. 04.288 αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον 04.289 τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο: 04.290 τώ κε τάχ’ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος 04.291 χερσὶν ὑφ’ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε. 04.292 ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετ’ ἄλλους: 04.293 ἔνθ’ ὅ γε Νέστορ’ ἔτετμε λιγὺν Πυλίων ἀγορητὴν 04.294 οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι 04.295 ἀμφὶ μέγαν Πελάγοντα Ἀλάστορά τε Χρομίον τε 04.296 Αἵμονά τε κρείοντα Βίαντά τε ποιμένα λαῶν: 04.297 ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι, 04.298 πεζοὺς δ’ ἐξόπιθε στῆσεν πολέας τε καὶ ἐσθλοὺς 04.299 ἕρκος ἔμεν πολέμοιο: κακοὺς δ’ ἐς μέσσον ἔλασσεν, 04.300 ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι. 04.301 ἱππεῦσιν μὲν πρῶτ’ ἐπετέλλετο: τοὺς γὰρ ἀνώγει 04.302 σφοὺς ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι ὁμίλῳ: 04.303 μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς 04.304 οἶος πρόσθ’ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι, 04.305 μηδ’ ἀναχωρείτω: ἀλαπαδνότεροι γὰρ ἔσεσθε. 04.306 ὃς δέ κ’ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερ’ ἅρμαθ’ ἵκηται 04.307 ἔγχει ὀρεξάσθω, ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω. 04.308 ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχε’ ἐπόρθεον 04.309 τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες. 04.310 ὣς ὃ γέρων ὄτρυνε πάλαι πολέμων ἐῢ εἰδώς: 04.311 καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων, 04.312 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα: 04.313 ὦ γέρον εἴθ’ ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν 04.314 ὥς τοι γούναθ’ ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη: 04.315 ἀλλά σε γῆρας τείρει ὁμοίϊον: ὡς ὄφελέν τις 04.316 ἀνδρῶν ἄλλος ἔχειν, σὺ δὲ κουροτέροισι μετεῖναι. 04.317 τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ: 04.318 Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐθέλοιμι καὶ αὐτὸς 04.319 ὣς ἔμεν ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν. 04.320 ἀλλ’ οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν: 04.321 εἰ τότε κοῦρος ἔα νῦν αὖτέ με γῆρας ὀπάζει. 04.322 ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέσσομαι ἠδὲ κελεύσω 04.323 βουλῇ καὶ μύθοισι: τὸ γὰρ γέρας ἐστὶ γερόντων. 04.324 αἰχμὰς δ’ αἰχμάσσουσι νεώτεροι, οἵ περ ἐμεῖο 04.325 ὁπλότεροι γεγάασι πεποίθασίν τε βίηφιν. 04.326 ὣς ἔφατ’, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ. 04.327 εὗρ’ υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον 04.328 ἑσταότ’: ἀμφὶ δ’ Ἀθηναῖοι μήστωρες ἀϋτῆς: 04.329 αὐτὰρ ὃ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς, 04.330 πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶ 04.331 ἕστασαν: οὐ γάρ πώ σφιν ἀκούετο λαὸς ἀϋτῆς, 04.332 ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες 04.333 Τρώων ἱπποδάμων καὶ Ἀχαιῶν: οἳ δὲ μένοντες 04.334 ἕστασαν ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν 04.335 Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο. 04.336 τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, 04.337 καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα: 04.338 ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος, 04.339 καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον 04.340 τίπτε καταπτώσσοντες ἀφέστατε, μίμνετε δ’ ἄλλους; 04.341 σφῶϊν μέν τ’ ἐπέοικε μετὰ πρώτοισιν ἐόντας 04.342 ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι: 04.343 πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο, 04.344 ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζωμεν Ἀχαιοί. 04.345 ἔνθα φίλ’ ὀπταλέα κρέα ἔδμεναι ἠδὲ κύπελλα 04.346 οἴνου πινέμεναι μελιηδέος ὄφρ’ ἐθέλητον: 04.347 νῦν δὲ φίλως χ’ ὁρόῳτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν 04.348 ὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῷ. 04.349 τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς: 04.350 Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων; 04.351 πῶς δὴ φῂς πολέμοιο μεθιέμεν ὁππότ’ Ἀχαιοὶ 04.352 Τρωσὶν ἐφ’ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα; 04.353 ὄψεαι αἴ κ’ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ 04.354 Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα 04.355 Τρώων ἱπποδάμων: σὺ δὲ ταῦτ’ ἀνεμώλια βάζεις. 04.356 τὸν δ’ ἐπιμειδήσας προσέφη κρείων Ἀγαμέμνων 04.357 ὡς γνῶ χωομένοιο: πάλιν δ’ ὅ γε λάζετο μῦθον: 04.358 διογενὲς Λαερτιάδη πολυμήχαν’ Ὀδυσσεῦ 04.359 οὔτέ σε νεικείω περιώσιον οὔτε κελεύω: 04.360 οἶδα γὰρ ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν 04.361 ἤπια δήνεα οἶδε: τὰ γὰρ φρονέεις ἅ τ’ ἐγώ περ. 04.362 ἀλλ’ ἴθι ταῦτα δ’ ὄπισθεν ἀρεσσόμεθ’ εἴ τι κακὸν νῦν 04.363 εἴρηται, τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν. 04.364 ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετ’ ἄλλους. 04.365 εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα 04.366 ἑσταότ’ ἔν θ’ ἵπποισι καὶ ἅρμασι κολλητοῖσι: 04.367 πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήϊος υἱός. 04.368 καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων Ἀγαμέμνων, 04.369 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα: 04.370 ὤ μοι Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο 04.371 τί πτώσσεις, τί δ’ ὀπιπεύεις πολέμοιο γεφύρας; 04.372 οὐ μὲν Τυδέϊ γ’ ὧδε φίλον πτωσκαζέμεν ἦεν, 04.373 ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι, 04.374 ὡς φάσαν οἵ μιν ἴδοντο πονεύμενον: οὐ γὰρ ἔγωγε 04.375 ἤντησ’ οὐδὲ ἴδον: περὶ δ’ ἄλλων φασὶ γενέσθαι. 04.376 ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας 04.377 ξεῖνος ἅμ’ ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων: 04.378 οἳ δὲ τότ’ ἐστρατόωνθ’ ἱερὰ πρὸς τείχεα Θήβης, 04.379 καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους: 04.380 οἳ δ’ ἔθελον δόμεναι καὶ ἐπῄνεον ὡς ἐκέλευον: 04.381 ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων. 04.382 οἳ δ’ ἐπεὶ οὖν ᾤχοντο ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο, 04.383 Ἀσωπὸν δ’ ἵκοντο βαθύσχοινον λεχεποίην, 04.384 ἔνθ’ αὖτ’ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί. 04.385 αὐτὰρ ὃ βῆ, πολέας δὲ κιχήσατο Καδμεΐωνας 04.386 δαινυμένους κατὰ δῶμα βίης Ἐτεοκληείης. 04.387 ἔνθ’ οὐδὲ ξεῖνός περ ἐὼν ἱππηλάτα Τυδεὺς 04.388 τάρβει, μοῦνος ἐὼν πολέσιν μετὰ Καδμείοισιν, 04.389 ἀλλ’ ὅ γ’ ἀεθλεύειν προκαλίζετο, πάντα δ’ ἐνίκα 04.390 ῥηϊδίως: τοίη οἱ ἐπίρροθος ἦεν Ἀθήνη. 04.391 οἳ δὲ χολωσάμενοι Καδμεῖοι κέντορες ἵππων 04.392 ἂψ ἄρ’ ἀνερχομένῳ πυκινὸν λόχον εἷσαν ἄγοντες 04.393 κούρους πεντήκοντα: δύω δ’ ἡγήτορες ἦσαν, 04.394 Μαίων Αἱμονίδης ἐπιείκελος ἀθανάτοισιν, 04.395 υἱός τ’ Αὐτοφόνοιο μενεπτόλεμος Πολυφόντης. 04.396 Τυδεὺς μὲν καὶ τοῖσιν ἀεικέα πότμον ἐφῆκε: 04.397 πάντας ἔπεφν’, ἕνα δ’ οἶον ἵει οἶκον δὲ νέεσθαι: 04.398 Μαίον’ ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας. 04.399 τοῖος ἔην Τυδεὺς Αἰτώλιος: ἀλλὰ τὸν υἱὸν 04.400 γείνατο εἷο χέρεια μάχῃ, ἀγορῇ δέ τ’ ἀμείνω. 04.401 ὣς φάτο, τὸν δ’ οὔ τι προσέφη κρατερὸς Διομήδης 04.402 αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο: 04.403 τὸν δ’ υἱὸς Καπανῆος ἀμείψατο κυδαλίμοιο: 04.404 Ἀτρεΐδη μὴ ψεύδε’ ἐπιστάμενος σάφα εἰπεῖν: 04.405 ἡμεῖς τοι πατέρων μέγ’ ἀμείνονες εὐχόμεθ’ εἶναι: 04.406 ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν ἑπταπύλοιο 04.407 παυρότερον λαὸν ἀγαγόνθ’ ὑπὸ τεῖχος ἄρειον, 04.408 πειθόμενοι τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῇ: 04.409 κεῖνοι δὲ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο: 04.410 τὼ μή μοι πατέρας ποθ’ ὁμοίῃ ἔνθεο τιμῇ. 04.411 τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης: 04.412 τέττα, σιωπῇ ἧσο, ἐμῷ δ’ ἐπιπείθεο μύθῳ: 04.413 οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν 04.414 ὀτρύνοντι μάχεσθαι ἐϋκνήμιδας Ἀχαιούς: 04.415 τούτῳ μὲν γὰρ κῦδος ἅμ’ ἕψεται εἴ κεν Ἀχαιοὶ 04.416 Τρῶας δῃώσωσιν ἕλωσί τε Ἴλιον ἱρήν, 04.417 τούτῳ δ’ αὖ μέγα πένθος Ἀχαιῶν δῃωθέντων. 04.418 ἀλλ’ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς. 04.419 ἦ ῥα καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε: 04.420 δεινὸν δ’ ἔβραχε χαλκὸς ἐπὶ στήθεσσιν ἄνακτος 04.421 ὀρνυμένου: ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν. 04.422 ὡς δ’ ὅτ’ ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης 04.423 ὄρνυτ’ ἐπασσύτερον Ζεφύρου ὕπο κινήσαντος: 04.424 πόντῳ μέν τε πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα 04.425 χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει, ἀμφὶ δέ τ’ ἄκρας 04.426 κυρτὸν ἐὸν κορυφοῦται, ἀποπτύει δ’ ἁλὸς ἄχνην: 04.427 ὣς τότ’ ἐπασσύτεραι Δαναῶν κίνυντο φάλαγγες 04.428 νωλεμέως πόλεμον δέ: κέλευε δὲ οἷσιν ἕκαστος 04.429 ἡγεμόνων: οἳ δ’ ἄλλοι ἀκὴν ἴσαν, οὐδέ κε φαίης 04.430 τόσσον λαὸν ἕπεσθαι ἔχοντ’ ἐν στήθεσιν αὐδήν, 04.431 σιγῇ δειδιότες σημάντορας: ἀμφὶ δὲ πᾶσι 04.432 τεύχεα ποικίλ’ ἔλαμπε, τὰ εἱμένοι ἐστιχόωντο. 04.433 Τρῶες δ’, ὥς τ’ ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ 04.434 μυρίαι ἑστήκασιν ἀμελγόμεναι γάλα λευκὸν 04.435 ἀζηχὲς μεμακυῖαι ἀκούουσαι ὄπα ἀρνῶν, 04.436 ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει: 04.437 οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδ’ ἴα γῆρυς, 04.438 ἀλλὰ γλῶσσα μέμικτο, πολύκλητοι δ’ ἔσαν ἄνδρες. 04.439 ὄρσε δὲ τοὺς μὲν Ἄρης, τοὺς δὲ γλαυκῶπις Ἀθήνη 04.440 Δεῖμός τ’ ἠδὲ Φόβος καὶ Ἔρις ἄμοτον μεμαυῖα, 04.441 Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε, 04.442 ἥ τ’ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα 04.443 οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει: 04.444 ἥ σφιν καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ 04.445 ἐρχομένη καθ’ ὅμιλον ὀφέλλουσα στόνον ἀνδρῶν. 04.446 οἳ δ’ ὅτε δή ῥ’ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο, 04.447 σύν ῥ’ ἔβαλον ῥινούς, σὺν δ’ ἔγχεα καὶ μένε’ ἀνδρῶν 04.448 χαλκεοθωρήκων: ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι 04.449 ἔπληντ’ ἀλλήλῃσι, πολὺς δ’ ὀρυμαγδὸς ὀρώρει. 04.450 ἔνθα δ’ ἅμ’ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν 04.451 ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δ’ αἵματι γαῖα. 04.452 ὡς δ’ ὅτε χείμαρροι ποταμοὶ κατ’ ὄρεσφι ῥέοντες 04.453 ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ 04.454 κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης, 04.455 τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν: 04.456 ὣς τῶν μισγομένων γένετο ἰαχή τε πόνος τε. 04.457 πρῶτος δ’ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν 04.458 ἐσθλὸν ἐνὶ προμάχοισι Θαλυσιάδην Ἐχέπωλον: 04.459 τόν ῥ’ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης, 04.460 ἐν δὲ μετώπῳ πῆξε, πέρησε δ’ ἄρ’ ὀστέον εἴσω 04.461 αἰχμὴ χαλκείη: τὸν δὲ σκότος ὄσσε κάλυψεν, 04.462 ἤριπε δ’ ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ. 04.463 τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ 04.464 Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων, 04.465 ἕλκε δ’ ὑπ’ ἐκ βελέων, λελιημένος ὄφρα τάχιστα 04.466 τεύχεα συλήσειε: μίνυνθα δέ οἱ γένεθ’ ὁρμή. 04.467 νεκρὸν γὰρ ἐρύοντα ἰδὼν μεγάθυμος Ἀγήνωρ 04.468 πλευρά, τά οἱ κύψαντι παρ’ ἀσπίδος ἐξεφαάνθη, 04.469 οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα. 04.470 ὣς τὸν μὲν λίπε θυμός, ἐπ’ αὐτῷ δ’ ἔργον ἐτύχθη 04.471 ἀργαλέον Τρώων καὶ Ἀχαιῶν: οἳ δὲ λύκοι ὣς 04.472 ἀλλήλοις ἐπόρουσαν, ἀνὴρ δ’ ἄνδρ’ ἐδνοπάλιζεν. 04.473 ἔνθ’ ἔβαλ’ Ἀνθεμίωνος υἱὸν Τελαμώνιος Αἴας 04.474 ἠΐθεον θαλερὸν Σιμοείσιον, ὅν ποτε μήτηρ 04.475 Ἴδηθεν κατιοῦσα παρ’ ὄχθῃσιν Σιμόεντος 04.476 γείνατ’, ἐπεί ῥα τοκεῦσιν ἅμ’ ἕσπετο μῆλα ἰδέσθαι: 04.477 τοὔνεκά μιν κάλεον Σιμοείσιον: οὐδὲ τοκεῦσι 04.478 θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν 04.479 ἔπλεθ’ ὑπ’ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι. 04.480 πρῶτον γάρ μιν ἰόντα βάλε στῆθος παρὰ μαζὸν 04.481 δεξιόν: ἀντικρὺ δὲ δι’ ὤμου χάλκεον ἔγχος 04.482 ἦλθεν: ὁ δ’ ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος ὣς 04.483 ἥ ῥά τ’ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο πεφύκει 04.484 λείη, ἀτάρ τέ οἱ ὄζοι ἐπ’ ἀκροτάτῃ πεφύασι: 04.485 τὴν μέν θ’ ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ 04.486 ἐξέταμ’, ὄφρα ἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ: 04.487 ἣ μέν τ’ ἀζομένη κεῖται ποταμοῖο παρ’ ὄχθας. 04.488 τοῖον ἄρ’ Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξεν 04.489 Αἴας διογενής: τοῦ δ’ Ἄντιφος αἰολοθώρηξ 04.490 Πριαμίδης καθ’ ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί. 04.491 τοῦ μὲν ἅμαρθ’, ὃ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον 04.492 βεβλήκει βουβῶνα, νέκυν ἑτέρωσ’ ἐρύοντα: 04.493 ἤριπε δ’ ἀμφ’ αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε χειρός. 04.494 τοῦ δ’ Ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη, 04.495 βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ, 04.496 στῆ δὲ μάλ’ ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ 04.497 ἀμφὶ ἓ παπτήνας: ὑπὸ δὲ Τρῶες κεκάδοντο 04.498 ἀνδρὸς ἀκοντίσσαντος: ὃ δ’ οὐχ ἅλιον βέλος ἧκεν, 04.499 ἀλλ’ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα 04.500 ὅς οἱ Ἀβυδόθεν ἦλθε παρ’ ἵππων ὠκειάων. 04.501 τόν ῥ’ Ὀδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶ 04.502 κόρσην: ἣ δ’ ἑτέροιο διὰ κροτάφοιο πέρησεν 04.503 αἰχμὴ χαλκείη: τὸν δὲ σκότος ὄσσε κάλυψε, 04.504 δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ. 04.505 χώρησαν δ’ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ: 04.506 Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκρούς, 04.507 ἴθυσαν δὲ πολὺ προτέρω: νεμέσησε δ’ Ἀπόλλων 04.508 Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ κέκλετ’ ἀΰσας: 04.509 ὄρνυσθ’ ἱππόδαμοι Τρῶες μηδ’ εἴκετε χάρμης 04.510 Ἀργείοις, ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος 04.511 χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν: 04.512 οὐ μὰν οὐδ’ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο 04.513 μάρναται, ἀλλ’ ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει. 04.514 ὣς φάτ’ ἀπὸ πτόλιος δεινὸς θεός: αὐτὰρ Ἀχαιοὺς 04.515 ὦρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια 04.516 ἐρχομένη καθ’ ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο. 04.517 ἔνθ’ Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε: 04.518 χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντι 04.519 κνήμην δεξιτερήν: βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν 04.520 Πείρως Ἰμβρασίδης ὃς ἄρ’ Αἰνόθεν εἰληλούθει. 04.521 ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς 04.522 ἄχρις ἀπηλοίησεν: ὃ δ’ ὕπτιος ἐν κονίῃσι 04.523 κάππεσεν ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας 04.524 θυμὸν ἀποπνείων: ὃ δ’ ἐπέδραμεν ὅς ῥ’ ἔβαλέν περ 04.525 Πείροος, οὖτα δὲ δουρὶ παρ’ ὀμφαλόν: ἐκ δ’ ἄρα πᾶσαι 04.526 χύντο χαμαὶ χολάδες, τὸν δὲ σκότος ὄσσε κάλυψε. 04.527 τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶ 04.528 στέρνον ὑπὲρ μαζοῖο, πάγη δ’ ἐν πνεύμονι χαλκός: 04.529 ἀγχίμολον δέ οἱ ἦλθε Θόας, ἐκ δ’ ὄβριμον ἔγχος 04.530 ἐσπάσατο στέρνοιο, ἐρύσσατο δὲ ξίφος ὀξύ, 04.531 τῷ ὅ γε γαστέρα τύψε μέσην, ἐκ δ’ αἴνυτο θυμόν. 04.532 τεύχεα δ’ οὐκ ἀπέδυσε: περίστησαν γὰρ ἑταῖροι 04.533 Θρήϊκες ἀκρόκομοι δολίχ’ ἔγχεα χερσὶν ἔχοντες, 04.534 οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν 04.535 ὦσαν ἀπὸ σφείων: ὃ δὲ χασσάμενος πελεμίχθη. 04.536 ὣς τώ γ’ ἐν κονίῃσι παρ’ ἀλλήλοισι τετάσθην, 04.537 ἤτοι ὃ μὲν Θρῃκῶν, ὃ δ’ Ἐπειῶν χαλκοχιτώνων 04.538 ἡγεμόνες: πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι. 04.539 ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών, 04.540 ὅς τις ἔτ’ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ 04.541 δινεύοι κατὰ μέσσον, ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη 04.542 χειρὸς ἑλοῦσ’, αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν: 04.543 πολλοὶ γὰρ Τρώων καὶ Ἀχαιῶν ἤματι κείνῳ 04.544 πρηνέες ἐν κονίῃσι παρ’ ἀλλήλοισι τέταντο. 05.001 ἔνθ’ αὖ Τυδεΐδῃ Διομήδεϊ Παλλὰς Ἀθήνη 05.002 δῶκε μένος καὶ θάρσος, ἵν’ ἔκδηλος μετὰ πᾶσιν 05.003 Ἀργείοισι γένοιτο ἰδὲ κλέος ἐσθλὸν ἄροιτο: 05.004 δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ 05.005 ἀστέρ’ ὀπωρινῷ ἐναλίγκιον, ὅς τε μάλιστα 05.006 λαμπρὸν παμφαίνῃσι λελουμένος ὠκεανοῖο: 05.007 τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων, 05.008 ὦρσε δέ μιν κατὰ μέσσον ὅθι πλεῖστοι κλονέοντο. 05.009 ἦν δέ τις ἐν Τρώεσσι Δάρης ἀφνειὸς ἀμύμων 05.010 ἱρεὺς Ἡφαίστοιο: δύω δέ οἱ υἱέες ἤστην 05.011 Φηγεὺς Ἰδαῖός τε μάχης εὖ εἰδότε πάσης. 05.012 τώ οἱ ἀποκρινθέντε ἐναντίω ὁρμηθήτην: 05.013 τὼ μὲν ἀφ’ ἵπποιιν, ὃ δ’ ἀπὸ χθονὸς ὄρνυτο πεζός. 05.014 οἳ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες 05.015 Φηγεύς ῥα πρότερος προΐει δολιχόσκιον ἔγχος: 05.016 Τυδεΐδεω δ’ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθ’ ἀκωκὴ 05.017 ἔγχεος, οὐδ’ ἔβαλ’ αὐτόν: ὃ δ’ ὕστερος ὄρνυτο χαλκῷ 05.018 Τυδεΐδης: τοῦ δ’ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός, 05.019 ἀλλ’ ἔβαλε στῆθος μεταμάζιον, ὦσε δ’ ἀφ’ ἵππων. 05.020 Ἰδαῖος δ’ ἀπόρουσε λιπὼν περικαλλέα δίφρον, 05.021 οὐδ’ ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο: 05.022 οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν, 05.023 ἀλλ’ Ἥφαιστος ἔρυτο, σάωσε δὲ νυκτὶ καλύψας, 05.024 ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴη. 05.025 ἵππους δ’ ἐξελάσας μεγαθύμου Τυδέος υἱὸς 05.026 δῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας. 05.027 Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἷε Δάρητος 05.028 τὸν μὲν ἀλευάμενον, τὸν δὲ κτάμενον παρ’ ὄχεσφι, 05.029 πᾶσιν ὀρίνθη θυμός: ἀτὰρ γλαυκῶπις Ἀθήνη 05.030 χειρὸς ἑλοῦσ’ ἐπέεσσι προσηύδα θοῦρον Ἄρηα: 05.031 Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα 05.032 οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν καὶ Ἀχαιοὺς 05.033 μάρνασθ’, ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ, 05.034 νῶϊ δὲ χαζώμεσθα, Διὸς δ’ ἀλεώμεθα μῆνιν; 05.035 ὣς εἰποῦσα μάχης ἐξήγαγε θοῦρον Ἄρηα: 05.036 τὸν μὲν ἔπειτα καθεῖσεν ἐπ’ ἠϊόεντι Σκαμάνδρῳ, 05.037 Τρῶας δ’ ἔκλιναν Δαναοί: ἕλε δ’ ἄνδρα ἕκαστος 05.038 ἡγεμόνων: πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων 05.039 ἀρχὸν Ἁλιζώνων Ὀδίον μέγαν ἔκβαλε δίφρου: 05.040 πρώτῳ γὰρ στρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν 05.041 ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε, 05.042 δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ. 05.043 Ἰδομενεὺς δ’ ἄρα Φαῖστον ἐνήρατο Μῄονος υἱὸν 05.044 Βώρου, ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει. 05.045 τὸν μὲν ἄρ’ Ἰδομενεὺς δουρικλυτὸς ἔγχεϊ μακρῷ 05.046 νύξ’ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον: 05.047 ἤριπε δ’ ἐξ ὀχέων, στυγερὸς δ’ ἄρα μιν σκότος εἷλε. 05.048 τὸν μὲν ἄρ’ Ἰδομενῆος ἐσύλευον θεράποντες: 05.049 υἱὸν δὲ Στροφίοιο Σκαμάνδριον αἵμονα θήρης 05.050 Ἀτρεΐδης Μενέλαος ἕλ’ ἔγχεϊ ὀξυόεντι 05.051 ἐσθλὸν θηρητῆρα: δίδαξε γὰρ Ἄρτεμις αὐτὴ 05.052 βάλλειν ἄγρια πάντα, τά τε τρέφει οὔρεσιν ὕλη: 05.053 ἀλλ’ οὔ οἱ τότε γε χραῖσμ’ Ἄρτεμις ἰοχέαιρα, 05.054 οὐδὲ ἑκηβολίαι ᾗσιν τὸ πρίν γε κέκαστο: 05.055 ἀλλά μιν Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος 05.056 πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρὶ 05.057 ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν, 05.058 ἤριπε δὲ πρηνής, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ. 05.059 Μηριόνης δὲ Φέρεκλον ἐνήρατο, τέκτονος υἱὸν 05.060 Ἁρμονίδεω, ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντα 05.061 τεύχειν: ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη: 05.062 ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας 05.063 ἀρχεκάκους, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο 05.064 οἷ τ’ αὐτῷ, ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη. 05.065 τὸν μὲν Μηριόνης ὅτε δὴ κατέμαρπτε διώκων 05.066 βεβλήκει γλουτὸν κατὰ δεξιόν: ἣ δὲ διαπρὸ 05.067 ἀντικρὺ κατὰ κύστιν ὑπ’ ὀστέον ἤλυθ’ ἀκωκή: 05.068 γνὺξ δ’ ἔριπ’ οἰμώξας, θάνατος δέ μιν ἀμφεκάλυψε. 05.069 Πήδαιον δ’ ἄρ’ ἔπεφνε Μέγης Ἀντήνορος υἱὸν 05.070 ὅς ῥα νόθος μὲν ἔην, πύκα δ’ ἔτρεφε δῖα Θεανὼ 05.071 ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ᾧ. 05.072 τὸν μὲν Φυλεΐδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν 05.073 βεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί: 05.074 ἀντικρὺ δ’ ἀν’ ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός: 05.075 ἤριπε δ’ ἐν κονίῃ, ψυχρὸν δ’ ἕλε χαλκὸν ὀδοῦσιν. 05.076 Εὐρύπυλος δ’ Εὐαιμονίδης Ὑψήνορα δῖον 05.077 υἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρου 05.078 ἀρητὴρ ἐτέτυκτο, θεὸς δ’ ὣς τίετο δήμῳ, 05.079 τὸν μὲν ἄρ’ Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός, 05.080 πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασ’ ὦμον 05.081 φασγάνῳ ἀΐξας, ἀπὸ δ’ ἔξεσε χεῖρα βαρεῖαν: 05.082 αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε: τὸν δὲ κατ’ ὄσσε 05.083 ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή. 05.084 ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην: 05.085 Τυδεΐδην δ’ οὐκ ἂν γνοίης ποτέροισι μετείη 05.086 ἠὲ μετὰ Τρώεσσιν ὁμιλέοι ἦ μετ’ Ἀχαιοῖς. 05.087 θῦνε γὰρ ἂμ πεδίον ποταμῷ πλήθοντι ἐοικὼς 05.088 χειμάρρῳ, ὅς τ’ ὦκα ῥέων ἐκέδασσε γεφύρας: 05.089 τὸν δ’ οὔτ’ ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν, 05.090 οὔτ’ ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέων 05.091 ἐλθόντ’ ἐξαπίνης ὅτ’ ἐπιβρίσῃ Διὸς ὄμβρος: 05.092 πολλὰ δ’ ὑπ’ αὐτοῦ ἔργα κατήριπε κάλ’ αἰζηῶν: 05.093 ὣς ὑπὸ Τυδεΐδῃ πυκιναὶ κλονέοντο φάλαγγες 05.094 Τρώων, οὐδ’ ἄρα μιν μίμνον πολέες περ ἐόντες. 05.095 τὸν δ’ ὡς οὖν ἐνόησε Λυκάονος ἀγλαὸς υἱὸς 05.096 θύνοντ’ ἂμ πεδίον πρὸ ἕθεν κλονέοντα φάλαγγας, 05.097 αἶψ’ ἐπὶ Τυδεΐδῃ ἐτιταίνετο καμπύλα τόξα, 05.098 καὶ βάλ’ ἐπαΐσσοντα τυχὼν κατὰ δεξιὸν ὦμον 05.099 θώρηκος γύαλον: διὰ δ’ ἔπτατο πικρὸς ὀϊστός, 05.100 ἀντικρὺ δὲ διέσχε, παλάσσετο δ’ αἵματι θώρηξ. 05.101 τῷ δ’ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός: 05.102 ὄρνυσθε Τρῶες μεγάθυμοι κέντορες ἵππων: 05.103 βέβληται γὰρ ἄριστος Ἀχαιῶν, οὐδέ ἕ φημι 05.104 δήθ’ ἀνσχήσεσθαι κρατερὸν βέλος, εἰ ἐτεόν με 05.105 ὦρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον Λυκίηθεν. 05.106 ὣς ἔφατ’ εὐχόμενος: τὸν δ’ οὐ βέλος ὠκὺ δάμασσεν, 05.107 ἀλλ’ ἀναχωρήσας πρόσθ’ ἵπποιιν καὶ ὄχεσφιν 05.108 ἔστη, καὶ Σθένελον προσέφη Καπανήϊον υἱόν: 05.109 ὄρσο πέπον Καπανηϊάδη, καταβήσεο δίφρου, 05.110 ὄφρά μοι ἐξ ὤμοιο ἐρύσσῃς πικρὸν ὀϊστόν. 05.111 ὣς ἄρ’ ἔφη, Σθένελος δὲ καθ’ ἵππων ἆλτο χαμᾶζε, 05.112 πὰρ δὲ στὰς βέλος ὠκὺ διαμπερὲς ἐξέρυσ’ ὤμου: 05.113 αἷμα δ’ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος. 05.114 δὴ τότ’ ἔπειτ’ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης: 05.115 κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη, 05.116 εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης 05.117 δηΐῳ ἐν πολέμῳ, νῦν αὖτ’ ἐμὲ φῖλαι Ἀθήνη: 05.118 δὸς δέ τέ μ’ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν 05.119 ὅς μ’ ἔβαλε φθάμενος καὶ ἐπεύχεται, οὐδέ μέ φησι 05.120 δηρὸν ἔτ’ ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο. 05.121 ὣς ἔφατ’ εὐχόμενος: τοῦ δ’ ἔκλυε Παλλὰς Ἀθήνη, 05.122 γυῖα δ’ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν: 05.123 ἀγχοῦ δ’ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα: 05.124 θαρσῶν νῦν Διόμηδες ἐπὶ Τρώεσσι μάχεσθαι: 05.125 ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα 05.126 ἄτρομον, οἷον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύς: 05.127 ἀχλὺν δ’ αὖ τοι ἀπ’ ὀφθαλμῶν ἕλον ἣ πρὶν ἐπῆεν, 05.128 ὄφρ’ εὖ γιγνώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα. 05.129 τὼ νῦν αἴ κε θεὸς πειρώμενος ἐνθάδ’ ἵκηται 05.130 μή τι σύ γ’ ἀθανάτοισι θεοῖς ἀντικρὺ μάχεσθαι 05.131 τοῖς ἄλλοις: ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη 05.132 ἔλθῃσ’ ἐς πόλεμον, τήν γ’ οὐτάμεν ὀξέϊ χαλκῷ. 05.133 ἣ μὲν ἄρ’ ὣς εἰποῦσ’ ἀπέβη γλαυκῶπις Ἀθήνη, 05.134 Τυδεΐδης δ’ ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη 05.135 καὶ πρίν περ θυμῷ μεμαὼς Τρώεσσι μάχεσθαι: 05.136 δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος ὥς τε λέοντα 05.137 ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπ’ εἰροπόκοις ὀΐεσσι 05.138 χραύσῃ μέν τ’ αὐλῆς ὑπεράλμενον οὐδὲ δαμάσσῃ: 05.139 τοῦ μέν τε σθένος ὦρσεν, ἔπειτα δέ τ’ οὐ προσαμύνει, 05.140 ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δ’ ἐρῆμα φοβεῖται: 05.141 αἳ μέν τ’ ἀγχιστῖναι ἐπ’ ἀλλήλῃσι κέχυνται, 05.142 αὐτὰρ ὃ ἐμμεμαὼς βαθέης ἐξάλλεται αὐλῆς: 05.143 ὣς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδης. 05.144 ἔνθ’ ἕλεν Ἀστύνοον καὶ Ὑπείρονα ποιμένα λαῶν, 05.145 τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί, 05.146 τὸν δ’ ἕτερον ξίφεϊ μεγάλῳ κληῗδα παρ’ ὦμον 05.147 πλῆξ’, ἀπὸ δ’ αὐχένος ὦμον ἐέργαθεν ἠδ’ ἀπὸ νώτου. 05.148 τοὺς μὲν ἔασ’, ὃ δ’ Ἄβαντα μετῴχετο καὶ Πολύειδον 05.149 υἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος: 05.150 τοῖς οὐκ ἐρχομένοις ὃ γέρων ἐκρίνατ’ ὀνείρους, 05.151 ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε: 05.152 βῆ δὲ μετὰ Ξάνθόν τε Θόωνά τε Φαίνοπος υἷε 05.153 ἄμφω τηλυγέτω: ὃ δὲ τείρετο γήραϊ λυγρῷ, 05.154 υἱὸν δ’ οὐ τέκετ’ ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι. 05.155 ἔνθ’ ὅ γε τοὺς ἐνάριζε, φίλον δ’ ἐξαίνυτο θυμὸν 05.156 ἀμφοτέρω, πατέρι δὲ γόον καὶ κήδεα λυγρὰ 05.157 λεῖπ’, ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντε 05.158 δέξατο: χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο. 05.159 ἔνθ’ υἷας Πριάμοιο δύω λάβε Δαρδανίδαο 05.160 εἰν ἑνὶ δίφρῳ ἐόντας Ἐχέμμονά τε Χρομίον τε. 05.161 ὡς δὲ λέων ἐν βουσὶ θορὼν ἐξ αὐχένα ἄξῃ 05.162 πόρτιος ἠὲ βοὸς ξύλοχον κάτα βοσκομενάων, 05.163 ὣς τοὺς ἀμφοτέρους ἐξ ἵππων Τυδέος υἱὸς 05.164 βῆσε κακῶς ἀέκοντας, ἔπειτα δὲ τεύχε’ ἐσύλα: 05.165 ἵππους δ’ οἷς ἑτάροισι δίδου μετὰ νῆας ἐλαύνειν. 05.166 τὸν δ’ ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν, 05.167 βῆ δ’ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων 05.168 Πάνδαρον ἀντίθεον διζήμενος εἴ που ἐφεύροι: 05.169 εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε, 05.170 στῆ δὲ πρόσθ’ αὐτοῖο ἔπος τέ μιν ἀντίον ηὔδα: 05.171 Πάνδαρε ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀϊστοὶ 05.172 καὶ κλέος; ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γ’ ἀνήρ, 05.173 οὐδέ τις ἐν Λυκίῃ σέο γ’ εὔχεται εἶναι ἀμείνων. 05.174 ἀλλ’ ἄγε τῷδ’ ἔφες ἀνδρὶ βέλος Διὶ χεῖρας ἀνασχὼν 05.175 ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε 05.176 Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατ’ ἔλυσεν: 05.177 εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν 05.178 ἱρῶν μηνίσας: χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις. 05.179 τὸν δ’ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός: 05.180 Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων 05.181 Τυδεΐδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω, 05.182 ἀσπίδι γιγνώσκων αὐλώπιδί τε τρυφαλείῃ, 05.183 ἵππους τ’ εἰσορόων: σάφα δ’ οὐκ οἶδ’ εἰ θεός ἐστιν. 05.184 εἰ δ’ ὅ γ’ ἀνὴρ ὅν φημι δαΐφρων Τυδέος υἱὸς 05.185 οὐχ ὅ γ’ ἄνευθε θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχι 05.186 ἕστηκ’ ἀθανάτων νεφέλῃ εἰλυμένος ὤμους, 05.187 ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ. 05.188 ἤδη γάρ οἱ ἐφῆκα βέλος, καί μιν βάλον ὦμον 05.189 δεξιὸν ἀντικρὺ διὰ θώρηκος γυάλοιο: 05.190 καί μιν ἔγωγ’ ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν, 05.191 ἔμπης δ’ οὐκ ἐδάμασσα: θεός νύ τίς ἐστι κοτήεις. 05.192 ἵπποι δ’ οὐ παρέασι καὶ ἅρματα τῶν κ’ ἐπιβαίην: 05.193 ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι 05.194 καλοὶ πρωτοπαγεῖς νεοτευχέες: ἀμφὶ δὲ πέπλοι 05.195 πέπτανται: παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι 05.196 ἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας. 05.197 ἦ μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάων 05.198 ἐρχομένῳ ἐπέτελλε δόμοις ἔνι ποιητοῖσιν: 05.199 ἵπποισίν μ’ ἐκέλευε καὶ ἅρμασιν ἐμβεβαῶτα 05.200 ἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας: 05.201 ἀλλ’ ἐγὼ οὐ πιθόμην: ἦ τ’ ἂν πολὺ κέρδιον ἦεν: 05.202 ἵππων φειδόμενος, μή μοι δευοίατο φορβῆς 05.203 ἀνδρῶν εἰλομένων εἰωθότες ἔδμεναι ἄδην. 05.204 ὣς λίπον, αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθα 05.205 τόξοισιν πίσυνος: τὰ δέ μ’ οὐκ ἄρ’ ἔμελλον ὀνήσειν. 05.206 ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν ἐφῆκα 05.207 Τυδεΐδῃ τε καὶ Ἀτρεΐδῃ, ἐκ δ’ ἀμφοτέροιιν 05.208 ἀτρεκὲς αἷμ’ ἔσσευα βαλών, ἤγειρα δὲ μᾶλλον. 05.209 τώ ῥα κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξα 05.210 ἤματι τῷ ἑλόμην ὅτε Ἴλιον εἰς ἐρατεινὴν 05.211 ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ. 05.212 εἰ δέ κε νοστήσω καὶ ἐσόψομαι ὀφθαλμοῖσι 05.213 πατρίδ’ ἐμὴν ἄλοχόν τε καὶ ὑψερεφὲς μέγα δῶμα, 05.214 αὐτίκ’ ἔπειτ’ ἀπ’ ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς 05.215 εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην 05.216 χερσὶ διακλάσσας: ἀνεμώλια γάρ μοι ὀπηδεῖ. 05.217 τὸν δ’ αὖτ’ Αἰνείας Τρώων ἀγὸς ἀντίον ηὔδα: 05.218 μὴ δ’ οὕτως ἀγόρευε: πάρος δ’ οὐκ ἔσσεται ἄλλως, 05.219 πρίν γ’ ἐπὶ νὼ τῷδ’ ἀνδρὶ σὺν ἵπποισιν καὶ ὄχεσφιν 05.220 ἀντιβίην ἐλθόντε σὺν ἔντεσι πειρηθῆναι. 05.221 ἀλλ’ ἄγ’ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι 05.222 οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο 05.223 κραιπνὰ μάλ’ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι: 05.224 τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον, εἴ περ ἂν αὖτε 05.225 Ζεὺς ἐπὶ Τυδεΐδῃ Διομήδεϊ κῦδος ὀρέξῃ. 05.226 ἀλλ’ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα 05.227 δέξαι, ἐγὼ δ’ ἵππων ἀποβήσομαι ὄφρα μάχωμαι: 05.228 ἠὲ σὺ τόνδε δέδεξο, μελήσουσιν δ’ ἐμοὶ ἵπποι. 05.229 τὸν δ’ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός: 05.230 Αἰνεία σὺ μὲν αὐτὸς ἔχ’ ἡνία καὶ τεὼ ἵππω: 05.231 μᾶλλον ὑφ’ ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμα 05.232 οἴσετον, εἴ περ ἂν αὖτε φεβώμεθα Τυδέος υἱόν: 05.233 μὴ τὼ μὲν δείσαντε ματήσετον, οὐδ’ ἐθέλητον 05.234 ἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέοντε, 05.235 νῶϊ δ’ ἐπαΐξας μεγαθύμου Τυδέος υἱὸς 05.236 αὐτώ τε κτείνῃ καὶ ἐλάσσῃ μώνυχας ἵππους. 05.237 ἀλλὰ σύ γ’ αὐτὸς ἔλαυνε τέ’ ἅρματα καὶ τεὼ ἵππω, 05.238 τὸν δὲ δ’ ἐγὼν ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί. 05.239 ὣς ἄρα φωνήσαντες ἐς ἅρματα ποικίλα βάντες 05.240 ἐμμεμαῶτ’ ἐπὶ Τυδεΐδῃ ἔχον ὠκέας ἵππους. 05.241 τοὺς δὲ ἴδε Σθένελος Καπανήϊος ἀγλαὸς υἱός, 05.242 αἶψα δὲ Τυδεΐδην ἔπεα πτερόεντα προσηύδα: 05.243 Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ, 05.244 ἄνδρ’ ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι 05.245 ἶν’ ἀπέλεθρον ἔχοντας: ὃ μὲν τόξων ἐῢ εἰδὼς 05.246 Πάνδαρος, υἱὸς δ’ αὖτε Λυκάονος εὔχεται εἶναι: 05.247 Αἰνείας δ’ υἱὸς μὲν ἀμύμονος Ἀγχίσαο 05.248 εὔχεται ἐκγεγάμεν, μήτηρ δέ οἵ ἐστ’ Ἀφροδίτη. 05.249 ἀλλ’ ἄγε δὴ χαζώμεθ’ ἐφ’ ἵππων, μηδέ μοι οὕτω 05.250 θῦνε διὰ προμάχων, μή πως φίλον ἦτορ ὀλέσσῃς. 05.251 τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης: 05.252 μή τι φόβον δ’ ἀγόρευ’, ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω. 05.253 οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι 05.254 οὐδὲ καταπτώσσειν: ἔτι μοι μένος ἔμπεδόν ἐστιν: 05.255 ὀκνείω δ’ ἵππων ἐπιβαινέμεν, ἀλλὰ καὶ αὔτως 05.256 ἀντίον εἶμ’ αὐτῶν: τρεῖν μ’ οὐκ ἐᾷ Παλλὰς Ἀθήνη. 05.257 τούτω δ’ οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποι 05.258 ἄμφω ἀφ’ ἡμείων, εἴ γ’ οὖν ἕτερός γε φύγῃσιν. 05.259 ἄλλο δέ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσιν: 05.260 αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξῃ 05.261 ἀμφοτέρω κτεῖναι, σὺ δὲ τούσδε μὲν ὠκέας ἵππους 05.262 αὐτοῦ ἐρυκακέειν ἐξ ἄντυγος ἡνία τείνας, 05.263 Αἰνείαο δ’ ἐπαΐξαι μεμνημένος ἵππων, 05.264 ἐκ δ’ ἐλάσαι Τρώων μετ’ ἐϋκνήμιδας Ἀχαιούς. 05.265 τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς 05.266 δῶχ’ υἷος ποινὴν Γανυμήδεος, οὕνεκ’ ἄριστοι 05.267 ἵππων ὅσσοι ἔασιν ὑπ’ ἠῶ τ’ ἠέλιόν τε, 05.268 τῆς γενεῆς ἔκλεψεν ἄναξ ἀνδρῶν Ἀγχίσης 05.269 λάθρῃ Λαομέδοντος ὑποσχὼν θήλεας ἵππους: 05.270 τῶν οἱ ἓξ ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη. 05.271 τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλ’ ἐπὶ φάτνῃ, 05.272 τὼ δὲ δύ’ Αἰνείᾳ δῶκεν μήστωρε φόβοιο. 05.273 εἰ τούτω κε λάβοιμεν, ἀροίμεθά κε κλέος ἐσθλόν. 05.274 ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, 05.275 τὼ δὲ τάχ’ ἐγγύθεν ἦλθον ἐλαύνοντ’ ὠκέας ἵππους. 05.276 τὸν πρότερος προσέειπε Λυκάονος ἀγλαὸς υἱός: 05.277 καρτερόθυμε δαΐφρον ἀγαυοῦ Τυδέος υἱὲ 05.278 ἦ μάλα σ’ οὐ βέλος ὠκὺ δαμάσσατο πικρὸς ὀϊστός: 05.279 νῦν αὖτ’ ἐγχείῃ πειρήσομαι αἴ κε τύχωμι. 05.280 ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος 05.281 καὶ βάλε Τυδεΐδαο κατ’ ἀσπίδα: τῆς δὲ διὰ πρὸ 05.282 αἰχμὴ χαλκείη πταμένη θώρηκι πελάσθη: 05.283 τῷ δ’ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός: 05.284 βέβληαι κενεῶνα διαμπερές, οὐδέ σ’ ὀΐω 05.285 δηρὸν ἔτ’ ἀνσχήσεσθαι: ἐμοὶ δὲ μέγ’ εὖχος ἔδωκας. 05.286 τὸν δ’ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης: 05.287 ἤμβροτες οὐδ’ ἔτυχες: ἀτὰρ οὐ μὲν σφῶΐ γ’ ὀΐω 05.288 πρίν γ’ ἀποπαύσεσθαι πρίν γ’ ἢ ἕτερόν γε πεσόντα 05.289 αἵματος ἆσαι Ἄρηα, ταλαύρινον πολεμιστήν. 05.290 ὣς φάμενος προέηκε: βέλος δ’ ἴθυνεν Ἀθήνη 05.291 ῥῖνα παρ’ ὀφθαλμόν, λευκοὺς δ’ ἐπέρησεν ὀδόντας. 05.292 τοῦ δ’ ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε χαλκὸς ἀτειρής, 05.293 αἰχμὴ δ’ ἐξελύθη παρὰ νείατον ἀνθερεῶνα: 05.294 ἤριπε δ’ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ 05.295 αἰόλα παμφανόωντα, παρέτρεσσαν δέ οἱ ἵπποι 05.296 ὠκύποδες: τοῦ δ’ αὖθι λύθη ψυχή τε μένος τε. 05.297 Αἰνείας δ’ ἀπόρουσε σὺν ἀσπίδι δουρί τε μακρῷ 05.298 δείσας μή πώς οἱ ἐρυσαίατο νεκρὸν Ἀχαιοί. 05.299 ἀμφὶ δ’ ἄρ’ αὐτῷ βαῖνε λέων ὣς ἀλκὶ πεποιθώς, 05.300 πρόσθε δέ οἱ δόρυ τ’ ἔσχε καὶ ἀσπίδα πάντοσ’ ἐΐσην, 05.301 τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γ’ ἀντίος ἔλθοι 05.302 σμερδαλέα ἰάχων: ὃ δὲ χερμάδιον λάβε χειρὶ 05.303 Τυδεΐδης μέγα ἔργον ὃ οὐ δύο γ’ ἄνδρε φέροιεν, 05.304 οἷοι νῦν βροτοί εἰσ’: ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος. 05.305 τῷ βάλεν Αἰνείαο κατ’ ἰσχίον ἔνθά τε μηρὸς 05.306 ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τέ μιν καλέουσι: 05.307 θλάσσε δέ οἱ κοτύλην, πρὸς δ’ ἄμφω ῥῆξε τένοντε: 05.308 ὦσε δ’ ἀπὸ ῥινὸν τρηχὺς λίθος: αὐτὰρ ὅ γ’ ἥρως 05.309 ἔστη γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ 05.310 γαίης: ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε. 05.311 καί νύ κεν ἔνθ’ ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας, 05.312 εἰ μὴ ἄρ’ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη 05.313 μήτηρ, ἥ μιν ὑπ’ Ἀγχίσῃ τέκε βουκολέοντι: 05.314 ἀμφὶ δ’ ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ, 05.315 πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμα κάλυψεν 05.316 ἕρκος ἔμεν βελέων, μή τις Δαναῶν ταχυπώλων 05.317 χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο. 05.318 ἣ μὲν ἑὸν φίλον υἱὸν ὑπεξέφερεν πολέμοιο: 05.319 οὐδ’ υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων 05.320 τάων ἃς ἐπέτελλε βοὴν ἀγαθὸς Διομήδης, 05.321 ἀλλ’ ὅ γε τοὺς μὲν ἑοὺς ἠρύκακε μώνυχας ἵππους 05.322 νόσφιν ἀπὸ φλοίσβου ἐξ ἄντυγος ἡνία τείνας, 05.323 Αἰνείαο δ’ ἐπαΐξας καλλίτριχας ἵππους 05.324 ἐξέλασε Τρώων μετ’ ἐϋκνήμιδας Ἀχαιούς. 05.325 δῶκε δὲ Δηϊπύλῳ ἑτάρῳ φίλῳ, ὃν περὶ πάσης 05.326 τῖεν ὁμηλικίης ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη, 05.327 νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν: αὐτὰρ ὅ γ’ ἥρως 05.328 ὧν ἵππων ἐπιβὰς ἔλαβ’ ἡνία σιγαλόεντα, 05.329 αἶψα δὲ Τυδεΐδην μέθεπε κρατερώνυχας ἵππους 05.330 ἐμμεμαώς: ὃ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ 05.331 γιγνώσκων ὅ τ’ ἄναλκις ἔην θεός, οὐδὲ θεάων 05.332 τάων αἵ τ’ ἀνδρῶν πόλεμον κάτα κοιρανέουσιν, 05.333 οὔτ’ ἄρ’ Ἀθηναίη οὔτε πτολίπορθος Ἐνυώ. 05.334 ἀλλ’ ὅτε δή ῥ’ ἐκίχανε πολὺν καθ’ ὅμιλον ὀπάζων, 05.335 ἔνθ’ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς 05.336 ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ δουρὶ 05.337 ἀβληχρήν: εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν 05.338 ἀμβροσίου διὰ πέπλου, ὅν οἱ Χάριτες κάμον αὐταί, 05.339 πρυμνὸν ὕπερ θέναρος: ῥέε δ’ ἄμβροτον αἷμα θεοῖο 05.340 ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν: 05.341 οὐ γὰρ σῖτον ἔδουσ’, οὐ πίνουσ’ αἴθοπα οἶνον, 05.342 τοὔνεκ’ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται. 05.343 ἣ δὲ μέγα ἰάχουσα ἀπὸ ἕο κάββαλεν υἱόν: 05.344 καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλων 05.345 κυανέῃ νεφέλῃ, μή τις Δαναῶν ταχυπώλων 05.346 χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο: 05.347 τῇ δ’ ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διομήδης: 05.348 εἶκε Διὸς θύγατερ πολέμου καὶ δηϊοτῆτος: 05.349 ἦ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις; 05.350 εἰ δὲ σύ γ’ ἐς πόλεμον πωλήσεαι, ἦ τέ σ’ ὀΐω 05.351 ῥιγήσειν πόλεμόν γε καὶ εἴ χ’ ἑτέρωθι πύθηαι. 05.352 ὣς ἔφαθ’, ἣ δ’ ἀλύουσ’ ἀπεβήσετο, τείρετο δ’ αἰνῶς: 05.353 τὴν μὲν ἄρ’ Ἶρις ἑλοῦσα ποδήνεμος ἔξαγ’ ὁμίλου 05.354 ἀχθομένην ὀδύνῃσι, μελαίνετο δὲ χρόα καλόν. 05.355 εὗρεν ἔπειτα μάχης ἐπ’ ἀριστερὰ θοῦρον Ἄρηα 05.356 ἥμενον: ἠέρι δ’ ἔγχος ἐκέκλιτο καὶ ταχέ’ ἵππω: 05.357 ἣ δὲ γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιο 05.358 πολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους: 05.359 φίλε κασίγνητε κόμισαί τέ με δός τέ μοι ἵππους, 05.360 ὄφρ’ ἐς Ὄλυμπον ἵκωμαι ἵν’ ἀθανάτων ἕδος ἐστί. 05.361 λίην ἄχθομαι ἕλκος ὅ με βροτὸς οὔτασεν ἀνὴρ 05.362 Τυδεΐδης, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο. 05.363 ὣς φάτο, τῇ δ’ ἄρ’ Ἄρης δῶκε χρυσάμπυκας ἵππους: 05.364 ἣ δ’ ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ, 05.365 πὰρ δέ οἱ Ἶρις ἔβαινε καὶ ἡνία λάζετο χερσί, 05.366 μάστιξεν δ’ ἐλάαν, τὼ δ’ οὐκ ἀέκοντε πετέσθην. 05.367 αἶψα δ’ ἔπειθ’ ἵκοντο θεῶν ἕδος αἰπὺν Ὄλυμπον: 05.368 ἔνθ’ ἵππους ἔστησε ποδήνεμος ὠκέα Ἶρις 05.369 λύσασ’ ἐξ ὀχέων, παρὰ δ’ ἀμβρόσιον βάλεν εἶδαρ: 05.370 ἣ δ’ ἐν γούνασι πῖπτε Διώνης δῖ’ Ἀφροδίτη 05.371 μητρὸς ἑῆς: ἣ δ’ ἀγκὰς ἐλάζετο θυγατέρα ἥν, 05.372 χειρί τέ μιν κατέρεξεν ἔπος τ’ ἔφατ’ ἐκ τ’ ὀνόμαζε: 05.373 τίς νύ σε τοιάδ’ ἔρεξε φίλον τέκος Οὐρανιώνων 05.374 μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ; 05.375 τὴν δ’ ἠμείβετ’ ἔπειτα φιλομμειδὴς Ἀφροδίτη: 05.376 οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης, 05.377 οὕνεκ’ ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο 05.378 Αἰνείαν, ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν. 05.379 οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή, 05.380 ἀλλ’ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται. 05.381 τὴν δ’ ἠμείβετ’ ἔπειτα Διώνη, δῖα θεάων: 05.382 τέτλαθι τέκνον ἐμόν, καὶ ἀνάσχεο κηδομένη περ: 05.383 πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματ’ ἔχοντες 05.384 ἐξ ἀνδρῶν χαλέπ’ ἄλγε’ ἐπ’ ἀλλήλοισι τιθέντες. 05.385 τλῆ μὲν Ἄρης ὅτε μιν Ὦτος κρατερός τ’ Ἐφιάλτης 05.386 παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ: 05.387 χαλκέῳ δ’ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας: 05.388 καί νύ κεν ἔνθ’ ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο, 05.389 εἰ μὴ μητρυιὴ περικαλλὴς Ἠερίβοια 05.390 Ἑρμέᾳ ἐξήγγειλεν: ὃ δ’ ἐξέκλεψεν Ἄρηα 05.391 ἤδη τειρόμενον, χαλεπὸς δέ ἑ δεσμὸς ἐδάμνα. 05.392 τλῆ δ’ Ἥρη, ὅτε μιν κρατερὸς πάϊς Ἀμφιτρύωνος 05.393 δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι 05.394 βεβλήκει: τότε καί μιν ἀνήκεστον λάβεν ἄλγος. 05.395 τλῆ δ’ Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν, 05.396 εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο 05.397 ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν: 05.398 αὐτὰρ ὃ βῆ πρὸς δῶμα Διὸς καὶ μακρὸν Ὄλυμπον 05.399 κῆρ ἀχέων ὀδύνῃσι πεπαρμένος: αὐτὰρ ὀϊστὸς 05.400 ὤμῳ ἔνι στιβαρῷ ἠλήλατο, κῆδε δὲ θυμόν. 05.401 τῷ δ’ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων 05.402 ἠκέσατ’: οὐ μὲν γάρ τι καταθνητός γε τέτυκτο. 05.403 σχέτλιος ὀβριμοεργὸς ὃς οὐκ ὄθετ’ αἴσυλα ῥέζων, 05.404 ὃς τόξοισιν ἔκηδε θεοὺς οἳ Ὄλυμπον ἔχουσι. 05.405 σοὶ δ’ ἐπὶ τοῦτον ἀνῆκε θεὰ γλαυκῶπις Ἀθήνη: 05.406 νήπιος, οὐδὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱὸς 05.407 ὅττι μάλ’ οὐ δηναιὸς ὃς ἀθανάτοισι μάχηται, 05.408 οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν 05.409 ἐλθόντ’ ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος. 05.410 τὼ νῦν Τυδεΐδης, εἰ καὶ μάλα καρτερός ἐστι, 05.411 φραζέσθω μή τίς οἱ ἀμείνων σεῖο μάχηται, 05.412 μὴ δὴν Αἰγιάλεια περίφρων Ἀδρηστίνη 05.413 ἐξ ὕπνου γοόωσα φίλους οἰκῆας ἐγείρῃ 05.414 κουρίδιον ποθέουσα πόσιν τὸν ἄριστον Ἀχαιῶν 05.415 ἰφθίμη ἄλοχος Διομήδεος ἱπποδάμοιο. 05.416 ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἀπ’ ἰχῶ χειρὸς ὀμόργνυ: 05.417 ἄλθετο χείρ, ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι. 05.418 αἳ δ’ αὖτ’ εἰσορόωσαι Ἀθηναίη τε καὶ Ἥρη 05.419 κερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον. 05.420 τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη: 05.421 Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι ὅττι κεν εἴπω; 05.422 ἦ μάλα δή τινα Κύπρις Ἀχαιϊάδων ἀνιεῖσα 05.423 Τρωσὶν ἅμα σπέσθαι, τοὺς νῦν ἔκπαγλα φίλησε, 05.424 τῶν τινα καρρέζουσα Ἀχαιϊάδων ἐϋπέπλων 05.425 πρὸς χρυσῇ περόνῃ καταμύξατο χεῖρα ἀραιήν. 05.426 ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε, 05.427 καί ῥα καλεσσάμενος προσέφη χρυσῆν Ἀφροδίτην: 05.428 οὔ τοι τέκνον ἐμὸν δέδοται πολεμήϊα ἔργα, 05.429 ἀλλὰ σύ γ’ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο, 05.430 ταῦτα δ’ Ἄρηϊ θοῷ καὶ Ἀθήνῃ πάντα μελήσει. 05.431 ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, 05.432 Αἰνείᾳ δ’ ἐπόρουσε βοὴν ἀγαθὸς Διομήδης, 05.433 γιγνώσκων ὅ οἱ αὐτὸς ὑπείρεχε χεῖρας Ἀπόλλων: 05.434 ἀλλ’ ὅ γ’ ἄρ’ οὐδὲ θεὸν μέγαν ἅζετο, ἵετο δ’ αἰεὶ 05.435 Αἰνείαν κτεῖναι καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι. 05.436 τρὶς μὲν ἔπειτ’ ἐπόρουσε κατακτάμεναι μενεαίνων, 05.437 τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδ’ Ἀπόλλων: 05.438 ἀλλ’ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος, 05.439 δεινὰ δ’ ὁμοκλήσας προσέφη ἑκάεργος Ἀπόλλων: 05.440 φράζεο Τυδεΐδη καὶ χάζεο, μηδὲ θεοῖσιν 05.441 ἶσ’ ἔθελε φρονέειν, ἐπεὶ οὔ ποτε φῦλον ὁμοῖον 05.442 ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ’ ἀνθρώπων. 05.443 ὣς φάτο, Τυδεΐδης δ’ ἀνεχάζετο τυτθὸν ὀπίσσω 05.444 μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος. 05.445 Αἰνείαν δ’ ἀπάτερθεν ὁμίλου θῆκεν Ἀπόλλων 05.446 Περγάμῳ εἰν ἱερῇ, ὅθι οἱ νηός γε τέτυκτο. 05.447 ἤτοι τὸν Λητώ τε καὶ Ἄρτεμις ἰοχέαιρα 05.448 ἐν μεγάλῳ ἀδύτῳ ἀκέοντό τε κύδαινόν τε: 05.449 αὐτὰρ ὃ εἴδωλον τεῦξ’ ἀργυρότοξος Ἀπόλλων 05.450 αὐτῷ τ’ Αἰνείᾳ ἴκελον καὶ τεύχεσι τοῖον, 05.451 ἀμφὶ δ’ ἄρ’ εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶ 05.452 δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας 05.453 ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα. 05.454 δὴ τότε θοῦρον Ἄρηα προσηύδα Φοῖβος Ἀπόλλων: 05.455 Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα, 05.456 οὐκ ἂν δὴ τόνδ’ ἄνδρα μάχης ἐρύσαιο μετελθὼν 05.457 Τυδεΐδην, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο; 05.458 Κύπριδα μὲν πρῶτα σχεδὸν οὔτασε χεῖρ’ ἐπὶ καρπῷ, 05.459 αὐτὰρ ἔπειτ’ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος. 05.460 ὣς εἰπὼν αὐτὸς μὲν ἐφέζετο Περγάμῳ ἄκρῃ, 05.461 Τρῳὰς δὲ στίχας οὖλος Ἄρης ὄτρυνε μετελθὼν 05.462 εἰδόμενος Ἀκάμαντι θοῷ ἡγήτορι Θρῃκῶν: 05.463 υἱάσι δὲ Πριάμοιο διοτρεφέεσσι κέλευεν: 05.464 ὦ υἱεῖς Πριάμοιο διοτρεφέος βασιλῆος 05.465 ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν Ἀχαιοῖς; 05.466 ἦ εἰς ὅ κεν ἀμφὶ πύλῃς εὖ ποιητῇσι μάχωνται; 05.467 κεῖται ἀνὴρ ὃν ἶσον ἐτίομεν Ἕκτορι δίῳ 05.468 Αἰνείας υἱὸς μεγαλήτορος Ἀγχίσαο: 05.469 ἀλλ’ ἄγετ’ ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον. 05.470 ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. 05.471 ἔνθ’ αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον: 05.472 Ἕκτορ πῇ δή τοι μένος οἴχεται ὃ πρὶν ἔχεσκες; 05.473 φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδ’ ἐπικούρων 05.474 οἶος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι. 05.475 τῶν νῦν οὔ τιν’ ἐγὼ ἰδέειν δύναμ’ οὐδὲ νοῆσαι, 05.476 ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα: 05.477 ἡμεῖς δὲ μαχόμεσθ’ οἵ πέρ τ’ ἐπίκουροι ἔνειμεν. 05.478 καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω: 05.479 τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἔπι δινήεντι, 05.480 ἔνθ’ ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν, 05.481 κὰδ δὲ κτήματα πολλά, τὰ ἔλδεται ὅς κ’ ἐπιδευής. 05.482 ἀλλὰ καὶ ὧς Λυκίους ὀτρύνω καὶ μέμον’ αὐτὸς 05.483 ἀνδρὶ μαχήσασθαι: ἀτὰρ οὔ τί μοι ἐνθάδε τοῖον 05.484 οἷόν κ’ ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν: 05.485 τύνη δ’ ἕστηκας, ἀτὰρ οὐδ’ ἄλλοισι κελεύεις 05.486 λαοῖσιν μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι. 05.487 μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου 05.488 ἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένησθε: 05.489 οἳ δὲ τάχ’ ἐκπέρσουσ’ εὖ ναιομένην πόλιν ὑμήν. 05.490 σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτάς τε καὶ ἦμαρ 05.491 ἀρχοὺς λισσομένῳ τηλεκλειτῶν ἐπικούρων 05.492 νωλεμέως ἐχέμεν, κρατερὴν δ’ ἀποθέσθαι ἐνιπήν. 05.493 ὣς φάτο Σαρπηδών, δάκε δὲ φρένας Ἕκτορι μῦθος: 05.494 αὐτίκα δ’ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε, 05.495 πάλλων δ’ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ 05.496 ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν. 05.497 οἳ δ’ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν: 05.498 Ἀργεῖοι δ’ ὑπέμειναν ἀολλέες οὐδὲ φόβηθεν. 05.499 ὡς δ’ ἄνεμος ἄχνας φορέει ἱερὰς κατ’ ἀλωὰς 05.500 ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ 05.501 κρίνῃ ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας, 05.502 αἳ δ’ ὑπολευκαίνονται ἀχυρμιαί: ὣς τότ’ Ἀχαιοὶ 05.503 λευκοὶ ὕπερθε γένοντο κονισάλῳ, ὅν ῥα δι’ αὐτῶν 05.504 οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων 05.505 ἂψ ἐπιμισγομένων: ὑπὸ δ’ ἔστρεφον ἡνιοχῆες. 05.506 οἳ δὲ μένος χειρῶν ἰθὺς φέρον: ἀμφὶ δὲ νύκτα 05.507 θοῦρος Ἄρης ἐκάλυψε μάχῃ Τρώεσσιν ἀρήγων 05.508 πάντοσ’ ἐποιχόμενος: τοῦ δ’ ἐκραίαινεν ἐφετμὰς 05.509 Φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅς μιν ἀνώγει 05.510 Τρωσὶν θυμὸν ἐγεῖραι, ἐπεὶ ἴδε Παλλάδ’ Ἀθήνην 05.511 οἰχομένην: ἣ γάρ ῥα πέλεν Δαναοῖσιν ἀρηγών. 05.512 αὐτὸς δ’ Αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιο 05.513 ἧκε, καὶ ἐν στήθεσσι μένος βάλε ποιμένι λαῶν. 05.514 Αἰνείας δ’ ἑτάροισι μεθίστατο: τοὶ δὲ χάρησαν, 05.515 ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα 05.516 καὶ μένος ἐσθλὸν ἔχοντα: μετάλλησάν γε μὲν οὔ τι. 05.517 οὐ γὰρ ἔα πόνος ἄλλος, ὃν ἀργυρότοξος ἔγειρεν 05.518 Ἄρης τε βροτολοιγὸς Ἔρις τ’ ἄμοτον μεμαυῖα. 05.519 τοὺς δ’ Αἴαντε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδης 05.520 ὄτρυνον Δαναοὺς πολεμιζέμεν: οἳ δὲ καὶ αὐτοὶ 05.521 οὔτε βίας Τρώων ὑπεδείδισαν οὔτε ἰωκάς, 05.522 ἀλλ’ ἔμενον νεφέλῃσιν ἐοικότες ἅς τε Κρονίων 05.523 νηνεμίης ἔστησεν ἐπ’ ἀκροπόλοισιν ὄρεσσιν 05.524 ἀτρέμας, ὄφρ’ εὕδῃσι μένος Βορέαο καὶ ἄλλων 05.525 ζαχρειῶν ἀνέμων, οἵ τε νέφεα σκιόεντα 05.526 πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν ἀέντες: 05.527 ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο. 05.528 Ἀτρεΐδης δ’ ἀν’ ὅμιλον ἐφοίτα πολλὰ κελεύων: 05.529 ὦ φίλοι ἀνέρες ἔστε καὶ ἄλκιμον ἦτορ ἕλεσθε, 05.530 ἀλλήλους τ’ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας: 05.531 αἰδομένων ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται: 05.532 φευγόντων δ’ οὔτ’ ἂρ κλέος ὄρνυται οὔτε τις ἀλκή. 05.533 ἦ καὶ ἀκόντισε δουρὶ θοῶς, βάλε δὲ πρόμον ἄνδρα 05.534 Αἰνείω ἕταρον μεγαθύμου Δηϊκόωντα 05.535 Περγασίδην, ὃν Τρῶες ὁμῶς Πριάμοιο τέκεσσι 05.536 τῖον, ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι. 05.537 τόν ῥα κατ’ ἀσπίδα δουρὶ βάλε κρείων Ἀγαμέμνων: 05.538 ἣ δ’ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός, 05.539 νειαίρῃ δ’ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσε: 05.540 δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ. 05.541 ἔνθ’ αὖτ’ Αἰνείας Δαναῶν ἕλεν ἄνδρας ἀρίστους 05.542 υἷε Διοκλῆος Κρήθωνά τε Ὀρσίλοχόν τε, 05.543 τῶν ῥα πατὴρ μὲν ἔναιεν ἐϋκτιμένῃ ἐνὶ Φηρῇ 05.544 ἀφνειὸς βιότοιο, γένος δ’ ἦν ἐκ ποταμοῖο 05.545 Ἀλφειοῦ, ὅς τ’ εὐρὺ ῥέει Πυλίων διὰ γαίης, 05.546 ὃς τέκετ’ Ὀρτίλοχον πολέεσσ’ ἄνδρεσσιν ἄνακτα: 05.547 Ὀρτίλοχος δ’ ἄρ’ ἔτικτε Διοκλῆα μεγάθυμον, 05.548 ἐκ δὲ Διοκλῆος διδυμάονε παῖδε γενέσθην, 05.549 Κρήθων Ὀρσίλοχός τε μάχης εὖ εἰδότε πάσης. 05.550 τὼ μὲν ἄρ’ ἡβήσαντε μελαινάων ἐπὶ νηῶν 05.551 Ἴλιον εἰς εὔπωλον ἅμ’ Ἀργείοισιν ἑπέσθην, 05.552 τιμὴν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ 05.553 ἀρνυμένω: τὼ δ’ αὖθι τέλος θανάτοιο κάλυψεν. 05.554 οἵω τώ γε λέοντε δύω ὄρεος κορυφῇσιν 05.555 ἐτραφέτην ὑπὸ μητρὶ βαθείης τάρφεσιν ὕλης: 05.556 τὼ μὲν ἄρ’ ἁρπάζοντε βόας καὶ ἴφια μῆλα 05.557 σταθμοὺς ἀνθρώπων κεραΐζετον, ὄφρα καὶ αὐτὼ 05.558 ἀνδρῶν ἐν παλάμῃσι κατέκταθεν ὀξέϊ χαλκῷ: 05.559 τοίω τὼ χείρεσσιν ὑπ’ Αἰνείαο δαμέντε 05.560 καππεσέτην, ἐλάτῃσιν ἐοικότες ὑψηλῇσι. 05.561 τὼ δὲ πεσόντ’ ἐλέησεν ἀρηΐφιλος Μενέλαος, 05.562 βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ 05.563 σείων ἐγχείην: τοῦ δ’ ὄτρυνεν μένος Ἄρης, 05.564 τὰ φρονέων ἵνα χερσὶν ὑπ’ Αἰνείαο δαμείη. 05.565 τὸν δ’ ἴδεν Ἀντίλοχος μεγαθύμου Νέστορος υἱός, 05.566 βῆ δὲ διὰ προμάχων: περὶ γὰρ δίε ποιμένι λαῶν 05.567 μή τι πάθοι, μέγα δέ σφας ἀποσφήλειε πόνοιο. 05.568 τὼ μὲν δὴ χεῖράς τε καὶ ἔγχεα ὀξυόεντα 05.569 ἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι: 05.570 Ἀντίλοχος δὲ μάλ’ ἄγχι παρίστατο ποιμένι λαῶν. 05.571 Αἰνείας δ’ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστὴς 05.572 ὡς εἶδεν δύο φῶτε παρ’ ἀλλήλοισι μένοντε. 05.573 οἳ δ’ ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετὰ λαὸν Ἀχαιῶν, 05.574 τὼ μὲν ἄρα δειλὼ βαλέτην ἐν χερσὶν ἑταίρων, 05.575 αὐτὼ δὲ στρεφθέντε μετὰ πρώτοισι μαχέσθην. 05.576 ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ 05.577 ἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων. 05.578 τὸν μὲν ἄρ’ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος 05.579 ἑσταότ’ ἔγχεϊ νύξε κατὰ κληῗδα τυχήσας: 05.580 Ἀντίλοχος δὲ Μύδωνα βάλ’ ἡνίοχον θεράποντα 05.581 ἐσθλὸν Ἀτυμνιάδην: ὃ δ’ ὑπέστρεφε μώνυχας ἵππους: 05.582 χερμαδίῳ ἀγκῶνα τυχὼν μέσον: ἐκ δ’ ἄρα χειρῶν 05.583 ἡνία λεύκ’ ἐλέφαντι χαμαὶ πέσον ἐν κονίῃσιν. 05.584 Ἀντίλοχος δ’ ἄρ’ ἐπαΐξας ξίφει ἤλασε κόρσην: 05.585 αὐτὰρ ὅ γ’ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου 05.586 κύμβαχος ἐν κονίῃσιν ἐπὶ βρεχμόν τε καὶ ὤμους. 05.587 δηθὰ μάλ’ ἑστήκει: τύχε γάρ ῥ’ ἀμάθοιο βαθείης: 05.588 ὄφρ’ ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσι: 05.589 τοὺς ἵμασ’ Ἀντίλοχος, μετὰ δὲ στρατὸν ἤλασ’ Ἀχαιῶν. 05.590 τοὺς δ’ Ἕκτωρ ἐνόησε κατὰ στίχας, ὦρτο δ’ ἐπ’ αὐτοὺς 05.591 κεκλήγων: ἅμα δὲ Τρώων εἵποντο φάλαγγες 05.592 καρτεραί: ἦρχε δ’ ἄρα σφιν Ἄρης καὶ πότνι’ Ἐνυώ, 05.593 ἣ μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηϊοτῆτος, 05.594 Ἄρης δ’ ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα, 05.595 φοίτα δ’ ἄλλοτε μὲν πρόσθ’ Ἕκτορος, ἄλλοτ’ ὄπισθε. 05.596 τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης: 05.597 ὡς δ’ ὅτ’ ἀνὴρ ἀπάλαμνος ἰὼν πολέος πεδίοιο 05.598 στήῃ ἐπ’ ὠκυρόῳ ποταμῷ ἅλα δὲ προρέοντι 05.599 ἀφρῷ μορμύροντα ἰδών, ἀνά τ’ ἔδραμ’ ὀπίσσω, 05.600 ὣς τότε Τυδεΐδης ἀνεχάζετο, εἶπέ τε λαῷ: 05.601 ὦ φίλοι οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖον 05.602 αἰχμητήν τ’ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν: 05.603 τῷ δ’ αἰεὶ πάρα εἷς γε θεῶν, ὃς λοιγὸν ἀμύνει: 05.604 καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης βροτῷ ἀνδρὶ ἐοικώς. 05.605 ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν ὀπίσσω 05.606 εἴκετε, μηδὲ θεοῖς μενεαινέμεν ἶφι μάχεσθαι. 05.607 ὣς ἄρ’ ἔφη, Τρῶες δὲ μάλα σχεδὸν ἤλυθον αὐτῶν. 05.608 ἔνθ’ Ἕκτωρ δύο φῶτε κατέκτανεν εἰδότε χάρμης 05.609 εἰν ἑνὶ δίφρῳ ἐόντε, Μενέσθην Ἀγχίαλόν τε. 05.610 τὼ δὲ πεσόντ’ ἐλέησε μέγας Τελαμώνιος Αἴας: 05.611 στῆ δὲ μάλ’ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ, 05.612 καὶ βάλεν Ἄμφιον Σελάγου υἱόν, ὅς ῥ’ ἐνὶ Παισῷ 05.613 ναῖε πολυκτήμων πολυλήϊος: ἀλλά ἑ μοῖρα 05.614 ἦγ’ ἐπικουρήσοντα μετὰ Πρίαμόν τε καὶ υἷας. 05.615 τόν ῥα κατὰ ζωστῆρα βάλεν Τελαμώνιος Αἴας, 05.616 νειαίρῃ δ’ ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχος, 05.617 δούπησεν δὲ πεσών: ὃ δ’ ἐπέδραμε φαίδιμος Αἴας 05.618 τεύχεα συλήσων: Τρῶες δ’ ἐπὶ δούρατ’ ἔχευαν 05.619 ὀξέα παμφανόωντα: σάκος δ’ ἀνεδέξατο πολλά. 05.620 αὐτὰρ ὃ λὰξ προσβὰς ἐκ νεκροῦ χάλκεον ἔγχος 05.621 ἐσπάσατ’: οὐδ’ ἄρ’ ἔτ’ ἄλλα δυνήσατο τεύχεα καλὰ 05.622 ὤμοιιν ἀφελέσθαι: ἐπείγετο γὰρ βελέεσσι. 05.623 δεῖσε δ’ ὅ γ’ ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων, 05.624 οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχε’ ἔχοντες, 05.625 οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν 05.626 ὦσαν ἀπὸ σφείων: ὃ δὲ χασσάμενος πελεμίχθη. 05.627 ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην: 05.628 Τληπόλεμον δ’ Ἡρακλεΐδην ἠΰν τε μέγαν τε 05.629 ὦρσεν ἐπ’ ἀντιθέῳ Σαρπηδόνι μοῖρα κραταιή. 05.630 οἳ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες 05.631 υἱός θ’ υἱωνός τε Διὸς νεφεληγερέταο, 05.632 τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μῦθον ἔειπε: 05.633 Σαρπῆδον Λυκίων βουληφόρε, τίς τοι ἀνάγκη 05.634 πτώσσειν ἐνθάδ’ ἐόντι μάχης ἀδαήμονι φωτί; 05.635 ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αἰγιόχοιο 05.636 εἶναι, ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν 05.637 οἳ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων: 05.638 ἀλλ’ οἷόν τινά φασι βίην Ἡρακληείην 05.639 εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα θυμολέοντα: 05.640 ὅς ποτε δεῦρ’ ἐλθὼν ἕνεχ’ ἵππων Λαομέδοντος 05.641 ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν 05.642 Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δ’ ἀγυιάς: 05.643 σοὶ δὲ κακὸς μὲν θυμός, ἀποφθινύθουσι δὲ λαοί. 05.644 οὐδέ τί σε Τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαι 05.645 ἐλθόντ’ ἐκ Λυκίης, οὐδ’ εἰ μάλα καρτερός ἐσσι, 05.646 ἀλλ’ ὑπ’ ἐμοὶ δμηθέντα πύλας Ἀΐδαο περήσειν. 05.647 τὸν δ’ αὖ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδα: 05.648 Τληπόλεμ’ ἤτοι κεῖνος ἀπώλεσεν Ἴλιον ἱρὴν 05.649 ἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος, 05.650 ὅς ῥά μιν εὖ ἕρξαντα κακῷ ἠνίπαπε μύθῳ, 05.651 οὐδ’ ἀπέδωχ’ ἵππους, ὧν εἵνεκα τηλόθεν ἦλθε. 05.652 σοὶ δ’ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν 05.653 ἐξ ἐμέθεν τεύξεσθαι, ἐμῷ δ’ ὑπὸ δουρὶ δαμέντα 05.654 εὖχος ἐμοὶ δώσειν, ψυχὴν δ’ Ἄϊδι κλυτοπώλῳ. 05.655 ὣς φάτο Σαρπηδών, ὃ δ’ ἀνέσχετο μείλινον ἔγχος 05.656 Τληπόλεμος: καὶ τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰ 05.657 ἐκ χειρῶν ἤϊξαν: ὃ μὲν βάλεν αὐχένα μέσσον 05.658 Σαρπηδών, αἰχμὴ δὲ διαμπερὲς ἦλθ’ ἀλεγεινή: 05.659 τὸν δὲ κατ’ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε. 05.660 Τληπόλεμος δ’ ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ 05.661 βεβλήκειν, αἰχμὴ δὲ διέσσυτο μαιμώωσα 05.662 ὀστέω ἐγχριμφθεῖσα, πατὴρ δ’ ἔτι λοιγὸν ἄμυνεν. 05.663 οἳ μὲν ἄρ’ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι 05.664 ἐξέφερον πολέμοιο: βάρυνε δέ μιν δόρυ μακρὸν 05.665 ἑλκόμενον: τὸ μὲν οὔ τις ἐπεφράσατ’ οὐδὲ νόησε 05.666 μηροῦ ἐξερύσαι δόρυ μείλινον ὄφρ’ ἐπιβαίη 05.667 σπευδόντων: τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες. 05.668 Τληπόλεμον δ’ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ 05.669 ἐξέφερον πολέμοιο: νόησε δὲ δῖος Ὀδυσσεὺς 05.670 τλήμονα θυμὸν ἔχων, μαίμησε δέ οἱ φίλον ἦτορ: 05.671 μερμήριξε δ’ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν 05.672 ἢ προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι, 05.673 ἦ ὅ γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο. 05.674 οὐδ’ ἄρ’ Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦεν 05.675 ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ: 05.676 τώ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη. 05.677 ἔνθ’ ὅ γε Κοίρανον εἷλεν Ἀλάστορά τε Χρομίον τε 05.678 Ἄλκανδρόν θ’ Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε. 05.679 καί νύ κ’ ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεὺς 05.680 εἰ μὴ ἄρ’ ὀξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ: 05.681 βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ 05.682 δεῖμα φέρων Δαναοῖσι: χάρη δ’ ἄρα οἱ προσιόντι 05.683 Σαρπηδὼν Διὸς υἱός, ἔπος δ’ ὀλοφυδνὸν ἔειπε: 05.684 Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς 05.685 κεῖσθαι, ἀλλ’ ἐπάμυνον: ἔπειτά με καὶ λίποι αἰὼν 05.686 ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρ’ ἔμελλον ἔγωγε 05.687 νοστήσας οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν 05.688 εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν. 05.689 ὣς φάτο, τὸν δ’ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ, 05.690 ἀλλὰ παρήϊξεν λελιημένος ὄφρα τάχιστα 05.691 ὤσαιτ’ Ἀργείους, πολέων δ’ ἀπὸ θυμὸν ἕλοιτο. 05.692 οἳ μὲν ἄρ’ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι 05.693 εἷσαν ὑπ’ αἰγιόχοιο Διὸς περικαλλέϊ φηγῷ: 05.694 ἐκ δ’ ἄρα οἱ μηροῦ δόρυ μείλινον ὦσε θύραζε 05.695 ἴφθιμος Πελάγων, ὅς οἱ φίλος ἦεν ἑταῖρος. 05.696 τὸν δ’ ἔλιπε ψυχή, κατὰ δ’ ὀφθαλμῶν κέχυτ’ ἀχλύς: 05.697 αὖτις δ’ ἐμπνύνθη, περὶ δὲ πνοιὴ Βορέαο 05.698 ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν. 05.699 Ἀργεῖοι δ’ ὑπ’ Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇ 05.700 οὔτε ποτὲ προτρέποντο μελαινάων ἐπὶ νηῶν 05.701 οὔτε ποτ’ ἀντεφέροντο μάχῃ, ἀλλ’ αἰὲν ὀπίσσω 05.702 χάζονθ’, ὡς ἐπύθοντο μετὰ Τρώεσσιν Ἄρηα. 05.703 ἔνθα τίνα πρῶτον τίνα δ’ ὕστατον ἐξενάριξαν 05.704 Ἕκτωρ τε Πριάμοιο πάϊς καὶ χάλκεος Ἄρης; 05.705 ἀντίθεον Τεύθραντ’, ἐπὶ δὲ πλήξιππον Ὀρέστην, 05.706 Τρῆχόν τ’ αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε, 05.707 Οἰνοπίδην θ’ Ἕλενον καὶ Ὀρέσβιον αἰολομίτρην, 05.708 ὅς ῥ’ ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς, 05.709 λίμνῃ κεκλιμένος Κηφισίδι: πὰρ δέ οἱ ἄλλοι 05.710 ναῖον Βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες. 05.711 τοὺς δ’ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη 05.712 Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ, 05.713 αὐτίκ’ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα: 05.714 ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη, 05.715 ἦ ῥ’ ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ 05.716 Ἴλιον ἐκπέρσαντ’ εὐτείχεον ἀπονέεσθαι, 05.717 εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα. 05.718 ἀλλ’ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς. 05.719 ὣς ἔφατ’, οὐδ’ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη. 05.720 ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους 05.721 Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο: 05.722 Ἥβη δ’ ἀμφ’ ὀχέεσσι θοῶς βάλε καμπύλα κύκλα 05.723 χάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι ἀμφίς. 05.724 τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος, αὐτὰρ ὕπερθε 05.725 χάλκε’ ἐπίσσωτρα προσαρηρότα, θαῦμα ἰδέσθαι: 05.726 πλῆμναι δ’ ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν: 05.727 δίφρος δὲ χρυσέοισι καὶ ἀργυρέοισιν ἱμᾶσιν 05.728 ἐντέταται, δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι. 05.729 τοῦ δ’ ἐξ ἀργύρεος ῥυμὸς πέλεν: αὐτὰρ ἐπ’ ἄκρῳ 05.730 δῆσε χρύσειον καλὸν ζυγόν, ἐν δὲ λέπαδνα 05.731 κάλ’ ἔβαλε χρύσει’: ὑπὸ δὲ ζυγὸν ἤγαγεν Ἥρη 05.732 ἵππους ὠκύποδας, μεμαυῖ’ ἔριδος καὶ ἀϋτῆς. 05.733 αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο 05.734 πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ’ οὔδει 05.735 ποικίλον, ὅν ῥ’ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν: 05.736 ἣ δὲ χιτῶν’ ἐνδῦσα Διὸς νεφεληγερέταο 05.737 τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα. 05.738 ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετ’ αἰγίδα θυσσανόεσσαν 05.739 δεινήν, ἣν περὶ μὲν πάντῃ Φόβος ἐστεφάνωται, 05.740 ἐν δ’ Ἔρις, ἐν δ’ Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή, 05.741 ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου 05.742 δεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο. 05.743 κρατὶ δ’ ἐπ’ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον 05.744 χρυσείην, ἑκατὸν πολίων πρυλέεσσ’ ἀραρυῖαν: 05.745 ἐς δ’ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δ’ ἔγχος 05.746 βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν 05.747 ἡρώων, οἷσίν τε κοτέσσεται ὀβριμοπάτρη. 05.748 Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετ’ ἄρ’ ἵππους: 05.749 αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι, 05.750 τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε 05.751 ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδ’ ἐπιθεῖναι. 05.752 τῇ ῥα δι’ αὐτάων κεντρηνεκέας ἔχον ἵππους: 05.753 εὗρον δὲ Κρονίωνα θεῶν ἄτερ ἥμενον ἄλλων 05.754 ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο. 05.755 ἔνθ’ ἵππους στήσασα θεὰ λευκώλενος Ἥρη 05.756 Ζῆν’ ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέειπε: 05.757 Ζεῦ πάτερ οὐ νεμεσίζῃ Ἄρῃ τάδε καρτερὰ ἔργα 05.758 ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν 05.759 μὰψ ἀτὰρ οὐ κατὰ κόσμον ἐμοὶ δ’ ἄχος, οἳ δὲ ἕκηλοι 05.760 τέρπονται Κύπρίς τε καὶ ἀργυρότοξος Ἀπόλλων 05.761 ἄφρονα τοῦτον ἀνέντες, ὃς οὔ τινα οἶδε θέμιστα; 05.762 Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι, αἴ κεν Ἄρηα 05.763 λυγρῶς πεπληγυῖα μάχης ἐξαποδίωμαι; 05.764 τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς: 05.765 ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην ἀγελείην, 05.766 ἥ ἑ μάλιστ’ εἴωθε κακῇς ὀδύνῃσι πελάζειν. 05.767 ὣς ἔφατ’, οὐδ’ ἀπίθησε θεὰ λευκώλενος Ἥρη, 05.768 μάστιξεν δ’ ἵππους: τὼ δ’ οὐκ ἀέκοντε πετέσθην 05.769 μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος. 05.770 ὅσσον δ’ ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν 05.771 ἥμενος ἐν σκοπιῇ, λεύσσων ἐπὶ οἴνοπα πόντον, 05.772 τόσσον ἐπιθρῴσκουσι θεῶν ὑψηχέες ἵπποι. 05.773 ἀλλ’ ὅτε δὴ Τροίην ἷξον ποταμώ τε ῥέοντε, 05.774 ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος, 05.775 ἔνθ’ ἵππους ἔστησε θεὰ λευκώλενος Ἥρη 05.776 λύσασ’ ἐξ ὀχέων, περὶ δ’ ἠέρα πουλὺν ἔχευε: 05.777 τοῖσιν δ’ ἀμβροσίην Σιμόεις ἀνέτειλε νέμεσθαι. 05.778 αἳ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθ’ ὁμοῖαι 05.779 ἀνδράσιν Ἀργείοισιν ἀλεξέμεναι μεμαυῖαι: 05.780 ἀλλ’ ὅτε δή ῥ’ ἵκανον ὅθι πλεῖστοι καὶ ἄριστοι 05.781 ἕστασαν ἀμφὶ βίην Διομήδεος ἱπποδάμοιο 05.782 εἰλόμενοι λείουσιν ἐοικότες ὠμοφάγοισιν 05.783 ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν, 05.784 ἔνθα στᾶσ’ ἤϋσε θεὰ λευκώλενος Ἥρη 05.785 Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ, 05.786 ὃς τόσον αὐδήσασχ’ ὅσον ἄλλοι πεντήκοντα: 05.787 αἰδὼς Ἀργεῖοι κάκ’ ἐλέγχεα εἶδος ἀγητοί: 05.788 ὄφρα μὲν ἐς πόλεμον πωλέσκετο δῖος Ἀχιλλεύς, 05.789 οὐδέ ποτε Τρῶες πρὸ πυλάων Δαρδανιάων 05.790 οἴχνεσκον: κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος: 05.791 νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται. 05.792 ὣς εἰποῦσ’ ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. 05.793 Τυδεΐδῃ δ’ ἐπόρουσε θεὰ γλαυκῶπις Ἀθήνη: 05.794 εὗρε δὲ τόν γε ἄνακτα παρ’ ἵπποισιν καὶ ὄχεσφιν 05.795 ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰῷ. 05.796 ἱδρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνος 05.797 ἀσπίδος εὐκύκλου: τῷ τείρετο, κάμνε δὲ χεῖρα, 05.798 ἂν δ’ ἴσχων τελαμῶνα κελαινεφὲς αἷμ’ ἀπομόργνυ. 05.799 ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο φώνησέν τε: 05.800 ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς. 05.801 Τυδεύς τοι μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής: 05.802 καί ῥ’ ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον 05.803 οὐδ’ ἐκπαιφάσσειν, ὅτε τ’ ἤλυθε νόσφιν Ἀχαιῶν 05.804 ἄγγελος ἐς Θήβας πολέας μετὰ Καδμείωνας: 05.805 δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον: 05.806 αὐτὰρ ὃ θυμὸν ἔχων ὃν καρτερὸν ὡς τὸ πάρος περ 05.807 κούρους Καδμείων προκαλίζετο, πάντα δ’ ἐνίκα 05.808 ῥηϊδίως: τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα. 05.809 σοὶ δ’ ἤτοι μὲν ἐγὼ παρά θ’ ἵσταμαι ἠδὲ φυλάσσω, 05.810 καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι: 05.811 ἀλλά σευ ἢ κάματος πολυᾶϊξ γυῖα δέδυκεν 05.812 ἤ νύ σέ που δέος ἴσχει ἀκήριον: οὐ σύ γ’ ἔπειτα 05.813 Τυδέος ἔκγονός ἐσσι δαΐφρονος Οἰνεΐδαο. 05.814 τὴν δ’ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης: 05.815 γιγνώσκω σε θεὰ θύγατερ Διὸς αἰγιόχοιο: 05.816 τώ τοι προφρονέως ἐρέω ἔπος οὐδ’ ἐπικεύσω. 05.817 οὔτέ τί με δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνος, 05.818 ἀλλ’ ἔτι σέων μέμνημαι ἐφετμέων ἃς ἐπέτειλας: 05.819 οὔ μ’ εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι 05.820 τοῖς ἄλλοις: ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη 05.821 ἔλθῃσ’ ἐς πόλεμον, τήν γ’ οὐτάμεν ὀξέϊ χαλκῷ. 05.822 τοὔνεκα νῦν αὐτός τ’ ἀναχάζομαι ἠδὲ καὶ ἄλλους 05.823 Ἀργείους ἐκέλευσα ἀλήμεναι ἐνθάδε πάντας: 05.824 γιγνώσκω γὰρ Ἄρηα μάχην ἀνὰ κοιρανέοντα. 05.825 τὸν δ’ ἠμείβετ’ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη: 05.826 Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ 05.827 μήτε σύ γ’ Ἄρηα τό γε δείδιθι μήτε τιν’ ἄλλον 05.828 ἀθανάτων, τοίη τοι ἐγὼν ἐπιτάρροθός εἰμι: 05.829 ἀλλ’ ἄγ’ ἐπ’ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους, 05.830 τύψον δὲ σχεδίην μηδ’ ἅζεο θοῦρον Ἄρηα 05.831 τοῦτον μαινόμενον, τυκτὸν κακόν, ἀλλοπρόσαλλον, 05.832 ὃς πρῴην μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτ’ ἀγορεύων 05.833 Τρωσὶ μαχήσεσθαι, ἀτὰρ Ἀργείοισιν ἀρήξειν, 05.834 νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ, τῶν δὲ λέλασται. 05.835 ὣς φαμένη Σθένελον μὲν ἀφ’ ἵππων ὦσε χαμᾶζε, 05.836 χειρὶ πάλιν ἐρύσασ’, ὃ δ’ ἄρ’ ἐμμαπέως ἀπόρουσεν: 05.837 ἣ δ’ ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖον 05.838 ἐμμεμαυῖα θεά: μέγα δ’ ἔβραχε φήγινος ἄξων 05.839 βριθοσύνῃ: δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρά τ’ ἄριστον. 05.840 λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη: 05.841 αὐτίκ’ ἐπ’ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους. 05.842 ἤτοι ὃ μὲν Περίφαντα πελώριον ἐξενάριζεν 05.843 Αἰτωλῶν ὄχ’ ἄριστον Ὀχησίου ἀγλαὸν υἱόν: 05.844 τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος: αὐτὰρ Ἀθήνη 05.845 δῦν’ Ἄϊδος κυνέην, μή μιν ἴδοι ὄβριμος Ἄρης. 05.846 ὡς δὲ ἴδε βροτολοιγὸς Ἄρης Διομήδεα δῖον, 05.847 ἤτοι ὃ μὲν Περίφαντα πελώριον αὐτόθ’ ἔασε 05.848 κεῖσθαι ὅθι πρῶτον κτείνων ἐξαίνυτο θυμόν, 05.849 αὐτὰρ ὃ βῆ ῥ’ ἰθὺς Διομήδεος ἱπποδάμοιο. 05.850 οἳ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες, 05.851 πρόσθεν Ἄρης ὠρέξαθ’ ὑπὲρ ζυγὸν ἡνία θ’ ἵππων 05.852 ἔγχεϊ χαλκείῳ μεμαὼς ἀπὸ θυμὸν ἑλέσθαι: 05.853 καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Ἀθήνη 05.854 ὦσεν ὑπὲκ δίφροιο ἐτώσιον ἀϊχθῆναι. 05.855 δεύτερος αὖθ’ ὡρμᾶτο βοὴν ἀγαθὸς Διομήδης 05.856 ἔγχεϊ χαλκείῳ: ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη 05.857 νείατον ἐς κενεῶνα ὅθι ζωννύσκετο μίτρῃ: 05.858 τῇ ῥά μιν οὖτα τυχών, διὰ δὲ χρόα καλὸν ἔδαψεν, 05.859 ἐκ δὲ δόρυ σπάσεν αὖτις: ὃ δ’ ἔβραχε χάλκεος Ἄρης 05.860 ὅσσόν τ’ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι 05.861 ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος. 05.862 τοὺς δ’ ἄρ’ ὑπὸ τρόμος εἷλεν Ἀχαιούς τε Τρῶάς τε 05.863 δείσαντας: τόσον ἔβραχ’ Ἄρης ἆτος πολέμοιο. 05.864 οἵη δ’ ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀὴρ 05.865 καύματος ἐξ ἀνέμοιο δυσαέος ὀρνυμένοιο, 05.866 τοῖος Τυδεΐδῃ Διομήδεϊ χάλκεος Ἄρης 05.867 φαίνεθ’ ὁμοῦ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐρύν. 05.868 καρπαλίμως δ’ ἵκανε θεῶν ἕδος αἰπὺν Ὄλυμπον, 05.869 πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο θυμὸν ἀχεύων, 05.870 δεῖξεν δ’ ἄμβροτον αἷμα καταρρέον ἐξ ὠτειλῆς, 05.871 καί ῥ’ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα: 05.872 Ζεῦ πάτερ οὐ νεμεσίζῃ ὁρῶν τάδε καρτερὰ ἔργα; 05.873 αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲν 05.874 ἀλλήλων ἰότητι, χάριν ἄνδρεσσι φέροντες. 05.875 σοὶ πάντες μαχόμεσθα: σὺ γὰρ τέκες ἄφρονα κούρην 05.876 οὐλομένην, ᾗ τ’ αἰὲν ἀήσυλα ἔργα μέμηλεν. 05.877 ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσ’ ἐν Ὀλύμπῳ 05.878 σοί τ’ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος: 05.879 ταύτην δ’ οὔτ’ ἔπεϊ προτιβάλλεαι οὔτέ τι ἔργῳ, 05.880 ἀλλ’ ἀνιεῖς, ἐπεὶ αὐτὸς ἐγείναο παῖδ’ ἀΐδηλον: 05.881 ἣ νῦν Τυδέος υἱὸν ὑπερφίαλον Διομήδεα 05.882 μαργαίνειν ἀνέηκεν ἐπ’ ἀθανάτοισι θεοῖσι. 05.883 Κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρ’ ἐπὶ καρπῷ, 05.884 αὐτὰρ ἔπειτ’ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος: 05.885 ἀλλά μ’ ὑπήνεικαν ταχέες πόδες: ἦ τέ κε δηρὸν 05.886 αὐτοῦ πήματ’ ἔπασχον ἐν αἰνῇσιν νεκάδεσσιν, 05.887 ἤ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι. 05.888 τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη νεφεληγερέτα Ζεύς. 05.889 μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε. 05.890 ἔχθιστος δέ μοί ἐσσι θεῶν οἳ Ὄλυμπον ἔχουσιν: 05.891 αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε. 05.892 μητρός τοι μένος ἐστὶν ἀάσχετον οὐκ ἐπιεικτὸν 05.893 Ἥρης: τὴν μὲν ἐγὼ σπουδῇ δάμνημ’ ἐπέεσσι: 05.894 τώ σ’ ὀΐω κείνης τάδε πάσχειν ἐννεσίῃσιν. 05.895 ἀλλ’ οὐ μάν σ’ ἔτι δηρὸν ἀνέξομαι ἄλγε’ ἔχοντα: 05.896 ἐκ γὰρ ἐμεῦ γένος ἐσσί, ἐμοὶ δέ σε γείνατο μήτηρ: 05.897 εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδ’ ἀΐδηλος 05.898 καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων. 05.899 ὣς φάτο, καὶ Παιήον’ ἀνώγειν ἰήσασθαι. 05.900 τῷ δ’ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων 05.901 ἠκέσατ’: οὐ μὲν γάρ τι καταθνητός γ’ ἐτέτυκτο. 05.902 ὡς δ’ ὅτ’ ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν 05.903 ὑγρὸν ἐόν, μάλα δ’ ὦκα περιτρέφεται κυκόωντι, 05.904 ὣς ἄρα καρπαλίμως ἰήσατο θοῦρον Ἄρηα. 05.905 τὸν δ’ Ἥβη λοῦσεν, χαρίεντα δὲ εἵματα ἕσσε: 05.906 πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων. 05.907 αἳ δ’ αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο νέοντο 05.908 Ἥρη τ’ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη 05.909 παύσασαι βροτολοιγὸν Ἄρη’ ἀνδροκτασιάων. 06.001 Τρώων δ’ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή: 06.002 πολλὰ δ’ ἄρ’ ἔνθα καὶ ἔνθ’ ἴθυσε μάχη πεδίοιο 06.003 ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα 06.004 μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων. 06.005 Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν 06.006 Τρώων ῥῆξε φάλαγγα, φόως δ’ ἑτάροισιν ἔθηκεν, 06.007 ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο 06.008 υἱὸν Ἐϋσσώρου Ἀκάμαντ’ ἠΰν τε μέγαν τε. 06.009 τόν ῥ’ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης, 06.010 ἐν δὲ μετώπῳ πῆξε, πέρησε δ’ ἄρ’ ὀστέον εἴσω 06.011 αἰχμὴ χαλκείη: τὸν δὲ σκότος ὄσσε κάλυψεν. 06.012 Ἄξυλον δ’ ἄρ’ ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης 06.013 Τευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ 06.014 ἀφνειὸς βιότοιο, φίλος δ’ ἦν ἀνθρώποισι. 06.015 πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων. 06.016 ἀλλά οἱ οὔ τις τῶν γε τότ’ ἤρκεσε λυγρὸν ὄλεθρον 06.017 πρόσθεν ὑπαντιάσας, ἀλλ’ ἄμφω θυμὸν ἀπηύρα 06.018 αὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθ’ ἵππων 06.019 ἔσκεν ὑφηνίοχος: τὼ δ’ ἄμφω γαῖαν ἐδύτην. 06.020 Δρῆσον δ’ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε: 06.021 βῆ δὲ μετ’ Αἴσηπον καὶ Πήδασον, οὕς ποτε νύμφη 06.022 νηῒς Ἀβαρβαρέη τέκ’ ἀμύμονι Βουκολίωνι. 06.023 Βουκολίων δ’ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος 06.024 πρεσβύτατος γενεῇ, σκότιον δέ ἑ γείνατο μήτηρ: 06.025 ποιμαίνων δ’ ἐπ’ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ, 06.026 ἣ δ’ ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε. 06.027 καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα 06.028 Μηκιστηϊάδης καὶ ἀπ’ ὤμων τεύχε’ ἐσύλα. 06.029 Ἀστύαλον δ’ ἄρ’ ἔπεφνε μενεπτόλεμος Πολυποίτης: 06.030 Πιδύτην δ’ Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν 06.031 ἔγχεϊ χαλκείῳ, Τεῦκρος δ’ Ἀρετάονα δῖον. 06.032 Ἀντίλοχος δ’ Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ 06.033 Νεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων: 06.034 ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρ’ ὄχθας 06.035 Πήδασον αἰπεινήν. Φύλακον δ’ ἕλε Λήϊτος ἥρως 06.036 φεύγοντ’: Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν. 06.037 Ἄδρηστον δ’ ἄρ’ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος 06.038 ζωὸν ἕλ’: ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο 06.039 ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα 06.040 ἄξαντ’ ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην 06.041 πρὸς πόλιν, ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο, 06.042 αὐτὸς δ’ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη 06.043 πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα: πὰρ δέ οἱ ἔστη 06.044 Ἀτρεΐδης Μενέλαος ἔχων δολιχόσκιον ἔγχος. 06.045 Ἄδρηστος δ’ ἄρ’ ἔπειτα λαβὼν ἐλίσσετο γούνων: 06.046 ζώγρει Ἀτρέος υἱέ, σὺ δ’ ἄξια δέξαι ἄποινα: 06.047 πολλὰ δ’ ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται 06.048 χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος, 06.049 τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι’ ἄποινα 06.050 εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ’ ἐπὶ νηυσὶν Ἀχαιῶν. 06.051 ὣς φάτο, τῷ δ’ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε: 06.052 καὶ δή μιν τάχ’ ἔμελλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν 06.053 δώσειν ᾧ θεράποντι καταξέμεν: ἀλλ’ Ἀγαμέμνων 06.054 ἀντίος ἦλθε θέων, καὶ ὁμοκλήσας ἔπος ηὔδα: 06.055 ὦ πέπον ὦ Μενέλαε, τί ἢ δὲ σὺ κήδεαι οὕτως 06.056 ἀνδρῶν; ἦ σοὶ ἄριστα πεποίηται κατὰ οἶκον 06.057 πρὸς Τρώων; τῶν μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον 06.058 χεῖράς θ’ ἡμετέρας, μηδ’ ὅν τινα γαστέρι μήτηρ 06.059 κοῦρον ἐόντα φέροι, μηδ’ ὃς φύγοι, ἀλλ’ ἅμα πάντες 06.060 Ἰλίου ἐξαπολοίατ’ ἀκήδεστοι καὶ ἄφαντοι. 06.061 ὣς εἰπὼν ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρως 06.062 αἴσιμα παρειπών: ὃ δ’ ἀπὸ ἕθεν ὤσατο χειρὶ 06.063 ἥρω’ Ἄδρηστον: τὸν δὲ κρείων Ἀγαμέμνων 06.064 οὖτα κατὰ λαπάρην: ὃ δ’ ἀνετράπετ’, Ἀτρεΐδης δὲ 06.065 λὰξ ἐν στήθεσι βὰς ἐξέσπασε μείλινον ἔγχος. 06.066 Νέστωρ δ’ Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀΰσας: 06.067 ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος 06.068 μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθε 06.069 μιμνέτω ὥς κε πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται, 06.070 ἀλλ’ ἄνδρας κτείνωμεν: ἔπειτα δὲ καὶ τὰ ἕκηλοι 06.071 νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας. 06.072 ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. 06.073 ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ’ Ἀχαιῶν 06.074 Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες, 06.075 εἰ μὴ ἄρ’ Αἰνείᾳ τε καὶ Ἕκτορι εἶπε παραστὰς 06.076 Πριαμίδης Ἕλενος οἰωνοπόλων ὄχ’ ἄριστος: 06.077 Αἰνεία τε καὶ Ἕκτορ, ἐπεὶ πόνος ὔμμι μάλιστα 06.078 Τρώων καὶ Λυκίων ἐγκέκλιται, οὕνεκ’ ἄριστοι 06.079 πᾶσαν ἐπ’ ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε, 06.080 στῆτ’ αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων 06.081 πάντῃ ἐποιχόμενοι πρὶν αὖτ’ ἐν χερσὶ γυναικῶν 06.082 φεύγοντας πεσέειν, δηΐοισι δὲ χάρμα γενέσθαι. 06.083 αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας, 06.084 ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθ’ αὖθι μένοντες, 06.085 καὶ μάλα τειρόμενοί περ: ἀναγκαίη γὰρ ἐπείγει: 06.086 Ἕκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο, εἰπὲ δ’ ἔπειτα 06.087 μητέρι σῇ καὶ ἐμῇ: ἣ δὲ ξυνάγουσα γεραιὰς 06.088 νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ 06.089 οἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιο 06.090 πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος 06.091 εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ, 06.092 θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο, 06.093 καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ 06.094 ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κ’ ἐλεήσῃ 06.095 ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα, 06.096 ὥς κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς 06.097 ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο, 06.098 ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι. 06.099 οὐδ’ Ἀχιλῆά ποθ’ ὧδέ γ’ ἐδείδιμεν ὄρχαμον ἀνδρῶν, 06.100 ὅν πέρ φασι θεᾶς ἐξέμμεναι: ἀλλ’ ὅδε λίην 06.101 μαίνεται, οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν. 06.102 ὣς ἔφαθ’, Ἕκτωρ δ’ οὔ τι κασιγνήτῳ ἀπίθησεν. 06.103 αὐτίκα δ’ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε, 06.104 πάλλων δ’ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ 06.105 ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν. 06.106 οἳ δ’ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν: 06.107 Ἀργεῖοι δ’ ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο, 06.108 φὰν δέ τιν’ ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος 06.109 Τρωσὶν ἀλεξήσοντα κατελθέμεν, ὡς ἐλέλιχθεν. 06.110 Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας: 06.111 Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τ’ ἐπίκουροι 06.112 ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς, 06.113 ὄφρ’ ἂν ἐγὼ βείω προτὶ Ἴλιον, ἠδὲ γέρουσιν 06.114 εἴπω βουλευτῇσι καὶ ἡμετέρῃς ἀλόχοισι 06.115 δαίμοσιν ἀρήσασθαι, ὑποσχέσθαι δ’ ἑκατόμβας. 06.116 ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ: 06.117 ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινὸν 06.118 ἄντυξ ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης. 06.119 Γλαῦκος δ’ Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱὸς 06.120 ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι. 06.121 οἳ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντε, 06.122 τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης: 06.123 τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων; 06.124 οὐ μὲν γάρ ποτ’ ὄπωπα μάχῃ ἔνι κυδιανείρῃ 06.125 τὸ πρίν: ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων 06.126 σῷ θάρσει, ὅ τ’ ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας: 06.127 δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν. 06.128 εἰ δέ τις ἀθανάτων γε κατ’ οὐρανοῦ εἰλήλουθας, 06.129 οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην. 06.130 οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος 06.131 δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν: 06.132 ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας 06.133 σεῦε κατ’ ἠγάθεον Νυσήϊον: αἳ δ’ ἅμα πᾶσαι 06.134 θύσθλα χαμαὶ κατέχευαν ὑπ’ ἀνδροφόνοιο Λυκούργου 06.135 θεινόμεναι βουπλῆγι: Διώνυσος δὲ φοβηθεὶς 06.136 δύσεθ’ ἁλὸς κατὰ κῦμα, Θέτις δ’ ὑπεδέξατο κόλπῳ 06.137 δειδιότα: κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ. 06.138 τῷ μὲν ἔπειτ’ ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες, 06.139 καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊς: οὐδ’ ἄρ’ ἔτι δὴν 06.140 ἦν, ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν: 06.141 οὐδ’ ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι. 06.142 εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν, 06.143 ἆσσον ἴθ’ ὥς κεν θᾶσσον ὀλέθρου πείραθ’ ἵκηαι. 06.144 τὸν δ’ αὖθ’ Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός: 06.145 Τυδεΐδη μεγάθυμε τί ἢ γενεὴν ἐρεείνεις; 06.146 οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρῶν. 06.147 φύλλα τὰ μέν τ’ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ’ ὕλη 06.148 τηλεθόωσα φύει, ἔαρος δ’ ἐπιγίγνεται ὥρη: 06.149 ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει ἣ δ’ ἀπολήγει. 06.150 εἰ δ’ ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρ’ ἐῢ εἰδῇς 06.151 ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν: 06.152 ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο, 06.153 ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετ’ ἀνδρῶν, 06.154 Σίσυφος Αἰολίδης: ὃ δ’ ἄρα Γλαῦκον τέκεθ’ υἱόν, 06.155 αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην: 06.156 τῷ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴν 06.157 ὤπασαν: αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ, 06.158 ὅς ῥ’ ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν, 06.159 Ἀργείων: Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε. 06.160 τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖ’ Ἄντεια 06.161 κρυπταδίῃ φιλότητι μιγήμεναι: ἀλλὰ τὸν οὔ τι 06.162 πεῖθ’ ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην. 06.163 ἣ δὲ ψευσαμένη Προῖτον βασιλῆα προσηύδα: 06.164 τεθναίης ὦ Προῖτ’, ἢ κάκτανε Βελλεροφόντην, 06.165 ὅς μ’ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ. 06.166 ὣς φάτο, τὸν δὲ ἄνακτα χόλος λάβεν οἷον ἄκουσε: 06.167 κτεῖναι μέν ῥ’ ἀλέεινε, σεβάσσατο γὰρ τό γε θυμῷ, 06.168 πέμπε δέ μιν Λυκίην δέ, πόρεν δ’ ὅ γε σήματα λυγρὰ 06.169 γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά, 06.170 δεῖξαι δ’ ἠνώγειν ᾧ πενθερῷ ὄφρ’ ἀπόλοιτο. 06.171 αὐτὰρ ὁ βῆ Λυκίην δὲ θεῶν ὑπ’ ἀμύμονι πομπῇ. 06.172 ἀλλ’ ὅτε δὴ Λυκίην ἷξε Ξάνθόν τε ῥέοντα, 06.173 προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης: 06.174 ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσεν. 06.175 ἀλλ’ ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος Ἠὼς 06.176 καὶ τότε μιν ἐρέεινε καὶ ᾔτεε σῆμα ἰδέσθαι 06.177 ὅττί ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο. 06.178 αὐτὰρ ἐπεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ, 06.179 πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε 06.180 πεφνέμεν: ἣ δ’ ἄρ’ ἔην θεῖον γένος οὐδ’ ἀνθρώπων, 06.181 πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα, 06.182 δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο, 06.183 καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας. 06.184 δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι: 06.185 καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν. 06.186 τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας. 06.187 τῷ δ’ ἄρ’ ἀνερχομένῳ πυκινὸν δόλον ἄλλον ὕφαινε: 06.188 κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστους 06.189 εἷσε λόχον: τοὶ δ’ οὔ τι πάλιν οἶκον δὲ νέοντο: 06.190 πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης. 06.191 ἀλλ’ ὅτε δὴ γίγνωσκε θεοῦ γόνον ἠῢν ἐόντα 06.192 αὐτοῦ μιν κατέρυκε, δίδου δ’ ὅ γε θυγατέρα ἥν, 06.193 δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης: 06.194 καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων 06.195 καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμοιτο. 06.196 ἣ δ’ ἔτεκε τρία τέκνα δαΐφρονι Βελλεροφόντῃ 06.197 Ἴσανδρόν τε καὶ Ἱππόλοχον καὶ Λαοδάμειαν. 06.198 Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύς, 06.199 ἣ δ’ ἔτεκ’ ἀντίθεον Σαρπηδόνα χαλκοκορυστήν. 06.200 ἀλλ’ ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν, 06.201 ἤτοι ὃ κὰπ πεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο 06.202 ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων: 06.203 Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο 06.204 μαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι: 06.205 τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα. 06.206 Ἱππόλοχος δέ μ’ ἔτικτε, καὶ ἐκ τοῦ φημι γενέσθαι: 06.207 πέμπε δέ μ’ ἐς Τροίην, καί μοι μάλα πόλλ’ ἐπέτελλεν 06.208 αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων, 06.209 μηδὲ γένος πατέρων αἰσχυνέμεν, οἳ μέγ’ ἄριστοι 06.210 ἔν τ’ Ἐφύρῃ ἐγένοντο καὶ ἐν Λυκίῃ εὐρείῃ. 06.211 ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι. 06.212 ὣς φάτο, γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης: 06.213 ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ, 06.214 αὐτὰρ ὃ μειλιχίοισι προσηύδα ποιμένα λαῶν: 06.215 ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός: 06.216 Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντην 06.217 ξείνισ’ ἐνὶ μεγάροισιν ἐείκοσιν ἤματ’ ἐρύξας: 06.218 οἳ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά: 06.219 Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν, 06.220 Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον 06.221 καί μιν ἐγὼ κατέλειπον ἰὼν ἐν δώμασ’ ἐμοῖσι. 06.222 Τυδέα δ’ οὐ μέμνημαι, ἐπεί μ’ ἔτι τυτθὸν ἐόντα 06.223 κάλλιφ’, ὅτ’ ἐν Θήβῃσιν ἀπώλετο λαὸς Ἀχαιῶν. 06.224 τὼ νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσῳ 06.225 εἰμί, σὺ δ’ ἐν Λυκίῃ ὅτε κεν τῶν δῆμον ἵκωμαι. 06.226 ἔγχεα δ’ ἀλλήλων ἀλεώμεθα καὶ δι’ ὁμίλου: 06.227 πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοί τ’ ἐπίκουροι 06.228 κτείνειν ὅν κε θεός γε πόρῃ καὶ ποσσὶ κιχείω, 06.229 πολλοὶ δ’ αὖ σοὶ Ἀχαιοὶ ἐναιρέμεν ὅν κε δύνηαι. 06.230 τεύχεα δ’ ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἵδε 06.231 γνῶσιν ὅτι ξεῖνοι πατρώϊοι εὐχόμεθ’ εἶναι. 06.232 ὣς ἄρα φωνήσαντε καθ’ ἵππων ἀΐξαντε 06.233 χεῖράς τ’ ἀλλήλων λαβέτην καὶ πιστώσαντο: 06.234 ἔνθ’ αὖτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς, 06.235 ὃς πρὸς Τυδεΐδην Διομήδεα τεύχε’ ἄμειβε 06.236 χρύσεα χαλκείων, ἑκατόμβοι’ ἐννεαβοίων. 06.237 Ἕκτωρ δ’ ὡς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν, 06.238 ἀμφ’ ἄρα μιν Τρώων ἄλοχοι θέον ἠδὲ θύγατρες 06.239 εἰρόμεναι παῖδάς τε κασιγνήτους τε ἔτας τε 06.240 καὶ πόσιας: ὃ δ’ ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει 06.241 πάσας ἑξείης: πολλῇσι δὲ κήδε’ ἐφῆπτο. 06.242 ἀλλ’ ὅτε δὴ Πριάμοιο δόμον περικαλλέ’ ἵκανε 06.243 ξεστῇς αἰθούσῃσι τετυγμένον: αὐτὰρ ἐν αὐτῷ 06.244 πεντήκοντ’ ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιο 06.245 πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ παῖδες 06.246 κοιμῶντο Πριάμοιο παρὰ μνηστῇς ἀλόχοισι, 06.247 κουράων δ’ ἑτέρωθεν ἐναντίοι ἔνδοθεν αὐλῆς 06.248 δώδεκ’ ἔσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιο 06.249 πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ γαμβροὶ 06.250 κοιμῶντο Πριάμοιο παρ’ αἰδοίῃς ἀλόχοισιν: 06.251 ἔνθά οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ 06.252 Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην: 06.253 ἔν τ’ ἄρα οἱ φῦ χειρὶ ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε: 06.254 τέκνον τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας; 06.255 ἦ μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Ἀχαιῶν 06.256 μαρνάμενοι περὶ ἄστυ: σὲ δ’ ἐνθάδε θυμὸς ἀνῆκεν 06.257 ἐλθόντ’ ἐξ ἄκρης πόλιος Διὶ χεῖρας ἀνασχεῖν. 06.258 ἀλλὰ μέν’ ὄφρά κέ τοι μελιηδέα οἶνον ἐνείκω, 06.259 ὡς σπείσῃς Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι 06.260 πρῶτον, ἔπειτα δὲ καὐτὸς ὀνήσεαι αἴ κε πίῃσθα. 06.261 ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει, 06.262 ὡς τύνη κέκμηκας ἀμύνων σοῖσιν ἔτῃσι. 06.263 τὴν δ’ ἠμείβετ’ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ: 06.264 μή μοι οἶνον ἄειρε μελίφρονα πότνια μῆτερ, 06.265 μή μ’ ἀπογυιώσῃς μένεος, ἀλκῆς τε λάθωμαι: 06.266 χερσὶ δ’ ἀνίπτοισιν Διὶ λείβειν αἴθοπα οἶνον 06.267 ἅζομαι: οὐδέ πῃ ἔστι κελαινεφέϊ Κρονίωνι 06.268 αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι. 06.269 ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης 06.270 ἔρχεο σὺν θυέεσσιν ἀολλίσσασα γεραιάς: 06.271 πέπλον δ’, ὅς τίς τοι χαριέστατος ἠδὲ μέγιστος 06.272 ἔστιν ἐνὶ μεγάρῳ καί τοι πολὺ φίλτατος αὐτῇ, 06.273 τὸν θὲς Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο, 06.274 καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ 06.275 ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κ’ ἐλεήσῃ 06.276 ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα, 06.277 αἴ κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς 06.278 ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο. 06.279 ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης 06.280 ἔρχευ, ἐγὼ δὲ Πάριν μετελεύσομαι ὄφρα καλέσσω 06.281 αἴ κ’ ἐθέλῃσ’ εἰπόντος ἀκουέμεν: ὥς κέ οἱ αὖθι 06.282 γαῖα χάνοι: μέγα γάρ μιν Ὀλύμπιος ἔτρεφε πῆμα 06.283 Τρωσί τε καὶ Πριάμῳ μεγαλήτορι τοῖό τε παισίν. 06.284 εἰ κεῖνόν γε ἴδοιμι κατελθόντ’ Ἄϊδος εἴσω 06.285 φαίην κε φρέν’ ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι. 06.286 ὣς ἔφαθ’, ἣ δὲ μολοῦσα ποτὶ μέγαρ’ ἀμφιπόλοισι 06.287 κέκλετο: ταὶ δ’ ἄρ’ ἀόλλισσαν κατὰ ἄστυ γεραιάς. 06.288 αὐτὴ δ’ ἐς θάλαμον κατεβήσετο κηώεντα, 06.289 ἔνθ’ ἔσάν οἱ πέπλοι παμποίκιλα ἔργα γυναικῶν 06.290 Σιδονίων, τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴς 06.291 ἤγαγε Σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον, 06.292 τὴν ὁδὸν ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν: 06.293 τῶν ἕν’ ἀειραμένη Ἑκάβη φέρε δῶρον Ἀθήνῃ, 06.294 ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος, 06.295 ἀστὴρ δ’ ὣς ἀπέλαμπεν: ἔκειτο δὲ νείατος ἄλλων. 06.296 βῆ δ’ ἰέναι, πολλαὶ δὲ μετεσσεύοντο γεραιαί. 06.297 αἳ δ’ ὅτε νηὸν ἵκανον Ἀθήνης ἐν πόλει ἄκρῃ, 06.298 τῇσι θύρας ὤϊξε Θεανὼ καλλιπάρῃος 06.299 Κισσηῒς ἄλοχος Ἀντήνορος ἱπποδάμοιο: 06.300 τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν. 06.301 αἳ δ’ ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον: 06.302 ἣ δ’ ἄρα πέπλον ἑλοῦσα Θεανὼ καλλιπάρῃος 06.303 θῆκεν Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο, 06.304 εὐχομένη δ’ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο: 06.305 πότνι’ Ἀθηναίη ἐρυσίπτολι δῖα θεάων 06.306 ἆξον δὴ ἔγχος Διομήδεος, ἠδὲ καὶ αὐτὸν 06.307 πρηνέα δὸς πεσέειν Σκαιῶν προπάροιθε πυλάων, 06.308 ὄφρά τοι αὐτίκα νῦν δυοκαίδεκα βοῦς ἐνὶ νηῷ 06.309 ἤνις ἠκέστας ἱερεύσομεν, αἴ κ’ ἐλεήσῃς 06.310 ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα. 06.311 ὣς ἔφατ’ εὐχομένη, ἀνένευε δὲ Παλλὰς Ἀθήνη. 06.312 ὣς αἳ μέν ῥ’ εὔχοντο Διὸς κούρῃ μεγάλοιο, 06.313 Ἕκτωρ δὲ πρὸς δώματ’ Ἀλεξάνδροιο βεβήκει 06.314 καλά, τά ῥ’ αὐτὸς ἔτευξε σὺν ἀνδράσιν οἳ τότ’ ἄριστοι 06.315 ἦσαν ἐνὶ Τροίῃ ἐριβώλακι τέκτονες ἄνδρες, 06.316 οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλὴν 06.317 ἐγγύθι τε Πριάμοιο καὶ Ἕκτορος ἐν πόλει ἄκρῃ. 06.318 ἔνθ’ Ἕκτωρ εἰσῆλθε Διῒ φίλος, ἐν δ’ ἄρα χειρὶ 06.319 ἔγχος ἔχ’ ἑνδεκάπηχυ: πάροιθε δὲ λάμπετο δουρὸς 06.320 αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης. 06.321 τὸν δ’ εὗρ’ ἐν θαλάμῳ περικαλλέα τεύχε’ ἕποντα 06.322 ἀσπίδα καὶ θώρηκα, καὶ ἀγκύλα τόξ’ ἁφόωντα: 06.323 Ἀργείη δ’ Ἑλένη μετ’ ἄρα δμῳῇσι γυναιξὶν 06.324 ἧστο καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε. 06.325 τὸν δ’ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι: 06.326 δαιμόνι’ οὐ μὲν καλὰ χόλον τόνδ’ ἔνθεο θυμῷ, 06.327 λαοὶ μὲν φθινύθουσι περὶ πτόλιν αἰπύ τε τεῖχος 06.328 μαρνάμενοι: σέο δ’ εἵνεκ’ ἀϋτή τε πτόλεμός τε 06.329 ἄστυ τόδ’ ἀμφιδέδηε: σὺ δ’ ἂν μαχέσαιο καὶ ἄλλῳ, 06.330 ὅν τινά που μεθιέντα ἴδοις στυγεροῦ πολέμοιο. 06.331 ἀλλ’ ἄνα μὴ τάχα ἄστυ πυρὸς δηΐοιο θέρηται. 06.332 τὸν δ’ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής: 06.333 Ἕκτορ ἐπεί με κατ’ αἶσαν ἐνείκεσας οὐδ’ ὑπὲρ αἶσαν, 06.334 τοὔνεκά τοι ἐρέω: σὺ δὲ σύνθεο καί μευ ἄκουσον: 06.335 οὔ τοι ἐγὼ Τρώων τόσσον χόλῳ οὐδὲ νεμέσσι 06.336 ἥμην ἐν θαλάμῳ, ἔθελον δ’ ἄχεϊ προτραπέσθαι. 06.337 νῦν δέ με παρειποῦσ’ ἄλοχος μαλακοῖς ἐπέεσσιν 06.338 ὅρμησ’ ἐς πόλεμον: δοκέει δέ μοι ὧδε καὶ αὐτῷ 06.339 λώϊον ἔσσεσθαι: νίκη δ’ ἐπαμείβεται ἄνδρας. 06.340 ἀλλ’ ἄγε νῦν ἐπίμεινον, Ἀρήϊα τεύχεα δύω: 06.341 ἢ ἴθ’, ἐγὼ δὲ μέτειμι: κιχήσεσθαι δέ σ’ ὀΐω. 06.342 ὣς φάτο, τὸν δ’ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ: 06.343 τὸν δ’ Ἑλένη μύθοισι προσηύδα μειλιχίοισι: 06.344 δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης, 06.345 ὥς μ’ ὄφελ’ ἤματι τῷ ὅτε με πρῶτον τέκε μήτηρ 06.346 οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα 06.347 εἰς ὄρος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης, 06.348 ἔνθά με κῦμ’ ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι. 06.349 αὐτὰρ ἐπεὶ τάδε γ’ ὧδε θεοὶ κακὰ τεκμήραντο, 06.350 ἀνδρὸς ἔπειτ’ ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις, 06.351 ὃς ᾔδη νέμεσίν τε καὶ αἴσχεα πόλλ’ ἀνθρώπων. 06.352 τούτῳ δ’ οὔτ’ ἂρ νῦν φρένες ἔμπεδοι οὔτ’ ἄρ’ ὀπίσσω 06.353 ἔσσονται: τὼ καί μιν ἐπαυρήσεσθαι ὀΐω. 06.354 ἀλλ’ ἄγε νῦν εἴσελθε καὶ ἕζεο τῷδ’ ἐπὶ δίφρῳ 06.355 δᾶερ, ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν 06.356 εἵνεκ’ ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου ἕνεκ’ ἄτης, 06.357 οἷσιν ἐπὶ Ζεὺς θῆκε κακὸν μόρον, ὡς καὶ ὀπίσσω 06.358 ἀνθρώποισι πελώμεθ’ ἀοίδιμοι ἐσσομένοισι. 06.359 τὴν δ’ ἠμείβετ’ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ 06.360 μή με κάθιζ’ Ἑλένη φιλέουσά περ: οὐδέ με πείσεις: 06.361 ἤδη γάρ μοι θυμὸς ἐπέσσυται ὄφρ’ ἐπαμύνω 06.362 Τρώεσσ’, οἳ μέγ’ ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν. 06.363 ἀλλὰ σύ γ’ ὄρνυθι τοῦτον, ἐπειγέσθω δὲ καὶ αὐτός, 06.364 ὥς κεν ἔμ’ ἔντοσθεν πόλιος καταμάρψῃ ἐόντα. 06.365 καὶ γὰρ ἐγὼν οἶκον δὲ ἐλεύσομαι ὄφρα ἴδωμαι 06.366 οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν. 06.367 οὐ γὰρ οἶδ’ εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις, 06.368 ἦ ἤδη μ’ ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Ἀχαιῶν. 06.369 ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ: 06.370 αἶψα δ’ ἔπειθ’ ἵκανε δόμους εὖ ναιετάοντας, 06.371 οὐδ’ εὗρ’ Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν, 06.372 ἀλλ’ ἥ γε ξὺν παιδὶ καὶ ἀμφιπόλῳ ἐϋπέπλῳ 06.373 πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε. 06.374 Ἕκτωρ δ’ ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν 06.375 ἔστη ἐπ’ οὐδὸν ἰών, μετὰ δὲ δμῳῇσιν ἔειπεν: 06.376 εἰ δ’ ἄγε μοι δμῳαὶ νημερτέα μυθήσασθε: 06.377 πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο; 06.378 ἠέ πῃ ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλων 06.379 ἢ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι 06.380 Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται; 06.381 τὸν δ’ αὖτ’ ὀτρηρὴ ταμίη πρὸς μῦθον ἔειπεν: 06.382 Ἕκτορ ἐπεὶ μάλ’ ἄνωγας ἀληθέα μυθήσασθαι, 06.383 οὔτέ πῃ ἐς γαλόων οὔτ’ εἰνατέρων ἐϋπέπλων 06.384 οὔτ’ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι 06.385 Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται, 06.386 ἀλλ’ ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου, οὕνεκ’ ἄκουσε 06.387 τείρεσθαι Τρῶας, μέγα δὲ κράτος εἶναι Ἀχαιῶν. 06.388 ἣ μὲν δὴ πρὸς τεῖχος ἐπειγομένη ἀφικάνει 06.389 μαινομένῃ ἐϊκυῖα: φέρει δ’ ἅμα παῖδα τιθήνη. 06.390 ἦ ῥα γυνὴ ταμίη, ὃ δ’ ἀπέσσυτο δώματος Ἕκτωρ 06.391 τὴν αὐτὴν ὁδὸν αὖτις ἐϋκτιμένας κατ’ ἀγυιάς. 06.392 εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυ 06.393 Σκαιάς, τῇ ἄρ’ ἔμελλε διεξίμεναι πεδίον δέ, 06.394 ἔνθ’ ἄλοχος πολύδωρος ἐναντίη ἦλθε θέουσα 06.395 Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος 06.396 Ἠετίων ὃς ἔναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃ 06.397 Θήβῃ Ὑποπλακίῃ Κιλίκεσσ’ ἄνδρεσσιν ἀνάσσων: 06.398 τοῦ περ δὴ θυγάτηρ ἔχεθ’ Ἕκτορι χαλκοκορυστῇ. 06.399 ἥ οἱ ἔπειτ’ ἤντησ’, ἅμα δ’ ἀμφίπολος κίεν αὐτῇ 06.400 παῖδ’ ἐπὶ κόλπῳ ἔχουσ’ ἀταλάφρονα νήπιον αὔτως 06.401 Ἑκτορίδην ἀγαπητὸν ἀλίγκιον ἀστέρι καλῷ, 06.402 τόν ῥ’ Ἕκτωρ καλέεσκε Σκαμάνδριον, αὐτὰρ οἱ ἄλλοι 06.403 Ἀστυάνακτ’: οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ. 06.404 ἤτοι ὃ μὲν μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ: 06.405 Ἀνδρομάχη δέ οἱ ἄγχι παρίστατο δάκρυ χέουσα, 06.406 ἔν τ’ ἄρα οἱ φῦ χειρὶ ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε: 06.407 δαιμόνιε φθίσει σε τὸ σὸν μένος, οὐδ’ ἐλεαίρεις 06.408 παῖδά τε νηπίαχον καὶ ἔμ’ ἄμμορον, ἣ τάχα χήρη 06.409 σεῦ ἔσομαι: τάχα γάρ σε κατακτανέουσιν Ἀχαιοὶ 06.410 πάντες ἐφορμηθέντες: ἐμοὶ δέ κε κέρδιον εἴη 06.411 σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι: οὐ γὰρ ἔτ’ ἄλλη 06.412 ἔσται θαλπωρὴ ἐπεὶ ἂν σύ γε πότμον ἐπίσπῃς 06.413 ἀλλ’ ἄχε’: οὐδέ μοι ἔστι πατὴρ καὶ πότνια μήτηρ. 06.414 ἤτοι γὰρ πατέρ’ ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς, 06.415 ἐκ δὲ πόλιν πέρσεν Κιλίκων εὖ ναιετάουσαν 06.416 Θήβην ὑψίπυλον: κατὰ δ’ ἔκτανεν Ἠετίωνα, 06.417 οὐδέ μιν ἐξενάριξε, σεβάσσατο γὰρ τό γε θυμῷ, 06.418 ἀλλ’ ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν 06.419 ἠδ’ ἐπὶ σῆμ’ ἔχεεν: περὶ δὲ πτελέας ἐφύτευσαν 06.420 νύμφαι ὀρεστιάδες κοῦραι Διὸς αἰγιόχοιο. 06.421 οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν 06.422 οἳ μὲν πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω: 06.423 πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεὺς 06.424 βουσὶν ἐπ’ εἰλιπόδεσσι καὶ ἀργεννῇς ὀΐεσσι. 06.425 μητέρα δ’, ἣ βασίλευεν ὑπὸ Πλάκῳ ὑληέσσῃ, 06.426 τὴν ἐπεὶ ἂρ δεῦρ’ ἤγαγ’ ἅμ’ ἄλλοισι κτεάτεσσιν, 06.427 ἂψ ὅ γε τὴν ἀπέλυσε λαβὼν ἀπερείσι’ ἄποινα, 06.428 πατρὸς δ’ ἐν μεγάροισι βάλ’ Ἄρτεμις ἰοχέαιρα. 06.429 Ἕκτορ ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ 06.430 ἠδὲ κασίγνητος, σὺ δέ μοι θαλερὸς παρακοίτης: 06.431 ἀλλ’ ἄγε νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμν’ ἐπὶ πύργῳ, 06.432 μὴ παῖδ’ ὀρφανικὸν θήῃς χήρην τε γυναῖκα: 06.433 λαὸν δὲ στῆσον παρ’ ἐρινεόν, ἔνθα μάλιστα 06.434 ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος. 06.435 τρὶς γὰρ τῇ γ’ ἐλθόντες ἐπειρήσανθ’ οἱ ἄριστοι 06.436 ἀμφ’ Αἴαντε δύω καὶ ἀγακλυτὸν Ἰδομενῆα 06.437 ἠδ’ ἀμφ’ Ἀτρεΐδας καὶ Τυδέος ἄλκιμον υἱόν: 06.438 ἤ πού τίς σφιν ἔνισπε θεοπροπίων ἐῢ εἰδώς, 06.439 ἤ νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει. 06.440 τὴν δ’ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ: 06.441 ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι: ἀλλὰ μάλ’ αἰνῶς 06.442 αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους, 06.443 αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο: 06.444 οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς 06.445 αἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι 06.446 ἀρνύμενος πατρός τε μέγα κλέος ἠδ’ ἐμὸν αὐτοῦ. 06.447 εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν: 06.448 ἔσσεται ἦμαρ ὅτ’ ἄν ποτ’ ὀλώλῃ Ἴλιος ἱρὴ 06.449 καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο. 06.450 ἀλλ’ οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω, 06.451 οὔτ’ αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο ἄνακτος 06.452 οὔτε κασιγνήτων, οἵ κεν πολέες τε καὶ ἐσθλοὶ 06.453 ἐν κονίῃσι πέσοιεν ὑπ’ ἀνδράσι δυσμενέεσσιν, 06.454 ὅσσον σεῦ, ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνων 06.455 δακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας: 06.456 καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις, 06.457 καί κεν ὕδωρ φορέοις Μεσσηΐδος ἢ Ὑπερείης 06.458 πόλλ’ ἀεκαζομένη, κρατερὴ δ’ ἐπικείσετ’ ἀνάγκη: 06.459 καί ποτέ τις εἴπῃσιν ἰδὼν κατὰ δάκρυ χέουσαν: 06.460 Ἕκτορος ἥδε γυνὴ ὃς ἀριστεύεσκε μάχεσθαι 06.461 Τρώων ἱπποδάμων ὅτε Ἴλιον ἀμφεμάχοντο. 06.462 ὥς ποτέ τις ἐρέει: σοὶ δ’ αὖ νέον ἔσσεται ἄλγος 06.463 χήτεϊ τοιοῦδ’ ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ. 06.464 ἀλλά με τεθνηῶτα χυτὴ κατὰ γαῖα καλύπτοι 06.465 πρίν γέ τι σῆς τε βοῆς σοῦ θ’ ἑλκηθμοῖο πυθέσθαι. 06.466 ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ: 06.467 ἂψ δ’ ὃ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης 06.468 ἐκλίνθη ἰάχων πατρὸς φίλου ὄψιν ἀτυχθεὶς 06.469 ταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην, 06.470 δεινὸν ἀπ’ ἀκροτάτης κόρυθος νεύοντα νοήσας. 06.471 ἐκ δ’ ἐγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ: 06.472 αὐτίκ’ ἀπὸ κρατὸς κόρυθ’ εἵλετο φαίδιμος Ἕκτωρ, 06.473 καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν: 06.474 αὐτὰρ ὅ γ’ ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσὶν 06.475 εἶπε δ’ ἐπευξάμενος Διί τ’ ἄλλοισίν τε θεοῖσι: 06.476 Ζεῦ ἄλλοι τε θεοὶ δότε δὴ καὶ τόνδε γενέσθαι 06.477 παῖδ’ ἐμὸν ὡς καὶ ἐγώ περ ἀριπρεπέα Τρώεσσιν, 06.478 ὧδε βίην τ’ ἀγαθόν, καὶ Ἰλίου ἶφι ἀνάσσειν: 06.479 καί ποτέ τις εἴποι πατρός γ’ ὅδε πολλὸν ἀμείνων 06.480 ἐκ πολέμου ἀνιόντα: φέροι δ’ ἔναρα βροτόεντα 06.481 κτείνας δήϊον ἄνδρα, χαρείη δὲ φρένα μήτηρ. 06.482 ὣς εἰπὼν ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε 06.483 παῖδ’ ἑόν: ἣ δ’ ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ 06.484 δακρυόεν γελάσασα: πόσις δ’ ἐλέησε νοήσας, 06.485 χειρί τέ μιν κατέρεξεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε: 06.486 δαιμονίη μή μοί τι λίην ἀκαχίζεο θυμῷ: 06.487 οὐ γάρ τίς μ’ ὑπὲρ αἶσαν ἀνὴρ Ἄϊδι προϊάψει: 06.488 μοῖραν δ’ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν, 06.489 οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται. 06.490 ἀλλ’ εἰς οἶκον ἰοῦσα τὰ σ’ αὐτῆς ἔργα κόμιζε 06.491 ἱστόν τ’ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε 06.492 ἔργον ἐποίχεσθαι: πόλεμος δ’ ἄνδρεσσι μελήσει 06.493 πᾶσι, μάλιστα δ’ ἐμοί, τοὶ Ἰλίῳ ἐγγεγάασιν. 06.494 ὣς ἄρα φωνήσας κόρυθ’ εἵλετο φαίδιμος Ἕκτωρ 06.495 ἵππουριν: ἄλοχος δὲ φίλη οἶκον δὲ βεβήκει 06.496 ἐντροπαλιζομένη, θαλερὸν κατὰ δάκρυ χέουσα. 06.497 αἶψα δ’ ἔπειθ’ ἵκανε δόμους εὖ ναιετάοντας 06.498 Ἕκτορος ἀνδροφόνοιο, κιχήσατο δ’ ἔνδοθι πολλὰς 06.499 ἀμφιπόλους, τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν. 06.500 αἳ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ: 06.501 οὐ γάρ μιν ἔτ’ ἔφαντο ὑπότροπον ἐκ πολέμοιο 06.502 ἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν. 06.503 οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν, 06.504 ἀλλ’ ὅ γ’, ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ, 06.505 σεύατ’ ἔπειτ’ ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς. 06.506 ὡς δ’ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ 06.507 δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων 06.508 εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο 06.509 κυδιόων: ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται 06.510 ὤμοις ἀΐσσονται: ὃ δ’ ἀγλαΐηφι πεποιθὼς 06.511 ῥίμφά ἑ γοῦνα φέρει μετά τ’ ἤθεα καὶ νομὸν ἵππων: 06.512 ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης 06.513 τεύχεσι παμφαίνων ὥς τ’ ἠλέκτωρ ἐβεβήκει 06.514 καγχαλόων, ταχέες δὲ πόδες φέρον: αἶψα δ’ ἔπειτα 06.515 Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὖτ’ ἄρ’ ἔμελλε 06.516 στρέψεσθ’ ἐκ χώρης ὅθι ᾗ ὀάριζε γυναικί. 06.517 τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής: 06.518 ἠθεῖ’ ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω 06.519 δηθύνων, οὐδ’ ἦλθον ἐναίσιμον ὡς ἐκέλευες; 06.520 τὸν δ’ ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ: 06.521 δαιμόνι’ οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἴη 06.522 ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι: 06.523 ἀλλὰ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις: τὸ δ’ ἐμὸν κῆρ 06.524 ἄχνυται ἐν θυμῷ, ὅθ’ ὑπὲρ σέθεν αἴσχε’ ἀκούω 06.525 πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο. 06.526 ἀλλ’ ἴομεν: τὰ δ’ ὄπισθεν ἀρεσσόμεθ’, αἴ κέ ποθι Ζεὺς 06.527 δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι 06.528 κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν 06.529 ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς. 07.001 ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ, 07.002 τῷ δ’ ἅμ’ Ἀλέξανδρος κί’ ἀδελφεός: ἐν δ’ ἄρα θυμῷ 07.003 ἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι. 07.004 ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκεν 07.005 οὖρον, ἐπεί κε κάμωσιν ἐϋξέστῃς ἐλάτῃσι 07.006 πόντον ἐλαύνοντες, καμάτῳ δ’ ὑπὸ γυῖα λέλυνται, 07.007 ὣς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην. 07.008 ἔνθ’ ἑλέτην ὃ μὲν υἱὸν Ἀρηϊθόοιο ἄνακτος 07.009 Ἄρνῃ ναιετάοντα Μενέσθιον, ὃν κορυνήτης 07.010 γείνατ’ Ἀρηΐθοος καὶ Φυλομέδουσα βοῶπις: 07.011 Ἕκτωρ δ’ Ἠϊονῆα βάλ’ ἔγχεϊ ὀξυόεντι 07.012 αὐχέν’ ὑπὸ στεφάνης εὐχάλκου, λύντο δὲ γυῖα. 07.013 Γλαῦκος δ’ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν 07.014 Ἰφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην 07.015 Δεξιάδην ἵππων ἐπιάλμενον ὠκειάων 07.016 ὦμον: ὃ δ’ ἐξ ἵππων χαμάδις πέσε, λύντο δὲ γυῖα. 07.017 τοὺς δ’ ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη 07.018 Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ, 07.019 βῆ ῥα κατ’ Οὐλύμποιο καρήνων ἀΐξασα 07.020 Ἴλιον εἰς ἱερήν: τῇ δ’ ἀντίος ὄρνυτ’ Ἀπόλλων 07.021 Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ βούλετο νίκην: 07.022 ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῷ. 07.023 τὴν πρότερος προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων: 07.024 τίπτε σὺ δ’ αὖ μεμαυῖα Διὸς θύγατερ μεγάλοιο 07.025 ἦλθες ἀπ’ Οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν; 07.026 ἦ ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην 07.027 δῷς; ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις. 07.028 ἀλλ’ εἴ μοί τι πίθοιο τό κεν πολὺ κέρδιον εἴη: 07.029 νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα 07.030 σήμερον: ὕστερον αὖτε μαχήσοντ’ εἰς ὅ κε τέκμωρ 07.031 Ἰλίου εὕρωσιν, ἐπεὶ ὣς φίλον ἔπλετο θυμῷ 07.032 ὑμῖν ἀθανάτῃσι, διαπραθέειν τόδε ἄστυ. 07.033 τὸν δ’ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη: 07.034 ὧδ’ ἔστω ἑκάεργε: τὰ γὰρ φρονέουσα καὶ αὐτὴ 07.035 ἦλθον ἀπ’ Οὐλύμποιο μετὰ Τρῶας καὶ Ἀχαιούς. 07.036 ἀλλ’ ἄγε πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν; 07.037 τὴν δ’ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων: 07.038 Ἕκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο, 07.039 ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος 07.040 ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι, 07.041 οἳ δέ κ’ ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοὶ 07.042 οἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ. 07.043 ὣς ἔφατ’, οὐδ’ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη. 07.044 τῶν δ’ Ἕλενος Πριάμοιο φίλος παῖς σύνθετο θυμῷ 07.045 βουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι: 07.046 στῆ δὲ παρ’ Ἕκτορ’ ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν: 07.047 Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε 07.048 ἦ ῥά νύ μοί τι πίθοιο, κασίγνητος δέ τοί εἰμι: 07.049 ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς, 07.050 αὐτὸς δὲ προκάλεσσαι Ἀχαιῶν ὅς τις ἄριστος 07.051 ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι: 07.052 οὐ γάρ πώ τοι μοῖρα θανεῖν καὶ πότμον ἐπισπεῖν: 07.053 ὣς γὰρ ἐγὼ ὄπ’ ἄκουσα θεῶν αἰειγενετάων. 07.054 ὣς ἔφαθ’, Ἕκτωρ δ’ αὖτε χάρη μέγα μῦθον ἀκούσας, 07.055 καί ῥ’ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας, 07.056 μέσσου δουρὸς ἑλών: οἳ δ’ ἱδρύνθησαν ἅπαντες. 07.057 κὰδ δ’ Ἀγαμέμνων εἷσεν ἐϋκνήμιδας Ἀχαιούς: 07.058 κὰδ δ’ ἄρ’ Ἀθηναίη τε καὶ ἀργυρότοξος Ἀπόλλων 07.059 ἑζέσθην ὄρνισιν ἐοικότες αἰγυπιοῖσι 07.060 φηγῷ ἐφ’ ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιο 07.061 ἀνδράσι τερπόμενοι: τῶν δὲ στίχες εἵατο πυκναὶ 07.062 ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι. 07.063 οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξ 07.064 ὀρνυμένοιο νέον, μελάνει δέ τε πόντος ὑπ’ αὐτῆς, 07.065 τοῖαι ἄρα στίχες εἵατ’ Ἀχαιῶν τε Τρώων τε 07.066 ἐν πεδίῳ: Ἕκτωρ δὲ μετ’ ἀμφοτέροισιν ἔειπε: 07.067 κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ 07.068 ὄφρ’ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. 07.069 ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν, 07.070 ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισιν 07.071 εἰς ὅ κεν ἢ ὑμεῖς Τροίην εὔπυργον ἕλητε 07.072 ἢ αὐτοὶ παρὰ νηυσὶ δαμείετε ποντοπόροισιν. 07.073 ὑμῖν δ’ ἐν γὰρ ἔασιν ἀριστῆες Παναχαιῶν: 07.074 τῶν νῦν ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει 07.075 δεῦρ’ ἴτω ἐκ πάντων πρόμος ἔμμεναι Ἕκτορι δίῳ. 07.076 ὧδε δὲ μυθέομαι, Ζεὺς δ’ ἄμμ’ ἐπιμάρτυρος ἔστω: 07.077 εἰ μέν κεν ἐμὲ κεῖνος ἕλῃ ταναήκεϊ χαλκῷ, 07.078 τεύχεα συλήσας φερέτω κοίλας ἐπὶ νῆας, 07.079 σῶμα δὲ οἴκαδ’ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με 07.080 Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα. 07.081 εἰ δέ κ’ ἐγὼ τὸν ἕλω, δώῃ δέ μοι εὖχος Ἀπόλλων, 07.082 τεύχεα σύλησας οἴσω προτὶ Ἴλιον ἱρήν, 07.083 καὶ κρεμόω προτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο, 07.084 τὸν δὲ νέκυν ἐπὶ νῆας ἐϋσσέλμους ἀποδώσω, 07.085 ὄφρά ἑ ταρχύσωσι κάρη κομόωντες Ἀχαιοί, 07.086 σῆμά τέ οἱ χεύωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ. 07.087 καί ποτέ τις εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπων 07.088 νηῒ πολυκλήϊδι πλέων ἐπὶ οἴνοπα πόντον: 07.089 ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνηῶτος, 07.090 ὅν ποτ’ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ. 07.091 ὥς ποτέ τις ἐρέει: τὸ δ’ ἐμὸν κλέος οὔ ποτ’ ὀλεῖται. 07.092 ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ: 07.093 αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δ’ ὑποδέχθαι: 07.094 ὀψὲ δὲ δὴ Μενέλαος ἀνίστατο καὶ μετέειπε 07.095 νείκει ὀνειδίζων, μέγα δὲ στεναχίζετο θυμῷ: 07.096 ὤ μοι ἀπειλητῆρες Ἀχαιΐδες οὐκέτ’ Ἀχαιοί: 07.097 ἦ μὲν δὴ λώβη τάδε γ’ ἔσσεται αἰνόθεν αἰνῶς 07.098 εἰ μή τις Δαναῶν νῦν Ἕκτορος ἀντίος εἶσιν. 07.099 ἀλλ’ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε 07.100 ἥμενοι αὖθι ἕκαστοι ἀκήριοι ἀκλεὲς αὔτως: 07.101 τῷδε δ’ ἐγὼν αὐτὸς θωρήξομαι: αὐτὰρ ὕπερθε 07.102 νίκης πείρατ’ ἔχονται ἐν ἀθανάτοισι θεοῖσιν. 07.103 ὣς ἄρα φωνήσας κατεδύσετο τεύχεα καλά. 07.104 ἔνθά κέ τοι Μενέλαε φάνη βιότοιο τελευτὴ 07.105 Ἕκτορος ἐν παλάμῃσιν, ἐπεὶ πολὺ φέρτερος ἦεν, 07.106 εἰ μὴ ἀναΐξαντες ἕλον βασιλῆες Ἀχαιῶν, 07.107 αὐτός τ’ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων 07.108 δεξιτερῆς ἕλε χειρὸς ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν: 07.109 ἀφραίνεις Μενέλαε διοτρεφές, οὐδέ τί σε χρὴ 07.110 ταύτης ἀφροσύνης: ἀνὰ δὲ σχέο κηδόμενός περ, 07.111 μηδ’ ἔθελ’ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι 07.112 Ἕκτορι Πριαμίδῃ, τόν τε στυγέουσι καὶ ἄλλοι. 07.113 καὶ δ’ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἔνι κυδιανείρῃ 07.114 ἔρριγ’ ἀντιβολῆσαι, ὅ περ σέο πολλὸν ἀμείνων. 07.115 ἀλλὰ σὺ μὲν νῦν ἵζευ ἰὼν μετὰ ἔθνος ἑταίρων, 07.116 τούτῳ δὲ πρόμον ἄλλον ἀναστήσουσιν Ἀχαιοί. 07.117 εἴ περ ἀδειής τ’ ἐστὶ καὶ εἰ μόθου ἔστ’ ἀκόρητος, 07.118 φημί μιν ἀσπασίως γόνυ κάμψειν, αἴ κε φύγῃσι 07.119 δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος. 07.120 ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως 07.121 αἴσιμα παρειπών, ὃ δ’ ἐπείθετο: τοῦ μὲν ἔπειτα 07.122 γηθόσυνοι θεράποντες ἀπ’ ὤμων τεύχε’ ἕλοντο: 07.123 Νέστωρ δ’ Ἀργείοισιν ἀνίστατο καὶ μετέειπεν: 07.124 ὢ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει. 07.125 ἦ κε μέγ’ οἰμώξειε γέρων ἱππηλάτα Πηλεὺς 07.126 ἐσθλὸς Μυρμιδόνων βουληφόρος ἠδ’ ἀγορητής, 07.127 ὅς ποτέ μ’ εἰρόμενος μέγ’ ἐγήθεεν ᾧ ἐνὶ οἴκῳ 07.128 πάντων Ἀργείων ἐρέων γενεήν τε τόκον τε. 07.129 τοὺς νῦν εἰ πτώσσοντας ὑφ’ Ἕκτορι πάντας ἀκούσαι, 07.130 πολλά κεν ἀθανάτοισι φίλας ἀνὰ χεῖρας ἀείραι 07.131 θυμὸν ἀπὸ μελέων δῦναι δόμον Ἄϊδος εἴσω. 07.132 αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον 07.133 ἡβῷμ’ ὡς ὅτ’ ἐπ’ ὠκυρόῳ Κελάδοντι μάχοντο 07.134 ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσίμωροι 07.135 Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα. 07.136 τοῖσι δ’ Ἐρευθαλίων πρόμος ἵστατο ἰσόθεος φὼς 07.137 τεύχε’ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος 07.138 δίου Ἀρηϊθόου, τὸν ἐπίκλησιν κορυνήτην 07.139 ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες 07.140 οὕνεκ’ ἄρ’ οὐ τόξοισι μαχέσκετο δουρί τε μακρῷ, 07.141 ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας. 07.142 τὸν Λυκόοργος ἔπεφνε δόλῳ, οὔ τι κράτεΐ γε, 07.143 στεινωπῷ ἐν ὁδῷ ὅθ’ ἄρ’ οὐ κορύνη οἱ ὄλεθρον 07.144 χραῖσμε σιδηρείη: πρὶν γὰρ Λυκόοργος ὑποφθὰς 07.145 δουρὶ μέσον περόνησεν, ὃ δ’ ὕπτιος οὔδει ἐρείσθη: 07.146 τεύχεα δ’ ἐξενάριξε, τά οἱ πόρε χάλκεος Ἄρης. 07.147 καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετὰ μῶλον Ἄρηος: 07.148 αὐτὰρ ἐπεὶ Λυκόοργος ἐνὶ μεγάροισιν ἐγήρα, 07.149 δῶκε δ’ Ἐρευθαλίωνι φίλῳ θεράποντι φορῆναι: 07.150 τοῦ ὅ γε τεύχε’ ἔχων προκαλίζετο πάντας ἀρίστους. 07.151 οἳ δὲ μάλ’ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη: 07.152 ἀλλ’ ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν 07.153 θάρσεϊ ᾧ: γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων: 07.154 καὶ μαχόμην οἱ ἐγώ, δῶκεν δέ μοι εὖχος Ἀθήνη. 07.155 τὸν δὴ μήκιστον καὶ κάρτιστον κτάνον ἄνδρα: 07.156 πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα. 07.157 εἴθ’ ὣς ἡβώοιμι, βίη δέ μοι ἔμπεδος εἴη: 07.158 τώ κε τάχ’ ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ. 07.159 ὑμέων δ’ οἵ περ ἔασιν ἀριστῆες Παναχαιῶν 07.160 οὐδ’ οἳ προφρονέως μέμαθ’ Ἕκτορος ἀντίον ἐλθεῖν. 07.161 ὣς νείκεσσ’ ὃ γέρων, οἳ δ’ ἐννέα πάντες ἀνέσταν. 07.162 ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, 07.163 τῷ δ’ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης, 07.164 τοῖσι δ’ ἐπ’ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν, 07.165 τοῖσι δ’ ἐπ’ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος 07.166 Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ, 07.167 τοῖσι δ’ ἐπ’ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός, 07.168 ἂν δὲ Θόας Ἀνδραιμονίδης καὶ δῖος Ὀδυσσεύς: 07.169 πάντες ἄρ’ οἵ γ’ ἔθελον πολεμίζειν Ἕκτορι δίῳ. 07.170 τοῖς δ’ αὖτις μετέειπε Γερήνιος ἱππότα Νέστωρ: 07.171 κλήρῳ νῦν πεπάλασθε διαμπερὲς ὅς κε λάχῃσιν: 07.172 οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιούς, 07.173 καὶ δ’ αὐτὸς ὃν θυμὸν ὀνήσεται αἴ κε φύγῃσι 07.174 δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος. 07.175 ὣς ἔφαθ’, οἳ δὲ κλῆρον ἐσημήναντο ἕκαστος, 07.176 ἐν δ’ ἔβαλον κυνέῃ Ἀγαμέμνονος Ἀτρεΐδαο. 07.177 λαοὶ δ’ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον: 07.178 ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν: 07.179 Ζεῦ πάτερ ἢ Αἴαντα λαχεῖν, ἢ Τυδέος υἱόν, 07.180 ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης. 07.181 ὣς ἄρ’ ἔφαν, πάλλεν δὲ Γερήνιος ἱππότα Νέστωρ, 07.182 ἐκ δ’ ἔθορε κλῆρος κυνέης ὃν ἄρ’ ἤθελον αὐτοὶ 07.183 Αἴαντος: κῆρυξ δὲ φέρων ἀν’ ὅμιλον ἁπάντῃ 07.184 δεῖξ’ ἐνδέξια πᾶσιν ἀριστήεσσιν Ἀχαιῶν. 07.185 οἳ δ’ οὐ γιγνώσκοντες ἀπηνήναντο ἕκαστος. 07.186 ἀλλ’ ὅτε δὴ τὸν ἵκανε φέρων ἀν’ ὅμιλον ἁπάντῃ 07.187 ὅς μιν ἐπιγράψας κυνέῃ βάλε φαίδιμος Αἴας, 07.188 ἤτοι ὑπέσχεθε χεῖρ’, ὃ δ’ ἄρ’ ἔμβαλεν ἄγχι παραστάς, 07.189 γνῶ δὲ κλήρου σῆμα ἰδών, γήθησε δὲ θυμῷ. 07.190 τὸν μὲν πὰρ πόδ’ ἑὸν χαμάδις βάλε φώνησέν τε: 07.191 ὦ φίλοι ἤτοι κλῆρος ἐμός, χαίρω δὲ καὶ αὐτὸς 07.192 θυμῷ, ἐπεὶ δοκέω νικησέμεν Ἕκτορα δῖον. 07.193 ἀλλ’ ἄγετ’ ὄφρ’ ἂν ἐγὼ πολεμήϊα τεύχεα δύω, 07.194 τόφρ’ ὑμεῖς εὔχεσθε Διὶ Κρονίωνι ἄνακτι 07.195 σιγῇ ἐφ’ ὑμείων ἵνα μὴ Τρῶές γε πύθωνται, 07.196 ἠὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης: 07.197 οὐ γάρ τίς με βίῃ γε ἑκὼν ἀέκοντα δίηται 07.198 οὐδέ τι ἰδρείῃ, ἐπεὶ οὐδ’ ἐμὲ νήϊδά γ’ οὕτως 07.199 ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε. 07.200 ὣς ἔφαθ’, οἳ δ’ εὔχοντο Διὶ Κρονίωνι ἄνακτι: 07.201 ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν: 07.202 Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε 07.203 δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι: 07.204 εἰ δὲ καὶ Ἕκτορά περ φιλέεις καὶ κήδεαι αὐτοῦ, 07.205 ἴσην ἀμφοτέροισι βίην καὶ κῦδος ὄπασσον. 07.206 ὣς ἄρ’ ἔφαν, Αἴας δὲ κορύσσετο νώροπι χαλκῷ. 07.207 αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ ἕσσατο τεύχεα, 07.208 σεύατ’ ἔπειθ’ οἷός τε πελώριος ἔρχεται Ἄρης, 07.209 ὅς τ’ εἶσιν πόλεμον δὲ μετ’ ἀνέρας οὕς τε Κρονίων 07.210 θυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι. 07.211 τοῖος ἄρ’ Αἴας ὦρτο πελώριος ἕρκος Ἀχαιῶν 07.212 μειδιόων βλοσυροῖσι προσώπασι: νέρθε δὲ ποσσὶν 07.213 ἤϊε μακρὰ βιβάς, κραδάων δολιχόσκιον ἔγχος. 07.214 τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον εἰσορόωντες, 07.215 Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον, 07.216 Ἕκτορί τ’ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν: 07.217 ἀλλ’ οὔ πως ἔτι εἶχεν ὑποτρέσαι οὐδ’ ἀναδῦναι 07.218 ἂψ λαῶν ἐς ὅμιλον, ἐπεὶ προκαλέσσατο χάρμῃ. 07.219 Αἴας δ’ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον 07.220 χάλκεον ἑπταβόειον, ὅ οἱ Τυχίος κάμε τεύχων 07.221 σκυτοτόμων ὄχ’ ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων, 07.222 ὅς οἱ ἐποίησεν σάκος αἰόλον ἑπταβόειον 07.223 ταύρων ζατρεφέων, ἐπὶ δ’ ὄγδοον ἤλασε χαλκόν. 07.224 τὸ πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴας 07.225 στῆ ῥα μάλ’ Ἕκτορος ἐγγύς, ἀπειλήσας δὲ προσηύδα: 07.226 Ἕκτορ νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος 07.227 οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι 07.228 καὶ μετ’ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα. 07.229 ἀλλ’ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι 07.230 κεῖτ’ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν: 07.231 ἡμεῖς δ’ εἰμὲν τοῖοι οἳ ἂν σέθεν ἀντιάσαιμεν 07.232 καὶ πολέες: ἀλλ’ ἄρχε μάχης ἠδὲ πτολέμοιο. 07.233 τὸν δ’ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ: 07.234 Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν 07.235 μή τί μευ ἠΰτε παιδὸς ἀφαυροῦ πειρήτιζε 07.236 ἠὲ γυναικός, ἣ οὐκ οἶδεν πολεμήϊα ἔργα. 07.237 αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας τ’ ἀνδροκτασίας τε: 07.238 οἶδ’ ἐπὶ δεξιά, οἶδ’ ἐπ’ ἀριστερὰ νωμῆσαι βῶν 07.239 ἀζαλέην, τό μοι ἔστι ταλαύρινον πολεμίζειν: 07.240 οἶδα δ’ ἐπαΐξαι μόθον ἵππων ὠκειάων: 07.241 οἶδα δ’ ἐνὶ σταδίῃ δηΐῳ μέλπεσθαι Ἄρηϊ. 07.242 ἀλλ’ οὐ γάρ σ’ ἐθέλω βαλέειν τοιοῦτον ἐόντα 07.243 λάθρῃ ὀπιπεύσας, ἀλλ’ ἀμφαδόν, αἴ κε τύχωμι. 07.244 ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, 07.245 καὶ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον 07.246 ἀκρότατον κατὰ χαλκόν, ὃς ὄγδοος ἦεν ἐπ’ αὐτῷ. 07.247 ἓξ δὲ διὰ πτύχας ἦλθε δαΐζων χαλκὸς ἀτειρής, 07.248 ἐν τῇ δ’ ἑβδομάτῃ ῥινῷ σχέτο: δεύτερος αὖτε 07.249 Αἴας διογενὴς προΐει δολιχόσκιον ἔγχος, 07.250 καὶ βάλε Πριαμίδαο κατ’ ἀσπίδα πάντοσ’ ἐΐσην. 07.251 διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος, 07.252 καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο: 07.253 ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα 07.254 ἔγχος: ὃ δ’ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν. 07.255 τὼ δ’ ἐκσπασσαμένω δολίχ’ ἔγχεα χερσὶν ἅμ’ ἄμφω 07.256 σύν ῥ’ ἔπεσον λείουσιν ἐοικότες ὠμοφάγοισιν 07.257 ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν. 07.258 Πριαμίδης μὲν ἔπειτα μέσον σάκος οὔτασε δουρί, 07.259 οὐδ’ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμή. 07.260 Αἴας δ’ ἀσπίδα νύξεν ἐπάλμενος: ἣ δὲ διαπρὸ 07.261 ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα, 07.262 τμήδην δ’ αὐχέν’ ἐπῆλθε, μέλαν δ’ ἀνεκήκιεν αἷμα, 07.263 ἀλλ’ οὐδ’ ὧς ἀπέληγε μάχης κορυθαίολος Ἕκτωρ, 07.264 ἀλλ’ ἀναχασσάμενος λίθον εἵλετο χειρὶ παχείῃ 07.265 κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε: 07.266 τῷ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον 07.267 μέσσον ἐπομφάλιον: περιήχησεν δ’ ἄρα χαλκός. 07.268 δεύτερος αὖτ’ Αἴας πολὺ μείζονα λᾶαν ἀείρας 07.269 ἧκ’ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶν’ ἀπέλεθρον, 07.270 εἴσω δ’ ἀσπίδ’ ἔαξε βαλὼν μυλοειδέϊ πέτρῳ, 07.271 βλάψε δέ οἱ φίλα γούναθ’: ὃ δ’ ὕπτιος ἐξετανύσθη 07.272 ἀσπίδι ἐγχριμφθείς: τὸν δ’ αἶψ’ ὤρθωσεν Ἀπόλλων. 07.273 καί νύ κε δὴ ξιφέεσσ’ αὐτοσχεδὸν οὐτάζοντο, 07.274 εἰ μὴ κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν 07.275 ἦλθον, ὃ μὲν Τρώων, ὃ δ’ Ἀχαιῶν χαλκοχιτώνων, 07.276 Ταλθύβιός τε καὶ Ἰδαῖος πεπνυμένω ἄμφω: 07.277 μέσσῳ δ’ ἀμφοτέρων σκῆπτρα σχέθον, εἶπέ τε μῦθον 07.278 κῆρυξ Ἰδαῖος πεπνυμένα μήδεα εἰδώς: 07.279 μηκέτι παῖδε φίλω πολεμίζετε μηδὲ μάχεσθον: 07.280 ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς, 07.281 ἄμφω δ’ αἰχμητά: τό γε δὴ καὶ ἴδμεν ἅπαντες. 07.282 νὺξ δ’ ἤδη τελέθει: ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι. 07.283 τὸν δ’ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας: 07.284 Ἰδαῖ’ Ἕκτορα ταῦτα κελεύετε μυθήσασθαι: 07.285 αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους. 07.286 ἀρχέτω: αὐτὰρ ἐγὼ μάλα πείσομαι ᾗ περ ἂν οὗτος. 07.287 τὸν δ’ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ: 07.288 Αἶαν ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε 07.289 καὶ πινυτήν, περὶ δ’ ἔγχει Ἀχαιῶν φέρτατός ἐσσι, 07.290 νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτος 07.291 σήμερον: ὕστερον αὖτε μαχησόμεθ’ εἰς ὅ κε δαίμων 07.292 ἄμμε διακρίνῃ, δώῃ δ’ ἑτέροισί γε νίκην. 07.293 νὺξ δ’ ἤδη τελέθει: ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι, 07.294 ὡς σύ τ’ ἐϋφρήνῃς πάντας παρὰ νηυσὶν Ἀχαιούς, 07.295 σούς τε μάλιστα ἔτας καὶ ἑταίρους, οἵ τοι ἔασιν: 07.296 αὐτὰρ ἐγὼ κατὰ ἄστυ μέγα Πριάμοιο ἄνακτος 07.297 Τρῶας ἐϋφρανέω καὶ Τρῳάδας ἑλκεσιπέπλους, 07.298 αἵ τέ μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα. 07.299 δῶρα δ’ ἄγ’ ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω, 07.300 ὄφρά τις ὧδ’ εἴπῃσιν Ἀχαιῶν τε Τρώων τε: 07.301 ἠμὲν ἐμαρνάσθην ἔριδος πέρι θυμοβόροιο, 07.302 ἠδ’ αὖτ’ ἐν φιλότητι διέτμαγεν ἀρθμήσαντε. 07.303 ὣς ἄρα φωνήσας δῶκε ξίφος ἀργυρόηλον 07.304 σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι: 07.305 Αἴας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν. 07.306 τὼ δὲ διακρινθέντε ὃ μὲν μετὰ λαὸν Ἀχαιῶν 07.307 ἤϊ’, ὃ δ’ ἐς Τρώων ὅμαδον κίε: τοὶ δὲ χάρησαν, 07.308 ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα, 07.309 Αἴαντος προφυγόντα μένος καὶ χεῖρας ἀάπτους: 07.310 καί ῥ’ ἦγον προτὶ ἄστυ ἀελπτέοντες σόον εἶναι. 07.311 Αἴαντ’ αὖθ’ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ 07.312 εἰς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ. 07.313 οἳ δ’ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο, 07.314 τοῖσι δὲ βοῦν ἱέρευσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων 07.315 ἄρσενα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι. 07.316 τὸν δέρον ἀμφί θ’ ἕπον, καί μιν διέχευαν ἅπαντα, 07.317 μίστυλλόν τ’ ἄρ’ ἐπισταμένως πεῖράν τ’ ὀβελοῖσιν, 07.318 ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. 07.319 αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα, 07.320 δαίνυντ’, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης: 07.321 νώτοισιν δ’ Αἴαντα διηνεκέεσσι γέραιρεν 07.322 ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων. 07.323 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, 07.324 τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν 07.325 Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή: 07.326 ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν: 07.327 Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν, 07.328 πολλοὶ γὰρ τεθνᾶσι κάρη κομόωντες Ἀχαιοί, 07.329 τῶν νῦν αἷμα κελαινὸν ἐΰρροον ἀμφὶ Σκάμανδρον 07.330 ἐσκέδασ’ ὀξὺς Ἄρης, ψυχαὶ δ’ Ἄϊδος δὲ κατῆλθον: 07.331 τώ σε χρὴ πόλεμον μὲν ἅμ’ ἠοῖ παῦσαι Ἀχαιῶν, 07.332 αὐτοὶ δ’ ἀγρόμενοι κυκλήσομεν ἐνθάδε νεκροὺς 07.333 βουσὶ καὶ ἡμιόνοισιν: ἀτὰρ κατακήομεν αὐτοὺς 07.334 τυτθὸν ἀπὸ πρὸ νεῶν, ὥς κ’ ὀστέα παισὶν ἕκαστος 07.335 οἴκαδ’ ἄγῃ ὅτ’ ἂν αὖτε νεώμεθα πατρίδα γαῖαν. 07.336 τύμβον δ’ ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες 07.337 ἄκριτον ἐκ πεδίου: ποτὶ δ’ αὐτὸν δείμομεν ὦκα 07.338 πύργους ὑψηλοὺς εἶλαρ νηῶν τε καὶ αὐτῶν. 07.339 ἐν δ’ αὐτοῖσι πύλας ποιήσομεν εὖ ἀραρυίας, 07.340 ὄφρα δι’ αὐτάων ἱππηλασίη ὁδὸς εἴη: 07.341 ἔκτοσθεν δὲ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον, 07.342 ἥ χ’ ἵππον καὶ λαὸν ἐρυκάκοι ἀμφὶς ἐοῦσα, 07.343 μή ποτ’ ἐπιβρίσῃ πόλεμος Τρώων ἀγερώχων. 07.344 ὣς ἔφαθ’, οἳ δ’ ἄρα πάντες ἐπῄνησαν βασιλῆες. 07.345 Τρώων αὖτ’ ἀγορὴ γένετ’ Ἰλίου ἐν πόλει ἄκρῃ 07.346 δεινὴ τετρηχυῖα, παρὰ Πριάμοιο θύρῃσι: 07.347 τοῖσιν δ’ Ἀντήνωρ πεπνυμένος ἦρχ’ ἀγορεύειν: 07.348 κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ’ ἐπίκουροι, 07.349 ὄφρ’ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. 07.350 δεῦτ’ ἄγετ’ Ἀργείην Ἑλένην καὶ κτήμαθ’ ἅμ’ αὐτῇ 07.351 δώομεν Ἀτρεΐδῃσιν ἄγειν: νῦν δ’ ὅρκια πιστὰ 07.352 ψευσάμενοι μαχόμεσθα: τὼ οὔ νύ τι κέρδιον ἡμῖν 07.353 ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξομεν ὧδε. 07.354 ἤτοι ὅ γ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο: τοῖσι δ’ ἀνέστη 07.355 δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο, 07.356 ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα: 07.357 Ἀντῆνορ σὺ μὲν οὐκέτ’ ἐμοὶ φίλα ταῦτ’ ἀγορεύεις: 07.358 οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι. 07.359 εἰ δ’ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις, 07.360 ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί. 07.361 αὐτὰρ ἐγὼ Τρώεσσι μεθ’ ἱπποδάμοις ἀγορεύσω: 07.362 ἀντικρὺ δ’ ἀπόφημι γυναῖκα μὲν οὐκ ἀποδώσω: 07.363 κτήματα δ’ ὅσσ’ ἀγόμην ἐξ Ἄργεος ἡμέτερον δῶ 07.364 πάντ’ ἐθέλω δόμεναι καὶ οἴκοθεν ἄλλ’ ἐπιθεῖναι. 07.365 ἤτοι ὅ γ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο: τοῖσι δ’ ἀνέστη 07.366 Δαρδανίδης Πρίαμος, θεόφιν μήστωρ ἀτάλαντος, 07.367 ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε: 07.368 κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ’ ἐπίκουροι, 07.369 ὄφρ’ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. 07.370 νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν ὡς τὸ πάρος περ, 07.371 καὶ φυλακῆς μνήσασθε καὶ ἐγρήγορθε ἕκαστος: 07.372 ἠῶθεν δ’ Ἰδαῖος ἴτω κοίλας ἐπὶ νῆας 07.373 εἰπέμεν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ 07.374 μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε: 07.375 καὶ δὲ τόδ’ εἰπέμεναι πυκινὸν ἔπος, αἴ κ’ ἐθέλωσι 07.376 παύσασθαι πολέμοιο δυσηχέος, εἰς ὅ κε νεκροὺς 07.377 κήομεν: ὕστερον αὖτε μαχησόμεθ’ εἰς ὅ κε δαίμων 07.378 ἄμμε διακρίνῃ, δώῃ δ’ ἑτέροισί γε νίκην. 07.379 ὣς ἔφαθ’, οἳ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ’ ἐπίθοντο: 07.380 δόρπον ἔπειθ’ εἵλοντο κατὰ στρατὸν ἐν τελέεσσιν: 07.381 ἠῶθεν δ’ Ἰδαῖος ἔβη κοίλας ἐπὶ νῆας: 07.382 τοὺς δ’ εὗρ’ εἰν ἀγορῇ Δαναοὺς θεράποντας Ἄρηος 07.383 νηῒ πάρα πρύμνῃ Ἀγαμέμνονος: αὐτὰρ ὃ τοῖσι 07.384 στὰς ἐν μέσσοισιν μετεφώνεεν ἠπύτα κῆρυξ: 07.385 Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν 07.386 ἠνώγει Πρίαμός τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶ 07.387 εἰπεῖν, αἴ κέ περ ὔμμι φίλον καὶ ἡδὺ γένοιτο, 07.388 μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε: 07.389 κτήματα μὲν ὅσ’ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν 07.390 ἠγάγετο Τροίηνδ’: ὡς πρὶν ὤφελλ’ ἀπολέσθαι: 07.391 πάντ’ ἐθέλει δόμεναι καὶ οἴκοθεν ἄλλ’ ἐπιθεῖναι: 07.392 κουριδίην δ’ ἄλοχον Μενελάου κυδαλίμοιο 07.393 οὔ φησιν δώσειν: ἦ μὴν Τρῶές γε κέλονται. 07.394 καὶ δὲ τόδ’ ἠνώγεον εἰπεῖν ἔπος αἴ κ’ ἐθέλητε 07.395 παύσασθαι πολέμοιο δυσηχέος εἰς ὅ κε νεκροὺς 07.396 κήομεν: ὕστερον αὖτε μαχησόμεθ’ εἰς ὅ κε δαίμων 07.397 ἄμμε διακρίνῃ, δώῃ δ’ ἑτέροισί γε νίκην. 07.398 ὣς ἔφαθ’, οἳ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ: 07.399 ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης: 07.400 μήτ’ ἄρ τις νῦν κτήματ’ Ἀλεξάνδροιο δεχέσθω 07.401 μήθ’ Ἑλένην: γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός ἐστιν 07.402 ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείρατ’ ἐφῆπται. 07.403 ὣς ἔφαθ’, οἳ δ’ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν 07.404 μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο: 07.405 καὶ τότ’ ἄρ’ Ἰδαῖον προσέφη κρείων Ἀγαμέμνων: 07.406 Ἰδαῖ’ ἤτοι μῦθον Ἀχαιῶν αὐτὸς ἀκούεις 07.407 ὥς τοι ὑποκρίνονται: ἐμοὶ δ’ ἐπιανδάνει οὕτως 07.408 ἀμφὶ δὲ νεκροῖσιν κατακαιέμεν οὔ τι μεγαίρω: 07.409 οὐ γάρ τις φειδὼ νεκύων κατατεθνηώτων 07.410 γίγνετ’ ἐπεί κε θάνωσι πυρὸς μειλισσέμεν ὦκα. 07.411 ὅρκια δὲ Ζεὺς ἴστω ἐρίγδουπος πόσις Ἥρης. 07.412 ὣς εἰπὼν τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσιν, 07.413 ἄψορρον δ’ Ἰδαῖος ἔβη προτὶ Ἴλιον ἱρήν. 07.414 οἳ δ’ ἕατ’ εἰν ἀγορῇ Τρῶες καὶ Δαρδανίωνες 07.415 πάντες ὁμηγερέες, ποτιδέγμενοι ὁππότ’ ἄρ’ ἔλθοι 07.416 Ἰδαῖος: ὃ δ’ ἄρ’ ἦλθε καὶ ἀγγελίην ἀπέειπε 07.417 στὰς ἐν μέσσοισιν: τοὶ δ’ ὁπλίζοντο μάλ’ ὦκα, 07.418 ἀμφότερον νέκυάς τ’ ἀγέμεν ἕτεροι δὲ μεθ’ ὕλην: 07.419 Ἀργεῖοι δ’ ἑτέρωθεν ἐϋσσέλμων ἀπὸ νηῶν 07.420 ὀτρύνοντο νέκυς τ’ ἀγέμεν, ἕτεροι δὲ μεθ’ ὕλην. 07.421 Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας 07.422 ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο 07.423 οὐρανὸν εἰσανιών: οἳ δ’ ἤντεον ἀλλήλοισιν. 07.424 ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρα ἕκαστον: 07.425 ἀλλ’ ὕδατι νίζοντες ἄπο βρότον αἱματόεντα 07.426 δάκρυα θερμὰ χέοντες ἀμαξάων ἐπάειραν. 07.427 οὐδ’ εἴα κλαίειν Πρίαμος μέγας: οἳ δὲ σιωπῇ 07.428 νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ, 07.429 ἐν δὲ πυρὶ πρήσαντες ἔβαν προτὶ Ἴλιον ἱρήν. 07.430 ὣς δ’ αὔτως ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ 07.431 νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ, 07.432 ἐν δὲ πυρὶ πρήσαντες ἔβαν κοίλας ἐπὶ νῆας. 07.433 ἦμος δ’ οὔτ’ ἄρ πω ἠώς, ἔτι δ’ ἀμφιλύκη νύξ, 07.434 τῆμος ἄρ’ ἀμφὶ πυρὴν κριτὸς ἔγρετο λαὸς Ἀχαιῶν, 07.435 τύμβον δ’ ἀμφ’ αὐτὴν ἕνα ποίεον ἐξαγαγόντες 07.436 ἄκριτον ἐκ πεδίου, ποτὶ δ’ αὐτὸν τεῖχος ἔδειμαν 07.437 πύργους θ’ ὑψηλούς, εἶλαρ νηῶν τε καὶ αὐτῶν. 07.438 ἐν δ’ αὐτοῖσι πύλας ἐνεποίεον εὖ ἀραρυίας, 07.439 ὄφρα δι’ αὐτάων ἱππηλασίη ὁδὸς εἴη: 07.440 ἔκτοσθεν δὲ βαθεῖαν ἐπ’ αὐτῷ τάφρον ὄρυξαν 07.441 εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξαν. 07.442 ὣς οἳ μὲν πονέοντο κάρη κομόωντες Ἀχαιοί: 07.443 οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἀστεροπητῇ 07.444 θηεῦντο μέγα ἔργον Ἀχαιῶν χαλκοχιτώνων. 07.445 τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων: 07.446 Ζεῦ πάτερ, ἦ ῥά τίς ἐστι βροτῶν ἐπ’ ἀπείρονα γαῖαν 07.447 ὅς τις ἔτ’ ἀθανάτοισι νόον καὶ μῆτιν ἐνίψει; 07.448 οὐχ ὁράᾳς ὅτι δ’ αὖτε κάρη κομόωντες Ἀχαιοὶ 07.449 τεῖχος ἐτειχίσσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον 07.450 ἤλασαν, οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας; 07.451 τοῦ δ’ ἤτοι κλέος ἔσται ὅσον τ’ ἐπικίδναται ἠώς: 07.452 τοῦ δ’ ἐπιλήσονται τὸ ἐγὼ καὶ Φοῖβος Ἀπόλλων 07.453 ἥρῳ Λαομέδοντι πολίσσαμεν ἀθλήσαντε. 07.454 τὸν δὲ μέγ’ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς: 07.455 ὢ πόποι ἐννοσίγαι’ εὐρυσθενές, οἷον ἔειπες. 07.456 ἄλλός κέν τις τοῦτο θεῶν δείσειε νόημα, 07.457 ὃς σέο πολλὸν ἀφαυρότερος χεῖράς τε μένος τε: 07.458 σὸν δ’ ἤτοι κλέος ἔσται ὅσον τ’ ἐπικίδναται ἠώς. 07.459 ἄγρει μὰν ὅτ’ ἂν αὖτε κάρη κομόωντες Ἀχαιοὶ 07.460 οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν 07.461 τεῖχος ἀναρρήξας τὸ μὲν εἰς ἅλα πᾶν καταχεῦαι, 07.462 αὖτις δ’ ἠϊόνα μεγάλην ψαμάθοισι καλύψαι, 07.463 ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται Ἀχαιῶν. 07.464 ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, 07.465 δύσετο δ’ ἠέλιος, τετέλεστο δὲ ἔργον Ἀχαιῶν, 07.466 βουφόνεον δὲ κατὰ κλισίας καὶ δόρπον ἕλοντο. 07.467 νῆες δ’ ἐκ Λήμνοιο παρέσταν οἶνον ἄγουσαι 07.468 πολλαί, τὰς προέηκεν Ἰησονίδης Εὔνηος, 07.469 τόν ῥ’ ἔτεχ’ Ὑψιπύλη ὑπ’ Ἰήσονι ποιμένι λαῶν. 07.470 χωρὶς δ’ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ 07.471 δῶκεν Ἰησονίδης ἀγέμεν μέθυ χίλια μέτρα. 07.472 ἔνθεν οἰνίζοντο κάρη κομόωντες Ἀχαιοί, 07.473 ἄλλοι μὲν χαλκῷ, ἄλλοι δ’ αἴθωνι σιδήρῳ, 07.474 ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δ’ αὐτῇσι βόεσσιν, 07.475 ἄλλοι δ’ ἀνδραπόδεσσι: τίθεντο δὲ δαῖτα θάλειαν. 07.476 παννύχιοι μὲν ἔπειτα κάρη κομόωντες Ἀχαιοὶ 07.477 δαίνυντο, Τρῶες δὲ κατὰ πτόλιν ἠδ’ ἐπίκουροι: 07.478 παννύχιος δέ σφιν κακὰ μήδετο μητίετα Ζεὺς 07.479 σμερδαλέα κτυπέων: τοὺς δὲ χλωρὸν δέος ᾕρει: 07.480 οἶνον δ’ ἐκ δεπάων χαμάδις χέον, οὐδέ τις ἔτλη 07.481 πρὶν πιέειν πρὶν λεῖψαι ὑπερμενέϊ Κρονίωνι. 07.482 κοιμήσαντ’ ἄρ’ ἔπειτα καὶ ὕπνου δῶρον ἕλοντο. 08.001 Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ’ αἶαν, 08.002 Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος 08.003 ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο: 08.004 αὐτὸς δέ σφ’ ἀγόρευε, θεοὶ δ’ ὑπὸ πάντες ἄκουον: 08.005 κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι, 08.006 ὄφρ’ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. 08.007 μήτέ τις οὖν θήλεια θεὸς τό γε μήτέ τις ἄρσην 08.008 πειράτω διακέρσαι ἐμὸν ἔπος, ἀλλ’ ἅμα πάντες 08.009 αἰνεῖτ’, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα. 08.010 ὃν δ’ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω 08.011 ἐλθόντ’ ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι 08.012 πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπον δέ: 08.013 ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα 08.014 τῆλε μάλ’, ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον, 08.015 ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός, 08.016 τόσσον ἔνερθ’ Ἀΐδεω ὅσον οὐρανός ἐστ’ ἀπὸ γαίης: 08.017 γνώσετ’ ἔπειθ’ ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων. 08.018 εἰ δ’ ἄγε πειρήσασθε θεοὶ ἵνα εἴδετε πάντες: 08.019 σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες 08.020 πάντές τ’ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι: 08.021 ἀλλ’ οὐκ ἂν ἐρύσαιτ’ ἐξ οὐρανόθεν πεδίον δὲ 08.022 Ζῆν’ ὕπατον μήστωρ’, οὐδ’ εἰ μάλα πολλὰ κάμοιτε. 08.023 ἀλλ’ ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι, 08.024 αὐτῇ κεν γαίῃ ἐρύσαιμ’ αὐτῇ τε θαλάσσῃ: 08.025 σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο 08.026 δησαίμην, τὰ δέ κ’ αὖτε μετήορα πάντα γένοιτο. 08.027 τόσσον ἐγὼ περί τ’ εἰμὶ θεῶν περί τ’ εἴμ’ ἀνθρώπων. 08.028 ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ 08.029 μῦθον ἀγασσάμενοι: μάλα γὰρ κρατερῶς ἀγόρευσεν. 08.030 ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη: 08.031 ὦ πάτερ ἡμέτερε Κρονίδη ὕπατε κρειόντων 08.032 εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν: 08.033 ἀλλ’ ἔμπης Δαναῶν ὀλοφυρόμεθ’ αἰχμητάων, 08.034 οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται. 08.035 ἀλλ’ ἤτοι πολέμου μὲν ἀφεξόμεθ’ ὡς σὺ κελεύεις: 08.036 βουλὴν δ’ Ἀργείοις ὑποθησόμεθ’ ἥ τις ὀνήσει, 08.037 ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο. 08.038 τὴν δ’ ἐπιμειδήσας προσέφη νεφεληγερέτα Ζεύς: 08.039 θάρσει Τριτογένεια φίλον τέκος: οὔ νύ τι θυμῷ 08.040 πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι. 08.041 ὣς εἰπὼν ὑπ’ ὄχεσφι τιτύσκετο χαλκόποδ’ ἵππω 08.042 ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε, 08.043 χρυσὸν δ’ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δ’ ἱμάσθλην 08.044 χρυσείην εὔτυκτον, ἑοῦ δ’ ἐπεβήσετο δίφρου, 08.045 μάστιξεν δ’ ἐλάαν: τὼ δ’ οὐκ ἀέκοντε πετέσθην 08.046 μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος. 08.047 Ἴδην δ’ ἵκανεν πολυπίδακα μητέρα θηρῶν 08.048 Γάργαρον, ἔνθά τέ οἱ τέμενος βωμός τε θυήεις. 08.049 ἔνθ’ ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε θεῶν τε 08.050 λύσας ἐξ ὀχέων, κατὰ δ’ ἠέρα πουλὺν ἔχευεν. 08.051 αὐτὸς δ’ ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίων 08.052 εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν. 08.053 οἳ δ’ ἄρα δεῖπνον ἕλοντο κάρη κομόωντες Ἀχαιοὶ 08.054 ῥίμφα κατὰ κλισίας, ἀπὸ δ’ αὐτοῦ θωρήσσοντο. 08.055 Τρῶες δ’ αὖθ’ ἑτέρωθεν ἀνὰ πτόλιν ὁπλίζοντο 08.056 παυρότεροι: μέμασαν δὲ καὶ ὧς ὑσμῖνι μάχεσθαι 08.057 χρειοῖ ἀναγκαίῃ, πρό τε παίδων καὶ πρὸ γυναικῶν. 08.058 πᾶσαι δ’ ὠΐγνυντο πύλαι, ἐκ δ’ ἔσσυτο λαός, 08.059 πεζοί θ’ ἱππῆές τε: πολὺς δ’ ὀρυμαγδὸς ὀρώρει. 08.060 οἳ δ’ ὅτε δή ῥ’ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο 08.061 σύν ῥ’ ἔβαλον ῥινούς, σὺν δ’ ἔγχεα καὶ μένε’ ἀνδρῶν 08.062 χαλκεοθωρήκων: ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι 08.063 ἔπληντ’ ἀλλήλῃσι, πολὺς δ’ ὀρυμαγδὸς ὀρώρει. 08.064 ἔνθα δ’ ἅμ’ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν 08.065 ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δ’ αἵματι γαῖα. 08.066 ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ, 08.067 τόφρα μάλ’ ἀμφοτέρων βέλε’ ἥπτετο, πῖπτε δὲ λαός. 08.068 ἦμος δ’ Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει, 08.069 καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα: 08.070 ἐν δ’ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο 08.071 Τρώων θ’ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων, 08.072 ἕλκε δὲ μέσσα λαβών: ῥέπε δ’ αἴσιμον ἦμαρ Ἀχαιῶν. 08.073 αἳ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ 08.074 ἑζέσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν: 08.075 αὐτὸς δ’ ἐξ Ἴδης μεγάλ’ ἔκτυπε, δαιόμενον δὲ 08.076 ἧκε σέλας μετὰ λαὸν Ἀχαιῶν: οἳ δὲ ἰδόντες 08.077 θάμβησαν, καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν. 08.078 ἔνθ’ οὔτ’ Ἰδομενεὺς τλῆ μίμνειν οὔτ’ Ἀγαμέμνων, 08.079 οὔτε δύ’ Αἴαντες μενέτην θεράποντες Ἄρηος: 08.080 Νέστωρ οἶος ἔμιμνε Γερήνιος οὖρος Ἀχαιῶν 08.081 οὔ τι ἑκών, ἀλλ’ ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷ 08.082 δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο 08.083 ἄκρην κὰκ κορυφήν, ὅθι τε πρῶται τρίχες ἵππων 08.084 κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν. 08.085 ἀλγήσας δ’ ἀνέπαλτο, βέλος δ’ εἰς ἐγκέφαλον δῦ, 08.086 σὺν δ’ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ. 08.087 ὄφρ’ ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνε 08.088 φασγάνῳ ἀΐσσων, τόφρ’ Ἕκτορος ὠκέες ἵπποι 08.089 ἦλθον ἀν’ ἰωχμὸν θρασὺν ἡνίοχον φορέοντες 08.090 Ἕκτορα: καί νύ κεν ἔνθ’ ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν 08.091 εἰ μὴ ἄρ’ ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης: 08.092 σμερδαλέον δ’ ἐβόησεν ἐποτρύνων Ὀδυσῆα: 08.093 διογενὲς Λαερτιάδη πολυμήχαν’ Ὀδυσσεῦ 08.094 πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ; 08.095 μή τίς τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ: 08.096 ἀλλὰ μέν’ ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα. 08.097 ὣς ἔφατ’, οὐδ’ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς, 08.098 ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νῆας Ἀχαιῶν. 08.099 Τυδεΐδης δ’ αὐτός περ ἐὼν προμάχοισιν ἐμίχθη, 08.100 στῆ δὲ πρόσθ’ ἵππων Νηληϊάδαο γέροντος, 08.101 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα: 08.102 ὦ γέρον ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί, 08.103 σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει, 08.104 ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι. 08.105 ἀλλ’ ἄγ’ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι 08.106 οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο 08.107 κραιπνὰ μάλ’ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι, 08.108 οὕς ποτ’ ἀπ’ Αἰνείαν ἑλόμην μήστωρε φόβοιο. 08.109 τούτω μὲν θεράποντε κομείτων, τώδε δὲ νῶϊ 08.110 Τρωσὶν ἐφ’ ἱπποδάμοις ἰθύνομεν, ὄφρα καὶ Ἕκτωρ 08.111 εἴσεται εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν. 08.112 ὣς ἔφατ’, οὐδ’ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ. 08.113 Νεστορέας μὲν ἔπειθ’ ἵππους θεράποντε κομείτην 08.114 ἴφθιμοι Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ. 08.115 τὼ δ’ εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην: 08.116 Νέστωρ δ’ ἐν χείρεσσι λάβ’ ἡνία σιγαλόεντα, 08.117 μάστιξεν δ’ ἵππους: τάχα δ’ Ἕκτορος ἄγχι γένοντο. 08.118 τοῦ δ’ ἰθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός: 08.119 καὶ τοῦ μέν ῥ’ ἀφάμαρτεν, ὃ δ’ ἡνίοχον θεράποντα 08.120 υἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπῆα 08.121 ἵππων ἡνί’ ἔχοντα βάλε στῆθος παρὰ μαζόν. 08.122 ἤριπε δ’ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι 08.123 ὠκύποδες: τοῦ δ’ αὖθι λύθη ψυχή τε μένος τε. 08.124 Ἕκτορα δ’ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο: 08.125 τὸν μὲν ἔπειτ’ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου 08.126 κεῖσθαι, ὃ δ’ ἡνίοχον μέθεπε θρασύν: οὐδ’ ἄρ’ ἔτι δὴν 08.127 ἵππω δευέσθην σημάντορος: αἶψα γὰρ εὗρεν 08.128 Ἰφιτίδην Ἀρχεπτόλεμον θρασύν, ὅν ῥα τόθ’ ἵππων 08.129 ὠκυπόδων ἐπέβησε, δίδου δέ οἱ ἡνία χερσίν. 08.130 ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο, 08.131 καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες, 08.132 εἰ μὴ ἄρ’ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε: 08.133 βροντήσας δ’ ἄρα δεινὸν ἀφῆκ’ ἀργῆτα κεραυνόν, 08.134 κὰδ δὲ πρόσθ’ ἵππων Διομήδεος ἧκε χαμᾶζε: 08.135 δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο, 08.136 τὼ δ’ ἵππω δείσαντε καταπτήτην ὑπ’ ὄχεσφι: 08.137 Νέστορα δ’ ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα, 08.138 δεῖσε δ’ ὅ γ’ ἐν θυμῷ, Διομήδεα δὲ προσέειπε: 08.139 Τυδεΐδη ἄγε δ’ αὖτε φόβον δ’ ἔχε μώνυχας ἵππους. 08.140 ἦ οὐ γιγνώσκεις ὅ τοι ἐκ Διὸς οὐχ ἕπετ’ ἀλκή; 08.141 νῦν μὲν γὰρ τούτῳ Κρονίδης Ζεὺς κῦδος ὀπάζει 08.142 σήμερον: ὕστερον αὖτε καὶ ἡμῖν, αἴ κ’ ἐθέλῃσι, 08.143 δώσει: ἀνὴρ δέ κεν οὔ τι Διὸς νόον εἰρύσσαιτο 08.144 οὐδὲ μάλ’ ἴφθιμος, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι. 08.145 τὸν δ’ ἠμείβετ’ ἔπειτα βοὴν ἀγαθὸς Διομήδης: 08.146 ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες: 08.147 ἀλλὰ τόδ’ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει: 08.148 Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσ’ ἀγορεύων: 08.149 Τυδεΐδης ὑπ’ ἐμεῖο φοβεύμενος ἵκετο νῆας. 08.150 ὥς ποτ’ ἀπειλήσει: τότε μοι χάνοι εὐρεῖα χθών. 08.151 τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ: 08.152 ὤ μοι Τυδέος υἱὲ δαΐφρονος, οἷον ἔειπες. 08.153 εἴ περ γάρ σ’ Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει, 08.154 ἀλλ’ οὐ πείσονται Τρῶες καὶ Δαρδανίωνες 08.155 καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων, 08.156 τάων ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας. 08.157 ὣς ἄρα φωνήσας φύγαδε τράπε μώνυχας ἵππους 08.158 αὖτις ἀν’ ἰωχμόν: ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ 08.159 ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο. 08.160 τῷ δ’ ἐπὶ μακρὸν ἄϋσε μέγας κορυθαίολος Ἕκτωρ: 08.161 Τυδεΐδη περὶ μέν σε τίον Δαναοὶ ταχύπωλοι 08.162 ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσι: 08.163 νῦν δέ σ’ ἀτιμήσουσι: γυναικὸς ἄρ’ ἀντὶ τέτυξο. 08.164 ἔρρε κακὴ γλήνη, ἐπεὶ οὐκ εἴξαντος ἐμεῖο 08.165 πύργων ἡμετέρων ἐπιβήσεαι, οὐδὲ γυναῖκας 08.166 ἄξεις ἐν νήεσσι: πάρος τοι δαίμονα δώσω. 08.167 ὣς φάτο, Τυδεΐδης δὲ διάνδιχα μερμήριξεν 08.168 ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι. 08.169 τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατὰ θυμόν, 08.170 τρὶς δ’ ἄρ’ ἀπ’ Ἰδαίων ὀρέων κτύπε μητίετα Ζεὺς 08.171 σῆμα τιθεὶς Τρώεσσι μάχης ἑτεραλκέα νίκην. 08.172 Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας: 08.173 Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ 08.174 ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς. 08.175 γιγνώσκω δ’ ὅτι μοι πρόφρων κατένευσε Κρονίων 08.176 νίκην καὶ μέγα κῦδος, ἀτὰρ Δαναοῖσί γε πῆμα: 08.177 νήπιοι οἳ ἄρα δὴ τάδε τείχεα μηχανόωντο 08.178 ἀβλήχρ’ οὐδενόσωρα: τὰ δ’ οὐ μένος ἁμὸν ἐρύξει: 08.179 ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν. 08.180 ἀλλ’ ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρῇσι γένωμαι, 08.181 μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω, 08.182 ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτοὺς 08.183 Ἀργείους παρὰ νηυσὶν ἀτυζομένους ὑπὸ καπνοῦ. 08.184 ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε: 08.185 Ξάνθέ τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπέ τε δῖε 08.186 νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, ἣν μάλα πολλὴν 08.187 Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος 08.188 ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν 08.189 οἶνόν τ’ ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι, 08.190 ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι. 08.191 ἀλλ’ ἐφομαρτεῖτον καὶ σπεύδετον ὄφρα λάβωμεν 08.192 ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει 08.193 πᾶσαν χρυσείην ἔμεναι, κανόνας τε καὶ αὐτήν, 08.194 αὐτὰρ ἀπ’ ὤμοιιν Διομήδεος ἱπποδάμοιο 08.195 δαιδάλεον θώρηκα, τὸν Ἥφαιστος κάμε τεύχων. 08.196 εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν Ἀχαιοὺς 08.197 αὐτονυχὶ νηῶν ἐπιβησέμεν ὠκειάων. 08.198 ὣς ἔφατ’ εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη, 08.199 σείσατο δ’ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον, 08.200 καί ῥα Ποσειδάωνα μέγαν θεὸν ἀντίον ηὔδα: 08.201 ὢ πόποι ἐννοσίγαι’ εὐρυσθενές, οὐδέ νυ σοί περ 08.202 ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός. 08.203 οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρ’ ἀνάγουσι 08.204 πολλά τε καὶ χαρίεντα: σὺ δέ σφισι βούλεο νίκην. 08.205 εἴ περ γάρ κ’ ἐθέλοιμεν, ὅσοι Δαναοῖσιν ἀρωγοί, 08.206 Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν, 08.207 αὐτοῦ κ’ ἔνθ’ ἀκάχοιτο καθήμενος οἶος ἐν Ἴδῃ. 08.208 τὴν δὲ μέγ’ ὀχθήσας προσέφη κρείων ἐνοσίχθων: 08.209 Ἥρη ἀπτοεπὲς ποῖον τὸν μῦθον ἔειπες. 08.210 οὐκ ἂν ἔγωγ’ ἐθέλοιμι Διὶ Κρονίωνι μάχεσθαι 08.211 ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστιν. 08.212 ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον: 08.213 τῶν δ’ ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε 08.214 πλῆθεν ὁμῶς ἵππων τε καὶ ἀνδρῶν ἀσπιστάων 08.215 εἰλομένων: εἴλει δὲ θοῷ ἀτάλαντος Ἄρηϊ 08.216 Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε. 08.217 καί νύ κ’ ἐνέπρησεν πυρὶ κηλέῳ νῆας ἐΐσας, 08.218 εἰ μὴ ἐπὶ φρεσὶ θῆκ’ Ἀγαμέμνονι πότνια Ἥρη 08.219 αὐτῷ ποιπνύσαντι θοῶς ὀτρῦναι Ἀχαιούς. 08.220 βῆ δ’ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν 08.221 πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ, 08.222 στῆ δ’ ἐπ’ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ, 08.223 ἥ ῥ’ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε, 08.224 ἠμὲν ἐπ’ Αἴαντος κλισίας Τελαμωνιάδαο 08.225 ἠδ’ ἐπ’ Ἀχιλλῆος, τοί ῥ’ ἔσχατα νῆας ἐΐσας 08.226 εἴρυσαν, ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν: 08.227 ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς: 08.228 αἰδὼς Ἀργεῖοι, κάκ’ ἐλέγχεα, εἶδος ἀγητοί: 08.229 πῇ ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν εἶναι ἄριστοι, 08.230 ἃς ὁπότ’ ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε, 08.231 ἔσθοντες κρέα πολλὰ βοῶν ὀρθοκραιράων 08.232 πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο, 08.233 Τρώων ἄνθ’ ἑκατόν τε διηκοσίων τε ἕκαστος 08.234 στήσεσθ’ ἐν πολέμῳ: νῦν δ’ οὐδ’ ἑνὸς ἄξιοί εἰμεν 08.235 Ἕκτορος, ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέῳ. 08.236 Ζεῦ πάτερ, ἦ ῥά τιν’ ἤδη ὑπερμενέων βασιλήων 08.237 τῇδ’ ἄτῃ ἄασας καί μιν μέγα κῦδος ἀπηύρας; 08.238 οὐ μὲν δή ποτέ φημι τεὸν περικαλλέα βωμὸν 08.239 νηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδε ἔρρων, 08.240 ἀλλ’ ἐπὶ πᾶσι βοῶν δημὸν καὶ μηρί’ ἔκηα 08.241 ἱέμενος Τροίην εὐτείχεον ἐξαλαπάξαι. 08.242 ἀλλὰ Ζεῦ τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ: 08.243 αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν καὶ ἀλύξαι, 08.244 μηδ’ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς. 08.245 ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα, 08.246 νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι οὐδ’ ἀπολέσθαι. 08.247 αὐτίκα δ’ αἰετὸν ἧκε τελειότατον πετεηνῶν, 08.248 νεβρὸν ἔχοντ’ ὀνύχεσσι τέκος ἐλάφοιο ταχείης: 08.249 πὰρ δὲ Διὸς βωμῷ περικαλλέϊ κάββαλε νεβρόν, 08.250 ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί. 08.251 οἳ δ’ ὡς οὖν εἴδονθ’ ὅ τ’ ἄρ’ ἐκ Διὸς ἤλυθεν ὄρνις, 08.252 μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης. 08.253 ἔνθ’ οὔ τις πρότερος Δαναῶν πολλῶν περ ἐόντων 08.254 εὔξατο Τυδεΐδαο πάρος σχέμεν ὠκέας ἵππους 08.255 τάφρου τ’ ἐξελάσαι καὶ ἐναντίβιον μαχέσασθαι, 08.256 ἀλλὰ πολὺ πρῶτος Τρώων ἕλεν ἄνδρα κορυστὴν 08.257 Φραδμονίδην Ἀγέλαον: ὃ μὲν φύγαδ’ ἔτραπεν ἵππους: 08.258 τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν 08.259 ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν: 08.260 ἤριπε δ’ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ. 08.261 τὸν δὲ μετ’ Ἀτρεΐδαι Ἀγαμέμνων καὶ Μενέλαος, 08.262 τοῖσι δ’ ἐπ’ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν, 08.263 τοῖσι δ’ ἐπ’ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος 08.264 Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ, 08.265 τοῖσι δ’ ἐπ’ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός: 08.266 Τεῦκρος δ’ εἴνατος ἦλθε παλίντονα τόξα τιταίνων, 08.267 στῆ δ’ ἄρ’ ὑπ’ Αἴαντος σάκεϊ Τελαμωνιάδαο. 08.268 ἔνθ’ Αἴας μὲν ὑπεξέφερεν σάκος: αὐτὰρ ὅ γ’ ἥρως 08.269 παπτήνας, ἐπεὶ ἄρ τιν’ ὀϊστεύσας ἐν ὁμίλῳ 08.270 βεβλήκοι, ὃ μὲν αὖθι πεσὼν ἀπὸ θυμὸν ὄλεσσεν, 08.271 αὐτὰρ ὃ αὖτις ἰὼν πάϊς ὣς ὑπὸ μητέρα δύσκεν 08.272 εἰς Αἴανθ’: ὃ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ. 08.273 ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων; 08.274 Ὀρσίλοχον μὲν πρῶτα καὶ Ὄρμενον ἠδ’ Ὀφελέστην 08.275 Δαίτορά τε Χρομίον τε καὶ ἀντίθεον Λυκοφόντην 08.276 καὶ Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον, 08.277 πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ. 08.278 τὸν δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων 08.279 τόξου ἄπο κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας: 08.280 στῆ δὲ παρ’ αὐτὸν ἰὼν καί μιν πρὸς μῦθον ἔειπε: 08.281 Τεῦκρε φίλη κεφαλή, Τελαμώνιε κοίρανε λαῶν 08.282 βάλλ’ οὕτως, αἴ κέν τι φόως Δαναοῖσι γένηαι 08.283 πατρί τε σῷ Τελαμῶνι, ὅ σ’ ἔτρεφε τυτθὸν ἐόντα, 08.284 καί σε νόθον περ ἐόντα κομίσσατο ᾧ ἐνὶ οἴκῳ: 08.285 τὸν καὶ τηλόθ’ ἐόντα ἐϋκλείης ἐπίβησον. 08.286 σοὶ δ’ ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται: 08.287 αἴ κέν μοι δώῃ Ζεύς τ’ αἰγίοχος καὶ Ἀθήνη 08.288 Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον, 08.289 πρώτῳ τοι μετ’ ἐμὲ πρεσβήϊον ἐν χερὶ θήσω, 08.290 ἢ τρίποδ’ ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφιν 08.291 ἠὲ γυναῖχ’, ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι. 08.292 τὸν δ’ ἀπαμειβόμενος προσεφώνεε Τεῦκρος ἀμύμων: 08.293 Ἀτρεΐδη κύδιστε τί με σπεύδοντα καὶ αὐτὸν 08.294 ὀτρύνεις; οὐ μέν τοι ὅση δύναμίς γε πάρεστι 08.295 παύομαι, ἀλλ’ ἐξ οὗ προτὶ Ἴλιον ὠσάμεθ’ αὐτοὺς 08.296 ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος ἄνδρας ἐναίρω. 08.297 ὀκτὼ δὴ προέηκα τανυγλώχινας ὀϊστούς, 08.298 πάντες δ’ ἐν χροῒ πῆχθεν ἀρηϊθόων αἰζηῶν: 08.299 τοῦτον δ’ οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα. 08.300 ἦ ῥα καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν 08.301 Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός: 08.302 καὶ τοῦ μέν ῥ’ ἀφάμαρθ’, ὃ δ’ ἀμύμονα Γοργυθίωνα 08.303 υἱὸν ἐῢν Πριάμοιο κατὰ στῆθος βάλεν ἰῷ, 08.304 τόν ῥ’ ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ 08.305 καλὴ Καστιάνειρα δέμας ἐϊκυῖα θεῇσι. 08.306 μήκων δ’ ὡς ἑτέρωσε κάρη βάλεν, ἥ τ’ ἐνὶ κήπῳ 08.307 καρπῷ βριθομένη νοτίῃσί τε εἰαρινῇσιν, 08.308 ὣς ἑτέρωσ’ ἤμυσε κάρη πήληκι βαρυνθέν. 08.309 Τεῦκρος δ’ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν 08.310 Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός. 08.311 ἀλλ’ ὅ γε καὶ τόθ’ ἅμαρτε: παρέσφηλεν γὰρ Ἀπόλλων: 08.312 ἀλλ’ Ἀρχεπτόλεμον θρασὺν Ἕκτορος ἡνιοχῆα 08.313 ἱέμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν: 08.314 ἤριπε δ’ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι 08.315 ὠκύποδες: τοῦ δ’ αὖθι λύθη ψυχή τε μένος τε. 08.316 Ἕκτορα δ’ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο: 08.317 τὸν μὲν ἔπειτ’ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου, 08.318 Κεβριόνην δ’ ἐκέλευσεν ἀδελφεὸν ἐγγὺς ἐόντα 08.319 ἵππων ἡνί’ ἑλεῖν: ὃ δ’ ἄρ’ οὐκ ἀπίθησεν ἀκούσας. 08.320 αὐτὸς δ’ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος 08.321 σμερδαλέα ἰάχων: ὃ δὲ χερμάδιον λάβε χειρί, 08.322 βῆ δ’ ἰθὺς Τεύκρου, βαλέειν δέ ἑ θυμὸς ἀνώγει. 08.323 ἤτοι ὃ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστόν, 08.324 θῆκε δ’ ἐπὶ νευρῇ: τὸν δ’ αὖ κορυθαίολος Ἕκτωρ 08.325 αὐερύοντα παρ’ ὦμον, ὅθι κληῒς ἀποέργει 08.326 αὐχένα τε στῆθός τε, μάλιστα δὲ καίριόν ἐστι, 08.327 τῇ ῥ’ ἐπὶ οἷ μεμαῶτα βάλεν λίθῳ ὀκριόεντι, 08.328 ῥῆξε δέ οἱ νευρήν: νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ, 08.329 στῆ δὲ γνὺξ ἐριπών, τόξον δέ οἱ ἔκπεσε χειρός. 08.330 Αἴας δ’ οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος, 08.331 ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε. 08.332 τὸν μὲν ἔπειθ’ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι 08.333 Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ 08.334 νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα. 08.335 ἂψ δ’ αὖτις Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν: 08.336 οἳ δ’ ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς: 08.337 Ἕκτωρ δ’ ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων. 08.338 ὡς δ’ ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος 08.339 ἅπτηται κατόπισθε ποσὶν ταχέεσσι διώκων 08.340 ἰσχία τε γλουτούς τε, ἑλισσόμενόν τε δοκεύει, 08.341 ὣς Ἕκτωρ ὤπαζε κάρη κομόωντας Ἀχαιούς, 08.342 αἰὲν ἀποκτείνων τὸν ὀπίστατον: οἳ δὲ φέβοντο. 08.343 αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν 08.344 φεύγοντες, πολλοὶ δὲ δάμεν Τρώων ὑπὸ χερσίν, 08.345 οἳ μὲν δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντες, 08.346 ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι 08.347 χεῖρας ἀνίσχοντες μεγάλ’ εὐχετόωντο ἕκαστος: 08.348 Ἕκτωρ δ’ ἀμφιπεριστρώφα καλλίτριχας ἵππους 08.349 Γοργοῦς ὄμματ’ ἔχων ἠδὲ βροτολοιγοῦ Ἄρηος. 08.350 τοὺς δὲ ἰδοῦσ’ ἐλέησε θεὰ λευκώλενος Ἥρη, 08.351 αἶψα δ’ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα: 08.352 ὢ πόποι αἰγιόχοιο Διὸς τέκος οὐκέτι νῶϊ 08.353 ὀλλυμένων Δαναῶν κεκαδησόμεθ’ ὑστάτιόν περ; 08.354 οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται 08.355 ἀνδρὸς ἑνὸς ῥιπῇ, ὃ δὲ μαίνεται οὐκέτ’ ἀνεκτῶς 08.356 Ἕκτωρ Πριαμίδης, καὶ δὴ κακὰ πολλὰ ἔοργε. 08.357 τὴν δ’ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη: 08.358 καὶ λίην οὗτός γε μένος θυμόν τ’ ὀλέσειε 08.359 χερσὶν ὑπ’ Ἀργείων φθίμενος ἐν πατρίδι γαίῃ: 08.360 ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ ἀγαθῇσι 08.361 σχέτλιος, αἰὲν ἀλιτρός, ἐμῶν μενέων ἀπερωεύς: 08.362 οὐδέ τι τῶν μέμνηται, ὅ οἱ μάλα πολλάκις υἱὸν 08.363 τειρόμενον σώεσκον ὑπ’ Εὐρυσθῆος ἀέθλων. 08.364 ἤτοι ὃ μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρ ἐμὲ Ζεὺς 08.365 τῷ ἐπαλεξήσουσαν ἀπ’ οὐρανόθεν προΐαλλεν. 08.366 εἰ γὰρ ἐγὼ τάδε ᾔδε’ ἐνὶ φρεσὶ πευκαλίμῃσιν 08.367 εὖτέ μιν εἰς Ἀΐδαο πυλάρταο προὔπεμψεν 08.368 ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο, 08.369 οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα. 08.370 νῦν δ’ ἐμὲ μὲν στυγέει, Θέτιδος δ’ ἐξήνυσε βουλάς, 08.371 ἥ οἱ γούνατ’ ἔκυσσε καὶ ἔλλαβε χειρὶ γενείου, 08.372 λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον. 08.373 ἔσται μὰν ὅτ’ ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ. 08.374 ἀλλὰ σὰ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵππους, 08.375 ὄφρ’ ἂν ἐγὼ καταδῦσα Διὸς δόμον αἰγιόχοιο 08.376 τεύχεσιν ἐς πόλεμον θωρήξομαι, ὄφρα ἴδωμαι 08.377 ἢ νῶϊ Πριάμοιο πάϊς κορυθαίολος Ἕκτωρ 08.378 γηθήσει προφανέντε ἀνὰ πτολέμοιο γεφύρας, 08.379 ἦ τις καὶ Τρώων κορέει κύνας ἠδ’ οἰωνοὺς 08.380 δημῷ καὶ σάρκεσσι, πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν. 08.381 ὣς ἔφατ’, οὐδ’ ἀπίθησε θεὰ λευκώλενος Ἥρη. 08.382 ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους 08.383 Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο: 08.384 αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο 08.385 πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ’ οὔδει 08.386 ποικίλον, ὅν ῥ’ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν, 08.387 ἣ δὲ χιτῶν’ ἐνδῦσα Διὸς νεφεληγερέταο 08.388 τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα. 08.389 ἐς δ’ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δ’ ἔγχος 08.390 βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν 08.391 ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη. 08.392 Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετ’ ἄρ’ ἵππους: 08.393 αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι, 08.394 τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε 08.395 ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδ’ ἐπιθεῖναι. 08.396 τῇ ῥα δι’ αὐτάων κεντρηνεκέας ἔχον ἵππους. 08.397 Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐπεὶ ἴδε χώσατ’ ἄρ’ αἰνῶς, 08.398 Ἶριν δ’ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν: 08.399 βάσκ’ ἴθι Ἶρι ταχεῖα, πάλιν τρέπε μηδ’ ἔα ἄντην 08.400 ἔρχεσθ’: οὐ γὰρ καλὰ συνοισόμεθα πτόλεμον δέ. 08.401 ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται: 08.402 γυιώσω μέν σφωϊν ὑφ’ ἅρμασιν ὠκέας ἵππους, 08.403 αὐτὰς δ’ ἐκ δίφρου βαλέω κατά θ’ ἅρματα ἄξω: 08.404 οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς 08.405 ἕλκε’ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός: 08.406 ὄφρα ἰδῇ γλαυκῶπις ὅτ’ ἂν ᾧ πατρὶ μάχηται. 08.407 Ἥρῃ δ’ οὔ τι τόσον νεμεσίζομαι οὐδὲ χολοῦμαι: 08.408 αἰεὶ γάρ μοι ἔωθεν ἐνικλᾶν ὅττί κεν εἴπω. 08.409 ὣς ἔφατ’, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα, 08.410 βῆ δ’ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον. 08.411 πρώτῃσιν δὲ πύλῃσι πολυπτύχου Οὐλύμποιο 08.412 ἀντομένη κατέρυκε, Διὸς δέ σφ’ ἔννεπε μῦθον: 08.413 πῇ μέματον; τί σφῶϊν ἐνὶ φρεσὶ μαίνεται ἦτορ; 08.414 οὐκ ἐάᾳ Κρονίδης ἐπαμυνέμεν Ἀργείοισιν. 08.415 ὧδε γὰρ ἠπείλησε Κρόνου πάϊς, ᾗ τελέει περ, 08.416 γυιώσειν μὲν σφῶϊν ὑφ’ ἅρμασιν ὠκέας ἵππους, 08.417 αὐτὰς δ’ ἐκ δίφρου βαλέειν κατά θ’ ἅρματα ἄξειν: 08.418 οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς 08.419 ἕλκε’ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός: 08.420 ὄφρα ἰδῇς γλαυκῶπι ὅτ’ ἂν σῷ πατρὶ μάχηαι. 08.421 Ἥρῃ δ’ οὔ τι τόσον νεμεσίζεται οὐδὲ χολοῦται: 08.422 αἰεὶ γάρ οἱ ἔωθεν ἐνικλᾶν ὅττι κεν εἴπῃ: 08.423 ἀλλὰ σύ γ’ αἰνοτάτη κύον ἀδεὲς εἰ ἐτεόν γε 08.424 τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι. 08.425 ἣ μὲν ἄρ’ ὣς εἰποῦσ’ ἀπέβη πόδας ὠκέα Ἶρις, 08.426 αὐτὰρ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν: 08.427 ὢ πόποι αἰγιόχοιο Διὸς τέκος, οὐκέτ’ ἔγωγε 08.428 νῶϊ ἐῶ Διὸς ἄντα βροτῶν ἕνεκα πτολεμίζειν: 08.429 τῶν ἄλλος μὲν ἀποφθίσθω, ἄλλος δὲ βιώτω, 08.430 ὅς κε τύχῃ: κεῖνος δὲ τὰ ἃ φρονέων ἐνὶ θυμῷ 08.431 Τρωσί τε καὶ Δαναοῖσι δικαζέτω, ὡς ἐπιεικές. 08.432 ὣς ἄρα φωνήσασα πάλιν τρέπε μώνυχας ἵππους: 08.433 τῇσιν δ’ Ὧραι μὲν λῦσαν καλλίτριχας ἵππους, 08.434 καὶ τοὺς μὲν κατέδησαν ἐπ’ ἀμβροσίῃσι κάπῃσιν, 08.435 ἅρματα δ’ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα: 08.436 αὐταὶ δὲ χρυσέοισιν ἐπὶ κλισμοῖσι κάθιζον 08.437 μίγδ’ ἄλλοισι θεοῖσι, φίλον τετιημέναι ἦτορ. 08.438 Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐΰτροχον ἅρμα καὶ ἵππους 08.439 Οὔλυμπον δὲ δίωκε, θεῶν δ’ ἐξίκετο θώκους. 08.440 τῷ δὲ καὶ ἵππους μὲν λῦσε κλυτὸς ἐννοσίγαιος, 08.441 ἅρματα δ’ ἂμ βωμοῖσι τίθει κατὰ λῖτα πετάσσας: 08.442 αὐτὸς δὲ χρύσειον ἐπὶ θρόνον εὐρύοπα Ζεὺς 08.443 ἕζετο, τῷ δ’ ὑπὸ ποσσὶ μέγας πελεμίζετ’ Ὄλυμπος. 08.444 αἳ δ’ οἶαι Διὸς ἀμφὶς Ἀθηναίη τε καὶ Ἥρη 08.445 ἥσθην, οὐδέ τί μιν προσεφώνεον οὐδ’ ἐρέοντο: 08.446 αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε: 08.447 τίφθ’ οὕτω τετίησθον Ἀθηναίη τε καὶ Ἥρη; 08.448 οὐ μέν θην κάμετόν γε μάχῃ ἔνι κυδιανείρῃ 08.449 ὀλλῦσαι Τρῶας, τοῖσιν κότον αἰνὸν ἔθεσθε. 08.450 πάντως, οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι, 08.451 οὐκ ἄν με τρέψειαν ὅσοι θεοί εἰσ’ ἐν Ὀλύμπῳ. 08.452 σφῶϊν δὲ πρίν περ τρόμος ἔλλαβε φαίδιμα γυῖα 08.453 πρὶν πόλεμόν τε ἰδεῖν πολέμοιό τε μέρμερα ἔργα. 08.454 ὧδε γὰρ ἐξερέω, τὸ δέ κεν τετελεσμένον ἦεν: 08.455 οὐκ ἂν ἐφ’ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ 08.456 ἂψ ἐς Ὄλυμπον ἵκεσθον, ἵν’ ἀθανάτων ἕδος ἐστίν. 08.457 ὣς ἔφαθ’, αἳ δ’ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη: 08.458 πλησίαι αἵ γ’ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην. 08.459 ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε 08.460 σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει: 08.461 Ἥρῃ δ’ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα: 08.462 αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες. 08.463 εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἀλαπαδνόν: 08.464 ἀλλ’ ἔμπης Δαναῶν ὀλοφυρόμεθ’ αἰχμητάων, 08.465 οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται. 08.466 ἀλλ’ ἤτοι πολέμου μὲν ἀφεξόμεθ’, εἰ σὺ κελεύεις: 08.467 βουλὴν δ’ Ἀργείοις ὑποθησόμεθ’ ἥ τις ὀνήσει, 08.468 ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο. 08.469 τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς: 08.470 ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωνα 08.471 ὄψεαι, αἴ κ’ ἐθέλῃσθα, βοῶπις πότνια Ἥρη 08.472 ὀλλύντ’ Ἀργείων πουλὺν στρατὸν αἰχμητάων: 08.473 οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος Ἕκτωρ 08.474 πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα, 08.475 ἤματι τῷ ὅτ’ ἂν οἳ μὲν ἐπὶ πρύμνῃσι μάχωνται 08.476 στείνει ἐν αἰνοτάτῳ περὶ Πατρόκλοιο θανόντος: 08.477 ὣς γὰρ θέσφατόν ἐστι: σέθεν δ’ ἐγὼ οὐκ ἀλεγίζω 08.478 χωομένης, οὐδ’ εἴ κε τὰ νείατα πείραθ’ ἵκηαι 08.479 γαίης καὶ πόντοιο, ἵν’ Ἰάπετός τε Κρόνος τε 08.480 ἥμενοι οὔτ’ αὐγῇς Ὑπερίονος Ἠελίοιο 08.481 τέρποντ’ οὔτ’ ἀνέμοισι, βαθὺς δέ τε Τάρταρος ἀμφίς: 08.482 οὐδ’ ἢν ἔνθ’ ἀφίκηαι ἀλωμένη, οὔ σευ ἔγωγε 08.483 σκυζομένης ἀλέγω, ἐπεὶ οὐ σέο κύντερον ἄλλο. 08.484 ὣς φάτο, τὸν δ’ οὔ τι προσέφη λευκώλενος Ἥρη. 08.485 ἐν δ’ ἔπεσ’ Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο 08.486 ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν. 08.487 Τρωσὶν μέν ῥ’ ἀέκουσιν ἔδυ φάος, αὐτὰρ Ἀχαιοῖς 08.488 ἀσπασίη τρίλλιστος ἐπήλυθε νὺξ ἐρεβεννή. 08.489 Τρώων αὖτ’ ἀγορὴν ποιήσατο φαίδιμος Ἕκτωρ 08.490 νόσφι νεῶν ἀγαγὼν ποταμῷ ἔπι δινήεντι, 08.491 ἐν καθαρῷ ὅθι δὴ νεκύων διεφαίνετο χῶρος. 08.492 ἐξ ἵππων δ’ ἀποβάντες ἐπὶ χθόνα μῦθον ἄκουον 08.493 τόν ῥ’ Ἕκτωρ ἀγόρευε Διῒ φίλος: ἐν δ’ ἄρα χειρὶ 08.494 ἔγχος ἔχ’ ἑνδεκάπηχυ: πάροιθε δὲ λάμπετο δουρὸς 08.495 αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης, 08.496 τῷ ὅ γ’ ἐρεισάμενος ἔπεα Τρώεσσι μετηύδα: 08.497 κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ’ ἐπίκουροι: 08.498 νῦν ἐφάμην νῆάς τ’ ὀλέσας καὶ πάντας Ἀχαιοὺς 08.499 ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν: 08.500 ἀλλὰ πρὶν κνέφας ἦλθε, τὸ νῦν ἐσάωσε μάλιστα 08.501 Ἀργείους καὶ νῆας ἐπὶ ῥηγμῖνι θαλάσσης. 08.502 ἀλλ’ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ 08.503 δόρπά τ’ ἐφοπλισόμεσθα: ἀτὰρ καλλίτριχας ἵππους 08.504 λύσαθ’ ὑπὲξ ὀχέων, παρὰ δέ σφισι βάλλετ’ ἐδωδήν: 08.505 ἐκ πόλιος δ’ ἄξεσθε βόας καὶ ἴφια μῆλα 08.506 καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζεσθε 08.507 σῖτόν τ’ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε, 08.508 ὥς κεν παννύχιοι μέσφ’ ἠοῦς ἠριγενείης 08.509 καίωμεν πυρὰ πολλά, σέλας δ’ εἰς οὐρανὸν ἵκῃ, 08.510 μή πως καὶ διὰ νύκτα κάρη κομόωντες Ἀχαιοὶ 08.511 φεύγειν ὁρμήσωνται ἐπ’ εὐρέα νῶτα θαλάσσης. 08.512 μὴ μὰν ἀσπουδί γε νεῶν ἐπιβαῖεν ἕκηλοι, 08.513 ἀλλ’ ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ 08.514 βλήμενος ἢ ἰῷ ἢ ἔγχεϊ ὀξυόεντι 08.515 νηὸς ἐπιθρῴσκων, ἵνα τις στυγέῃσι καὶ ἄλλος 08.516 Τρωσὶν ἐφ’ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα. 08.517 κήρυκες δ’ ἀνὰ ἄστυ Διῒ φίλοι ἀγγελλόντων 08.518 παῖδας πρωθήβας πολιοκροτάφους τε γέροντας 08.519 λέξασθαι περὶ ἄστυ θεοδμήτων ἐπὶ πύργων: 08.520 θηλύτεραι δὲ γυναῖκες ἐνὶ μεγάροισιν ἑκάστη 08.521 πῦρ μέγα καιόντων: φυλακὴ δέ τις ἔμπεδος ἔστω 08.522 μὴ λόχος εἰσέλθῃσι πόλιν λαῶν ἀπεόντων. 08.523 ὧδ’ ἔστω Τρῶες μεγαλήτορες ὡς ἀγορεύω: 08.524 μῦθος δ’ ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω, 08.525 τὸν δ’ ἠοῦς Τρώεσσι μεθ’ ἱπποδάμοις ἀγορεύσω. 08.526 ἔλπομαι εὐχόμενος Διί τ’ ἄλλοισίν τε θεοῖσιν 08.527 ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους, 08.528 οὓς κῆρες φορέουσι μελαινάων ἐπὶ νηῶν. 08.529 ἀλλ’ ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτούς, 08.530 πρῶϊ δ’ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες 08.531 νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα. 08.532 εἴσομαι εἴ κέ μ’ ὁ Τυδεΐδης κρατερὸς Διομήδης 08.533 πὰρ νηῶν πρὸς τεῖχος ἀπώσεται, ἤ κεν ἐγὼ τὸν 08.534 χαλκῷ δῃώσας ἔναρα βροτόεντα φέρωμαι. 08.535 αὔριον ἣν ἀρετὴν διαείσεται, εἴ κ’ ἐμὸν ἔγχος 08.536 μείνῃ ἐπερχόμενον: ἀλλ’ ἐν πρώτοισιν ὀΐω 08.537 κείσεται οὐτηθείς, πολέες δ’ ἀμφ’ αὐτὸν ἑταῖροι 08.538 ἠελίου ἀνιόντος ἐς αὔριον: εἰ γὰρ ἐγὼν ὣς 08.539 εἴην ἀθάνατος καὶ ἀγήρως ἤματα πάντα, 08.540 τιοίμην δ’ ὡς τίετ’ Ἀθηναίη καὶ Ἀπόλλων, 08.541 ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισιν. 08.542 ὣς Ἕκτωρ ἀγόρευ’, ἐπὶ δὲ Τρῶες κελάδησαν. 08.543 οἳ δ’ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας, 08.544 δῆσαν δ’ ἱμάντεσσι παρ’ ἅρμασιν οἷσιν ἕκαστος: 08.545 ἐκ πόλιος δ’ ἄξοντο βόας καὶ ἴφια μῆλα 08.546 καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζοντο, 08.547 σῖτόν τ’ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο. 08.548 ἔρδον δ’ ἀθανάτοισι τεληέσσας ἑκατόμβας 08.549 κνίσην δ’ ἐκ πεδίου ἄνεμοι φέρον οὐρανὸν εἴσω. 08.550 ἡδεῖαν: τῆς δ’ οὔ τι θεοὶ μάκαρες δατέοντο, 08.551 οὐδ’ ἔθελον: μάλα γάρ σφιν ἀπήχθετο Ἴλιος ἱρή 08.552 καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο. 08.553 οἳ δὲ μέγα φρονέοντες ἐπὶ πτολέμοιο γεφύρας 08.554 εἴατο παννύχιοι, πυρὰ δέ σφισι καίετο πολλά. 08.555 ὡς δ’ ὅτ’ ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην 08.556 φαίνετ’ ἀριπρεπέα, ὅτε τ’ ἔπλετο νήνεμος αἰθήρ: 08.557 ἔκ τ’ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι 08.558 καὶ νάπαι: οὐρανόθεν δ’ ἄρ’ ὑπερράγη ἄσπετος αἰθήρ, 08.559 πάντα δὲ εἴδεται ἄστρα, γέγηθε δέ τε φρένα ποιμήν: 08.560 τόσσα μεσηγὺ νεῶν ἠδὲ Ξάνθοιο ῥοάων 08.561 Τρώων καιόντων πυρὰ φαίνετο Ἰλιόθι πρό. 08.562 χίλι’ ἄρ’ ἐν πεδίῳ πυρὰ καίετο, πὰρ δὲ ἑκάστῳ 08.563 εἴατο πεντήκοντα σέλᾳ πυρὸς αἰθομένοιο. 08.564 ἵπποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας 08.565 ἑσταότες παρ’ ὄχεσφιν ἐΰθρονον Ἠῶ μίμνον. 09.001 ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον: αὐτὰρ Ἀχαιοὺς 09.002 θεσπεσίη ἔχε φύζα φόβου κρυόεντος ἑταίρη, 09.003 πένθεϊ δ’ ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι. 09.004 ὡς δ’ ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα 09.005 Βορέης καὶ Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον 09.006 ἐλθόντ’ ἐξαπίνης: ἄμυδις δέ τε κῦμα κελαινὸν 09.007 κορθύεται, πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευεν: 09.008 ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν. 09.009 Ἀτρεΐδης δ’ ἄχεϊ μεγάλῳ βεβολημένος ἦτορ 09.010 φοίτα κηρύκεσσι λιγυφθόγγοισι κελεύων 09.011 κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον, 09.012 μὴ δὲ βοᾶν: αὐτὸς δὲ μετὰ πρώτοισι πονεῖτο. 09.013 ἷζον δ’ εἰν ἀγορῇ τετιηότες: ἂν δ’ Ἀγαμέμνων 09.014 ἵστατο δάκρυ χέων ὥς τε κρήνη μελάνυδρος 09.015 ἥ τε κατ’ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ: 09.016 ὣς ὃ βαρὺ στενάχων ἔπε’ Ἀργείοισι μετηύδα: 09.017 ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες 09.018 Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ 09.019 σχέτλιος, ὃς τότε μέν μοι ὑπέσχετο καὶ κατένευσεν 09.020 Ἴλιον ἐκπέρσαντ’ εὐτείχεον ἀπονέεσθαι, 09.021 νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει 09.022 δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν. 09.023 οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι, 09.024 ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα 09.025 ἠδ’ ἔτι καὶ λύσει: τοῦ γὰρ κράτος ἐστὶ μέγιστον. 09.026 ἀλλ’ ἄγεθ’ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες: 09.027 φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν: 09.028 οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν. 09.029 ὣς ἔφαθ’, οἳ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. 09.030 δὴν δ’ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν: 09.031 ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης: 09.032 Ἀτρεΐδη σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι, 09.033 ἣ θέμις ἐστὶν ἄναξ ἀγορῇ: σὺ δὲ μή τι χολωθῇς. 09.034 ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσι 09.035 φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα: ταῦτα δὲ πάντα 09.036 ἴσασ’ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες. 09.037 σοὶ δὲ διάνδιχα δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω: 09.038 σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων, 09.039 ἀλκὴν δ’ οὔ τοι δῶκεν, ὅ τε κράτος ἐστὶ μέγιστον. 09.040 δαιμόνι’ οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν 09.041 ἀπτολέμους τ’ ἔμεναι καὶ ἀνάλκιδας ὡς ἀγορεύεις; 09.042 εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται ὥς τε νέεσθαι 09.043 ἔρχεο: πάρ τοι ὁδός, νῆες δέ τοι ἄγχι θαλάσσης 09.044 ἑστᾶσ’, αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί. 09.045 ἀλλ’ ἄλλοι μενέουσι κάρη κομόωντες Ἀχαιοὶ 09.046 εἰς ὅ κέ περ Τροίην διαπέρσομεν. εἰ δὲ καὶ αὐτοὶ 09.047 φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν: 09.048 νῶϊ δ’ ἐγὼ Σθένελός τε μαχησόμεθ’ εἰς ὅ κε τέκμωρ 09.049 Ἰλίου εὕρωμεν: σὺν γὰρ θεῷ εἰλήλουθμεν. 09.050 ὣς ἔφαθ’, οἳ δ’ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν 09.051 μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο. 09.052 τοῖσι δ’ ἀνιστάμενος μετεφώνεεν ἱππότα Νέστωρ: 09.053 Τυδεΐδη περὶ μὲν πολέμῳ ἔνι καρτερός ἐσσι, 09.054 καὶ βουλῇ μετὰ πάντας ὁμήλικας ἔπλευ ἄριστος. 09.055 οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί, 09.056 οὐδὲ πάλιν ἐρέει: ἀτὰρ οὐ τέλος ἵκεο μύθων. 09.057 ἦ μὲν καὶ νέος ἐσσί, ἐμὸς δέ κε καὶ πάϊς εἴης 09.058 ὁπλότατος γενεῆφιν: ἀτὰρ πεπνυμένα βάζεις 09.059 Ἀργείων βασιλῆας, ἐπεὶ κατὰ μοῖραν ἔειπες. 09.060 ἀλλ’ ἄγ’ ἐγών, ὃς σεῖο γεραίτερος εὔχομαι εἶναι, 09.061 ἐξείπω καὶ πάντα διίξομαι: οὐδέ κέ τίς μοι 09.062 μῦθον ἀτιμήσει’, οὐδὲ κρείων Ἀγαμέμνων. 09.063 ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος 09.064 ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος. 09.065 ἀλλ’ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ 09.066 δόρπά τ’ ἐφοπλισόμεσθα: φυλακτῆρες δὲ ἕκαστοι 09.067 λεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός. 09.068 κούροισιν μὲν ταῦτ’ ἐπιτέλλομαι: αὐτὰρ ἔπειτα 09.069 Ἀτρεΐδη σὺ μὲν ἄρχε: σὺ γὰρ βασιλεύτατός ἐσσι. 09.070 δαίνυ δαῖτα γέρουσιν: ἔοικέ τοι, οὔ τοι ἀεικές. 09.071 πλεῖαί τοι οἴνου κλισίαι, τὸν νῆες Ἀχαιῶν 09.072 ἠμάτιαι Θρῄκηθεν ἐπ’ εὐρέα πόντον ἄγουσι: 09.073 πᾶσά τοί ἐσθ’ ὑποδεξίη, πολέεσσι δ’ ἀνάσσεις. 09.074 πολλῶν δ’ ἀγρομένων τῷ πείσεαι ὅς κεν ἀρίστην 09.075 βουλὴν βουλεύσῃ: μάλα δὲ χρεὼ πάντας Ἀχαιοὺς 09.076 ἐσθλῆς καὶ πυκινῆς, ὅτι δήϊοι ἐγγύθι νηῶν 09.077 καίουσιν πυρὰ πολλά: τίς ἂν τάδε γηθήσειε; 09.078 νὺξ δ’ ἧδ’ ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει. 09.079 ὣς ἔφαθ’, οἳ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο. 09.080 ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν ἐσσεύοντο 09.081 ἀμφί τε Νεστορίδην Θρασυμήδεα ποιμένα λαῶν, 09.082 ἠδ’ ἀμφ’ Ἀσκάλαφον καὶ Ἰάλμενον υἷας Ἄρηος 09.083 ἀμφί τε Μηριόνην Ἀφαρῆά τε Δηΐπυρόν τε, 09.084 ἠδ’ ἀμφὶ Κρείοντος υἱὸν Λυκομήδεα δῖον. 09.085 ἕπτ’ ἔσαν ἡγεμόνες φυλάκων, ἑκατὸν δὲ ἑκάστῳ 09.086 κοῦροι ἅμα στεῖχον δολίχ’ ἔγχεα χερσὶν ἔχοντες: 09.087 κὰδ δὲ μέσον τάφρου καὶ τείχεος ἷζον ἰόντες: 09.088 ἔνθα δὲ πῦρ κήαντο, τίθεντο δὲ δόρπα ἕκαστος. 09.089 Ἀτρεΐδης δὲ γέροντας ἀολλέας ἦγεν Ἀχαιῶν 09.090 ἐς κλισίην, παρὰ δέ σφι τίθει μενοεικέα δαῖτα. 09.091 οἳ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. 09.092 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, 09.093 τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν 09.094 Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή: 09.095 ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν: 09.096 Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον 09.097 ἐν σοὶ μὲν λήξω, σέο δ’ ἄρξομαι, οὕνεκα πολλῶν 09.098 λαῶν ἐσσι ἄναξ καί τοι Ζεὺς ἐγγυάλιξε 09.099 σκῆπτρόν τ’ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσθα. 09.100 τώ σε χρὴ περὶ μὲν φάσθαι ἔπος ἠδ’ ἐπακοῦσαι, 09.101 κρηῆναι δὲ καὶ ἄλλῳ, ὅτ’ ἄν τινα θυμὸς ἀνώγῃ 09.102 εἰπεῖν εἰς ἀγαθόν: σέο δ’ ἕξεται ὅττί κεν ἄρχῃ. 09.103 αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα. 09.104 οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσει 09.105 οἷον ἐγὼ νοέω ἠμὲν πάλαι ἠδ’ ἔτι καὶ νῦν 09.106 ἐξ ἔτι τοῦ ὅτε διογενὲς Βρισηΐδα κούρην 09.107 χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας 09.108 οὔ τι καθ’ ἡμέτερόν γε νόον: μάλα γάρ τοι ἔγωγε 09.109 πόλλ’ ἀπεμυθεόμην: σὺ δὲ σῷ μεγαλήτορι θυμῷ 09.110 εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν, 09.111 ἠτίμησας, ἑλὼν γὰρ ἔχεις γέρας: ἀλλ’ ἔτι καὶ νῦν 09.112 φραζώμεσθ’ ὥς κέν μιν ἀρεσσάμενοι πεπίθωμεν 09.113 δώροισίν τ’ ἀγανοῖσιν ἔπεσσί τε μειλιχίοισι. 09.114 τὸν δ’ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων: 09.115 ὦ γέρον οὔ τι ψεῦδος ἐμὰς ἄτας κατέλεξας: 09.116 ἀασάμην, οὐδ’ αὐτὸς ἀναίνομαι. ἀντί νυ πολλῶν 09.117 λαῶν ἐστὶν ἀνὴρ ὅν τε Ζεὺς κῆρι φιλήσῃ, 09.118 ὡς νῦν τοῦτον ἔτισε, δάμασσε δὲ λαὸν Ἀχαιῶν. 09.119 ἀλλ’ ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας, 09.120 ἂψ ἐθέλω ἀρέσαι δόμεναί τ’ ἀπερείσι’ ἄποινα. 09.121 ὑμῖν δ’ ἐν πάντεσσι περικλυτὰ δῶρ’ ὀνομήνω 09.122 ἕπτ’ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα, 09.123 αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ’ ἵππους 09.124 πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο. 09.125 οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο, 09.126 οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο, 09.127 ὅσσά μοι ἠνείκαντο ἀέθλια μώνυχες ἵπποι. 09.128 δώσω δ’ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας 09.129 Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλεν αὐτὸς 09.130 ἐξελόμην, αἳ κάλλει ἐνίκων φῦλα γυναικῶν. 09.131 τὰς μέν οἱ δώσω, μετὰ δ’ ἔσσεται ἣν τότ’ ἀπηύρων 09.132 κούρη Βρισῆος: ἐπὶ δὲ μέγαν ὅρκον ὀμοῦμαι 09.133 μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι, 09.134 ἣ θέμις ἀνθρώπων πέλει ἀνδρῶν ἠδὲ γυναικῶν. 09.135 ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται: εἰ δέ κεν αὖτε 09.136 ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσ’ ἀλαπάξαι, 09.137 νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω 09.138 εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδ’ Ἀχαιοί, 09.139 Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω, 09.140 αἴ κε μετ’ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν. 09.141 εἰ δέ κεν Ἄργος ἱκοίμεθ’ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης 09.142 γαμβρός κέν μοι ἔοι: τίσω δέ μιν ἶσον Ὀρέστῃ, 09.143 ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ. 09.144 τρεῖς δέ μοί εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ 09.145 Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα, 09.146 τάων ἥν κ’ ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθω 09.147 πρὸς οἶκον Πηλῆος: ἐγὼ δ’ ἐπὶ μείλια δώσω 09.148 πολλὰ μάλ’, ὅσσ’ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί: 09.149 ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα 09.150 Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν 09.151 Φηράς τε ζαθέας ἠδ’ Ἄνθειαν βαθύλειμον 09.152 καλήν τ’ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν. 09.153 πᾶσαι δ’ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος: 09.154 ἐν δ’ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται, 09.155 οἵ κέ ἑ δωτίνῃσι θεὸν ὣς τιμήσουσι 09.156 καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας. 09.157 ταῦτά κέ οἱ τελέσαιμι μεταλήξαντι χόλοιο. 09.158 δμηθήτω: Ἀΐδης τοι ἀμείλιχος ἠδ’ ἀδάμαστος, 09.159 τοὔνεκα καί τε βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων: 09.160 καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι 09.161 ἠδ’ ὅσσον γενεῇ προγενέστερος εὔχομαι εἶναι. 09.162 τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ: 09.163 Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον 09.164 δῶρα μὲν οὐκέτ’ ὀνοστὰ διδοῖς Ἀχιλῆϊ ἄνακτι: 09.165 ἀλλ’ ἄγετε κλητοὺς ὀτρύνομεν, οἵ κε τάχιστα 09.166 ἔλθωσ’ ἐς κλισίην Πηληϊάδεω Ἀχιλῆος. 09.167 εἰ δ’ ἄγε τοὺς ἂν ἐγὼ ἐπιόψομαι οἳ δὲ πιθέσθων. 09.168 Φοῖνιξ μὲν πρώτιστα Διῒ φίλος ἡγησάσθω, 09.169 αὐτὰρ ἔπειτ’ Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς: 09.170 κηρύκων δ’ Ὀδίος τε καὶ Εὐρυβάτης ἅμ’ ἑπέσθων. 09.171 φέρτε δὲ χερσὶν ὕδωρ, εὐφημῆσαί τε κέλεσθε, 09.172 ὄφρα Διὶ Κρονίδῃ ἀρησόμεθ’, αἴ κ’ ἐλεήσῃ. 09.173 ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπεν. 09.174 αὐτίκα κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν, 09.175 κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο, 09.176 νώμησαν δ’ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν. 09.177 αὐτὰρ ἐπεὶ σπεῖσάν τ’ ἔπιόν θ’ ὅσον ἤθελε θυμός, 09.178 ὁρμῶντ’ ἐκ κλισίης Ἀγαμέμνονος Ἀτρεΐδαο. 09.179 τοῖσι δὲ πόλλ’ ἐπέτελλε Γερήνιος ἱππότα Νέστωρ 09.180 δενδίλλων ἐς ἕκαστον, Ὀδυσσῆϊ δὲ μάλιστα, 09.181 πειρᾶν ὡς πεπίθοιεν ἀμύμονα Πηλεΐωνα. 09.182 τὼ δὲ βάτην παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης 09.183 πολλὰ μάλ’ εὐχομένω γαιηόχῳ ἐννοσιγαίῳ 09.184 ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο. 09.185 Μυρμιδόνων δ’ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην, 09.186 τὸν δ’ εὗρον φρένα τερπόμενον φόρμιγγι λιγείῃ 09.187 καλῇ δαιδαλέῃ, ἐπὶ δ’ ἀργύρεον ζυγὸν ἦεν, 09.188 τὴν ἄρετ’ ἐξ ἐνάρων πόλιν Ἠετίωνος ὀλέσσας: 09.189 τῇ ὅ γε θυμὸν ἔτερπεν, ἄειδε δ’ ἄρα κλέα ἀνδρῶν. 09.190 Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ, 09.191 δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων, 09.192 τὼ δὲ βάτην προτέρω, ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς, 09.193 στὰν δὲ πρόσθ’ αὐτοῖο: ταφὼν δ’ ἀνόρουσεν Ἀχιλλεὺς 09.194 αὐτῇ σὺν φόρμιγγι λιπὼν ἕδος ἔνθα θάασσεν. 09.195 ὣς δ’ αὔτως Πάτροκλος, ἐπεὶ ἴδε φῶτας, ἀνέστη. 09.196 τὼ καὶ δεικνύμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς: 09.197 χαίρετον: ἦ φίλοι ἄνδρες ἱκάνετον ἦ τι μάλα χρεώ, 09.198 οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον. 09.199 ὣς ἄρα φωνήσας προτέρω ἄγε δῖος Ἀχιλλεύς, 09.200 εἷσεν δ’ ἐν κλισμοῖσι τάπησί τε πορφυρέοισιν. 09.201 αἶψα δὲ Πάτροκλον προσεφώνεεν ἐγγὺς ἐόντα: 09.202 μείζονα δὴ κρητῆρα Μενοιτίου υἱὲ καθίστα, 09.203 ζωρότερον δὲ κέραιε, δέπας δ’ ἔντυνον ἑκάστῳ: 09.204 οἳ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ. 09.205 ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ’ ἑταίρῳ. 09.206 αὐτὰρ ὅ γε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ, 09.207 ἐν δ’ ἄρα νῶτον ἔθηκ’ ὄϊος καὶ πίονος αἰγός, 09.208 ἐν δὲ συὸς σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ. 09.209 τῷ δ’ ἔχεν Αὐτομέδων, τάμνεν δ’ ἄρα δῖος Ἀχιλλεύς. 09.210 καὶ τὰ μὲν εὖ μίστυλλε καὶ ἀμφ’ ὀβελοῖσιν ἔπειρε, 09.211 πῦρ δὲ Μενοιτιάδης δαῖεν μέγα ἰσόθεος φώς. 09.212 αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμαράνθη, 09.213 ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τάνυσσε, 09.214 πάσσε δ’ ἁλὸς θείοιο κρατευτάων ἐπαείρας. 09.215 αὐτὰρ ἐπεί ῥ’ ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔχευε, 09.216 Πάτροκλος μὲν σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ 09.217 καλοῖς ἐν κανέοισιν, ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς. 09.218 αὐτὸς δ’ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο 09.219 τοίχου τοῦ ἑτέροιο, θεοῖσι δὲ θῦσαι ἀνώγει 09.220 Πάτροκλον ὃν ἑταῖρον: ὃ δ’ ἐν πυρὶ βάλλε θυηλάς. 09.221 οἳ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. 09.222 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, 09.223 νεῦσ’ Αἴας Φοίνικι: νόησε δὲ δῖος Ὀδυσσεύς, 09.224 πλησάμενος δ’ οἴνοιο δέπας δείδεκτ’ Ἀχιλῆα: 09.225 χαῖρ’ Ἀχιλεῦ: δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς 09.226 ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρεΐδαο 09.227 ἠδὲ καὶ ἐνθάδε νῦν, πάρα γὰρ μενοεικέα πολλὰ 09.228 δαίνυσθ’: ἀλλ’ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν, 09.229 ἀλλὰ λίην μέγα πῆμα διοτρεφὲς εἰσορόωντες 09.230 δείδιμεν: ἐν δοιῇ δὲ σαωσέμεν ἢ ἀπολέσθαι 09.231 νῆας ἐϋσσέλμους, εἰ μὴ σύ γε δύσεαι ἀλκήν. 09.232 ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο 09.233 Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τ’ ἐπίκουροι 09.234 κηάμενοι πυρὰ πολλὰ κατὰ στρατόν, οὐδ’ ἔτι φασὶ 09.235 σχήσεσθ’, ἀλλ’ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι. 09.236 Ζεὺς δέ σφι Κρονίδης ἐνδέξια σήματα φαίνων 09.237 ἀστράπτει: Ἕκτωρ δὲ μέγα σθένεϊ βλεμεαίνων 09.238 μαίνεται ἐκπάγλως πίσυνος Διί, οὐδέ τι τίει 09.239 ἀνέρας οὐδὲ θεούς: κρατερὴ δέ ἑ λύσσα δέδυκεν. 09.240 ἀρᾶται δὲ τάχιστα φανήμεναι Ἠῶ δῖαν: 09.241 στεῦται γὰρ νηῶν ἀποκόψειν ἄκρα κόρυμβα 09.242 αὐτάς τ’ ἐμπρήσειν μαλεροῦ πυρός, αὐτὰρ Ἀχαιοὺς 09.243 δῃώσειν παρὰ τῇσιν ὀρινομένους ὑπὸ καπνοῦ. 09.244 ταῦτ’ αἰνῶς δείδοικα κατὰ φρένα, μή οἱ ἀπειλὰς 09.245 ἐκτελέσωσι θεοί, ἡμῖν δὲ δὴ αἴσιμον εἴη 09.246 φθίσθαι ἐνὶ Τροίῃ ἑκὰς Ἄργεος ἱπποβότοιο. 09.247 ἀλλ’ ἄνα εἰ μέμονάς γε καὶ ὀψέ περ υἷας Ἀχαιῶν 09.248 τειρομένους ἐρύεσθαι ὑπὸ Τρώων ὀρυμαγδοῦ. 09.249 αὐτῷ τοι μετόπισθ’ ἄχος ἔσσεται, οὐδέ τι μῆχος 09.250 ῥεχθέντος κακοῦ ἔστ’ ἄκος εὑρεῖν: ἀλλὰ πολὺ πρὶν 09.251 φράζευ ὅπως Δαναοῖσιν ἀλεξήσεις κακὸν ἦμαρ. 09.252 ὦ πέπον ἦ μὲν σοί γε πατὴρ ἐπετέλλετο Πηλεὺς 09.253 ἤματι τῷ ὅτε σ’ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε: 09.254 τέκνον ἐμὸν κάρτος μὲν Ἀθηναίη τε καὶ Ἥρη 09.255 δώσουσ’ αἴ κ’ ἐθέλωσι, σὺ δὲ μεγαλήτορα θυμὸν 09.256 ἴσχειν ἐν στήθεσσι: φιλοφροσύνη γὰρ ἀμείνων: 09.257 ληγέμεναι δ’ ἔριδος κακομηχάνου, ὄφρά σε μᾶλλον 09.258 τίωσ’ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες. 09.259 ὣς ἐπέτελλ’ ὃ γέρων, σὺ δὲ λήθεαι: ἀλλ’ ἔτι καὶ νῦν 09.260 παύε’, ἔα δὲ χόλον θυμαλγέα: σοὶ δ’ Ἀγαμέμνων 09.261 ἄξια δῶρα δίδωσι μεταλήξαντι χόλοιο. 09.262 εἰ δὲ σὺ μέν μευ ἄκουσον, ἐγὼ δέ κέ τοι καταλέξω 09.263 ὅσσά τοι ἐν κλισίῃσιν ὑπέσχετο δῶρ’ Ἀγαμέμνων: 09.264 ἕπτ’ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα, 09.265 αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ’ ἵππους 09.266 πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο. 09.267 οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο 09.268 οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο, 09.269 ὅσσ’ Ἀγαμέμνονος ἵπποι ἀέθλια ποσσὶν ἄροντο. 09.270 δώσει δ’ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας 09.271 Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλες αὐτὸς 09.272 ἐξέλεθ’, αἳ τότε κάλλει ἐνίκων φῦλα γυναικῶν. 09.273 τὰς μέν τοι δώσει, μετὰ δ’ ἔσσεται ἣν τότ’ ἀπηύρα 09.274 κούρη Βρισῆος: ἐπὶ δὲ μέγαν ὅρκον ὀμεῖται 09.275 μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι 09.276 ἣ θέμις ἐστὶν ἄναξ ἤτ’ ἀνδρῶν ἤτε γυναικῶν. 09.277 ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται: εἰ δέ κεν αὖτε 09.278 ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσ’ ἀλαπάξαι, 09.279 νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηήσασθαι 09.280 εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδ’ Ἀχαιοί, 09.281 Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθαι, 09.282 αἵ κε μετ’ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν. 09.283 εἰ δέ κεν Ἄργος ἱκοίμεθ’ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης 09.284 γαμβρός κέν οἱ ἔοις: τίσει δέ σε ἶσον Ὀρέστῃ, 09.285 ὅς οἱ τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ. 09.286 τρεῖς δέ οἵ εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ 09.287 Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα, 09.288 τάων ἥν κ’ ἐθέλῃσθα φίλην ἀνάεδνον ἄγεσθαι 09.289 πρὸς οἶκον Πηλῆος: ὃ δ’ αὖτ’ ἐπὶ μείλια δώσει 09.290 πολλὰ μάλ’, ὅσσ’ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί: 09.291 ἑπτὰ δέ τοι δώσει εὖ ναιόμενα πτολίεθρα 09.292 Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν 09.293 Φηράς τε ζαθέας ἠδ’ Ἄνθειαν βαθύλειμον 09.294 καλήν τ’ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν. 09.295 πᾶσαι δ’ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος: 09.296 ἐν δ’ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται, 09.297 οἵ κέ σε δωτίνῃσι θεὸν ὣς τιμήσουσι 09.298 καί τοι ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας. 09.299 ταῦτά κέ τοι τελέσειε μεταλήξαντι χόλοιο. 09.300 εἰ δέ τοι Ἀτρεΐδης μὲν ἀπήχθετο κηρόθι μᾶλλον 09.301 αὐτὸς καὶ τοῦ δῶρα, σὺ δ’ ἄλλους περ Παναχαιοὺς 09.302 τειρομένους ἐλέαιρε κατὰ στρατόν, οἵ σε θεὸν ὣς 09.303 τίσουσ’: ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἄροιο: 09.304 νῦν γάρ χ’ Ἕκτορ’ ἕλοις, ἐπεὶ ἂν μάλα τοι σχεδὸν ἔλθοι 09.305 λύσσαν ἔχων ὀλοήν, ἐπεὶ οὔ τινά φησιν ὁμοῖον 09.306 οἷ ἔμεναι Δαναῶν οὓς ἐνθάδε νῆες ἔνεικαν. 09.307 τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς: 09.308 διογενὲς Λαερτιάδη πολυμήχαν’ Ὀδυσσεῦ 09.309 χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν, 09.310 ᾗ περ δὴ φρονέω τε καὶ ὡς τετελεσμένον ἔσται, 09.311 ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος. 09.312 ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν 09.313 ὅς χ’ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ. 09.314 αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα: 09.315 οὔτ’ ἔμεγ’ Ἀτρεΐδην Ἀγαμέμνονα πεισέμεν οἴω 09.316 οὔτ’ ἄλλους Δαναούς, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν 09.317 μάρνασθαι δηΐοισιν ἐπ’ ἀνδράσι νωλεμὲς αἰεί. 09.318 ἴση μοῖρα μένοντι καὶ εἰ μάλα τις πολεμίζοι: 09.319 ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός: 09.320 κάτθαν’ ὁμῶς ὅ τ’ ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐοργώς. 09.321 οὐδέ τί μοι περίκειται, ἐπεὶ πάθον ἄλγεα θυμῷ 09.322 αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν. 09.323 ὡς δ’ ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι 09.324 μάστακ’ ἐπεί κε λάβῃσι, κακῶς δ’ ἄρα οἱ πέλει αὐτῇ, 09.325 ὣς καὶ ἐγὼ πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον, 09.326 ἤματα δ’ αἱματόεντα διέπρησσον πολεμίζων 09.327 ἀνδράσι μαρνάμενος ὀάρων ἕνεκα σφετεράων. 09.328 δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξ’ ἀνθρώπων, 09.329 πεζὸς δ’ ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον: 09.330 τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ 09.331 ἐξελόμην, καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον 09.332 Ἀτρεΐδῃ: ὃ δ’ ὄπισθε μένων παρὰ νηυσὶ θοῇσι 09.333 δεξάμενος διὰ παῦρα δασάσκετο, πολλὰ δ’ ἔχεσκεν. 09.334 ἄλλα δ’ ἀριστήεσσι δίδου γέρα καὶ βασιλεῦσι: 09.335 τοῖσι μὲν ἔμπεδα κεῖται, ἐμεῦ δ’ ἀπὸ μούνου Ἀχαιῶν 09.336 εἵλετ’, ἔχει δ’ ἄλοχον θυμαρέα: τῇ παριαύων 09.337 τερπέσθω. τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσσιν 09.338 Ἀργείους; τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδ’ ἀγείρας 09.339 Ἀτρεΐδης; ἦ οὐχ Ἑλένης ἕνεκ’ ἠϋκόμοιο; 09.340 ἦ μοῦνοι φιλέουσ’ ἀλόχους μερόπων ἀνθρώπων 09.341 Ἀτρεΐδαι; ἐπεὶ ὅς τις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρων 09.342 τὴν αὐτοῦ φιλέει καὶ κήδεται, ὡς καὶ ἐγὼ τὴν 09.343 ἐκ θυμοῦ φίλεον δουρικτητήν περ ἐοῦσαν. 09.344 νῦν δ’ ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο καί μ’ ἀπάτησε 09.345 μή μευ πειράτω εὖ εἰδότος: οὐδέ με πείσει. 09.346 ἀλλ’ Ὀδυσεῦ σὺν σοί τε καὶ ἄλλοισιν βασιλεῦσι 09.347 φραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ. 09.348 ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο, 09.349 καὶ δὴ τεῖχος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπ’ αὐτῷ 09.350 εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξεν: 09.351 ἀλλ’ οὐδ’ ὧς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο 09.352 ἴσχειν: ὄφρα δ’ ἐγὼ μετ’ Ἀχαιοῖσιν πολέμιζον 09.353 οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ, 09.354 ἀλλ’ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν: 09.355 ἔνθά ποτ’ οἶον ἔμιμνε, μόγις δέ μευ ἔκφυγεν ὁρμήν. 09.356 νῦν δ’ ἐπεὶ οὐκ ἐθέλω πολεμιζέμεν Ἕκτορι δίῳ 09.357 αὔριον ἱρὰ Διὶ ῥέξας καὶ πᾶσι θεοῖσι 09.358 νηήσας εὖ νῆας, ἐπὴν ἅλα δὲ προερύσσω, 09.359 ὄψεαι, αἴ κ’ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ, 09.360 ἦρι μάλ’ Ἑλλήσποντον ἐπ’ ἰχθυόεντα πλεούσας 09.361 νῆας ἐμάς, ἐν δ’ ἄνδρας ἐρεσσέμεναι μεμαῶτας: 09.362 εἰ δέ κεν εὐπλοίην δώῃ κλυτὸς ἐννοσίγαιος 09.363 ἤματί κε τριτάτῳ Φθίην ἐρίβωλον ἱκοίμην. 09.364 ἔστι δέ μοι μάλα πολλά, τὰ κάλλιπον ἐνθάδε ἔρρων: 09.365 ἄλλον δ’ ἐνθένδε χρυσὸν καὶ χαλκὸν ἐρυθρὸν 09.366 ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον 09.367 ἄξομαι, ἅσσ’ ἔλαχόν γε: γέρας δέ μοι, ὅς περ ἔδωκεν, 09.368 αὖτις ἐφυβρίζων ἕλετο κρείων Ἀγαμέμνων 09.369 Ἀτρεΐδης: τῷ πάντ’ ἀγορευέμεν ὡς ἐπιτέλλω 09.370 ἀμφαδόν, ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται Ἀχαιοὶ 09.371 εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν 09.372 αἰὲν ἀναιδείην ἐπιειμένος: οὐδ’ ἂν ἔμοιγε 09.373 τετλαίη κύνεός περ ἐὼν εἰς ὦπα ἰδέσθαι: 09.374 οὐδέ τί οἱ βουλὰς συμφράσσομαι, οὐδὲ μὲν ἔργον: 09.375 ἐκ γὰρ δή μ’ ἀπάτησε καὶ ἤλιτεν: οὐδ’ ἂν ἔτ’ αὖτις 09.376 ἐξαπάφοιτ’ ἐπέεσσιν: ἅλις δέ οἱ: ἀλλὰ ἕκηλος 09.377 ἐρρέτω: ἐκ γάρ εὑ φρένας εἵλετο μητίετα Ζεύς. 09.378 ἐχθρὰ δέ μοι τοῦ δῶρα, τίω δέ μιν ἐν καρὸς αἴσῃ. 09.379 οὐδ’ εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις τόσα δοίη 09.380 ὅσσά τέ οἱ νῦν ἔστι, καὶ εἴ ποθεν ἄλλα γένοιτο, 09.381 οὐδ’ ὅσ’ ἐς Ὀρχομενὸν ποτινίσεται, οὐδ’ ὅσα Θήβας 09.382 Αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται, 09.383 αἵ θ’ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δ’ ἀν’ ἑκάστας 09.384 ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν: 09.385 οὐδ’ εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε, 09.386 οὐδέ κεν ὧς ἔτι θυμὸν ἐμὸν πείσει’ Ἀγαμέμνων 09.387 πρίν γ’ ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην. 09.388 κούρην δ’ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο, 09.389 οὐδ’ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι, 09.390 ἔργα δ’ Ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι: 09.391 οὐδέ μιν ὧς γαμέω: ὃ δ’ Ἀχαιῶν ἄλλον ἑλέσθω, 09.392 ὅς τις οἷ τ’ ἐπέοικε καὶ ὃς βασιλεύτερός ἐστιν. 09.393 ἢν γὰρ δή με σαῶσι θεοὶ καὶ οἴκαδ’ ἵκωμαι, 09.394 Πηλεύς θήν μοι ἔπειτα γυναῖκά γε μάσσεται αὐτός. 09.395 πολλαὶ Ἀχαιΐδες εἰσὶν ἀν’ Ἑλλάδα τε Φθίην τε 09.396 κοῦραι ἀριστήων, οἵ τε πτολίεθρα ῥύονται, 09.397 τάων ἥν κ’ ἐθέλωμι φίλην ποιήσομ’ ἄκοιτιν. 09.398 ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ 09.399 γήμαντα μνηστὴν ἄλοχον ἐϊκυῖαν ἄκοιτιν 09.400 κτήμασι τέρπεσθαι τὰ γέρων ἐκτήσατο Πηλεύς: 09.401 οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον οὐδ’ ὅσα φασὶν 09.402 Ἴλιον ἐκτῆσθαι εὖ ναιόμενον πτολίεθρον 09.403 τὸ πρὶν ἐπ’ εἰρήνης, πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν, 09.404 οὐδ’ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει 09.405 Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ. 09.406 ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μῆλα, 09.407 κτητοὶ δὲ τρίποδές τε καὶ ἵππων ξανθὰ κάρηνα, 09.408 ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ 09.409 οὔθ’ ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων. 09.410 μήτηρ γάρ τέ μέ φησι θεὰ Θέτις ἀργυρόπεζα 09.411 διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλος δέ. 09.412 εἰ μέν κ’ αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι, 09.413 ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται: 09.414 εἰ δέ κεν οἴκαδ’ ἵκωμι φίλην ἐς πατρίδα γαῖαν, 09.415 ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼν 09.416 ἔσσεται, οὐδέ κέ μ’ ὦκα τέλος θανάτοιο κιχείη. 09.417 καὶ δ’ ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην 09.418 οἴκαδ’ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ 09.419 Ἰλίου αἰπεινῆς: μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς 09.420 χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί. 09.421 ἀλλ’ ὑμεῖς μὲν ἰόντες ἀριστήεσσιν Ἀχαιῶν 09.422 ἀγγελίην ἀπόφασθε: τὸ γὰρ γέρας ἐστὶ γερόντων: 09.423 ὄφρ’ ἄλλην φράζωνται ἐνὶ φρεσὶ μῆτιν ἀμείνω, 09.424 ἥ κέ σφιν νῆάς τε σαῷ καὶ λαὸν Ἀχαιῶν 09.425 νηυσὶν ἔπι γλαφυρῇς, ἐπεὶ οὔ σφισιν ἥδέ γ’ ἑτοίμη 09.426 ἣν νῦν ἐφράσσαντο ἐμεῦ ἀπομηνίσαντος: 09.427 Φοῖνιξ δ’ αὖθι παρ’ ἄμμι μένων κατακοιμηθήτω, 09.428 ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδ’ ἕπηται 09.429 αὔριον ἢν ἐθέλῃσιν: ἀνάγκῃ δ’ οὔ τί μιν ἄξω. 09.430 ὣς ἔφαθ’, οἳ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ 09.431 μῦθον ἀγασσάμενοι: μάλα γὰρ κρατερῶς ἀπέειπεν: 09.432 ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱππηλάτα Φοῖνιξ 09.433 δάκρυ’ ἀναπρήσας: περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν: 09.434 εἰ μὲν δὴ νόστόν γε μετὰ φρεσὶ φαίδιμ’ Ἀχιλλεῦ 09.435 βάλλεαι, οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι 09.436 πῦρ ἐθέλεις ἀΐδηλον, ἐπεὶ χόλος ἔμπεσε θυμῷ, 09.437 πῶς ἂν ἔπειτ’ ἀπὸ σεῖο φίλον τέκος αὖθι λιποίμην 09.438 οἶος; σοὶ δέ μ’ ἔπεμπε γέρων ἱππηλάτα Πηλεὺς 09.439 ἤματι τῷ ὅτε σ’ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε 09.440 νήπιον οὔ πω εἰδόθ’ ὁμοιΐου πολέμοιο 09.441 οὐδ’ ἀγορέων, ἵνα τ’ ἄνδρες ἀριπρεπέες τελέθουσι. 09.442 τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα, 09.443 μύθων τε ῥητῆρ’ ἔμεναι πρηκτῆρά τε ἔργων. 09.444 ὡς ἂν ἔπειτ’ ἀπὸ σεῖο φίλον τέκος οὐκ ἐθέλοιμι 09.445 λείπεσθ’, οὐδ’ εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸς 09.446 γῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα, 09.447 οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα 09.448 φεύγων νείκεα πατρὸς Ἀμύντορος Ὀρμενίδαο, 09.449 ὅς μοι παλλακίδος περιχώσατο καλλικόμοιο, 09.450 τὴν αὐτὸς φιλέεσκεν, ἀτιμάζεσκε δ’ ἄκοιτιν 09.451 μητέρ’ ἐμήν: ἣ δ’ αἰὲν ἐμὲ λισσέσκετο γούνων 09.452 παλλακίδι προμιγῆναι, ἵν’ ἐχθήρειε γέροντα. 09.453 τῇ πιθόμην καὶ ἔρεξα: πατὴρ δ’ ἐμὸς αὐτίκ’ ὀϊσθεὶς 09.454 πολλὰ κατηρᾶτο, στυγερὰς δ’ ἐπεκέκλετ’ Ἐρινῦς, 09.455 μή ποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν 09.456 ἐξ ἐμέθεν γεγαῶτα: θεοὶ δ’ ἐτέλειον ἐπαρὰς 09.457 Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια. 09.458 τὸν μὲν ἐγὼ βούλευσα κατακτάμεν ὀξέϊ χαλκῷ: 09.459 ἀλλά τις ἀθανάτων παῦσεν χόλον, ὅς ῥ’ ἐνὶ θυμῷ 09.460 δήμου θῆκε φάτιν καὶ ὀνείδεα πόλλ’ ἀνθρώπων, 09.461 ὡς μὴ πατροφόνος μετ’ Ἀχαιοῖσιν καλεοίμην 09.462 ἔνθ’ ἐμοὶ οὐκέτι πάμπαν ἐρητύετ’ ἐν φρεσὶ θυμὸς 09.463 πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι. 09.464 ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοὶ ἀμφὶς ἐόντες 09.465 αὐτοῦ λισσόμενοι κατερήτυον ἐν μεγάροισι, 09.466 πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς 09.467 ἔσφαζον, πολλοὶ δὲ σύες θαλέθοντες ἀλοιφῇ 09.468 εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο, 09.469 πολλὸν δ’ ἐκ κεράμων μέθυ πίνετο τοῖο γέροντος. 09.470 εἰνάνυχες δέ μοι ἀμφ’ αὐτῷ παρὰ νύκτας ἴαυον: 09.471 οἳ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον, οὐδέ ποτ’ ἔσβη 09.472 πῦρ, ἕτερον μὲν ὑπ’ αἰθούσῃ εὐερκέος αὐλῆς, 09.473 ἄλλο δ’ ἐνὶ προδόμῳ, πρόσθεν θαλάμοιο θυράων. 09.474 ἀλλ’ ὅτε δὴ δεκάτη μοι ἐπήλυθε νὺξ ἐρεβεννή, 09.475 καὶ τότ’ ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίας 09.476 ῥήξας ἐξῆλθον, καὶ ὑπέρθορον ἑρκίον αὐλῆς 09.477 ῥεῖα, λαθὼν φύλακάς τ’ ἄνδρας δμῳάς τε γυναῖκας. 09.478 φεῦγον ἔπειτ’ ἀπάνευθε δι’ Ἑλλάδος εὐρυχόροιο, 09.479 Φθίην δ’ ἐξικόμην ἐριβώλακα μητέρα μήλων 09.480 ἐς Πηλῆα ἄναχθ’: ὃ δέ με πρόφρων ὑπέδεκτο, 09.481 καί μ’ ἐφίλησ’ ὡς εἴ τε πατὴρ ὃν παῖδα φιλήσῃ 09.482 μοῦνον τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσι, 09.483 καί μ’ ἀφνειὸν ἔθηκε, πολὺν δέ μοι ὤπασε λαόν: 09.484 ναῖον δ’ ἐσχατιὴν Φθίης Δολόπεσσιν ἀνάσσων. 09.485 καί σε τοσοῦτον ἔθηκα θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ, 09.486 ἐκ θυμοῦ φιλέων, ἐπεὶ οὐκ ἐθέλεσκες ἅμ’ ἄλλῳ 09.487 οὔτ’ ἐς δαῖτ’ ἰέναι οὔτ’ ἐν μεγάροισι πάσασθαι, 09.488 πρίν γ’ ὅτε δή σ’ ἐπ’ ἐμοῖσιν ἐγὼ γούνεσσι καθίσσας 09.489 ὄψου τ’ ἄσαιμι προταμὼν καὶ οἶνον ἐπισχών. 09.490 πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσσι χιτῶνα 09.491 οἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ. 09.492 ὣς ἐπὶ σοὶ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα, 09.493 τὰ φρονέων ὅ μοι οὔ τι θεοὶ γόνον ἐξετέλειον 09.494 ἐξ ἐμεῦ: ἀλλὰ σὲ παῖδα θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ 09.495 ποιεύμην, ἵνα μοί ποτ’ ἀεικέα λοιγὸν ἀμύνῃς. 09.496 ἀλλ’ Ἀχιλεῦ δάμασον θυμὸν μέγαν: οὐδέ τί σε χρὴ 09.497 νηλεὲς ἦτορ ἔχειν: στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί, 09.498 τῶν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε. 09.499 καὶ μὲν τοὺς θυέεσσι καὶ εὐχωλῇς ἀγανῇσι 09.500 λοιβῇ τε κνίσῃ τε παρατρωπῶσ’ ἄνθρωποι 09.501 λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ. 09.502 καὶ γάρ τε λιταί εἰσι Διὸς κοῦραι μεγάλοιο 09.503 χωλαί τε ῥυσαί τε παραβλῶπές τ’ ὀφθαλμώ, 09.504 αἵ ῥά τε καὶ μετόπισθ’ ἄτης ἀλέγουσι κιοῦσαι. 09.505 ἣ δ’ ἄτη σθεναρή τε καὶ ἀρτίπος, οὕνεκα πάσας 09.506 πολλὸν ὑπεκπροθέει, φθάνει δέ τε πᾶσαν ἐπ’ αἶαν 09.507 βλάπτουσ’ ἀνθρώπους: αἳ δ’ ἐξακέονται ὀπίσσω. 09.508 ὃς μέν τ’ αἰδέσεται κούρας Διὸς ἆσσον ἰούσας, 09.509 τὸν δὲ μέγ’ ὤνησαν καί τ’ ἔκλυον εὐχομένοιο: 09.510 ὃς δέ κ’ ἀνήνηται καί τε στερεῶς ἀποείπῃ, 09.511 λίσσονται δ’ ἄρα ταί γε Δία Κρονίωνα κιοῦσαι 09.512 τῷ ἄτην ἅμ’ ἕπεσθαι, ἵνα βλαφθεὶς ἀποτίσῃ. 09.513 ἀλλ’ Ἀχιλεῦ πόρε καὶ σὺ Διὸς κούρῃσιν ἕπεσθαι 09.514 τιμήν, ἥ τ’ ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν. 09.515 εἰ μὲν γὰρ μὴ δῶρα φέροι τὰ δ’ ὄπισθ’ ὀνομάζοι 09.516 Ἀτρεΐδης, ἀλλ’ αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι, 09.517 οὐκ ἂν ἔγωγέ σε μῆνιν ἀπορρίψαντα κελοίμην 09.518 Ἀργείοισιν ἀμυνέμεναι χατέουσί περ ἔμπης: 09.519 νῦν δ’ ἅμα τ’ αὐτίκα πολλὰ διδοῖ τὰ δ’ ὄπισθεν ὑπέστη, 09.520 ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστους 09.521 κρινάμενος κατὰ λαὸν Ἀχαιϊκόν, οἵ τε σοὶ αὐτῷ 09.522 φίλτατοι Ἀργείων: τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς 09.523 μηδὲ πόδας: πρὶν δ’ οὔ τι νεμεσσητὸν κεχολῶσθαι. 09.524 οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν 09.525 ἡρώων, ὅτε κέν τιν’ ἐπιζάφελος χόλος ἵκοι: 09.526 δωρητοί τε πέλοντο παράρρητοί τ’ ἐπέεσσι. 09.527 μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι οὔ τι νέον γε 09.528 ὡς ἦν: ἐν δ’ ὑμῖν ἐρέω πάντεσσι φίλοισι. 09.529 Κουρῆτές τ’ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι 09.530 ἀμφὶ πόλιν Καλυδῶνα καὶ ἀλλήλους ἐνάριζον, 09.531 Αἰτωλοὶ μὲν ἀμυνόμενοι Καλυδῶνος ἐραννῆς, 09.532 Κουρῆτες δὲ διαπραθέειν μεμαῶτες Ἄρηϊ. 09.533 καὶ γὰρ τοῖσι κακὸν χρυσόθρονος Ἄρτεμις ὦρσε 09.534 χωσαμένη ὅ οἱ οὔ τι θαλύσια γουνῷ ἀλωῆς 09.535 Οἰνεὺς ῥέξ’: ἄλλοι δὲ θεοὶ δαίνυνθ’ ἑκατόμβας, 09.536 οἴῃ δ’ οὐκ ἔρρεξε Διὸς κούρῃ μεγάλοιο. 09.537 ἢ λάθετ’ ἢ οὐκ ἐνόησεν: ἀάσατο δὲ μέγα θυμῷ. 09.538 ἣ δὲ χολωσαμένη δῖον γένος ἰοχέαιρα 09.539 ὦρσεν ἔπι χλούνην σῦν ἄγριον ἀργιόδοντα, 09.540 ὃς κακὰ πόλλ’ ἕρδεσκεν ἔθων Οἰνῆος ἀλωήν: 09.541 πολλὰ δ’ ὅ γε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰ 09.542 αὐτῇσιν ῥίζῃσι καὶ αὐτοῖς ἄνθεσι μήλων. 09.543 τὸν δ’ υἱὸς Οἰνῆος ἀπέκτεινεν Μελέαγρος 09.544 πολλέων ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείρας 09.545 καὶ κύνας: οὐ μὲν γάρ κε δάμη παύροισι βροτοῖσι: 09.546 τόσσος ἔην, πολλοὺς δὲ πυρῆς ἐπέβησ’ ἀλεγεινῆς. 09.547 ἣ δ’ ἀμφ’ αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτὴν 09.548 ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι, 09.549 Κουρήτων τε μεσηγὺ καὶ Αἰτωλῶν μεγαθύμων. 09.550 ὄφρα μὲν οὖν Μελέαγρος ἄρηι φίλος πολέμιζε, 09.551 τόφρα δὲ Κουρήτεσσι κακῶς ἦν, οὐδὲ δύναντο 09.552 τείχεος ἔκτοσθεν μίμνειν πολέες περ ἐόντες: 09.553 ἀλλ’ ὅτε δὴ Μελέαγρον ἔδυ χόλος, ὅς τε καὶ ἄλλων 09.554 οἰδάνει ἐν στήθεσσι νόον πύκα περ φρονεόντων, 09.555 ἤτοι ὃ μητρὶ φίλῃ Ἀλθαίῃ χωόμενος κῆρ 09.556 κεῖτο παρὰ μνηστῇ ἀλόχῳ καλῇ Κλεοπάτρῃ 09.557 κούρῃ Μαρπήσσης καλλισφύρου Εὐηνίνης 09.558 Ἴδεώ θ’, ὃς κάρτιστος ἐπιχθονίων γένετ’ ἀνδρῶν 09.559 τῶν τότε: καί ῥα ἄνακτος ἐναντίον εἵλετο τόξον 09.560 Φοίβου Ἀπόλλωνος καλλισφύρου εἵνεκα νύμφης, 09.561 τὴν δὲ τότ’ ἐν μεγάροισι πατὴρ καὶ πότνια μήτηρ 09.562 Ἀλκυόνην καλέεσκον ἐπώνυμον, οὕνεκ’ ἄρ’ αὐτῆς 09.563 μήτηρ ἀλκυόνος πολυπενθέος οἶτον ἔχουσα 09.564 κλαῖεν ὅ μιν ἑκάεργος ἀνήρπασε Φοῖβος Ἀπόλλων: 09.565 τῇ ὅ γε παρκατέλεκτο χόλον θυμαλγέα πέσσων 09.566 ἐξ ἀρέων μητρὸς κεχολωμένος, ἥ ῥα θεοῖσι 09.567 πόλλ’ ἀχέουσ’ ἠρᾶτο κασιγνήτοιο φόνοιο, 09.568 πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοία 09.569 κικλήσκουσ’ Ἀΐδην καὶ ἐπαινὴν Περσεφόνειαν 09.570 πρόχνυ καθεζομένη, δεύοντο δὲ δάκρυσι κόλποι, 09.571 παιδὶ δόμεν θάνατον: τῆς δ’ ἠεροφοῖτις Ἐρινὺς 09.572 ἔκλυεν ἐξ Ἐρέβεσφιν ἀμείλιχον ἦτορ ἔχουσα. 09.573 τῶν δὲ τάχ’ ἀμφὶ πύλας ὅμαδος καὶ δοῦπος ὀρώρει 09.574 πύργων βαλλομένων: τὸν δὲ λίσσοντο γέροντες 09.575 Αἰτωλῶν, πέμπον δὲ θεῶν ἱερῆας ἀρίστους, 09.576 ἐξελθεῖν καὶ ἀμῦναι ὑποσχόμενοι μέγα δῶρον: 09.577 ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς, 09.578 ἔνθά μιν ἤνωγον τέμενος περικαλλὲς ἑλέσθαι 09.579 πεντηκοντόγυον, τὸ μὲν ἥμισυ οἰνοπέδοιο, 09.580 ἥμισυ δὲ ψιλὴν ἄροσιν πεδίοιο ταμέσθαι. 09.581 πολλὰ δέ μιν λιτάνευε γέρων ἱππηλάτα Οἰνεὺς 09.582 οὐδοῦ ἐπεμβεβαὼς ὑψηρεφέος θαλάμοιο 09.583 σείων κολλητὰς σανίδας γουνούμενος υἱόν: 09.584 πολλὰ δὲ τόν γε κασίγνηται καὶ πότνια μήτηρ 09.585 ἐλλίσσονθ’: ὃ δὲ μᾶλλον ἀναίνετο: πολλὰ δ’ ἑταῖροι, 09.586 οἵ οἱ κεδνότατοι καὶ φίλτατοι ἦσαν ἁπάντων: 09.587 ἀλλ’ οὐδ’ ὧς τοῦ θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον, 09.588 πρίν γ’ ὅτε δὴ θάλαμος πύκ’ ἐβάλλετο, τοὶ δ’ ἐπὶ πύργων 09.589 βαῖνον Κουρῆτες καὶ ἐνέπρηθον μέγα ἄστυ. 09.590 καὶ τότε δὴ Μελέαγρον ἐΰζωνος παράκοιτις 09.591 λίσσετ’ ὀδυρομένη, καί οἱ κατέλεξεν ἅπαντα 09.592 κήδε’, ὅσ’ ἀνθρώποισι πέλει τῶν ἄστυ ἁλώῃ: 09.593 ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει, 09.594 τέκνα δέ τ’ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας. 09.595 τοῦ δ’ ὠρίνετο θυμὸς ἀκούοντος κακὰ ἔργα, 09.596 βῆ δ’ ἰέναι, χροῒ δ’ ἔντε’ ἐδύσετο παμφανόωντα. 09.597 ὣς ὃ μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρ 09.598 εἴξας ᾧ θυμῷ: τῷ δ’ οὐκέτι δῶρα τέλεσσαν 09.599 πολλά τε καὶ χαρίεντα, κακὸν δ’ ἤμυνε καὶ αὔτως. 09.600 ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί, μὴ δέ σε δαίμων 09.601 ἐνταῦθα τρέψειε φίλος: κάκιον δέ κεν εἴη 09.602 νηυσὶν καιομένῃσιν ἀμυνέμεν: ἀλλ’ ἐπὶ δώρων 09.603 ἔρχεο: ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί. 09.604 εἰ δέ κ’ ἄτερ δώρων πόλεμον φθισήνορα δύῃς 09.605 οὐκέθ’ ὁμῶς τιμῆς ἔσεαι πόλεμόν περ ἀλαλκών. 09.606 τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς: 09.607 Φοῖνιξ ἄττα γεραιὲ διοτρεφὲς οὔ τί με ταύτης 09.608 χρεὼ τιμῆς: φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ, 09.609 ἥ μ’ ἕξει παρὰ νηυσὶ κορωνίσιν εἰς ὅ κ’ ἀϋτμὴ 09.610 ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατ’ ὀρώρῃ. 09.611 ἄλλο δέ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσι: 09.612 μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων 09.613 Ἀτρεΐδῃ ἥρωϊ φέρων χάριν: οὐδέ τί σε χρὴ 09.614 τὸν φιλέειν, ἵνα μή μοι ἀπέχθηαι φιλέοντι. 09.615 καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κ’ ἐμὲ κήδῃ: 09.616 ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς. 09.617 οὗτοι δ’ ἀγγελέουσι, σὺ δ’ αὐτόθι λέξεο μίμνων 09.618 εὐνῇ ἔνι μαλακῇ: ἅμα δ’ ἠοῖ φαινομένηφι 09.619 φρασσόμεθ’ ἤ κε νεώμεθ’ ἐφ’ ἡμέτερ’ ἦ κε μένωμεν. 09.620 ἦ καὶ Πατρόκλῳ ὅ γ’ ἐπ’ ὀφρύσι νεῦσε σιωπῇ 09.621 Φοίνικι στορέσαι πυκινὸν λέχος, ὄφρα τάχιστα 09.622 ἐκ κλισίης νόστοιο μεδοίατο: τοῖσι δ’ ἄρ’ Αἴας 09.623 ἀντίθεος Τελαμωνιάδης μετὰ μῦθον ἔειπε: 09.624 διογενὲς Λαερτιάδη πολυμήχαν’ Ὀδυσσεῦ 09.625 ἴομεν: οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ 09.626 τῇδέ γ’ ὁδῷ κρανέεσθαι: ἀπαγγεῖλαι δὲ τάχιστα 09.627 χρὴ μῦθον Δαναοῖσι καὶ οὐκ ἀγαθόν περ ἐόντα 09.628 οἵ που νῦν ἕαται ποτιδέγμενοι. αὐτάρ Ἀχιλλεὺς 09.629 ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμὸν 09.630 σχέτλιος, οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων 09.631 τῆς ᾗ μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλων 09.632 νηλής: καὶ μέν τίς τε κασιγνήτοιο φονῆος 09.633 ποινὴν ἢ οὗ παιδὸς ἐδέξατο τεθνηῶτος: 09.634 καί ῥ’ ὃ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλ’ ἀποτίσας, 09.635 τοῦ δέ τ’ ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ 09.636 ποινὴν δεξαμένῳ: σοὶ δ’ ἄληκτόν τε κακόν τε 09.637 θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης 09.638 οἴης: νῦν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχ’ ἀρίστας, 09.639 ἄλλά τε πόλλ’ ἐπὶ τῇσι: σὺ δ’ ἵλαον ἔνθεο θυμόν, 09.640 αἴδεσσαι δὲ μέλαθρον: ὑπωρόφιοι δέ τοί εἰμεν 09.641 πληθύος ἐκ Δαναῶν, μέμαμεν δέ τοι ἔξοχον ἄλλων 09.642 κήδιστοί τ’ ἔμεναι καὶ φίλτατοι ὅσσοι Ἀχαιοί. 09.643 τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς: 09.644 Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν 09.645 πάντά τί μοι κατὰ θυμὸν ἐείσαο μυθήσασθαι: 09.646 ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ ὁππότε κείνων 09.647 μνήσομαι ὥς μ’ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν 09.648 Ἀτρεΐδης ὡς εἴ τιν’ ἀτίμητον μετανάστην. 09.649 ἀλλ’ ὑμεῖς ἔρχεσθε καὶ ἀγγελίην ἀπόφασθε: 09.650 οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος 09.651 πρίν γ’ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον 09.652 Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαι 09.653 κτείνοντ’ Ἀργείους, κατά τε σμῦξαι πυρὶ νῆας. 09.654 ἀμφὶ δέ τοι τῇ ἐμῇ κλισίῃ καὶ νηῒ μελαίνῃ 09.655 Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω. 09.656 ὣς ἔφαθ’, οἳ δὲ ἕκαστος ἑλὼν δέπας ἀμφικύπελλον 09.657 σπείσαντες παρὰ νῆας ἴσαν πάλιν: ἦρχε δ’ Ὀδυσσεύς. 09.658 Πάτροκλος δ’ ἑτάροισιν ἰδὲ δμωῇσι κέλευσε 09.659 Φοίνικι στορέσαι πυκινὸν λέχος ὅττι τάχιστα. 09.660 αἳ δ’ ἐπιπειθόμεναι στόρεσαν λέχος ὡς ἐκέλευσε 09.661 κώεά τε ῥῆγός τε λίνοιό τε λεπτὸν ἄωτον. 09.662 ἔνθ’ ὃ γέρων κατέλεκτο καὶ ἠῶ δῖαν ἔμιμνεν. 09.663 αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης εὐπήκτου: 09.664 τῷ δ’ ἄρα παρκατέλεκτο γυνή, τὴν Λεσβόθεν ἦγε, 09.665 Φόρβαντος θυγάτηρ Διομήδη καλλιπάρῃος. 09.666 Πάτροκλος δ’ ἑτέρωθεν ἐλέξατο: πὰρ δ’ ἄρα καὶ τῷ 09.667 Ἶφις ἐΰζωνος, τήν οἱ πόρε δῖος Ἀχιλλεὺς 09.668 Σκῦρον ἑλὼν αἰπεῖαν Ἐνυῆος πτολίεθρον. 09.669 οἳ δ’ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο. 09.670 τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶν 09.671 δειδέχατ’ ἄλλοθεν ἄλλος ἀνασταδόν, ἔκ τ’ ἐρέοντο: 09.672 πρῶτος δ’ ἐξερέεινεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων: 09.673 εἴπ’ ἄγε μ’ ὦ πολύαιν’ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν 09.674 ἤ ῥ’ ἐθέλει νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ, 09.675 ἦ ἀπέειπε, χόλος δ’ ἔτ’ ἔχει μεγαλήτορα θυμόν; 09.676 τὸν δ’ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς: 09.677 Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον 09.678 κεῖνός γ’ οὐκ ἐθέλει σβέσσαι χόλον, ἀλλ’ ἔτι μᾶλλον 09.679 πιμπλάνεται μένεος, σὲ δ’ ἀναίνεται ἠδὲ σὰ δῶρα. 09.680 αὐτόν σε φράζεσθαι ἐν Ἀργείοισιν ἄνωγεν 09.681 ὅππως κεν νῆάς τε σαῷς καὶ λαὸν Ἀχαιῶν: 09.682 αὐτὸς δ’ ἠπείλησεν ἅμ’ ἠοῖ φαινομένηφι 09.683 νῆας ἐϋσσέλμους ἅλαδ’ ἑλκέμεν ἀμφιελίσσας. 09.684 καὶ δ’ ἂν τοῖς ἄλλοισιν ἔφη παραμυθήσασθαι 09.685 οἴκαδ’ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ 09.686 Ἰλίου αἰπεινῆς: μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς 09.687 χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί. 09.688 ὣς ἔφατ’: εἰσὶ καὶ οἵδε τάδ’ εἰπέμεν, οἵ μοι ἕποντο, 09.689 Αἴας καὶ κήρυκε δύω πεπνυμένω ἄμφω. 09.690 Φοῖνιξ δ’ αὖθ’ ὃ γέρων κατελέξατο, ὡς γὰρ ἀνώγει, 09.691 ὄφρά οἱ ἐν νήεσσι φίλην ἐς πατρίδ’ ἕπηται 09.692 αὔριον, ἢν ἐθέλῃσιν: ἀνάγκῃ δ’ οὔ τί μιν ἄξει. 09.693 ὣς ἔφαθ’, οἳ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ 09.694 μῦθον ἀγασσάμενοι: μάλα γὰρ κρατερῶς ἀγόρευσε. 09.695 δὴν δ’ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν: 09.696 ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης: 09.697 Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον 09.698 μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλεΐωνα 09.699 μυρία δῶρα διδούς: ὃ δ’ ἀγήνωρ ἐστὶ καὶ ἄλλως: 09.700 νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας. 09.701 ἀλλ’ ἤτοι κεῖνον μὲν ἐάσομεν ἤ κεν ἴῃσιν 09.702 ἦ κε μένῃ: τότε δ’ αὖτε μαχήσεται ὁππότε κέν μιν 09.703 θυμὸς ἐνὶ στήθεσσιν ἀνώγῃ καὶ θεὸς ὄρσῃ. 09.704 ἀλλ’ ἄγεθ’ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες: 09.705 νῦν μὲν κοιμήσασθε τεταρπόμενοι φίλον ἦτορ 09.706 σίτου καὶ οἴνοιο: τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή: 09.707 αὐτὰρ ἐπεί κε φανῇ καλὴ ῥοδοδάκτυλος Ἠώς, 09.708 καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόν τε καὶ ἵππους 09.709 ὀτρύνων, καὶ δ’ αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι. 09.710 ὣς ἔφαθ’, οἳ δ’ ἄρα πάντες ἐπῄνησαν βασιλῆες 09.711 μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο. 09.712 καὶ τότε δὴ σπείσαντες ἔβαν κλισίην δὲ ἕκαστος, 09.713 ἔνθα δὲ κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο. 10.001 ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν 10.002 εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ: 10.003 ἀλλ’ οὐκ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν 10.004 ὕπνος ἔχε γλυκερὸς πολλὰ φρεσὶν ὁρμαίνοντα. 10.005 ὡς δ’ ὅτ’ ἂν ἀστράπτῃ πόσις Ἥρης ἠϋκόμοιο 10.006 τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζαν 10.007 ἢ νιφετόν, ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας, 10.008 ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο, 10.009 ὣς πυκίν’ ἐν στήθεσσιν ἀνεστενάχιζ’ Ἀγαμέμνων 10.010 νειόθεν ἐκ κραδίης, τρομέοντο δέ οἱ φρένες ἐντός. 10.011 ἤτοι ὅτ’ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε, 10.012 θαύμαζεν πυρὰ πολλὰ τὰ καίετο Ἰλιόθι πρὸ 10.013 αὐλῶν συρίγγων τ’ ἐνοπὴν ὅμαδόν τ’ ἀνθρώπων. 10.014 αὐτὰρ ὅτ’ ἐς νῆάς τε ἴδοι καὶ λαὸν Ἀχαιῶν, 10.015 πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας 10.016 ὑψόθ’ ἐόντι Διί, μέγα δ’ ἔστενε κυδάλιμον κῆρ. 10.017 ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ 10.018 Νέστορ’ ἔπι πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν, 10.019 εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο, 10.020 ἥ τις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο. 10.021 ὀρθωθεὶς δ’ ἔνδυνε περὶ στήθεσσι χιτῶνα, 10.022 ποσσὶ δ’ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, 10.023 ἀμφὶ δ’ ἔπειτα δαφοινὸν ἑέσσατο δέρμα λέοντος 10.024 αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δ’ ἔγχος. 10.025 ὣς δ’ αὔτως Μενέλαον ἔχε τρόμος: οὐδὲ γὰρ αὐτῷ 10.026 ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε: μή τι πάθοιεν 10.027 Ἀργεῖοι, τοὶ δὴ ἕθεν εἵνεκα πουλὺν ἐφ’ ὑγρὴν 10.028 ἤλυθον ἐς Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες. 10.029 παρδαλέῃ μὲν πρῶτα μετάφρενον εὐρὺ κάλυψε 10.030 ποικίλῃ, αὐτὰρ ἐπὶ στεφάνην κεφαλῆφιν ἀείρας 10.031 θήκατο χαλκείην, δόρυ δ’ εἵλετο χειρὶ παχείῃ. 10.032 βῆ δ’ ἴμεν ἀνστήσων ὃν ἀδελφεόν, ὃς μέγα πάντων 10.033 Ἀργείων ἤνασσε, θεὸς δ’ ὣς τίετο δήμῳ. 10.034 τὸν δ’ εὗρ’ ἀμφ’ ὤμοισι τιθήμενον ἔντεα καλὰ 10.035 νηῒ πάρα πρύμνῃ: τῷ δ’ ἀσπάσιος γένετ’ ἐλθών. 10.036 τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλαος: 10.037 τίφθ’ οὕτως ἠθεῖε κορύσσεαι; ἦ τιν’ ἑταίρων 10.038 ὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον; ἀλλὰ μάλ’ αἰνῶς 10.039 δείδω μὴ οὔ τίς τοι ὑπόσχηται τόδε ἔργον 10.040 ἄνδρας δυσμενέας σκοπιαζέμεν οἶος ἐπελθὼν 10.041 νύκτα δι’ ἀμβροσίην: μάλα τις θρασυκάρδιος ἔσται. 10.042 τὸν δ’ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων: 10.043 χρεὼ βουλῆς ἐμὲ καὶ σὲ διοτρεφὲς ὦ Μενέλαε 10.044 κερδαλέης, ἥ τίς κεν ἐρύσσεται ἠδὲ σαώσει 10.045 Ἀργείους καὶ νῆας, ἐπεὶ Διὸς ἐτράπετο φρήν. 10.046 Ἑκτορέοις ἄρα μᾶλλον ἐπὶ φρένα θῆχ’ ἱεροῖσιν: 10.047 οὐ γάρ πω ἰδόμην, οὐδ’ ἔκλυον αὐδήσαντος 10.048 ἄνδρ’ ἕνα τοσσάδε μέρμερ’ ἐπ’ ἤματι μητίσασθαι, 10.049 ὅσσ’ Ἕκτωρ ἔρρεξε Διῒ φίλος υἷας Ἀχαιῶν 10.050 αὔτως, οὔτε θεᾶς υἱὸς φίλος οὔτε θεοῖο. 10.051 ἔργα δ’ ἔρεξ’ ὅσα φημὶ μελησέμεν Ἀργείοισι 10.052 δηθά τε καὶ δολιχόν: τόσα γὰρ κακὰ μήσατ’ Ἀχαιούς. 10.053 ἀλλ’ ἴθι νῦν Αἴαντα καὶ Ἰδομενῆα κάλεσσον 10.054 ῥίμφα θέων παρὰ νῆας: ἐγὼ δ’ ἐπὶ Νέστορα δῖον 10.055 εἶμι, καὶ ὀτρυνέω ἀνστήμεναι, αἴ κ’ ἐθέλῃσιν 10.056 ἐλθεῖν ἐς φυλάκων ἱερὸν τέλος ἠδ’ ἐπιτεῖλαι. 10.057 κείνῳ γάρ κε μάλιστα πιθοίατο: τοῖο γὰρ υἱὸς 10.058 σημαίνει φυλάκεσσι καὶ Ἰδομενῆος ὀπάων 10.059 Μηριόνης: τοῖσιν γὰρ ἐπετράπομέν γε μάλιστα. 10.060 τὸν δ’ ἠμείβετ’ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος: 10.061 πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι ἠδὲ κελεύεις; 10.062 αὖθι μένω μετὰ τοῖσι δεδεγμένος εἰς ὅ κεν ἔλθῃς, 10.063 ἦε θέω μετὰ σ’ αὖτις, ἐπὴν εὖ τοῖς ἐπιτείλω; 10.064 τὸν δ’ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, 10.065 αὖθι μένειν, μή πως ἀβροτάξομεν ἀλλήλοιιν 10.066 ἐρχομένω: πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι. 10.067 φθέγγεο δ’ ᾗ κεν ἴῃσθα καὶ ἐγρήγορθαι ἄνωχθι 10.068 πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον 10.069 πάντας κυδαίνων: μηδὲ μεγαλίζεο θυμῷ, 10.070 ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα: ὧδέ που ἄμμι 10.071 Ζεὺς ἐπὶ γιγνομένοισιν ἵει κακότητα βαρεῖαν. 10.072 ὣς εἰπὼν ἀπέπεμπεν ἀδελφεὸν εὖ ἐπιτείλας: 10.073 αὐτὰρ ὃ βῆ ῥ’ ἰέναι μετὰ Νέστορα ποιμένα λαῶν: 10.074 τὸν δ’ εὗρεν παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ 10.075 εὐνῇ ἔνι μαλακῇ: παρὰ δ’ ἔντεα ποικίλ’ ἔκειτο 10.076 ἀσπὶς καὶ δύο δοῦρε φαεινή τε τρυφάλεια. 10.077 πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος, ᾧ ῥ’ ὁ γεραιὸς 10.078 ζώννυθ’ ὅτ’ ἐς πόλεμον φθισήνορα θωρήσσοιτο 10.079 λαὸν ἄγων, ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ. 10.080 ὀρθωθεὶς δ’ ἄρ’ ἐπ’ ἀγκῶνος κεφαλὴν ἐπαείρας 10.081 Ἀτρεΐδην προσέειπε καὶ ἐξερεείνετο μύθῳ: 10.082 τίς δ’ οὗτος κατὰ νῆας ἀνὰ στρατὸν ἔρχεαι οἶος 10.083 νύκτα δι’ ὀρφναίην, ὅτε θ’ εὕδουσι βροτοὶ ἄλλοι, 10.084 ἠέ τιν’ οὐρήων διζήμενος, ἤ τιν’ ἑταίρων; 10.085 φθέγγεο, μηδ’ ἀκέων ἐπ’ ἔμ’ ἔρχεο: τίπτε δέ σε χρεώ; 10.086 τὸν δ’ ἠμείβετ’ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων: 10.087 ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν 10.088 γνώσεαι Ἀτρεΐδην Ἀγαμέμνονα, τὸν περὶ πάντων 10.089 Ζεὺς ἐνέηκε πόνοισι διαμπερὲς εἰς ὅ κ’ ἀϋτμὴ 10.090 ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατ’ ὀρώρῃ. 10.091 πλάζομαι ὧδ’ ἐπεὶ οὔ μοι ἐπ’ ὄμμασι νήδυμος ὕπνος 10.092 ἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδε’ Ἀχαιῶν. 10.093 αἰνῶς γὰρ Δαναῶν περιδείδια, οὐδέ μοι ἦτορ 10.094 ἔμπεδον, ἀλλ’ ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω 10.095 στηθέων ἐκθρῴσκει, τρομέει δ’ ὑπὸ φαίδιμα γυῖα. 10.096 ἀλλ’ εἴ τι δραίνεις, ἐπεὶ οὐδὲ σέ γ’ ὕπνος ἱκάνει, 10.097 δεῦρ’ ἐς τοὺς φύλακας καταβήομεν, ὄφρα ἴδωμεν 10.098 μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες ἠδὲ καὶ ὕπνῳ 10.099 κοιμήσωνται, ἀτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται. 10.100 δυσμενέες δ’ ἄνδρες σχεδὸν εἵαται: οὐδέ τι ἴδμεν 10.101 μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι. 10.102 τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ: 10.103 Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον 10.104 οὔ θην Ἕκτορι πάντα νοήματα μητίετα Ζεὺς 10.105 ἐκτελέει, ὅσα πού νυν ἐέλπεται: ἀλλά μιν οἴω 10.106 κήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν Ἀχιλλεὺς 10.107 ἐκ χόλου ἀργαλέοιο μεταστρέψῃ φίλον ἦτορ. 10.108 σοὶ δὲ μάλ’ ἕψομ’ ἐγώ: ποτὶ δ’ αὖ καὶ ἐγείρομεν ἄλλους 10.109 ἠμὲν Τυδεΐδην δουρὶ κλυτὸν ἠδ’ Ὀδυσῆα 10.110 ἠδ’ Αἴαντα ταχὺν καὶ Φυλέος ἄλκιμον υἱόν. 10.111 ἀλλ’ εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν 10.112 ἀντίθεόν τ’ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα: 10.113 τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω, οὐδὲ μάλ’ ἐγγύς. 10.114 ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον 10.115 νεικέσω, εἴ πέρ μοι νεμεσήσεαι, οὐδ’ ἐπικεύσω 10.116 ὡς εὕδει, σοὶ δ’ οἴῳ ἐπέτρεψεν πονέεσθαι. 10.117 νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαι 10.118 λισσόμενος: χρειὼ γὰρ ἱκάνεται οὐκέτ’ ἀνεκτός. 10.119 τὸν δ’ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων: 10.120 ὦ γέρον ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα: 10.121 πολλάκι γὰρ μεθιεῖ τε καὶ οὐκ ἐθέλει πονέεσθαι 10.122 οὔτ’ ὄκνῳ εἴκων οὔτ’ ἀφραδίῃσι νόοιο, 10.123 ἀλλ’ ἐμέ τ’ εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν. 10.124 νῦν δ’ ἐμέο πρότερος μάλ’ ἐπέγρετο καί μοι ἐπέστη: 10.125 τὸν μὲν ἐγὼ προέηκα καλήμεναι οὓς σὺ μεταλλᾷς. 10.126 ἀλλ’ ἴομεν: κείνους δὲ κιχησόμεθα πρὸ πυλάων 10.127 ἐν φυλάκεσσ’, ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι. 10.128 τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ: 10.129 οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐδ’ ἀπιθήσει 10.130 Ἀργείων, ὅτε κέν τιν’ ἐποτρύνῃ καὶ ἀνώγῃ. 10.131 ὣς εἰπὼν ἔνδυνε περὶ στήθεσσι χιτῶνα, 10.132 ποσσὶ δ’ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, 10.133 ἀμφὶ δ’ ἄρα χλαῖναν περονήσατο φοινικόεσσαν 10.134 διπλῆν ἐκταδίην, οὔλη δ’ ἐπενήνοθε λάχνη. 10.135 εἵλετο δ’ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ, 10.136 βῆ δ’ ἰέναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων. 10.137 πρῶτον ἔπειτ’ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον 10.138 ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ 10.139 φθεγξάμενος: τὸν δ’ αἶψα περὶ φρένας ἤλυθ’ ἰωή, 10.140 ἐκ δ’ ἦλθε κλισίης καί σφεας πρὸς μῦθον ἔειπε: 10.141 τίφθ’ οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε 10.142 νύκτα δι’ ἀμβροσίην, ὅ τι δὴ χρειὼ τόσον ἵκει; 10.143 τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ: 10.144 διογενὲς Λαερτιάδη πολυμήχαν’ Ὀδυσσεῦ 10.145 μὴ νεμέσα: τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς. 10.146 ἀλλ’ ἕπε’, ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τ’ ἐπέοικε 10.147 βουλὰς βουλεύειν, ἢ φευγέμεν ἠὲ μάχεσθαι. 10.148 ὣς φάθ’, ὃ δὲ κλισίην δὲ κιὼν πολύμητις Ὀδυσσεὺς 10.149 ποικίλον ἀμφ’ ὤμοισι σάκος θέτο, βῆ δὲ μετ’ αὐτούς. 10.150 βὰν δ’ ἐπὶ Τυδεΐδην Διομήδεα: τὸν δὲ κίχανον 10.151 ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν: ἀμφὶ δ’ ἑταῖροι 10.152 εὗδον, ὑπὸ κρασὶν δ’ ἔχον ἀσπίδας: ἔγχεα δέ σφιν 10.153 ὄρθ’ ἐπὶ σαυρωτῆρος ἐλήλατο, τῆλε δὲ χαλκὸς 10.154 λάμφ’ ὥς τε στεροπὴ πατρὸς Διός: αὐτὰρ ὅ γ’ ἥρως 10.155 εὗδ’, ὑπὸ δ’ ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο, 10.156 αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός. 10.157 τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ, 10.158 λὰξ ποδὶ κινήσας, ὄτρυνέ τε νείκεσέ τ’ ἄντην: 10.159 ἔγρεο Τυδέος υἱέ: τί πάννυχον ὕπνον ἀωτεῖς; 10.160 οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο 10.161 εἵαται ἄγχι νεῶν, ὀλίγος δ’ ἔτι χῶρος ἐρύκει; 10.162 ὣς φάθ’, ὃ δ’ ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε, 10.163 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα: 10.164 σχέτλιός ἐσσι γεραιέ: σὺ μὲν πόνου οὔ ποτε λήγεις. 10.165 οὔ νυ καὶ ἄλλοι ἔασι νεώτεροι υἷες Ἀχαιῶν 10.166 οἵ κεν ἔπειτα ἕκαστον ἐγείρειαν βασιλήων 10.167 πάντῃ ἐποιχόμενοι; σὺ δ’ ἀμήχανός ἐσσι γεραιέ. 10.168 τὸν δ’ αὖτε προσέειπε Γερήνιος ἱππότα Νέστωρ: 10.169 ναὶ δὴ ταῦτά γε πάντα φίλος κατὰ μοῖραν ἔειπες. 10.170 εἰσὶν μέν μοι παῖδες ἀμύμονες, εἰσὶ δὲ λαοὶ 10.171 καὶ πολέες, τῶν κέν τις ἐποιχόμενος καλέσειεν: 10.172 ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς. 10.173 νῦν γὰρ δὴ πάντεσσιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς 10.174 ἢ μάλα λυγρὸς ὄλεθρος Ἀχαιοῖς ἠὲ βιῶναι. 10.175 ἀλλ’ ἴθι νῦν Αἴαντα ταχὺν καὶ Φυλέος υἱὸν 10.176 ἄνστησον: σὺ γάρ ἐσσι νεώτερος: εἴ μ’ ἐλεαίρεις. 10.177 ὣς φάθ’, ὃ δ’ ἀμφ’ ὤμοισιν ἑέσσατο δέρμα λέοντος 10.178 αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δ’ ἔγχος. 10.179 βῆ δ’ ἰέναι, τοὺς δ’ ἔνθεν ἀναστήσας ἄγεν ἥρως. 10.180 οἳ δ’ ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν, 10.181 οὐδὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον, 10.182 ἀλλ’ ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες. 10.183 ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσωνται ἐν αὐλῇ 10.184 θηρὸς ἀκούσαντες κρατερόφρονος, ὅς τε καθ’ ὕλην 10.185 ἔρχηται δι’ ὄρεσφι: πολὺς δ’ ὀρυμαγδὸς ἐπ’ αὐτῷ 10.186 ἀνδρῶν ἠδὲ κυνῶν, ἀπό τέ σφισιν ὕπνος ὄλωλεν: 10.187 ὣς τῶν νήδυμος ὕπνος ἀπὸ βλεφάροιιν ὀλώλει 10.188 νύκτα φυλασσομένοισι κακήν: πεδίον δὲ γὰρ αἰεὶ 10.189 τετράφαθ’, ὁππότ’ ἐπὶ Τρώων ἀΐοιεν ἰόντων. 10.190 τοὺς δ’ ὃ γέρων γήθησεν ἰδὼν θάρσυνέ τε μύθῳ 10.191 καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα: 10.192 οὕτω νῦν φίλα τέκνα φυλάσσετε: μηδέ τιν’ ὕπνος 10.193 αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν. 10.194 ὣς εἰπὼν τάφροιο διέσσυτο: τοὶ δ’ ἅμ’ ἕποντο 10.195 Ἀργείων βασιλῆες ὅσοι κεκλήατο βουλήν. 10.196 τοῖς δ’ ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱὸς 10.197 ἤϊσαν: αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι. 10.198 τάφρον δ’ ἐκδιαβάντες ὀρυκτὴν ἑδριόωντο 10.199 ἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος 10.200 πιπτόντων: ὅθεν αὖτις ἀπετράπετ’ ὄβριμος Ἕκτωρ 10.201 ὀλλὺς Ἀργείους, ὅτε δὴ περὶ νὺξ ἐκάλυψεν. 10.202 ἔνθα καθεζόμενοι ἔπε’ ἀλλήλοισι πίφαυσκον: 10.203 τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ: 10.204 ὦ φίλοι οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιθ’ ἑῷ αὐτοῦ 10.205 θυμῷ τολμήεντι μετὰ Τρῶας μεγαθύμους 10.206 ἐλθεῖν, εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα, 10.207 ἤ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο, 10.208 ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν 10.209 αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ 10.210 ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γ’ Ἀχαιούς. 10.211 ταῦτά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας ἔλθοι 10.212 ἀσκηθής: μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη 10.213 πάντας ἐπ’ ἀνθρώπους, καί οἱ δόσις ἔσσεται ἐσθλή: 10.214 ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι 10.215 τῶν πάντων οἱ ἕκαστος ὄϊν δώσουσι μέλαιναν 10.216 θῆλυν ὑπόρρηνον: τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον, 10.217 αἰεὶ δ’ ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσται. 10.218 ὣς ἔφαθ’, οἳ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. 10.219 τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης: 10.220 Νέστορ ἔμ’ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ 10.221 ἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντων 10.222 Τρώων: ἀλλ’ εἴ τίς μοι ἀνὴρ ἅμ’ ἕποιτο καὶ ἄλλος 10.223 μᾶλλον θαλπωρὴ καὶ θαρσαλεώτερον ἔσται. 10.224 σύν τε δύ’ ἐρχομένω καί τε πρὸ ὃ τοῦ ἐνόησεν 10.225 ὅππως κέρδος ἔῃ: μοῦνος δ’ εἴ πέρ τε νοήσῃ 10.226 ἀλλά τέ οἱ βράσσων τε νόος, λεπτὴ δέ τε μῆτις. 10.227 ὣς ἔφαθ’, οἳ δ’ ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι. 10.228 ἠθελέτην Αἴαντε δύω θεράποντες Ἄρηος, 10.229 ἤθελε Μηριόνης, μάλα δ’ ἤθελε Νέστορος υἱός, 10.230 ἤθελε δ’ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος, 10.231 ἤθελε δ’ ὁ τλήμων Ὀδυσεὺς καταδῦναι ὅμιλον 10.232 Τρώων: αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα. 10.233 τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων: 10.234 Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ 10.235 τὸν μὲν δὴ ἕταρόν γ’ αἱρήσεαι ὅν κ’ ἐθέλῃσθα, 10.236 φαινομένων τὸν ἄριστον, ἐπεὶ μεμάασί γε πολλοί. 10.237 μηδὲ σύ γ’ αἰδόμενος σῇσι φρεσὶ τὸν μὲν ἀρείω 10.238 καλλείπειν, σὺ δὲ χείρον’ ὀπάσσεαι αἰδοῖ εἴκων 10.239 ἐς γενεὴν ὁρόων, μηδ’ εἰ βασιλεύτερός ἐστιν. 10.240 ὣς ἔφατ’, ἔδεισεν δὲ περὶ ξανθῷ Μενελάῳ. 10.241 τοῖς δ’ αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης: 10.242 εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μ’ αὐτὸν ἑλέσθαι, 10.243 πῶς ἂν ἔπειτ’ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην, 10.244 οὗ πέρι μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρ 10.245 ἐν πάντεσσι πόνοισι, φιλεῖ δέ ἑ Παλλὰς Ἀθήνη. 10.246 τούτου γ’ ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιο 10.247 ἄμφω νοστήσαιμεν, ἐπεὶ περίοιδε νοῆσαι. 10.248 τὸν δ’ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς: 10.249 Τυδεΐδη μήτ’ ἄρ με μάλ’ αἴνεε μήτέ τι νείκει: 10.250 εἰδόσι γάρ τοι ταῦτα μετ’ Ἀργείοις ἀγορεύεις. 10.251 ἀλλ’ ἴομεν: μάλα γὰρ νὺξ ἄνεται, ἐγγύθι δ’ ἠώς, 10.252 ἄστρα δὲ δὴ προβέβηκε, παροίχωκεν δὲ πλέων νὺξ 10.253 τῶν δύο μοιράων, τριτάτη δ’ ἔτι μοῖρα λέλειπται. 10.254 ὣς εἰπόνθ’ ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην. 10.255 Τυδεΐδῃ μὲν δῶκε μενεπτόλεμος Θρασυμήδης 10.256 φάσγανον ἄμφηκες: τὸ δ’ ἑὸν παρὰ νηῒ λέλειπτο: 10.257 καὶ σάκος: ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε 10.258 ταυρείην, ἄφαλόν τε καὶ ἄλλοφον, ἥ τε καταῖτυξ 10.259 κέκληται, ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν. 10.260 Μηριόνης δ’ Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρην 10.261 καὶ ξίφος, ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε 10.262 ῥινοῦ ποιητήν: πολέσιν δ’ ἔντοσθεν ἱμᾶσιν 10.263 ἐντέτατο στερεῶς: ἔκτοσθε δὲ λευκοὶ ὀδόντες 10.264 ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα 10.265 εὖ καὶ ἐπισταμένως: μέσσῃ δ’ ἐνὶ πῖλος ἀρήρει. 10.266 τήν ῥά ποτ’ ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο 10.267 ἐξέλετ’ Αὐτόλυκος πυκινὸν δόμον ἀντιτορήσας, 10.268 Σκάνδειαν δ’ ἄρα δῶκε Κυθηρίῳ Ἀμφιδάμαντι: 10.269 Ἀμφιδάμας δὲ Μόλῳ δῶκε ξεινήϊον εἶναι, 10.270 αὐτὰρ ὃ Μηριόνῃ δῶκεν ᾧ παιδὶ φορῆναι: 10.271 δὴ τότ’ Ὀδυσσῆος πύκασεν κάρη ἀμφιτεθεῖσα. 10.272 τὼ δ’ ἐπεὶ οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην, 10.273 βάν ῥ’ ἰέναι, λιπέτην δὲ κατ’ αὐτόθι πάντας ἀρίστους. 10.274 τοῖσι δὲ δεξιὸν ἧκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖο 10.275 Παλλὰς Ἀθηναίη: τοὶ δ’ οὐκ ἴδον ὀφθαλμοῖσι 10.276 νύκτα δι’ ὀρφναίην, ἀλλὰ κλάγξαντος ἄκουσαν. 10.277 χαῖρε δὲ τῷ ὄρνιθ’ Ὀδυσεύς, ἠρᾶτο δ’ Ἀθήνῃ: 10.278 κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ 10.279 ἐν πάντεσσι πόνοισι παρίστασαι, οὐδέ σε λήθω 10.280 κινύμενος: νῦν αὖτε μάλιστά με φῖλαι Ἀθήνη, 10.281 δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλεῖας ἀφικέσθαι 10.282 ῥέξαντας μέγα ἔργον, ὅ κε Τρώεσσι μελήσῃ. 10.283 δεύτερος αὖτ’ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης: 10.284 κέκλυθι νῦν καὶ ἐμεῖο Διὸς τέκος Ἀτρυτώνη: 10.285 σπεῖό μοι ὡς ὅτε πατρὶ ἅμ’ ἕσπεο Τυδέϊ δίῳ 10.286 ἐς Θήβας, ὅτε τε πρὸ Ἀχαιῶν ἄγγελος ᾔει. 10.287 τοὺς δ’ ἄρ’ ἐπ’ Ἀσωπῷ λίπε χαλκοχίτωνας Ἀχαιούς, 10.288 αὐτὰρ ὃ μειλίχιον μῦθον φέρε Καδμείοισι 10.289 κεῖσ’: ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα 10.290 σὺν σοὶ δῖα θεά, ὅτε οἱ πρόφρασσα παρέστης. 10.291 ὣς νῦν μοι ἐθέλουσα παρίσταο καί με φύλασσε. 10.292 σοὶ δ’ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον 10.293 ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ: 10.294 τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας. 10.295 ὣς ἔφαν εὐχόμενοι, τῶν δ’ ἔκλυε Παλλὰς Ἀθήνη. 10.296 οἳ δ’ ἐπεὶ ἠρήσαντο Διὸς κούρῃ μεγάλοιο, 10.297 βάν ῥ’ ἴμεν ὥς τε λέοντε δύω διὰ νύκτα μέλαιναν 10.298 ἂμ φόνον, ἂν νέκυας, διά τ’ ἔντεα καὶ μέλαν αἷμα. 10.299 οὐδὲ μὲν οὐδὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ 10.300 εὕδειν, ἀλλ’ ἄμυδις κικλήσκετο πάντας ἀρίστους, 10.301 ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες: 10.302 τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν: 10.303 τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε 10.304 δώρῳ ἔπι μεγάλῳ; μισθὸς δέ οἱ ἄρκιος ἔσται. 10.305 δώσω γὰρ δίφρόν τε δύω τ’ ἐριαύχενας ἵππους 10.306 οἵ κεν ἄριστοι ἔωσι θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν 10.307 ὅς τίς κε τλαίη, οἷ τ’ αὐτῷ κῦδος ἄροιτο, 10.308 νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι 10.309 ἠέ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ, 10.310 ἦ ἤδη χείρεσσιν ὑφ’ ἡμετέρῃσι δαμέντες 10.311 φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδ’ ἐθέλουσι 10.312 νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ. 10.313 ὣς ἔφαθ’, οἳ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. 10.314 ἦν δέ τις ἐν Τρώεσσι Δόλων Εὐμήδεος υἱὸς 10.315 κήρυκος θείοιο πολύχρυσος πολύχαλκος, 10.316 ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης: 10.317 αὐτὰρ ὃ μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν. 10.318 ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν: 10.319 Ἕκτορ ἔμ’ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ 10.320 νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι. 10.321 ἀλλ’ ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο, καί μοι ὄμοσσον 10.322 ἦ μὲν τοὺς ἵππους τε καὶ ἅρματα ποικίλα χαλκῷ 10.323 δωσέμεν, οἳ φορέουσιν ἀμύμονα Πηλεΐωνα, 10.324 σοὶ δ’ ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι οὐδ’ ἀπὸ δόξης: 10.325 τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερὲς ὄφρ’ ἂν ἵκωμαι 10.326 νῆ’ Ἀγαμεμνονέην, ὅθι που μέλλουσιν ἄριστοι 10.327 βουλὰς βουλεύειν ἢ φευγέμεν ἠὲ μάχεσθαι. 10.328 ὣς φάθ’, ὃ δ’ ἐν χερσὶ σκῆπτρον λάβε καί οἱ ὄμοσσεν: 10.329 ἴστω νῦν Ζεὺς αὐτὸς ἐρίγδουπος πόσις Ἥρης 10.330 μὴ μὲν τοῖς ἵπποισιν ἀνὴρ ἐποχήσεται ἄλλος 10.331 Τρώων, ἀλλά σέ φημι διαμπερὲς ἀγλαϊεῖσθαι. 10.332 ὣς φάτο καί ῥ’ ἐπίορκον ἐπώμοσε, τὸν δ’ ὀρόθυνεν: 10.333 αὐτίκα δ’ ἀμφ’ ὤμοισιν ἐβάλλετο καμπύλα τόξα, 10.334 ἕσσατο δ’ ἔκτοσθεν ῥινὸν πολιοῖο λύκοιο, 10.335 κρατὶ δ’ ἐπὶ κτιδέην κυνέην, ἕλε δ’ ὀξὺν ἄκοντα, 10.336 βῆ δ’ ἰέναι προτὶ νῆας ἀπὸ στρατοῦ: οὐδ’ ἄρ’ ἔμελλεν 10.337 ἐλθὼν ἐκ νηῶν ἂψ Ἕκτορι μῦθον ἀποίσειν. 10.338 ἀλλ’ ὅτε δή ῥ’ ἵππων τε καὶ ἀνδρῶν κάλλιφ’ ὅμιλον, 10.339 βῆ ῥ’ ἀν’ ὁδὸν μεμαώς: τὸν δὲ φράσατο προσιόντα 10.340 διογενὴς Ὀδυσεύς, Διομήδεα δὲ προσέειπεν: 10.341 οὗτός τις Διόμηδες ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ, 10.342 οὐκ οἶδ’ ἢ νήεσσιν ἐπίσκοπος ἡμετέρῃσιν, 10.343 ἦ τινα συλήσων νεκύων κατατεθνηώτων. 10.344 ἀλλ’ ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο 10.345 τυτθόν: ἔπειτα δέ κ’ αὐτὸν ἐπαΐξαντες ἕλοιμεν 10.346 καρπαλίμως: εἰ δ’ ἄμμε παραφθαίησι πόδεσσιν, 10.347 αἰεί μιν ἐπὶ νῆας ἀπὸ στρατόφι προτιειλεῖν 10.348 ἔγχει ἐπαΐσσων, μή πως προτὶ ἄστυ ἀλύξῃ. 10.349 ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ ἐν νεκύεσσι 10.350 κλινθήτην: ὃ δ’ ἄρ’ ὦκα παρέδραμεν ἀφραδίῃσιν. 10.351 ἀλλ’ ὅτε δή ῥ’ ἀπέην ὅσσόν τ’ ἐπὶ οὖρα πέλονται 10.352 ἡμιόνων: αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν 10.353 ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον: 10.354 τὼ μὲν ἐπεδραμέτην, ὃ δ’ ἄρ’ ἔστη δοῦπον ἀκούσας. 10.355 ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους 10.356 ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος. 10.357 ἀλλ’ ὅτε δή ῥ’ ἄπεσαν δουρηνεκὲς ἢ καὶ ἔλασσον, 10.358 γνῶ ῥ’ ἄνδρας δηΐους, λαιψηρὰ δὲ γούνατ’ ἐνώμα 10.359 φευγέμεναι: τοὶ δ’ αἶψα διώκειν ὁρμήθησαν. 10.360 ὡς δ’ ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης 10.361 ἢ κεμάδ’ ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ 10.362 χῶρον ἀν’ ὑλήενθ’, ὃ δέ τε προθέῃσι μεμηκώς, 10.363 ὣς τὸν Τυδεΐδης ἠδ’ ὃ πτολίπορθος Ὀδυσσεὺς 10.364 λαοῦ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί. 10.365 ἀλλ’ ὅτε δὴ τάχ’ ἔμελλε μιγήσεσθαι φυλάκεσσι 10.366 φεύγων ἐς νῆας, τότε δὴ μένος ἔμβαλ’ Ἀθήνη 10.367 Τυδεΐδῃ, ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνων 10.368 φθαίη ἐπευξάμενος βαλέειν, ὃ δὲ δεύτερος ἔλθοι. 10.369 δουρὶ δ’ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης: 10.370 ἠὲ μέν’ ἠέ σε δουρὶ κιχήσομαι, οὐδέ σέ φημι 10.371 δηρὸν ἐμῆς ἀπὸ χειρὸς ἀλύξειν αἰπὺν ὄλεθρον. 10.372 ἦ ῥα καὶ ἔγχος ἀφῆκεν, ἑκὼν δ’ ἡμάρτανε φωτός: 10.373 δεξιτερὸν δ’ ὑπὲρ ὦμον ἐΰξου δουρὸς ἀκωκὴ 10.374 ἐν γαίῃ ἐπάγη: ὃ δ’ ἄρ’ ἔστη τάρβησέν τε 10.375 βαμβαίνων: ἄραβος δὲ διὰ στόμα γίγνετ’ ὀδόντων: 10.376 χλωρὸς ὑπαὶ δείους: τὼ δ’ ἀσθμαίνοντε κιχήτην, 10.377 χειρῶν δ’ ἁψάσθην: ὃ δὲ δακρύσας ἔπος ηὔδα: 10.378 ζωγρεῖτ’, αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι: ἔστι γὰρ ἔνδον 10.379 χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος, 10.380 τῶν κ’ ὔμμιν χαρίσαιτο πατὴρ ἀπερείσι’ ἄποινα 10.381 εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ’ ἐπὶ νηυσὶν Ἀχαιῶν. 10.382 τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς: 10.383 θάρσει, μηδέ τί τοι θάνατος καταθύμιος ἔστω. 10.384 ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον: 10.385 πῇ δὴ οὕτως ἐπὶ νῆας ἀπὸ στρατοῦ ἔρχεαι οἷος 10.386 νύκτα δι’ ὀρφναίην, ὅτε θ’ εὕδουσι βροτοὶ ἄλλοι; 10.387 ἤ τινα συλήσων νεκύων κατατεθνηώτων; 10.388 ἦ σ’ Ἕκτωρ προέηκε διασκοπιᾶσθαι ἕκαστα 10.389 νῆας ἔπι γλαφυράς; ἦ σ’ αὐτὸν θυμὸς ἀνῆκε; 10.390 τὸν δ’ ἠμείβετ’ ἔπειτα Δόλων, ὑπὸ δ’ ἔτρεμε γυῖα: 10.391 πολλῇσίν μ’ ἄτῃσι παρὲκ νόον ἤγαγεν Ἕκτωρ, 10.392 ὅς μοι Πηλεΐωνος ἀγαυοῦ μώνυχας ἵππους 10.393 δωσέμεναι κατένευσε καὶ ἅρματα ποικίλα χαλκῷ, 10.394 ἠνώγει δέ μ’ ἰόντα θοὴν διὰ νύκτα μέλαιναν 10.395 ἀνδρῶν δυσμενέων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι 10.396 ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ, 10.397 ἦ ἤδη χείρεσσιν ὑφ’ ἡμετέρῃσι δαμέντες 10.398 φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδ’ ἐθέλουσι 10.399 νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ. 10.400 τὸν δ’ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς: 10.401 ἦ ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμὸς 10.402 ἵππων Αἰακίδαο δαΐφρονος: οἳ δ’ ἀλεγεινοὶ 10.403 ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδ’ ὀχέεσθαι 10.404 ἄλλῳ γ’ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ. 10.405 ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον: 10.406 ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα ποιμένα λαῶν; 10.407 ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ ἵπποι; 10.408 πῶς δαὶ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί; 10.409 ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν 10.410 αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ 10.411 ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γ’ Ἀχαιούς. 10.412 τὸν δ’ αὖτε προσέειπε Δόλων Εὐμήδεος υἱός: 10.413 τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλ’ ἀτρεκέως καταλέξω. 10.414 Ἕκτωρ μὲν μετὰ τοῖσιν, ὅσοι βουληφόροι εἰσί, 10.415 βουλὰς βουλεύει θείου παρὰ σήματι Ἴλου 10.416 νόσφιν ἀπὸ φλοίσβου: φυλακὰς δ’ ἃς εἴρεαι ἥρως 10.417 οὔ τις κεκριμένη ῥύεται στρατὸν οὐδὲ φυλάσσει. 10.418 ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκη 10.419 οἷ δ’ ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται 10.420 ἀλλήλοις: ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι 10.421 εὕδουσι: Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν: 10.422 οὐ γάρ σφιν παῖδες σχεδὸν εἵαται οὐδὲ γυναῖκες. 10.423 τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς: 10.424 πῶς γὰρ νῦν Τρώεσσι μεμιγμένοι ἱπποδάμοισιν 10.425 εὕδουσ’ ἦ ἀπάνευθε; δίειπέ μοι ὄφρα δαείω. 10.426 τὸν δ’ ἠμείβετ’ ἔπειτα Δόλων Εὐμήδεος υἱός: 10.427 τοὶ γὰρ ἐγὼ καὶ ταῦτα μάλ’ ἀτρεκέως καταλέξω. 10.428 πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι 10.429 καὶ Λέλεγες καὶ Καύκωνες δῖοί τε Πελασγοί, 10.430 πρὸς Θύμβρης δ’ ἔλαχον Λύκιοι Μυσοί τ’ ἀγέρωχοι 10.431 καὶ Φρύγες ἱππόμαχοι καὶ Μῄονες ἱπποκορυσταί. 10.432 ἀλλὰ τί ἢ ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα; 10.433 εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον 10.434 Θρήϊκες οἷδ’ ἀπάνευθε νεήλυδες ἔσχατοι ἄλλων: 10.435 ἐν δέ σφιν Ῥῆσος βασιλεὺς πάϊς Ἠϊονῆος. 10.436 τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους: 10.437 λευκότεροι χιόνος, θείειν δ’ ἀνέμοισιν ὁμοῖοι: 10.438 ἅρμα δέ οἱ χρυσῷ τε καὶ ἀργύρῳ εὖ ἤσκηται: 10.439 τεύχεα δὲ χρύσεια πελώρια θαῦμα ἰδέσθαι 10.440 ἤλυθ’ ἔχων: τὰ μὲν οὔ τι καταθνητοῖσιν ἔοικεν 10.441 ἄνδρεσσιν φορέειν, ἀλλ’ ἀθανάτοισι θεοῖσιν. 10.442 ἀλλ’ ἐμὲ μὲν νῦν νηυσὶ πελάσσετον ὠκυπόροισιν, 10.443 ἠέ με δήσαντες λίπετ’ αὐτόθι νηλέϊ δεσμῷ, 10.444 ὄφρά κεν ἔλθητον καὶ πειρηθῆτον ἐμεῖο 10.445 ἠὲ κατ’ αἶσαν ἔειπον ἐν ὑμῖν, ἦε καὶ οὐκί. 10.446 τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης: 10.447 μὴ δή μοι φύξίν γε Δόλων ἐμβάλλεο θυμῷ: 10.448 ἐσθλά περ ἀγγείλας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἁμάς. 10.449 εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν ἠὲ μεθῶμεν, 10.450 ἦ τε καὶ ὕστερον εἶσθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν 10.451 ἠὲ διοπτεύσων ἢ ἐναντίβιον πολεμίξων: 10.452 εἰ δέ κ’ ἐμῇς ὑπὸ χερσὶ δαμεὶς ἀπὸ θυμὸν ὀλέσσῃς, 10.453 οὐκέτ’ ἔπειτα σὺ πῆμά ποτ’ ἔσσεαι Ἀργείοισιν. 10.454 ἦ, καὶ ὃ μέν μιν ἔμελλε γενείου χειρὶ παχείῃ 10.455 ἁψάμενος λίσσεσθαι, ὃ δ’ αὐχένα μέσσον ἔλασσε 10.456 φασγάνῳ ἀΐξας, ἀπὸ δ’ ἄμφω κέρσε τένοντε: 10.457 φθεγγομένου δ’ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη. 10.458 τοῦ δ’ ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντο 10.459 καὶ λυκέην καὶ τόξα παλίντονα καὶ δόρυ μακρόν: 10.460 καὶ τά γ’ Ἀθηναίῃ ληΐτιδι δῖος Ὀδυσσεὺς 10.461 ὑψόσ’ ἀνέσχεθε χειρὶ καὶ εὐχόμενος ἔπος ηὔδα: 10.462 χαῖρε θεὰ τοῖσδεσσι: σὲ γὰρ πρώτην ἐν Ὀλύμπῳ 10.463 πάντων ἀθανάτων ἐπιδωσόμεθ’: ἀλλὰ καὶ αὖτις 10.464 πέμψον ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους τε καὶ εὐνάς. 10.465 ὣς ἄρ’ ἐφώνησεν, καὶ ἀπὸ ἕθεν ὑψόσ’ ἀείρας 10.466 θῆκεν ἀνὰ μυρίκην: δέελον δ’ ἐπὶ σῆμά τ’ ἔθηκε 10.467 συμμάρψας δόνακας μυρίκης τ’ ἐριθηλέας ὄζους, 10.468 μὴ λάθοι αὖτις ἰόντε θοὴν διὰ νύκτα μέλαιναν. 10.469 τὼ δὲ βάτην προτέρω διά τ’ ἔντεα καὶ μέλαν αἷμα, 10.470 αἶψα δ’ ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος ἷξον ἰόντες. 10.471 οἳ δ’ εὗδον καμάτῳ ἀδηκότες, ἔντεα δέ σφιν 10.472 καλὰ παρ’ αὐτοῖσι χθονὶ κέκλιτο εὖ κατὰ κόσμον 10.473 τριστοιχί: παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι. 10.474 Ῥῆσος δ’ ἐν μέσῳ εὗδε, παρ’ αὐτῷ δ’ ὠκέες ἵπποι 10.475 ἐξ ἐπιδιφριάδος πυμάτης ἱμᾶσι δέδεντο. 10.476 τὸν δ’ Ὀδυσεὺς προπάροιθεν ἰδὼν Διομήδεϊ δεῖξεν: 10.477 οὗτός τοι Διόμηδες ἀνήρ, οὗτοι δέ τοι ἵπποι, 10.478 οὓς νῶϊν πίφαυσκε Δόλων ὃν ἐπέφνομεν ἡμεῖς. 10.479 ἀλλ’ ἄγε δὴ πρόφερε κρατερὸν μένος: οὐδέ τί σε χρὴ 10.480 ἑστάμεναι μέλεον σὺν τεύχεσιν, ἀλλὰ λύ’ ἵππους: 10.481 ἠὲ σύ γ’ ἄνδρας ἔναιρε, μελήσουσιν δ’ ἐμοὶ ἵπποι. 10.482 ὣς φάτο, τῷ δ’ ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη, 10.483 κτεῖνε δ’ ἐπιστροφάδην: τῶν δὲ στόνος ὄρνυτ’ ἀεικὴς 10.484 ἄορι θεινομένων, ἐρυθαίνετο δ’ αἵματι γαῖα. 10.485 ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθὼν 10.486 αἴγεσιν ἢ ὀΐεσσι κακὰ φρονέων ἐνορούσῃ, 10.487 ὣς μὲν Θρήϊκας ἄνδρας ἐπῴχετο Τυδέος υἱὸς 10.488 ὄφρα δυώδεκ’ ἔπεφνεν: ἀτὰρ πολύμητις Ὀδυσσεὺς 10.489 ὅν τινα Τυδεΐδης ἄορι πλήξειε παραστὰς 10.490 τὸν δ’ Ὀδυσεὺς μετόπισθε λαβὼν ποδὸς ἐξερύσασκε, 10.491 τὰ φρονέων κατὰ θυμὸν ὅπως καλλίτριχες ἵπποι 10.492 ῥεῖα διέλθοιεν μηδὲ τρομεοίατο θυμῷ 10.493 νεκροῖς ἀμβαίνοντες: ἀήθεσσον γὰρ ἔτ’ αὐτῶν. 10.494 ἀλλ’ ὅτε δὴ βασιλῆα κιχήσατο Τυδέος υἱός, 10.495 τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα 10.496 ἀσθμαίνοντα: κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη 10.497 τὴν νύκτ’ Οἰνεΐδαο πάϊς διὰ μῆτιν Ἀθήνης. 10.498 τόφρα δ’ ἄρ’ ὃ τλήμων Ὀδυσεὺς λύε μώνυχας ἵππους, 10.499 σὺν δ’ ἤειρεν ἱμᾶσι καὶ ἐξήλαυνεν ὁμίλου 10.500 τόξῳ ἐπιπλήσσων, ἐπεὶ οὐ μάστιγα φαεινὴν 10.501 ποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι: 10.502 ῥοίζησεν δ’ ἄρα πιφαύσκων Διομήδεϊ δίῳ. 10.503 αὐτὰρ ὃ μερμήριζε μένων ὅ τι κύντατον ἕρδοι, 10.504 ἢ ὅ γε δίφρον ἑλών, ὅθι ποικίλα τεύχε’ ἔκειτο, 10.505 ῥυμοῦ ἐξερύοι ἢ ἐκφέροι ὑψόσ’ ἀείρας, 10.506 ἦ ἔτι τῶν πλεόνων Θρῃκῶν ἀπὸ θυμὸν ἕλοιτο. 10.507 εἷος ὃ ταῦθ’ ὥρμαινε κατὰ φρένα, τόφρα δ’ Ἀθήνη 10.508 ἐγγύθεν ἱσταμένη προσέφη Διομήδεα δῖον: 10.509 νόστου δὴ μνῆσαι μεγαθύμου Τυδέος υἱὲ 10.510 νῆας ἔπι γλαφυράς, μὴ καὶ πεφοβημένος ἔλθῃς, 10.511 μή πού τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος. 10.512 ὣς φάθ’, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης, 10.513 καρπαλίμως δ’ ἵππων ἐπεβήσετο: κόψε δ’ Ὀδυσσεὺς 10.514 τόξῳ: τοὶ δ’ ἐπέτοντο θοὰς ἐπὶ νῆας Ἀχαιῶν. 10.515 οὐδ’ ἀλαοσκοπιὴν εἶχ’ ἀργυρότοξος Ἀπόλλων 10.516 ὡς ἴδ’ Ἀθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν: 10.517 τῇ κοτέων Τρώων κατεδύσετο πουλὺν ὅμιλον, 10.518 ὦρσεν δὲ Θρῃκῶν βουληφόρον Ἱπποκόωντα 10.519 Ῥήσου ἀνεψιὸν ἐσθλόν: ὃ δ’ ἐξ ὕπνου ἀνορούσας 10.520 ὡς ἴδε χῶρον ἐρῆμον, ὅθ’ ἕστασαν ὠκέες ἵπποι, 10.521 ἄνδράς τ’ ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν, 10.522 ᾤμωξέν τ’ ἄρ’ ἔπειτα φίλον τ’ ὀνόμηνεν ἑταῖρον. 10.523 Τρώων δὲ κλαγγή τε καὶ ἄσπετος ὦρτο κυδοιμὸς 10.524 θυνόντων ἄμυδις: θηεῦντο δὲ μέρμερα ἔργα 10.525 ὅσσ’ ἄνδρες ῥέξαντες ἔβαν κοίλας ἐπὶ νῆας. 10.526 οἳ δ’ ὅτε δή ῥ’ ἵκανον ὅθι σκοπὸν Ἕκτορος ἔκταν, 10.527 ἔνθ’ Ὀδυσεὺς μὲν ἔρυξε Διῒ φίλος ὠκέας ἵππους, 10.528 Τυδεΐδης δὲ χαμᾶζε θορὼν ἔναρα βροτόεντα 10.529 ἐν χείρεσσ’ Ὀδυσῆϊ τίθει, ἐπεβήσετο δ’ ἵππων: 10.530 μάστιξεν δ’ ἵππους, τὼ δ’ οὐκ ἀέκοντε πετέσθην 10.531 νῆας ἔπι γλαφυράς: τῇ γὰρ φίλον ἔπλετο θυμῷ. 10.532 Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε φώνησέν τε: 10.533 ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες 10.534 ψεύσομαι, ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός. 10.535 ἵππων μ’ ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει. 10.536 αἲ γὰρ δὴ Ὀδυσεύς τε καὶ ὃ κρατερὸς Διομήδης 10.537 ὧδ’ ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππους: 10.538 ἀλλ’ αἰνῶς δείδοικα κατὰ φρένα μή τι πάθωσιν 10.539 Ἀργείων οἳ ἄριστοι ὑπὸ Τρώων ὀρυμαγδοῦ. 10.540 οὔ πω πᾶν εἴρητο ἔπος ὅτ’ ἄρ’ ἤλυθον αὐτοί. 10.541 καί ῥ’ οἳ μὲν κατέβησαν ἐπὶ χθόνα, τοὶ δὲ χαρέντες 10.542 δεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι: 10.543 πρῶτος δ’ ἐξερέεινε Γερήνιος ἱππότα Νέστωρ: 10.544 εἴπ’ ἄγε μ’ ὦ πολύαιν’ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν 10.545 ὅππως τοῦσδ’ ἵππους λάβετον καταδύντες ὅμιλον 10.546 Τρώων, ἦ τίς σφωε πόρεν θεὸς ἀντιβολήσας. 10.547 αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο. 10.548 αἰεὶ μὲν Τρώεσσ’ ἐπιμίσγομαι, οὐδέ τί φημι 10.549 μιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστής: 10.550 ἀλλ’ οὔ πω τοίους ἵππους ἴδον οὐδὲ νόησα. 10.551 ἀλλά τιν’ ὔμμ’ ὀΐω δόμεναι θεὸν ἀντιάσαντα: 10.552 ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεὺς 10.553 κούρη τ’ αἰγιόχοιο Διὸς γλαυκῶπις Ἀθήνη. 10.554 τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς: 10.555 ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν 10.556 ῥεῖα θεός γ’ ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἵδε 10.557 ἵππους δωρήσαιτ’, ἐπεὶ ἢ πολὺ φέρτεροί εἰσιν. 10.558 ἵπποι δ’ οἵδε γεραιὲ νεήλυδες οὓς ἐρεείνεις 10.559 Θρηΐκιοι: τὸν δέ σφιν ἄνακτ’ ἀγαθὸς Διομήδης 10.560 ἔκτανε, πὰρ δ’ ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους. 10.561 τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν ἐγγύθι νηῶν, 10.562 τόν ῥα διοπτῆρα στρατοῦ ἔμμεναι ἡμετέροιο 10.563 Ἕκτωρ τε προέηκε καὶ ἄλλοι Τρῶες ἀγαυοί. 10.564 ὣς εἰπὼν τάφροιο διήλασε μώνυχας ἵππους 10.565 καγχαλόων: ἅμα δ’ ἄλλοι ἴσαν χαίροντες Ἀχαιοί. 10.566 οἳ δ’ ὅτε Τυδεΐδεω κλισίην εὔτυκτον ἵκοντο, 10.567 ἵππους μὲν κατέδησαν ἐϋτμήτοισιν ἱμᾶσι 10.568 φάτνῃ ἐφ’ ἱππείῃ, ὅθι περ Διομήδεος ἵπποι 10.569 ἕστασαν ὠκύποδες μελιηδέα πυρὸν ἔδοντες: 10.570 νηῒ δ’ ἐνὶ πρυμνῇ ἔναρα βροτόεντα Δόλωνος 10.571 θῆκ’ Ὀδυσεύς, ὄφρ’ ἱρὸν ἑτοιμασσαίατ’ Ἀθήνῃ. 10.572 αὐτοὶ δ’ ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ 10.573 ἐσβάντες κνήμας τε ἰδὲ λόφον ἀμφί τε μηρούς. 10.574 αὐτὰρ ἐπεί σφιν κῦμα θαλάσσης ἱδρῶ πολλὸν 10.575 νίψεν ἀπὸ χρωτὸς καὶ ἀνέψυχθεν φίλον ἦτορ, 10.576 ἔς ῥ’ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο. 10.577 τὼ δὲ λοεσσαμένω καὶ ἀλειψαμένω λίπ’ ἐλαίῳ 10.578 δείπνῳ ἐφιζανέτην, ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ 10.579 πλείου ἀφυσσόμενοι λεῖβον μελιηδέα οἶνον. 11.001 ἠὼς δ’ ἐκ λεχέων παρ’ ἀγαυοῦ Τιθωνοῖο 11.002 ὄρνυθ’, ἵν’ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι: 11.003 Ζεὺς δ’ Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν 11.004 ἀργαλέην, πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν. 11.005 στῆ δ’ ἐπ’ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ, 11.006 ἥ ῥ’ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε, 11.007 ἠμὲν ἐπ’ Αἴαντος κλισίας Τελαμωνιάδαο 11.008 ἠδ’ ἐπ’ Ἀχιλλῆος, τοί ῥ’ ἔσχατα νῆας ἐΐσας 11.009 εἴρυσαν ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν 11.010 ἔνθα στᾶσ’ ἤϋσε θεὰ μέγα τε δεινόν τε 11.011 ὄρθι’, Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ’ ἑκάστῳ 11.012 καρδίῃ ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι. 11.013 τοῖσι δ’ ἄφαρ πόλεμος γλυκίων γένετ’ ἠὲ νέεσθαι 11.014 ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν. 11.015 Ἀτρεΐδης δ’ ἐβόησεν ἰδὲ ζώννυσθαι ἄνωγεν 11.016 Ἀργείους: ἐν δ’ αὐτὸς ἐδύσετο νώροπα χαλκόν. 11.017 κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε 11.018 καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας: 11.019 δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε, 11.020 τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι. 11.021 πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέος οὕνεκ’ Ἀχαιοὶ 11.022 ἐς Τροίην νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον: 11.023 τοὔνεκά οἱ τὸν δῶκε χαριζόμενος βασιλῆϊ. 11.024 τοῦ δ’ ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο, 11.025 δώδεκα δὲ χρυσοῖο καὶ εἴκοσι κασσιτέροιο: 11.026 κυάνεοι δὲ δράκοντες ὀρωρέχατο προτὶ δειρὴν 11.027 τρεῖς ἑκάτερθ’ ἴρισσιν ἐοικότες, ἅς τε Κρονίων 11.028 ἐν νέφεϊ στήριξε, τέρας μερόπων ἀνθρώπων. 11.029 ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετο ξίφος: ἐν δέ οἱ ἧλοι 11.030 χρύσειοι πάμφαινον, ἀτὰρ περὶ κουλεὸν ἦεν 11.031 ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός. 11.032 ἂν δ’ ἕλετ’ ἀμφιβρότην πολυδαίδαλον ἀσπίδα θοῦριν 11.033 καλήν, ἣν πέρι μὲν κύκλοι δέκα χάλκεοι ἦσαν, 11.034 ἐν δέ οἱ ὀμφαλοὶ ἦσαν ἐείκοσι κασσιτέροιο 11.035 λευκοί, ἐν δὲ μέσοισιν ἔην μέλανος κυάνοιο. 11.036 τῇ δ’ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο 11.037 δεινὸν δερκομένη, περὶ δὲ Δεῖμός τε Φόβος τε. 11.038 τῆς δ’ ἐξ ἀργύρεος τελαμὼν ἦν: αὐτὰρ ἐπ’ αὐτοῦ 11.039 κυάνεος ἐλέλικτο δράκων, κεφαλαὶ δέ οἱ ἦσαν 11.040 τρεῖς ἀμφιστρεφέες ἑνὸς αὐχένος ἐκπεφυυῖαι. 11.041 κρατὶ δ’ ἐπ’ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον 11.042 ἵππουριν: δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν. 11.043 εἵλετο δ’ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ 11.044 ὀξέα: τῆλε δὲ χαλκὸς ἀπ’ αὐτόφιν οὐρανὸν εἴσω 11.045 λάμπ’: ἐπὶ δ’ ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη 11.046 τιμῶσαι βασιλῆα πολυχρύσοιο Μυκήνης. 11.047 ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος 11.048 ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθ’ ἐπὶ τάφρῳ, 11.049 αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες 11.050 ῥώοντ’: ἄσβεστος δὲ βοὴ γένετ’ ἠῶθι πρό. 11.051 φθὰν δὲ μέγ’ ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντες, 11.052 ἱππῆες δ’ ὀλίγον μετεκίαθον: ἐν δὲ κυδοιμὸν 11.053 ὦρσε κακὸν Κρονίδης, κατὰ δ’ ὑψόθεν ἧκεν ἐέρσας 11.054 αἵματι μυδαλέας ἐξ αἰθέρος, οὕνεκ’ ἔμελλε 11.055 πολλὰς ἰφθίμους κεφαλὰς Ἄϊδι προϊάψειν. 11.056 Τρῶες δ’ αὖθ’ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο 11.057 Ἕκτορά τ’ ἀμφὶ μέγαν καὶ ἀμύμονα Πουλυδάμαντα 11.058 Αἰνείαν θ’, ὃς Τρωσὶ θεὸς ὣς τίετο δήμῳ, 11.059 τρεῖς τ’ Ἀντηνορίδας Πόλυβον καὶ Ἀγήνορα δῖον 11.060 ἠΐθεόν τ’ Ἀκάμαντ’ ἐπιείκελον ἀθανάτοισιν. 11.061 Ἕκτωρ δ’ ἐν πρώτοισι φέρ’ ἀσπίδα πάντοσ’ ἐΐσην, 11.062 οἷος δ’ ἐκ νεφέων ἀναφαίνεται οὔλιος ἀστὴρ 11.063 παμφαίνων, τοτὲ δ’ αὖτις ἔδυ νέφεα σκιόεντα, 11.064 ὣς Ἕκτωρ ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν, 11.065 ἄλλοτε δ’ ἐν πυμάτοισι κελεύων: πᾶς δ’ ἄρα χαλκῷ 11.066 λάμφ’ ὥς τε στεροπὴ πατρὸς Διὸς αἰγιόχοιο. 11.067 οἳ δ’, ὥς τ’ ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν 11.068 ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατ’ ἄρουραν 11.069 πυρῶν ἢ κριθῶν: τὰ δὲ δράγματα ταρφέα πίπτει: 11.070 ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπ’ ἀλλήλοισι θορόντες 11.071 δῄουν, οὐδ’ ἕτεροι μνώοντ’ ὀλοοῖο φόβοιο. 11.072 ἴσας δ’ ὑσμίνη κεφαλὰς ἔχεν, οἳ δὲ λύκοι ὣς 11.073 θῦνον: Ἔρις δ’ ἄρ’ ἔχαιρε πολύστονος εἰσορόωσα: 11.074 οἴη γάρ ῥα θεῶν παρετύγχανε μαρναμένοισιν, 11.075 οἳ δ’ ἄλλοι οὔ σφιν πάρεσαν θεοί, ἀλλὰ ἕκηλοι 11.076 σφοῖσιν ἐνὶ μεγάροισι καθήατο, ἧχι ἑκάστῳ 11.077 δώματα καλὰ τέτυκτο κατὰ πτύχας Οὐλύμποιο. 11.078 πάντες δ’ ᾐτιόωντο κελαινεφέα Κρονίωνα 11.079 οὕνεκ’ ἄρα Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι. 11.080 τῶν μὲν ἄρ’ οὐκ ἀλέγιζε πατήρ: ὃ δὲ νόσφι λιασθεὶς 11.081 τῶν ἄλλων ἀπάνευθε καθέζετο κύδεϊ γαίων 11.082 εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν 11.083 χαλκοῦ τε στεροπήν, ὀλλύντάς τ’ ὀλλυμένους τε. 11.084 ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ, 11.085 τόφρα μάλ’ ἀμφοτέρων βέλε’ ἥπτετο, πῖπτε δὲ λαός: 11.086 ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὁπλίσσατο δεῖπνον 11.087 οὔρεος ἐν βήσσῃσιν, ἐπεί τ’ ἐκορέσσατο χεῖρας 11.088 τάμνων δένδρεα μακρά, ἅδος τέ μιν ἵκετο θυμόν, 11.089 σίτου τε γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ, 11.090 τῆμος σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας 11.091 κεκλόμενοι ἑτάροισι κατὰ στίχας: ἐν δ’ Ἀγαμέμνων 11.092 πρῶτος ὄρουσ’, ἕλε δ’ ἄνδρα Βιάνορα ποιμένα λαῶν 11.093 αὐτόν, ἔπειτα δ’ ἑταῖρον Ὀϊλῆα πλήξιππον. 11.094 ἤτοι ὅ γ’ ἐξ ἵππων κατεπάλμενος ἀντίος ἔστη: 11.095 τὸν δ’ ἰθὺς μεμαῶτα μετώπιον ὀξέϊ δουρὶ 11.096 νύξ’, οὐδὲ στεφάνη δόρυ οἱ σχέθε χαλκοβάρεια, 11.097 ἀλλὰ δι’ αὐτῆς ἦλθε καὶ ὀστέου, ἐγκέφαλος δὲ 11.098 ἔνδον ἅπας πεπάλακτο: δάμασσε δέ μιν μεμαῶτα. 11.099 καὶ τοὺς μὲν λίπεν αὖθι ἄναξ ἀνδρῶν Ἀγαμέμνων 11.100 στήθεσι παμφαίνοντας, ἐπεὶ περίδυσε χιτῶνας: 11.101 αὐτὰρ ὃ βῆ Ἶσόν τε καὶ Ἄντιφον ἐξεναρίξων 11.102 υἷε δύω Πριάμοιο νόθον καὶ γνήσιον ἄμφω 11.103 εἰν ἑνὶ δίφρῳ ἐόντας: ὃ μὲν νόθος ἡνιόχευεν, 11.104 Ἄντιφος αὖ παρέβασκε περικλυτός: ὥ ποτ’ Ἀχιλλεὺς 11.105 Ἴδης ἐν κνημοῖσι δίδη μόσχοισι λύγοισι, 11.106 ποιμαίνοντ’ ἐπ’ ὄεσσι λαβών, καὶ ἔλυσεν ἀποίνων. 11.107 δὴ τότε γ’ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων 11.108 τὸν μὲν ὑπὲρ μαζοῖο κατὰ στῆθος βάλε δουρί, 11.109 Ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει, ἐκ δ’ ἔβαλ’ ἵππων. 11.110 σπερχόμενος δ’ ἀπὸ τοῖιν ἐσύλα τεύχεα καλὰ 11.111 γιγνώσκων: καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοῇσιν 11.112 εἶδεν, ὅτ’ ἐξ Ἴδης ἄγαγεν πόδας ὠκὺς Ἀχιλλεύς. 11.113 ὡς δὲ λέων ἐλάφοιο ταχείης νήπια τέκνα 11.114 ῥηϊδίως συνέαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιν 11.115 ἐλθὼν εἰς εὐνήν, ἁπαλόν τέ σφ’ ἦτορ ἀπηύρα: 11.116 ἣ δ’ εἴ πέρ τε τύχῃσι μάλα σχεδόν, οὐ δύναταί σφι 11.117 χραισμεῖν: αὐτὴν γάρ μιν ὑπὸ τρόμος αἰνὸς ἱκάνει: 11.118 καρπαλίμως δ’ ἤϊξε διὰ δρυμὰ πυκνὰ καὶ ὕλην 11.119 σπεύδουσ’ ἱδρώουσα κραταιοῦ θηρὸς ὑφ’ ὁρμῆς: 11.120 ὣς ἄρα τοῖς οὔ τις δύνατο χραισμῆσαι ὄλεθρον 11.121 Τρώων, ἀλλὰ καὶ αὐτοὶ ὑπ’ Ἀργείοισι φέβοντο. 11.122 αὐτὰρ ὃ Πείσανδρόν τε καὶ Ἱππόλοχον μενεχάρμην 11.123 υἱέας Ἀντιμάχοιο δαΐφρονος, ὅς ῥα μάλιστα 11.124 χρυσὸν Ἀλεξάνδροιο δεδεγμένος ἀγλαὰ δῶρα 11.125 οὐκ εἴασχ’ Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ, 11.126 τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων 11.127 εἰν ἑνὶ δίφρῳ ἐόντας, ὁμοῦ δ’ ἔχον ὠκέας ἵππους: 11.128 ἐκ γάρ σφεας χειρῶν φύγον ἡνία σιγαλόεντα, 11.129 τὼ δὲ κυκηθήτην: ὃ δ’ ἐναντίον ὦρτο λέων ὣς 11.130 Ἀτρεΐδης: τὼ δ’ αὖτ’ ἐκ δίφρου γουναζέσθην: 11.131 ζώγρει Ἀτρέος υἱέ, σὺ δ’ ἄξια δέξαι ἄποινα: 11.132 πολλὰ δ’ ἐν Ἀντιμάχοιο δόμοις κειμήλια κεῖται 11.133 χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος, 11.134 τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι’ ἄποινα, 11.135 εἰ νῶϊ ζωοὺς πεπύθοιτ’ ἐπὶ νηυσὶν Ἀχαιῶν. 11.136 ὣς τώ γε κλαίοντε προσαυδήτην βασιλῆα 11.137 μειλιχίοις ἐπέεσσιν: ἀμείλικτον δ’ ὄπ’ ἄκουσαν: 11.138 εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστόν, 11.139 ὅς ποτ’ ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν 11.140 ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆϊ 11.141 αὖθι κατακτεῖναι μηδ’ ἐξέμεν ἂψ ἐς Ἀχαιούς, 11.142 νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην. 11.143 ἦ, καὶ Πείσανδρον μὲν ἀφ’ ἵππων ὦσε χαμᾶζε 11.144 δουρὶ βαλὼν πρὸς στῆθος: ὃ δ’ ὕπτιος οὔδει ἐρείσθη. 11.145 Ἱππόλοχος δ’ ἀπόρουσε, τὸν αὖ χαμαὶ ἐξενάριξε 11.146 χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τ’ αὐχένα κόψας, 11.147 ὅλμον δ’ ὣς ἔσσευε κυλίνδεσθαι δι’ ὁμίλου. 11.148 τοὺς μὲν ἔασ’: ὃ δ’ ὅθι πλεῖσται κλονέοντο φάλαγγες, 11.149 τῇ ῥ’ ἐνόρουσ’, ἅμα δ’ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί. 11.150 πεζοὶ μὲν πεζοὺς ὄλεκον φεύγοντας ἀνάγκῃ, 11.151 ἱππεῖς δ’ ἱππῆας: ὑπὸ δέ σφισιν ὦρτο κονίη 11.152 ἐκ πεδίου, τὴν ὦρσαν ἐρίγδουποι πόδες ἵππων 11.153 χαλκῷ δηϊόωντες: ἀτὰρ κρείων Ἀγαμέμνων 11.154 αἰὲν ἀποκτείνων ἕπετ’ Ἀργείοισι κελεύων. 11.155 ὡς δ’ ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ, 11.156 πάντῃ τ’ εἰλυφόων ἄνεμος φέρει, οἳ δέ τε θάμνοι 11.157 πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ: 11.158 ὣς ἄρ’ ὑπ’ Ἀτρεΐδῃ Ἀγαμέμνονι πῖπτε κάρηνα 11.159 Τρώων φευγόντων, πολλοὶ δ’ ἐριαύχενες ἵπποι 11.160 κείν’ ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας 11.161 ἡνιόχους ποθέοντες ἀμύμονας: οἳ δ’ ἐπὶ γαίῃ 11.162 κείατο, γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν. 11.163 Ἕκτορα δ’ ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίης 11.164 ἔκ τ’ ἀνδροκτασίης ἔκ θ’ αἵματος ἔκ τε κυδοιμοῦ: 11.165 Ἀτρεΐδης δ’ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων. 11.166 οἳ δὲ παρ’ Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο 11.167 μέσσον κὰπ πεδίον παρ’ ἐρινεὸν ἐσσεύοντο 11.168 ἱέμενοι πόλιος: ὃ δὲ κεκλήγων ἕπετ’ αἰεὶ 11.169 Ἀτρεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους. 11.170 ἀλλ’ ὅτε δὴ Σκαιάς τε πύλας καὶ φηγὸν ἵκοντο, 11.171 ἔνθ’ ἄρα δὴ ἵσταντο καὶ ἀλλήλους ἀνέμιμνον. 11.172 οἳ δ’ ἔτι κὰμ μέσσον πεδίον φοβέοντο βόες ὥς, 11.173 ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ 11.174 πάσας: τῇ δέ τ’ ἰῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος: 11.175 τῆς δ’ ἐξ αὐχέν’ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι 11.176 πρῶτον, ἔπειτα δέ θ’ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει: 11.177 ὣς τοὺς Ἀτρεΐδης ἔφεπε κρείων Ἀγαμέμνων 11.178 αἰὲν ἀποκτείνων τὸν ὀπίστατον: οἳ δ’ ἐφέβοντο. 11.179 πολλοὶ δὲ πρηνεῖς τε καὶ ὕπτιοι ἔκπεσον ἵππων 11.180 Ἀτρεΐδεω ὑπὸ χερσί: περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν. 11.181 ἀλλ’ ὅτε δὴ τάχ’ ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχος 11.182 ἵξεσθαι, τότε δή ῥα πατὴρ ἀνδρῶν τε θεῶν τε 11.183 Ἴδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης 11.184 οὐρανόθεν καταβάς: ἔχε δ’ ἀστεροπὴν μετὰ χερσίν. 11.185 Ἶριν δ’ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν: 11.186 βάσκ’ ἴθι Ἶρι ταχεῖα, τὸν Ἕκτορι μῦθον ἐνίσπες: 11.187 ὄφρ’ ἂν μέν κεν ὁρᾷ Ἀγαμέμνονα ποιμένα λαῶν 11.188 θύνοντ’ ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν, 11.189 τόφρ’ ἀναχωρείτω, τὸν δ’ ἄλλον λαὸν ἀνώχθω 11.190 μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην. 11.191 αὐτὰρ ἐπεί κ’ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ 11.192 εἰς ἵππους ἅλεται, τότε οἱ κράτος ἐγγυαλίξω 11.193 κτείνειν εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηται 11.194 δύῃ τ’ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ. 11.195 ὣς ἔφατ’, οὐδ’ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις, 11.196 βῆ δὲ κατ’ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν. 11.197 εὗρ’ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον 11.198 ἑσταότ’ ἔν θ’ ἵπποισι καὶ ἅρμασι κολλητοῖσιν: 11.199 ἀγχοῦ δ’ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις: 11.200 Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε 11.201 Ζεύς με πατὴρ προέηκε τεῒν τάδε μυθήσασθαι. 11.202 ὄφρ’ ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν 11.203 θύνοντ’ ἐν προμάχοισιν, ἐναίροντα στίχας ἀνδρῶν, 11.204 τόφρ’ ὑπόεικε μάχης, τὸν δ’ ἄλλον λαὸν ἄνωχθι 11.205 μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην. 11.206 αὐτὰρ ἐπεί κ’ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ 11.207 εἰς ἵππους ἅλεται, τότε τοι κράτος ἐγγυαλίξει 11.208 κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηαι 11.209 δύῃ τ’ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ. 11.210 ἣ μὲν ἄρ’ ὣς εἰποῦσ’ ἀπέβη πόδας ὠκέα Ἶρις, 11.211 Ἕκτωρ δ’ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε, 11.212 πάλλων δ’ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ 11.213 ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν. 11.214 οἳ δ’ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν, 11.215 Ἀργεῖοι δ’ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας. 11.216 ἀρτύνθη δὲ μάχη, στὰν δ’ ἀντίοι: ἐν δ’ Ἀγαμέμνων 11.217 πρῶτος ὄρουσ’, ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων. 11.218 ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ’ ἔχουσαι 11.219 ὅς τις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίον ἦλθεν 11.220 ἢ αὐτῶν Τρώων ἠὲ κλειτῶν ἐπικούρων. 11.221 Ἰφιδάμας Ἀντηνορίδης ἠΰς τε μέγας τε 11.222 ὃς τράφη ἐν Θρῄκῃ ἐριβώλακι μητέρι μήλων: 11.223 Κισσῆς τόν γ’ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα 11.224 μητροπάτωρ, ὃς τίκτε Θεανὼ καλλιπάρῃον: 11.225 αὐτὰρ ἐπεί ῥ’ ἥβης ἐρικυδέος ἵκετο μέτρον, 11.226 αὐτοῦ μιν κατέρυκε, δίδου δ’ ὅ γε θυγατέρα ἥν: 11.227 γήμας δ’ ἐκ θαλάμοιο μετὰ κλέος ἵκετ’ Ἀχαιῶν 11.228 σὺν δυοκαίδεκα νηυσὶ κορωνίσιν, αἵ οἱ ἕποντο. 11.229 τὰς μὲν ἔπειτ’ ἐν Περκώτῃ λίπε νῆας ἐΐσας, 11.230 αὐτὰρ ὃ πεζὸς ἐὼν ἐς Ἴλιον εἰληλούθει: 11.231 ὅς ῥα τότ’ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίον ἦλθεν. 11.232 οἳ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες, 11.233 Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετ’ ἔγχος, 11.234 Ἰφιδάμας δὲ κατὰ ζώνην θώρηκος ἔνερθε 11.235 νύξ’, ἐπὶ δ’ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας: 11.236 οὐδ’ ἔτορε ζωστῆρα παναίολον, ἀλλὰ πολὺ πρὶν 11.237 ἀργύρῳ ἀντομένη μόλιβος ὣς ἐτράπετ’ αἰχμή. 11.238 καὶ τό γε χειρὶ λαβὼν εὐρὺ κρείων Ἀγαμέμνων 11.239 ἕλκ’ ἐπὶ οἷ μεμαὼς ὥς τε λίς, ἐκ δ’ ἄρα χειρὸς 11.240 σπάσσατο: τὸν δ’ ἄορι πλῆξ’ αὐχένα, λῦσε δὲ γυῖα. 11.241 ὣς ὃ μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον 11.242 οἰκτρὸς ἀπὸ μνηστῆς ἀλόχου, ἀστοῖσιν ἀρήγων, 11.243 κουριδίης, ἧς οὔ τι χάριν ἴδε, πολλὰ δ’ ἔδωκε: 11.244 πρῶθ’ ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ χίλι’ ὑπέστη 11.245 αἶγας ὁμοῦ καὶ ὄϊς, τά οἱ ἄσπετα ποιμαίνοντο. 11.246 δὴ τότε γ’ Ἀτρεΐδης Ἀγαμέμνων ἐξενάριξε, 11.247 βῆ δὲ φέρων ἀν’ ὅμιλον Ἀχαιῶν τεύχεα καλά. 11.248 τὸν δ’ ὡς οὖν ἐνόησε Κόων ἀριδείκετος ἀνδρῶν 11.249 πρεσβυγενὴς Ἀντηνορίδης, κρατερόν ῥά ἑ πένθος 11.250 ὀφθαλμοὺς ἐκάλυψε κασιγνήτοιο πεσόντος. 11.251 στῆ δ’ εὐρὰξ σὺν δουρὶ λαθὼν Ἀγαμέμνονα δῖον, 11.252 νύξε δέ μιν κατὰ χεῖρα μέσην ἀγκῶνος ἔνερθε, 11.253 ἀντικρὺ δὲ διέσχε φαεινοῦ δουρὸς ἀκωκή. 11.254 ῥίγησέν τ’ ἄρ’ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων: 11.255 ἀλλ’ οὐδ’ ὧς ἀπέληγε μάχης ἠδὲ πτολέμοιο, 11.256 ἀλλ’ ἐπόρουσε Κόωνι ἔχων ἀνεμοτρεφὲς ἔγχος. 11.257 ἤτοι ὃ Ἰφιδάμαντα κασίγνητον καὶ ὄπατρον 11.258 ἕλκε ποδὸς μεμαώς, καὶ ἀΰτει πάντας ἀρίστους: 11.259 τὸν δ’ ἕλκοντ’ ἀν’ ὅμιλον ὑπ’ ἀσπίδος ὀμφαλοέσσης 11.260 οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα: 11.261 τοῖο δ’ ἐπ’ Ἰφιδάμαντι κάρη ἀπέκοψε παραστάς. 11.262 ἔνθ’ Ἀντήνορος υἷες ὑπ’ Ἀτρεΐδῃ βασιλῆϊ 11.263 πότμον ἀναπλήσαντες ἔδυν δόμον Ἄϊδος εἴσω. 11.264 αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν 11.265 ἔγχεΐ τ’ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν, 11.266 ὄφρά οἱ αἷμ’ ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς. 11.267 αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δ’ αἷμα, 11.268 ὀξεῖαι δ’ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο. 11.269 ὡς δ’ ὅτ’ ἂν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα 11.270 δριμύ, τό τε προϊεῖσι μογοστόκοι Εἰλείθυιαι 11.271 Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι, 11.272 ὣς ὀξεῖ’ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο. 11.273 ἐς δίφρον δ’ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε 11.274 νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν: ἤχθετο γὰρ κῆρ. 11.275 ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς: 11.276 ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες 11.277 ὑμεῖς μὲν νῦν νηυσὶν ἀμύνετε ποντοπόροισι 11.278 φύλοπιν ἀργαλέην, ἐπεὶ οὐκ ἐμὲ μητίετα Ζεὺς 11.279 εἴασε Τρώεσσι πανημέριον πολεμίζειν. 11.280 ὣς ἔφαθ’, ἡνίοχος δ’ ἵμασεν καλλίτριχας ἵππους 11.281 νῆας ἔπι γλαφυράς: τὼ δ’ οὐκ ἀέκοντε πετέσθην: 11.282 ἄφρεον δὲ στήθεα, ῥαίνοντο δὲ νέρθε κονίῃ 11.283 τειρόμενον βασιλῆα μάχης ἀπάνευθε φέροντες. 11.284 Ἕκτωρ δ’ ὡς ἐνόησ’ Ἀγαμέμνονα νόσφι κιόντα 11.285 Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας: 11.286 Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ 11.287 ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς. 11.288 οἴχετ’ ἀνὴρ ὤριστος, ἐμοὶ δὲ μέγ’ εὖχος ἔδωκε 11.289 Ζεὺς Κρονίδης: ἀλλ’ ἰθὺς ἐλαύνετε μώνυχας ἵππους 11.290 ἰφθίμων Δαναῶν, ἵν’ ὑπέρτερον εὖχος ἄρησθε. 11.291 ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. 11.292 ὡς δ’ ὅτε πού τις θηρητὴρ κύνας ἀργιόδοντας 11.293 σεύῃ ἐπ’ ἀγροτέρῳ συῒ καπρίῳ ἠὲ λέοντι, 11.294 ὣς ἐπ’ Ἀχαιοῖσιν σεῦε Τρῶας μεγαθύμους 11.295 Ἕκτωρ Πριαμίδης βροτολοιγῷ ἶσος Ἄρηϊ. 11.296 αὐτὸς δ’ ἐν πρώτοισι μέγα φρονέων ἐβεβήκει, 11.297 ἐν δ’ ἔπεσ’ ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ, 11.298 ἥ τε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει. 11.299 ἔνθα τίνα πρῶτον, τίνα δ’ ὕστατον ἐξενάριξεν 11.300 Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν; 11.301 Ἀσαῖον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ὀπίτην 11.302 καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον ἠδ’ Ἀγέλαον 11.303 Αἴσυμνόν τ’ Ὦρόν τε καὶ Ἱππόνοον μενεχάρμην. 11.304 τοὺς ἄρ’ ὅ γ’ ἡγεμόνας Δαναῶν ἕλεν, αὐτὰρ ἔπειτα 11.305 πληθύν, ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξῃ 11.306 ἀργεστᾶο Νότοιο βαθείῃ λαίλαπι τύπτων: 11.307 πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται, ὑψόσε δ’ ἄχνη 11.308 σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς: 11.309 ὣς ἄρα πυκνὰ καρήαθ’ ὑφ’ Ἕκτορι δάμνατο λαῶν. 11.310 ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο, 11.311 καί νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοί, 11.312 εἰ μὴ Τυδεΐδῃ Διομήδεϊ κέκλετ’ Ὀδυσσεύς: 11.313 Τυδεΐδη τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς; 11.314 ἀλλ’ ἄγε δεῦρο πέπον, παρ’ ἔμ’ ἵσταο: δὴ γὰρ ἔλεγχος 11.315 ἔσσεται εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ. 11.316 τὸν δ’ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης: 11.317 ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι: ἀλλὰ μίνυνθα 11.318 ἡμέων ἔσσεται ἦδος, ἐπεὶ νεφεληγερέτα Ζεὺς 11.319 Τρωσὶν δὴ βόλεται δοῦναι κράτος ἠέ περ ἡμῖν. 11.320 ἦ καὶ Θυμβραῖον μὲν ἀφ’ ἵππων ὦσε χαμᾶζε 11.321 δουρὶ βαλὼν κατὰ μαζὸν ἀριστερόν: αὐτὰρ Ὀδυσσεὺς 11.322 ἀντίθεον θεράποντα Μολίονα τοῖο ἄνακτος. 11.323 τοὺς μὲν ἔπειτ’ εἴασαν, ἐπεὶ πολέμου ἀπέπαυσαν: 11.324 τὼ δ’ ἀν’ ὅμιλον ἰόντε κυδοίμεον, ὡς ὅτε κάπρω 11.325 ἐν κυσὶ θηρευτῇσι μέγα φρονέοντε πέσητον: 11.326 ὣς ὄλεκον Τρῶας πάλιν ὀρμένω: αὐτὰρ Ἀχαιοὶ 11.327 ἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον. 11.328 ἔνθ’ ἑλέτην δίφρόν τε καὶ ἀνέρε δήμου ἀρίστω 11.329 υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων 11.330 ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε 11.331 στείχειν ἐς πόλεμον φθισήνορα: τὼ δέ οἱ οὔ τι 11.332 πειθέσθην: κῆρες γὰρ ἄγον μέλανος θανάτοιο. 11.333 τοὺς μὲν Τυδεΐδης δουρικλειτὸς Διομήδης 11.334 θυμοῦ καὶ ψυχῆς κεκαδὼν κλυτὰ τεύχε’ ἀπηύρα: 11.335 Ἱππόδαμον δ’ Ὀδυσεὺς καὶ Ὑπείροχον ἐξενάριξεν. 11.336 ἔνθά σφιν κατὰ ἶσα μάχην ἐτάνυσσε Κρονίων 11.337 ἐξ Ἴδης καθορῶν: τοὶ δ’ ἀλλήλους ἐνάριζον. 11.338 ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε δουρὶ 11.339 Παιονίδην ἥρωα κατ’ ἰσχίον: οὐ δέ οἱ ἵπποι 11.340 ἐγγὺς ἔσαν προφυγεῖν, ἀάσατο δὲ μέγα θυμῷ. 11.341 τοὺς μὲν γὰρ θεράπων ἀπάνευθ’ ἔχεν, αὐτὰρ ὃ πεζὸς 11.342 θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν. 11.343 Ἕκτωρ δ’ ὀξὺ νόησε κατὰ στίχας, ὦρτο δ’ ἐπ’ αὐτοὺς 11.344 κεκλήγων: ἅμα δὲ Τρώων εἵποντο φάλαγγες. 11.345 τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης, 11.346 αἶψα δ’ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα: 11.347 νῶϊν δὴ τόδε πῆμα κυλίνδεται ὄβριμος Ἕκτωρ: 11.348 ἀλλ’ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες. 11.349 ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος 11.350 καὶ βάλεν, οὐδ’ ἀφάμαρτε τιτυσκόμενος κεφαλῆφιν, 11.351 ἄκρην κὰκ κόρυθα: πλάγχθη δ’ ἀπὸ χαλκόφι χαλκός, 11.352 οὐδ’ ἵκετο χρόα καλόν: ἐρύκακε γὰρ τρυφάλεια 11.353 τρίπτυχος αὐλῶπις, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων. 11.354 Ἕκτωρ δ’ ὦκ’ ἀπέλεθρον ἀνέδραμε, μίκτο δ’ ὁμίλῳ, 11.355 στῆ δὲ γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ 11.356 γαίης: ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν. 11.357 ὄφρα δὲ Τυδεΐδης μετὰ δούρατος ᾤχετ’ ἐρωὴν 11.358 τῆλε διὰ προμάχων, ὅθι οἱ καταείσατο γαίης 11.359 τόφρ’ Ἕκτωρ ἔμπνυτο, καὶ ἂψ ἐς δίφρον ὀρούσας 11.360 ἐξέλασ’ ἐς πληθύν, καὶ ἀλεύατο κῆρα μέλαιναν. 11.361 δουρὶ δ’ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης: 11.362 ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον: ἦ τέ τοι ἄγχι 11.363 ἦλθε κακόν: νῦν αὖτέ σ’ ἐρύσατο Φοῖβος Ἀπόλλων 11.364 ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων. 11.365 ἦ θήν σ’ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας, 11.366 εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι. 11.367 νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω. 11.368 ἦ, καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριζεν. 11.369 αὐτὰρ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο 11.370 Τυδεΐδῃ ἔπι τόξα τιταίνετο ποιμένι λαῶν, 11.371 στήλῃ κεκλιμένος ἀνδροκμήτῳ ἐπὶ τύμβῳ 11.372 Ἴλου Δαρδανίδαο, παλαιοῦ δημογέροντος. 11.373 ἤτοι ὃ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο 11.374 αἴνυτ’ ἀπὸ στήθεσφι παναίολον ἀσπίδα τ’ ὤμων 11.375 καὶ κόρυθα βριαρήν: ὃ δὲ τόξου πῆχυν ἄνελκε 11.376 καὶ βάλεν, οὐδ’ ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός, 11.377 ταρσὸν δεξιτεροῖο ποδός: διὰ δ’ ἀμπερὲς ἰὸς 11.378 ἐν γαίῃ κατέπηκτο: ὃ δὲ μάλα ἡδὺ γελάσσας 11.379 ἐκ λόχου ἀμπήδησε καὶ εὐχόμενος ἔπος ηὔδα: 11.380 βέβληαι οὐδ’ ἅλιον βέλος ἔκφυγεν: ὡς ὄφελόν τοι 11.381 νείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ἑλέσθαι. 11.382 οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν κακότητος, 11.383 οἵ τέ σε πεφρίκασι λέονθ’ ὡς μηκάδες αἶγες. 11.384 τὸν δ’ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης: 11.385 τοξότα λωβητὴρ κέρᾳ ἀγλαὲ παρθενοπῖπα 11.386 εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης, 11.387 οὐκ ἄν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ἰοί: 11.388 νῦν δέ μ’ ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὔτως. 11.389 οὐκ ἀλέγω, ὡς εἴ με γυνὴ βάλοι ἢ πάϊς ἄφρων: 11.390 κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο. 11.391 ἦ τ’ ἄλλως ὑπ’ ἐμεῖο, καὶ εἴ κ’ ὀλίγον περ ἐπαύρῃ, 11.392 ὀξὺ βέλος πέλεται, καὶ ἀκήριον αἶψα τίθησι. 11.393 τοῦ δὲ γυναικὸς μέν τ’ ἀμφίδρυφοί εἰσι παρειαί, 11.394 παῖδες δ’ ὀρφανικοί: ὃ δέ θ’ αἵματι γαῖαν ἐρεύθων 11.395 πύθεται, οἰωνοὶ δὲ περὶ πλέες ἠὲ γυναῖκες. 11.396 ὣς φάτο, τοῦ δ’ Ὀδυσεὺς δουρικλυτὸς ἐγγύθεν ἐλθὼν 11.397 ἔστη πρόσθ’: ὃ δ’ ὄπισθε καθεζόμενος βέλος ὠκὺ 11.398 ἐκ ποδὸς ἕλκ’, ὀδύνη δὲ διὰ χροὸς ἦλθ’ ἀλεγεινή. 11.399 ἐς δίφρον δ’ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε 11.400 νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν: ἤχθετο γὰρ κῆρ. 11.401 οἰώθη δ’ Ὀδυσεὺς δουρὶ κλυτός, οὐδέ τις αὐτῷ 11.402 Ἀργείων παρέμεινεν, ἐπεὶ φόβος ἔλλαβε πάντας: 11.403 ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν: 11.404 ὤ μοι ἐγὼ τί πάθω; μέγα μὲν κακὸν αἴ κε φέβωμαι 11.405 πληθὺν ταρβήσας: τὸ δὲ ῥίγιον αἴ κεν ἁλώω 11.406 μοῦνος: τοὺς δ’ ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων. 11.407 ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός; 11.408 οἶδα γὰρ ὅττι κακοὶ μὲν ἀποίχονται πολέμοιο, 11.409 ὃς δέ κ’ ἀριστεύῃσι μάχῃ ἔνι τὸν δὲ μάλα χρεὼ 11.410 ἑστάμεναι κρατερῶς, ἤ τ’ ἔβλητ’ ἤ τ’ ἔβαλ’ ἄλλον. 11.411 εἷος ὃ ταῦθ’ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, 11.412 τόφρα δ’ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων, 11.413 ἔλσαν δ’ ἐν μέσσοισι, μετὰ σφίσι πῆμα τιθέντες. 11.414 ὡς δ’ ὅτε κάπριον ἀμφὶ κύνες θαλεροί τ’ αἰζηοὶ 11.415 σεύωνται, ὃ δέ τ’ εἶσι βαθείης ἐκ ξυλόχοιο 11.416 θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν, 11.417 ἀμφὶ δέ τ’ ἀΐσσονται, ὑπαὶ δέ τε κόμπος ὀδόντων 11.418 γίγνεται, οἳ δὲ μένουσιν ἄφαρ δεινόν περ ἐόντα, 11.419 ὥς ῥα τότ’ ἀμφ’ Ὀδυσῆα Διῒ φίλον ἐσσεύοντο 11.420 Τρῶες: ὃ δὲ πρῶτον μὲν ἀμύμονα Δηϊοπίτην 11.421 οὔτασεν ὦμον ὕπερθεν ἐπάλμενος ὀξέϊ δουρί, 11.422 αὐτὰρ ἔπειτα Θόωνα καὶ Ἔννομον ἐξενάριξε. 11.423 Χερσιδάμαντα δ’ ἔπειτα καθ’ ἵππων ἀΐξαντα 11.424 δουρὶ κατὰ πρότμησιν ὑπ’ ἀσπίδος ὀμφαλοέσσης 11.425 νύξεν: ὃ δ’ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. 11.426 τοὺς μὲν ἔασ’, ὃ δ’ ἄρ’ Ἱππασίδην Χάροπ’ οὔτασε δουρὶ 11.427 αὐτοκασίγνητον εὐηφενέος Σώκοιο. 11.428 τῷ δ’ ἐπαλεξήσων Σῶκος κίεν ἰσόθεος φώς, 11.429 στῆ δὲ μάλ’ ἐγγὺς ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν 11.430 ὦ Ὀδυσεῦ πολύαινε δόλων ἆτ’ ἠδὲ πόνοιο 11.431 σήμερον ἢ δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσι 11.432 τοιώδ’ ἄνδρε κατακτείνας καὶ τεύχε’ ἀπούρας, 11.433 ἤ κεν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃς. 11.434 ὣς εἰπὼν οὔτησε κατ’ ἀσπίδα πάντοσ’ ἐΐσην. 11.435 διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος, 11.436 καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο, 11.437 πάντα δ’ ἀπὸ πλευρῶν χρόα ἔργαθεν, οὐδ’ ἔτ’ ἔασε 11.438 Παλλὰς Ἀθηναίη μιχθήμεναι ἔγκασι φωτός. 11.439 γνῶ δ’ Ὀδυσεὺς ὅ οἱ οὔ τι τέλος κατακαίριον ἦλθεν, 11.440 ἂψ δ’ ἀναχωρήσας Σῶκον πρὸς μῦθον ἔειπεν: 11.441 ἆ δείλ’ ἦ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος. 11.442 ἤτοι μέν ῥ’ ἔμ’ ἔπαυσας ἐπὶ Τρώεσσι μάχεσθαι: 11.443 σοὶ δ’ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν 11.444 ἤματι τῷδ’ ἔσσεσθαι, ἐμῷ δ’ ὑπὸ δουρὶ δαμέντα 11.445 εὖχος ἐμοὶ δώσειν, ψυχὴν δ’ Ἄϊδι κλυτοπώλῳ. 11.446 ἦ, καὶ ὃ μὲν φύγαδ’ αὖτις ὑποστρέψας ἐβεβήκει, 11.447 τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν 11.448 ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε, 11.449 δούπησεν δὲ πεσών: ὃ δ’ ἐπεύξατο δῖος Ὀδυσσεύς: 11.450 ὦ Σῶχ’ Ἱππάσου υἱὲ δαΐφρονος ἱπποδάμοιο 11.451 φθῆ σε τέλος θανάτοιο κιχήμενον, οὐδ’ ὑπάλυξας. 11.452 ἆ δείλ’ οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ 11.453 ὄσσε καθαιρήσουσι θανόντι περ, ἀλλ’ οἰωνοὶ 11.454 ὠμησταὶ ἐρύουσι, περὶ πτερὰ πυκνὰ βαλόντες. 11.455 αὐτὰρ ἔμ’, εἴ κε θάνω, κτεριοῦσί γε δῖοι Ἀχαιοί. 11.456 ὣς εἰπὼν Σώκοιο δαΐφρονος ὄβριμον ἔγχος 11.457 ἔξω τε χροὸς ἕλκε καὶ ἀσπίδος ὀμφαλοέσσης: 11.458 αἷμα δέ οἱ σπασθέντος ἀνέσσυτο, κῆδε δὲ θυμόν. 11.459 Τρῶες δὲ μεγάθυμοι ὅπως ἴδον αἷμ’ Ὀδυσῆος 11.460 κεκλόμενοι καθ’ ὅμιλον ἐπ’ αὐτῷ πάντες ἔβησαν. 11.461 αὐτὰρ ὅ γ’ ἐξοπίσω ἀνεχάζετο, αὖε δ’ ἑταίρους. 11.462 τρὶς μὲν ἔπειτ’ ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτός, 11.463 τρὶς δ’ ἄϊεν ἰάχοντος ἄρηι φίλος Μενέλαος. 11.464 αἶψα δ’ ἄρ’ Αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα: 11.465 Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν 11.466 ἀμφί μ’ Ὀδυσσῆος ταλασίφρονος ἵκετ’ ἀϋτὴ 11.467 τῷ ἰκέλη ὡς εἴ ἑ βιῴατο μοῦνον ἐόντα 11.468 Τρῶες ἀποτμήξαντες ἐνὶ κρατερῇ ὑσμίνῃ. 11.469 ἀλλ’ ἴομεν καθ’ ὅμιλον: ἀλεξέμεναι γὰρ ἄμεινον. 11.470 δείδω μή τι πάθῃσιν ἐνὶ Τρώεσσι μονωθεὶς 11.471 ἐσθλὸς ἐών, μεγάλη δὲ ποθὴ Δαναοῖσι γένηται. 11.472 ὣς εἰπὼν ὃ μὲν ἦρχ’, ὃ δ’ ἅμ’ ἕσπετο ἰσόθεος φώς. 11.473 εὗρον ἔπειτ’ Ὀδυσῆα Διῒ φίλον: ἀμφὶ δ’ ἄρ’ αὐτὸν 11.474 Τρῶες ἕπονθ’ ὡς εἴ τε δαφοινοὶ θῶες ὄρεσφιν 11.475 ἀμφ’ ἔλαφον κεραὸν βεβλημένον, ὅν τ’ ἔβαλ’ ἀνὴρ 11.476 ἰῷ ἀπὸ νευρῆς: τὸν μέν τ’ ἤλυξε πόδεσσι 11.477 φεύγων, ὄφρ’ αἷμα λιαρὸν καὶ γούνατ’ ὀρώρῃ: 11.478 αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός, 11.479 ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσιν 11.480 ἐν νέμεϊ σκιερῷ: ἐπί τε λῖν ἤγαγε δαίμων 11.481 σίντην: θῶες μέν τε διέτρεσαν, αὐτὰρ ὃ δάπτει: 11.482 ὥς ῥα τότ’ ἀμφ’ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην 11.483 Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι, αὐτὰρ ὅ γ’ ἥρως 11.484 ἀΐσσων ᾧ ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ. 11.485 Αἴας δ’ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον, 11.486 στῆ δὲ παρέξ: Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος. 11.487 ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγ’ ὁμίλου 11.488 χειρὸς ἔχων, εἷος θεράπων σχεδὸν ἤλασεν ἵππους. 11.489 Αἴας δὲ Τρώεσσιν ἐπάλμενος εἷλε Δόρυκλον 11.490 Πριαμίδην νόθον υἱόν, ἔπειτα δὲ Πάνδοκον οὖτα, 11.491 οὖτα δὲ Λύσανδρον καὶ Πύρασον ἠδὲ Πυλάρτην. 11.492 ὡς δ’ ὁπότε πλήθων ποταμὸς πεδίον δὲ κάτεισι 11.493 χειμάρρους κατ’ ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ, 11.494 πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκας 11.495 ἐσφέρεται, πολλὸν δέ τ’ ἀφυσγετὸν εἰς ἅλα βάλλει, 11.496 ὣς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἴας, 11.497 δαΐζων ἵππους τε καὶ ἀνέρας: οὐδέ πω Ἕκτωρ 11.498 πεύθετ’, ἐπεί ῥα μάχης ἐπ’ ἀριστερὰ μάρνατο πάσης 11.499 ὄχθας πὰρ ποταμοῖο Σκαμάνδρου, τῇ ῥα μάλιστα 11.500 ἀνδρῶν πῖπτε κάρηνα, βοὴ δ’ ἄσβεστος ὀρώρει 11.501 Νέστορά τ’ ἀμφὶ μέγαν καὶ ἀρήϊον Ἰδομενῆα. 11.502 Ἕκτωρ μὲν μετὰ τοῖσιν ὁμίλει μέρμερα ῥέζων 11.503 ἔγχεΐ θ’ ἱπποσύνῃ τε, νέων δ’ ἀλάπαζε φάλαγγας: 11.504 οὐδ’ ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοὶ 11.505 εἰ μὴ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο 11.506 παῦσεν ἀριστεύοντα Μαχάονα ποιμένα λαῶν, 11.507 ἰῷ τριγλώχινι βαλὼν κατὰ δεξιὸν ὦμον. 11.508 τῷ ῥα περίδεισαν μένεα πνείοντες Ἀχαιοὶ 11.509 μή πώς μιν πολέμοιο μετακλινθέντος ἕλοιεν. 11.510 αὐτίκα δ’ Ἰδομενεὺς προσεφώνεε Νέστορα δῖον: 11.511 ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν 11.512 ἄγρει σῶν ὀχέων ἐπιβήσεο, πὰρ δὲ Μαχάων 11.513 βαινέτω, ἐς νῆας δὲ τάχιστ’ ἔχε μώνυχας ἵππους: 11.514 ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων 11.515 ἰούς τ’ ἐκτάμνειν ἐπί τ’ ἤπια φάρμακα πάσσειν. 11.516 ὣς ἔφατ’, οὐδ’ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ. 11.517 αὐτίκα δ’ ὧν ὀχέων ἐπεβήσετο, πὰρ δὲ Μαχάων 11.518 βαῖν’ Ἀσκληπιοῦ υἱὸς ἀμύμονος ἰητῆρος: 11.519 μάστιξεν δ’ ἵππους, τὼ δ’ οὐκ ἀέκοντε πετέσθην 11.520 νῆας ἔπι γλαφυράς: τῇ γὰρ φίλον ἔπλετο θυμῷ. 11.521 Κεβριόνης δὲ Τρῶας ὀρινομένους ἐνόησεν 11.522 Ἕκτορι παρβεβαώς, καί μιν πρὸς μῦθον ἔειπεν: 11.523 Ἕκτορ νῶϊ μὲν ἐνθάδ’ ὁμιλέομεν Δαναοῖσιν 11.524 ἐσχατιῇ πολέμοιο δυσηχέος: οἳ δὲ δὴ ἄλλοι 11.525 Τρῶες ὀρίνονται ἐπιμὶξ ἵπποι τε καὶ αὐτοί. 11.526 Αἴας δὲ κλονέει Τελαμώνιος: εὖ δέ μιν ἔγνων: 11.527 εὐρὺ γὰρ ἀμφ’ ὤμοισιν ἔχει σάκος: ἀλλὰ καὶ ἡμεῖς 11.528 κεῖσ’ ἵππους τε καὶ ἅρμ’ ἰθύνομεν, ἔνθα μάλιστα 11.529 ἱππῆες πεζοί τε κακὴν ἔριδα προβαλόντες 11.530 ἀλλήλους ὀλέκουσι, βοὴ δ’ ἄσβεστος ὄρωρεν. 11.531 ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους 11.532 μάστιγι λιγυρῇ: τοὶ δὲ πληγῆς ἀΐοντες 11.533 ῥίμφ’ ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιοὺς 11.534 στείβοντες νέκυάς τε καὶ ἀσπίδας: αἵματι δ’ ἄξων 11.535 νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον, 11.536 ἃς ἄρ’ ἀφ’ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον 11.537 αἵ τ’ ἀπ’ ἐπισσώτρων. ὃ δὲ ἵετο δῦναι ὅμιλον 11.538 ἀνδρόμεον ῥῆξαί τε μετάλμενος: ἐν δὲ κυδοιμὸν 11.539 ἧκε κακὸν Δαναοῖσι, μίνυνθα δὲ χάζετο δουρός. 11.540 αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν 11.541 ἔγχεΐ τ’ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν, 11.542 Αἴαντος δ’ ἀλέεινε μάχην Τελαμωνιάδαο. 11.543 Ζεὺς γάρ οἱ νεμέσασχ’ ὅτ’ ἀμείνονι φωτὶ μάχοιτο. 11.544 Ζεὺς δὲ πατὴρ Αἴανθ’ ὑψίζυγος ἐν φόβον ὦρσε: 11.545 στῆ δὲ ταφών, ὄπιθεν δὲ σάκος βάλεν ἑπταβόειον, 11.546 τρέσσε δὲ παπτήνας ἐφ’ ὁμίλου θηρὶ ἐοικὼς 11.547 ἐντροπαλιζόμενος ὀλίγον γόνυ γουνὸς ἀμείβων. 11.548 ὡς δ’ αἴθωνα λέοντα βοῶν ἀπὸ μεσσαύλοιο 11.549 ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται, 11.550 οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι 11.551 πάννυχοι ἐγρήσσοντες: ὃ δὲ κρειῶν ἐρατίζων 11.552 ἰθύει, ἀλλ’ οὔ τι πρήσσει: θαμέες γὰρ ἄκοντες 11.553 ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν 11.554 καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ: 11.555 ἠῶθεν δ’ ἀπὸ νόσφιν ἔβη τετιηότι θυμῷ: 11.556 ὣς Αἴας τότ’ ἀπὸ Τρώων τετιημένος ἦτορ 11.557 ἤϊε πόλλ’ ἀέκων: περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν. 11.558 ὡς δ’ ὅτ’ ὄνος παρ’ ἄρουραν ἰὼν ἐβιήσατο παῖδας 11.559 νωθής, ᾧ δὴ πολλὰ περὶ ῥόπαλ’ ἀμφὶς ἐάγῃ, 11.560 κείρει τ’ εἰσελθὼν βαθὺ λήϊον: οἳ δέ τε παῖδες 11.561 τύπτουσιν ῥοπάλοισι: βίη δέ τε νηπίη αὐτῶν: 11.562 σπουδῇ τ’ ἐξήλασσαν, ἐπεί τ’ ἐκορέσσατο φορβῆς: 11.563 ὣς τότ’ ἔπειτ’ Αἴαντα μέγαν Τελαμώνιον υἱὸν 11.564 Τρῶες ὑπέρθυμοι πολυηγερέες τ’ ἐπίκουροι 11.565 νύσσοντες ξυστοῖσι μέσον σάκος αἰὲν ἕποντο. 11.566 Αἴας δ’ ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς 11.567 αὖτις ὑποστρεφθείς, καὶ ἐρητύσασκε φάλαγγας 11.568 Τρώων ἱπποδάμων: ὁτὲ δὲ τρωπάσκετο φεύγειν. 11.569 πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν, 11.570 αὐτὸς δὲ Τρώων καὶ Ἀχαιῶν θῦνε μεσηγὺ 11.571 ἱστάμενος: τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν 11.572 ἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν ὄρμενα πρόσσω, 11.573 πολλὰ δὲ καὶ μεσσηγύ, πάρος χρόα λευκὸν ἐπαυρεῖν, 11.574 ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι. 11.575 τὸν δ’ ὡς οὖν ἐνόησ’ Εὐαίμονος ἀγλαὸς υἱὸς 11.576 Εὐρύπυλος πυκινοῖσι βιαζόμενον βελέεσσι, 11.577 στῆ ῥα παρ’ αὐτὸν ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ, 11.578 καὶ βάλε Φαυσιάδην Ἀπισάονα ποιμένα λαῶν 11.579 ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δ’ ὑπὸ γούνατ’ ἔλυσεν: 11.580 Εὐρύπυλος δ’ ἐπόρουσε καὶ αἴνυτο τεύχε’ ἀπ’ ὤμων. 11.581 τὸν δ’ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς 11.582 τεύχε’ ἀπαινύμενον Ἀπισάονος, αὐτίκα τόξον 11.583 ἕλκετ’ ἐπ’ Εὐρυπύλῳ, καί μιν βάλε μηρὸν ὀϊστῷ 11.584 δεξιόν: ἐκλάσθη δὲ δόναξ, ἐβάρυνε δὲ μηρόν. 11.585 ἂψ δ’ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ ἀλεείνων, 11.586 ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς: 11.587 ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες 11.588 στῆτ’ ἐλελιχθέντες καὶ ἀμύνετε νηλεὲς ἦμαρ 11.589 Αἴανθ’, ὃς βελέεσσι βιάζεται, οὐδέ ἕ φημι 11.590 φεύξεσθ’ ἐκ πολέμοιο δυσηχέος: ἀλλὰ μάλ’ ἄντην 11.591 ἵστασθ’ ἀμφ’ Αἴαντα μέγαν Τελαμώνιον υἱόν. 11.592 ὣς ἔφατ’ Εὐρύπυλος βεβλημένος: οἳ δὲ παρ’ αὐτὸν 11.593 πλησίοι ἔστησαν σάκε’ ὤμοισι κλίναντες 11.594 δούρατ’ ἀνασχόμενοι: τῶν δ’ ἀντίος ἤλυθεν Αἴας. 11.595 στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων. 11.596 ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο: 11.597 Νέστορα δ’ ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι 11.598 ἱδρῶσαι, ἦγον δὲ Μαχάονα ποιμένα λαῶν. 11.599 τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς: 11.600 ἑστήκει γὰρ ἐπὶ πρυμνῇ μεγακήτεϊ νηῒ 11.601 εἰσορόων πόνον αἰπὺν ἰῶκά τε δακρυόεσσαν. 11.602 αἶψα δ’ ἑταῖρον ἑὸν Πατροκλῆα προσέειπε 11.603 φθεγξάμενος παρὰ νηός: ὃ δὲ κλισίηθεν ἀκούσας 11.604 ἔκμολεν ἶσος Ἄρηϊ, κακοῦ δ’ ἄρα οἱ πέλεν ἀρχή. 11.605 τὸν πρότερος προσέειπε Μενοιτίου ἄλκιμος υἱός: 11.606 τίπτέ με κικλήσκεις Ἀχιλεῦ; τί δέ σε χρεὼ ἐμεῖο; 11.607 τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς: 11.608 δῖε Μενοιτιάδη τῷ ἐμῷ κεχαρισμένε θυμῷ 11.609 νῦν ὀΐω περὶ γούνατ’ ἐμὰ στήσεσθαι Ἀχαιοὺς 11.610 λισσομένους: χρειὼ γὰρ ἱκάνεται οὐκέτ’ ἀνεκτός. 11.611 ἀλλ’ ἴθι νῦν Πάτροκλε Διῒ φίλε Νέστορ’ ἔρειο 11.612 ὅν τινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο: 11.613 ἤτοι μὲν τά γ’ ὄπισθε Μαχάονι πάντα ἔοικε 11.614 τῷ Ἀσκληπιάδῃ, ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός: 11.615 ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι. 11.616 ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ’ ἑταίρῳ, 11.617 βῆ δὲ θέειν παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν. 11.618 οἳ δ’ ὅτε δὴ κλισίην Νηληϊάδεω ἀφίκοντο, 11.619 αὐτοὶ μέν ῥ’ ἀπέβησαν ἐπὶ χθόνα πουλυβότειραν, 11.620 ἵππους δ’ Εὐρυμέδων θεράπων λύε τοῖο γέροντος 11.621 ἐξ ὀχέων: τοὶ δ’ ἱδρῶ ἀπεψύχοντο χιτώνων 11.622 στάντε ποτὶ πνοιὴν παρὰ θῖν’ ἁλός: αὐτὰρ ἔπειτα 11.623 ἐς κλισίην ἐλθόντες ἐπὶ κλισμοῖσι κάθιζον. 11.624 τοῖσι δὲ τεῦχε κυκειῶ ἐϋπλόκαμος Ἑκαμήδη, 11.625 τὴν ἄρετ’ ἐκ Τενέδοιο γέρων, ὅτε πέρσεν Ἀχιλλεύς, 11.626 θυγατέρ’ Ἀρσινόου μεγαλήτορος, ἥν οἱ Ἀχαιοὶ 11.627 ἔξελον οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων. 11.628 ἥ σφωϊν πρῶτον μὲν ἐπιπροΐηλε τράπεζαν 11.629 καλὴν κυανόπεζαν ἐΰξοον, αὐτὰρ ἐπ’ αὐτῆς 11.630 χάλκειον κάνεον, ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον, 11.631 ἠδὲ μέλι χλωρόν, παρὰ δ’ ἀλφίτου ἱεροῦ ἀκτήν, 11.632 πὰρ δὲ δέπας περικαλλές, ὃ οἴκοθεν ἦγ’ ὁ γεραιός, 11.633 χρυσείοις ἥλοισι πεπαρμένον: οὔατα δ’ αὐτοῦ 11.634 τέσσαρ’ ἔσαν, δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον 11.635 χρύσειαι νεμέθοντο, δύω δ’ ὑπὸ πυθμένες ἦσαν. 11.636 ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης 11.637 πλεῖον ἐόν, Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν. 11.638 ἐν τῷ ῥά σφι κύκησε γυνὴ ἐϊκυῖα θεῇσιν 11.639 οἴνῳ Πραμνείῳ, ἐπὶ δ’ αἴγειον κνῆ τυρὸν 11.640 κνήστι χαλκείῃ, ἐπὶ δ’ ἄλφιτα λευκὰ πάλυνε, 11.641 πινέμεναι δ’ ἐκέλευσεν, ἐπεί ῥ’ ὥπλισσε κυκειῶ. 11.642 τὼ δ’ ἐπεὶ οὖν πίνοντ’ ἀφέτην πολυκαγκέα δίψαν 11.643 μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες, 11.644 Πάτροκλος δὲ θύρῃσιν ἐφίστατο ἰσόθεος φώς. 11.645 τὸν δὲ ἰδὼν ὁ γεραιὸς ἀπὸ θρόνου ὦρτο φαεινοῦ, 11.646 ἐς δ’ ἄγε χειρὸς ἑλών, κατὰ δ’ ἑδριάασθαι ἄνωγε. 11.647 Πάτροκλος δ’ ἑτέρωθεν ἀναίνετο εἶπέ τε μῦθον: 11.648 οὐχ ἕδος ἐστὶ γεραιὲ διοτρεφές, οὐδέ με πείσεις. 11.649 αἰδοῖος νεμεσητὸς ὅ με προέηκε πυθέσθαι 11.650 ὅν τινα τοῦτον ἄγεις βεβλημένον: ἀλλὰ καὶ αὐτὸς 11.651 γιγνώσκω, ὁρόω δὲ Μαχάονα ποιμένα λαῶν. 11.652 νῦν δὲ ἔπος ἐρέων πάλιν ἄγγελος εἶμ’ Ἀχιλῆϊ. 11.653 εὖ δὲ σὺ οἶσθα γεραιὲ διοτρεφές, οἷος ἐκεῖνος 11.654 δεινὸς ἀνήρ: τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο. 11.655 τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ: 11.656 τίπτε τὰρ ὧδ’ Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν, 11.657 ὅσσοι δὴ βέλεσιν βεβλήαται; οὐδέ τι οἶδε 11.658 πένθεος, ὅσσον ὄρωρε κατὰ στρατόν: οἳ γὰρ ἄριστοι 11.659 ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε. 11.660 βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης, 11.661 οὔτασται δ’ Ὀδυσεὺς δουρὶ κλυτὸς ἠδ’ Ἀγαμέμνων: 11.662 βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ: 11.663 τοῦτον δ’ ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο 11.664 ἰῷ ἀπὸ νευρῆς βεβλημένον. αὐτὰρ Ἀχιλλεὺς 11.665 ἐσθλὸς ἐὼν Δαναῶν οὐ κήδεται οὐδ’ ἐλεαίρει. 11.666 ἦ μένει εἰς ὅ κε δὴ νῆες θοαὶ ἄγχι θαλάσσης 11.667 Ἀργείων ἀέκητι πυρὸς δηΐοιο θέρωνται, 11.668 αὐτοί τε κτεινώμεθ’ ἐπισχερώ; οὐ γὰρ ἐμὴ ἲς 11.669 ἔσθ’ οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν. 11.670 εἴθ’ ὣς ἡβώοιμι βίη δέ μοι ἔμπεδος εἴη 11.671 ὡς ὁπότ’ Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη 11.672 ἀμφὶ βοηλασίῃ, ὅτ’ ἐγὼ κτάνον Ἰτυμονῆα 11.673 ἐσθλὸν Ὑπειροχίδην, ὃς ἐν Ἤλιδι ναιετάασκε, 11.674 ῥύσι’ ἐλαυνόμενος: ὃ δ’ ἀμύνων ᾗσι βόεσσιν 11.675 ἔβλητ’ ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι, 11.676 κὰδ δ’ ἔπεσεν, λαοὶ δὲ περίτρεσαν ἀγροιῶται. 11.677 ληΐδα δ’ ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλὴν 11.678 πεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν, 11.679 τόσσα συῶν συβόσια, τόσ’ αἰπόλια πλατέ’ αἰγῶν, 11.680 ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα 11.681 πάσας θηλείας, πολλῇσι δὲ πῶλοι ὑπῆσαν. 11.682 καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσω 11.683 ἐννύχιοι προτὶ ἄστυ: γεγήθει δὲ φρένα Νηλεύς, 11.684 οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμον δὲ κιόντι. 11.685 κήρυκες δ’ ἐλίγαινον ἅμ’ ἠοῖ φαινομένηφι 11.686 τοὺς ἴμεν οἷσι χρεῖος ὀφείλετ’ ἐν Ἤλιδι δίῃ: 11.687 οἳ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρες 11.688 δαίτρευον: πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον, 11.689 ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν: 11.690 ἐλθὼν γάρ ῥ’ ἐκάκωσε βίη Ἡρακληείη 11.691 τῶν προτέρων ἐτέων, κατὰ δ’ ἔκταθεν ὅσσοι ἄριστοι: 11.692 δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν: 11.693 τῶν οἶος λιπόμην, οἳ δ’ ἄλλοι πάντες ὄλοντο. 11.694 ταῦθ’ ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες 11.695 ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωντο. 11.696 ἐκ δ’ ὃ γέρων ἀγέλην τε βοῶν καὶ πῶϋ μέγ’ οἰῶν 11.697 εἵλετο κρινάμενος τριηκόσι’ ἠδὲ νομῆας. 11.698 καὶ γὰρ τῷ χρεῖος μέγ’ ὀφείλετ’ ἐν Ἤλιδι δίῃ 11.699 τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν 11.700 ἐλθόντες μετ’ ἄεθλα: περὶ τρίποδος γὰρ ἔμελλον 11.701 θεύσεσθαι: τοὺς δ’ αὖθι ἄναξ ἀνδρῶν Αὐγείας 11.702 κάσχεθε, τὸν δ’ ἐλατῆρ’ ἀφίει ἀκαχήμενον ἵππων. 11.703 τῶν ὃ γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων 11.704 ἐξέλετ’ ἄσπετα πολλά: τὰ δ’ ἄλλ’ ἐς δῆμον ἔδωκε 11.705 δαιτρεύειν, μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης. 11.706 ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν, ἀμφί τε ἄστυ 11.707 ἕρδομεν ἱρὰ θεοῖς: οἳ δὲ τρίτῳ ἤματι πάντες 11.708 ἦλθον ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες ἵπποι 11.709 πανσυδίῃ: μετὰ δέ σφι Μολίονε θωρήσσοντο 11.710 παῖδ’ ἔτ’ ἐόντ’, οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς. 11.711 ἔστι δέ τις Θρυόεσσα πόλις αἰπεῖα κολώνη 11.712 τηλοῦ ἐπ’ Ἀλφειῷ, νεάτη Πύλου ἠμαθόεντος: 11.713 τὴν ἀμφεστρατόωντο διαρραῖσαι μεμαῶτες. 11.714 ἀλλ’ ὅτε πᾶν πεδίον μετεκίαθον, ἄμμι δ’ Ἀθήνη 11.715 ἄγγελος ἦλθε θέουσ’ ἀπ’ Ὀλύμπου θωρήσσεσθαι 11.716 ἔννυχος, οὐδ’ ἀέκοντα Πύλον κάτα λαὸν ἄγειρεν 11.717 ἀλλὰ μάλ’ ἐσσυμένους πολεμίζειν. οὐδέ με Νηλεὺς 11.718 εἴα θωρήσσεσθαι, ἀπέκρυψεν δέ μοι ἵππους: 11.719 οὐ γάρ πώ τί μ’ ἔφη ἴδμεν πολεμήϊα ἔργα. 11.720 ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέπρεπον ἡμετέροισι 11.721 καὶ πεζός περ ἐών, ἐπεὶ ὧς ἄγε νεῖκος Ἀθήνη. 11.722 ἔστι δέ τις ποταμὸς Μινυήϊος εἰς ἅλα βάλλων 11.723 ἐγγύθεν Ἀρήνης, ὅθι μείναμεν Ἠῶ δῖαν 11.724 ἱππῆες Πυλίων, τὰ δ’ ἐπέρρεον ἔθνεα πεζῶν. 11.725 ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες 11.726 ἔνδιοι ἱκόμεσθ’ ἱερὸν ῥόον Ἀλφειοῖο. 11.727 ἔνθα Διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά, 11.728 ταῦρον δ’ Ἀλφειῷ, ταῦρον δὲ Ποσειδάωνι, 11.729 αὐτὰρ Ἀθηναίη γλαυκώπιδι βοῦν ἀγελαίην, 11.730 δόρπον ἔπειθ’ ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι, 11.731 καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος 11.732 ἀμφὶ ῥοὰς ποταμοῖο. ἀτὰρ μεγάθυμοι Ἐπειοὶ 11.733 ἀμφέσταν δὴ ἄστυ διαρραῖσαι μεμαῶτες: 11.734 ἀλλά σφι προπάροιθε φάνη μέγα ἔργον Ἄρηος: 11.735 εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης, 11.736 συμφερόμεσθα μάχῃ Διί τ’ εὐχόμενοι καὶ Ἀθήνῃ. 11.737 ἀλλ’ ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο νεῖκος, 11.738 πρῶτος ἐγὼν ἕλον ἄνδρα, κόμισσα δὲ μώνυχας ἵππους, 11.739 Μούλιον αἰχμητήν: γαμβρὸς δ’ ἦν Αὐγείαο, 11.740 πρεσβυτάτην δὲ θύγατρ’ εἶχε ξανθὴν Ἀγαμήδην, 11.741 ἣ τόσα φάρμακα ᾔδη ὅσα τρέφει εὐρεῖα χθών. 11.742 τὸν μὲν ἐγὼ προσιόντα βάλον χαλκήρεϊ δουρί, 11.743 ἤριπε δ’ ἐν κονίῃσιν: ἐγὼ δ’ ἐς δίφρον ὀρούσας 11.744 στῆν ῥα μετὰ προμάχοισιν: ἀτὰρ μεγάθυμοι Ἐπειοὶ 11.745 ἔτρεσαν ἄλλυδις ἄλλος, ἐπεὶ ἴδον ἄνδρα πεσόντα 11.746 ἡγεμόν’ ἱππήων, ὃς ἀριστεύεσκε μάχεσθαι. 11.747 αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινῇ λαίλαπι ἶσος, 11.748 πεντήκοντα δ’ ἕλον δίφρους, δύο δ’ ἀμφὶς ἕκαστον 11.749 φῶτες ὀδὰξ ἕλον οὖδας ἐμῷ ὑπὸ δουρὶ δαμέντες. 11.750 καί νύ κεν Ἀκτορίωνε Μολίονε παῖδ’ ἀλάπαξα, 11.751 εἰ μή σφωε πατὴρ εὐρὺ κρείων ἐνοσίχθων 11.752 ἐκ πολέμου ἐσάωσε καλύψας ἠέρι πολλῇ. 11.753 ἔνθα Ζεὺς Πυλίοισι μέγα κράτος ἐγγυάλιξε: 11.754 τόφρα γὰρ οὖν ἑπόμεσθα διὰ σπιδέος πεδίοιο 11.755 κτείνοντές τ’ αὐτοὺς ἀνά τ’ ἔντεα καλὰ λέγοντες, 11.756 ὄφρ’ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους 11.757 πέτρης τ’ Ὠλενίης, καὶ Ἀλησίου ἔνθα κολώνη 11.758 κέκληται: ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη. 11.759 ἔνθ’ ἄνδρα κτείνας πύματον λίπον: αὐτὰρ Ἀχαιοὶ 11.760 ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδ’ ἔχον ὠκέας ἵππους, 11.761 πάντες δ’ εὐχετόωντο θεῶν Διὶ Νέστορί τ’ ἀνδρῶν. 11.762 ὣς ἔον, εἴ ποτ’ ἔον γε, μετ’ ἀνδράσιν. αὐτὰρ Ἀχιλλεὺς 11.763 οἶος τῆς ἀρετῆς ἀπονήσεται: ἦ τέ μιν οἴω 11.764 πολλὰ μετακλαύσεσθαι ἐπεί κ’ ἀπὸ λαὸς ὄληται. 11.765 ὦ πέπον ἦ μὲν σοί γε Μενοίτιος ὧδ’ ἐπέτελλεν 11.766 ἤματι τῷ ὅτε σ’ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε, 11.767 νῶϊ δέ τ’ ἔνδον ἐόντες ἐγὼ καὶ δῖος Ὀδυσσεὺς 11.768 πάντα μάλ’ ἐν μεγάροις ἠκούομεν ὡς ἐπέτελλε. 11.769 Πηλῆος δ’ ἱκόμεσθα δόμους εὖ ναιετάοντας 11.770 λαὸν ἀγείροντες κατ’ Ἀχαιΐδα πουλυβότειραν. 11.771 ἔνθα δ’ ἔπειθ’ ἥρωα Μενοίτιον εὕρομεν ἔνδον 11.772 ἠδὲ σέ, πὰρ δ’ Ἀχιλῆα: γέρων δ’ ἱππηλάτα Πηλεὺς 11.773 πίονα μηρία καῖε βοὸς Διὶ τερπικεραύνῳ 11.774 αὐλῆς ἐν χόρτῳ: ἔχε δὲ χρύσειον ἄλεισον 11.775 σπένδων αἴθοπα οἶνον ἐπ’ αἰθομένοις ἱεροῖσι. 11.776 σφῶϊ μὲν ἀμφὶ βοὸς ἕπετον κρέα, νῶϊ δ’ ἔπειτα 11.777 στῆμεν ἐνὶ προθύροισι: ταφὼν δ’ ἀνόρουσεν Ἀχιλλεύς, 11.778 ἐς δ’ ἄγε χειρὸς ἑλών, κατὰ δ’ ἑδριάασθαι ἄνωγε, 11.779 ξείνιά τ’ εὖ παρέθηκεν, ἅ τε ξείνοις θέμις ἐστίν. 11.780 αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος, 11.781 ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμ’ ἅμ’ ἕπεσθαι: 11.782 σφὼ δὲ μάλ’ ἠθέλετον, τὼ δ’ ἄμφω πόλλ’ ἐπέτελλον. 11.783 Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλ’ Ἀχιλῆϊ 11.784 αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων: 11.785 σοὶ δ’ αὖθ’ ὧδ’ ἐπέτελλε Μενοίτιος Ἄκτορος υἱός: 11.786 τέκνον ἐμὸν γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς, 11.787 πρεσβύτερος δὲ σύ ἐσσι: βίῃ δ’ ὅ γε πολλὸν ἀμείνων. 11.788 ἀλλ’ εὖ οἱ φάσθαι πυκινὸν ἔπος ἠδ’ ὑποθέσθαι 11.789 καί οἱ σημαίνειν: ὃ δὲ πείσεται εἰς ἀγαθόν περ. 11.790 ὣς ἐπέτελλ’ ὃ γέρων, σὺ δὲ λήθεαι: ἀλλ’ ἔτι καὶ νῦν 11.791 ταῦτ’ εἴποις Ἀχιλῆϊ δαΐφρονι αἴ κε πίθηται. 11.792 τίς δ’ οἶδ’ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις 11.793 παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου. 11.794 εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνει 11.795 καί τινά οἱ πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ, 11.796 ἀλλὰ σέ περ προέτω, ἅμα δ’ ἄλλος λαὸς ἑπέσθω 11.797 Μυρμιδόνων, αἴ κέν τι φόως Δαναοῖσι γένηαι: 11.798 καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι, 11.799 αἴ κέ σε τῷ εἴσκοντες ἀπόσχωνται πολέμοιο 11.800 Τρῶες, ἀναπνεύσωσι δ’ ἀρήϊοι υἷες Ἀχαιῶν 11.801 τειρόμενοι: ὀλίγη δέ τ’ ἀνάπνευσις πολέμοιο. 11.802 ῥεῖα δέ κ’ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ 11.803 ὤσαισθε προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων. 11.804 ὣς φάτο, τῷ δ’ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε, 11.805 βῆ δὲ θέειν παρὰ νῆας ἐπ’ Αἰακίδην Ἀχιλῆα. 11.806 ἀλλ’ ὅτε δὴ κατὰ νῆας Ὀδυσσῆος θείοιο 11.807 ἷξε θέων Πάτροκλος, ἵνά σφ’ ἀγορή τε θέμις τε 11.808 ἤην, τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί, 11.809 ἔνθά οἱ Εὐρύπυλος βεβλημένος ἀντεβόλησε 11.810 διογενὴς Εὐαιμονίδης κατὰ μηρὸν ὀϊστῷ 11.811 σκάζων ἐκ πολέμου: κατὰ δὲ νότιος ῥέεν ἱδρὼς 11.812 ὤμων καὶ κεφαλῆς, ἀπὸ δ’ ἕλκεος ἀργαλέοιο 11.813 αἷμα μέλαν κελάρυζε: νόος γε μὲν ἔμπεδος ἦεν. 11.814 τὸν δὲ ἰδὼν ᾤκτειρε Μενοιτίου ἄλκιμος υἱός, 11.815 καί ῥ’ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα: 11.816 ἆ δειλοὶ Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες 11.817 ὣς ἄρ’ ἐμέλλετε τῆλε φίλων καὶ πατρίδος αἴης 11.818 ἄσειν ἐν Τροίῃ ταχέας κύνας ἀργέτι δημῷ. 11.819 ἀλλ’ ἄγε μοι τόδε εἰπὲ διοτρεφὲς Εὐρύπυλ’ ἥρως, 11.820 ἤ ῥ’ ἔτι που σχήσουσι πελώριον Ἕκτορ’ Ἀχαιοί, 11.821 ἦ ἤδη φθίσονται ὑπ’ αὐτοῦ δουρὶ δαμέντες; 11.822 τὸν δ’ αὖτ’ Εὐρύπυλος βεβλημένος ἀντίον ηὔδα: 11.823 οὐκέτι διογενὲς Πατρόκλεες ἄλκαρ Ἀχαιῶν 11.824 ἔσσεται, ἀλλ’ ἐν νηυσὶ μελαίνῃσιν πεσέονται. 11.825 οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι, 11.826 ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε 11.827 χερσὶν ὕπο Τρώων: τῶν δὲ σθένος ὄρνυται αἰέν. 11.828 ἀλλ’ ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν, 11.829 μηροῦ δ’ ἔκταμ’ ὀϊστόν, ἀπ’ αὐτοῦ δ’ αἷμα κελαινὸν 11.830 νίζ’ ὕδατι λιαρῷ, ἐπὶ δ’ ἤπια φάρμακα πάσσε 11.831 ἐσθλά, τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι, 11.832 ὃν Χείρων ἐδίδαξε δικαιότατος Κενταύρων. 11.833 ἰητροὶ μὲν γὰρ Ποδαλείριος ἠδὲ Μαχάων 11.834 τὸν μὲν ἐνὶ κλισίῃσιν ὀΐομαι ἕλκος ἔχοντα 11.835 χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος 11.836 κεῖσθαι: ὃ δ’ ἐν πεδίῳ Τρώων μένει ὀξὺν Ἄρηα. 11.837 τὸν δ’ αὖτε προσέειπε Μενοιτίου ἄλκιμος υἱός: 11.838 πῶς τὰρ ἔοι τάδε ἔργα; τί ῥέξομεν Εὐρύπυλ’ ἥρως; 11.839 ἔρχομαι ὄφρ’ Ἀχιλῆϊ δαΐφρονι μῦθον ἐνίσπω 11.840 ὃν Νέστωρ ἐπέτελλε Γερήνιος οὖρος Ἀχαιῶν: 11.841 ἀλλ’ οὐδ’ ὧς περ σεῖο μεθήσω τειρομένοιο. 11.842 ἦ, καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε ποιμένα λαῶν 11.843 ἐς κλισίην: θεράπων δὲ ἰδὼν ὑπέχευε βοείας. 11.844 ἔνθά μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃ 11.845 ὀξὺ βέλος περιπευκές, ἀπ’ αὐτοῦ δ’ αἷμα κελαινὸν 11.846 νίζ’ ὕδατι λιαρῷ, ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν 11.847 χερσὶ διατρίψας ὀδυνήφατον, ἥ οἱ ἁπάσας 11.848 ἔσχ’ ὀδύνας: τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δ’ αἷμα. 12.001 ὣς ὃ μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱὸς 12.002 ἰᾶτ’ Εὐρύπυλον βεβλημένον: οἳ δὲ μάχοντο 12.003 Ἀργεῖοι καὶ Τρῶες ὁμιλαδόν: οὐδ’ ἄρ’ ἔμελλε 12.004 τάφρος ἔτι σχήσειν Δαναῶν καὶ τεῖχος ὕπερθεν 12.005 εὐρύ, τὸ ποιήσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον 12.006 ἤλασαν: οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας: 12.007 ὄφρά σφιν νῆάς τε θοὰς καὶ ληΐδα πολλὴν 12.008 ἐντὸς ἔχον ῥύοιτο: θεῶν δ’ ἀέκητι τέτυκτο 12.009 ἀθανάτων: τὸ καὶ οὔ τι πολὺν χρόνον ἔμπεδον ἦεν. 12.010 ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνι’ Ἀχιλλεὺς 12.011 καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλεν, 12.012 τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν. 12.013 αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι, 12.014 πολλοὶ δ’ Ἀργείων οἳ μὲν δάμεν, οἳ δὲ λίποντο, 12.015 πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ, 12.016 Ἀργεῖοι δ’ ἐν νηυσὶ φίλην ἐς πατρίδ’ ἔβησαν, 12.017 δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλων 12.018 τεῖχος ἀμαλδῦναι ποταμῶν μένος εἰσαγαγόντες. 12.019 ὅσσοι ἀπ’ Ἰδαίων ὀρέων ἅλα δὲ προρέουσι, 12.020 Ῥῆσός θ’ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε 12.021 Γρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδρος 12.022 καὶ Σιμόεις, ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαι 12.023 κάππεσον ἐν κονίῃσι καὶ ἡμιθέων γένος ἀνδρῶν: 12.024 τῶν πάντων ὁμόσε στόματ’ ἔτραπε Φοῖβος Ἀπόλλων, 12.025 ἐννῆμαρ δ’ ἐς τεῖχος ἵει ῥόον: ὗε δ’ ἄρα Ζεὺς 12.026 συνεχές, ὄφρά κε θᾶσσον ἁλίπλοα τείχεα θείη. 12.027 αὐτὸς δ’ ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν 12.028 ἡγεῖτ’, ἐκ δ’ ἄρα πάντα θεμείλια κύμασι πέμπε 12.029 φιτρῶν καὶ λάων, τὰ θέσαν μογέοντες Ἀχαιοί, 12.030 λεῖα δ’ ἐποίησεν παρ’ ἀγάρροον Ἑλλήσποντον, 12.031 αὖτις δ’ ἠϊόνα μεγάλην ψαμάθοισι κάλυψε 12.032 τεῖχος ἀμαλδύνας: ποταμοὺς δ’ ἔτρεψε νέεσθαι 12.033 κὰρ ῥόον, ᾗ περ πρόσθεν ἵεν καλλίρροον ὕδωρ. 12.034 ὣς ἄρ’ ἔμελλον ὄπισθε Ποσειδάων καὶ Ἀπόλλων 12.035 θησέμεναι: τότε δ’ ἀμφὶ μάχη ἐνοπή τε δεδήει 12.036 τεῖχος ἐΰδμητον, κανάχιζε δὲ δούρατα πύργων 12.037 βαλλόμεν’: Ἀργεῖοι δὲ Διὸς μάστιγι δαμέντες 12.038 νηυσὶν ἔπι γλαφυρῇσιν ἐελμένοι ἰσχανόωντο 12.039 Ἕκτορα δειδιότες, κρατερὸν μήστωρα φόβοιο: 12.040 αὐτὰρ ὅ γ’ ὡς τὸ πρόσθεν ἐμάρνατο ἶσος ἀέλλῃ: 12.041 ὡς δ’ ὅτ’ ἂν ἔν τε κύνεσσι καὶ ἀνδράσι θηρευτῇσι 12.042 κάπριος ἠὲ λέων στρέφεται σθένεϊ βλεμεαίνων: 12.043 οἳ δέ τε πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες 12.044 ἀντίον ἵστανται καὶ ἀκοντίζουσι θαμειὰς 12.045 αἰχμὰς ἐκ χειρῶν: τοῦ δ’ οὔ ποτε κυδάλιμον κῆρ 12.046 ταρβεῖ οὐδὲ φοβεῖται, ἀγηνορίη δέ μιν ἔκτα: 12.047 ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων: 12.048 ὅππῃ τ’ ἰθύσῃ τῇ εἴκουσι στίχες ἀνδρῶν: 12.049 ὣς Ἕκτωρ ἀν’ ὅμιλον ἰὼν ἐλλίσσεθ’ ἑταίρους 12.050 τάφρον ἐποτρύνων διαβαινέμεν: οὐδέ οἱ ἵπποι 12.051 τόλμων ὠκύποδες, μάλα δὲ χρεμέτιζον ἐπ’ ἄκρῳ 12.052 χείλει ἐφεσταότες: ἀπὸ γὰρ δειδίσσετο τάφρος 12.053 εὐρεῖ’, οὔτ’ ἄρ’ ὑπερθορέειν σχεδὸν οὔτε περῆσαι 12.054 ῥηϊδίη: κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσαν 12.055 ἕστασαν ἀμφοτέρωθεν, ὕπερθεν δὲ σκολόπεσσιν 12.056 ὀξέσιν ἠρήρει, τοὺς ἵστασαν υἷες Ἀχαιῶν 12.057 πυκνοὺς καὶ μεγάλους δηΐων ἀνδρῶν ἀλεωρήν. 12.058 ἔνθ’ οὔ κεν ῥέα ἵππος ἐΰτροχον ἅρμα τιταίνων 12.059 ἐσβαίη, πεζοὶ δὲ μενοίνεον εἰ τελέουσι. 12.060 δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς: 12.061 Ἕκτορ τ’ ἠδ’ ἄλλοι Τρώων ἀγοὶ ἠδ’ ἐπικούρων 12.062 ἀφραδέως διὰ τάφρον ἐλαύνομεν ὠκέας ἵππους: 12.063 ἣ δὲ μάλ’ ἀργαλέη περάαν: σκόλοπες γὰρ ἐν αὐτῇ 12.064 ὀξέες ἑστᾶσιν, ποτὶ δ’ αὐτοὺς τεῖχος Ἀχαιῶν, 12.065 ἔνθ’ οὔ πως ἔστιν καταβήμεναι οὐδὲ μάχεσθαι 12.066 ἱππεῦσι: στεῖνος γάρ, ὅθι τρώσεσθαι ὀΐω. 12.067 εἰ μὲν γὰρ τοὺς πάγχυ κακὰ φρονέων ἀλαπάζει 12.068 Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ ἵετ’ ἀρήγειν, 12.069 ἦ τ’ ἂν ἔγωγ’ ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι, 12.070 νωνύμνους ἀπολέσθαι ἀπ’ Ἄργεος ἐνθάδ’ Ἀχαιούς: 12.071 εἰ δέ χ’ ὑποστρέψωσι, παλίωξις δὲ γένηται 12.072 ἐκ νηῶν καὶ τάφρῳ ἐνιπλήξωμεν ὀρυκτῇ, 12.073 οὐκέτ’ ἔπειτ’ ὀΐω οὐδ’ ἄγγελον ἀπονέεσθαι 12.074 ἄψορρον προτὶ ἄστυ ἑλιχθέντων ὑπ’ Ἀχαιῶν. 12.075 ἀλλ’ ἄγεθ’ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες: 12.076 ἵππους μὲν θεράποντες ἐρυκόντων ἐπὶ τάφρῳ, 12.077 αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες 12.078 Ἕκτορι πάντες ἑπώμεθ’ ἀολλέες: αὐτὰρ Ἀχαιοὶ 12.079 οὐ μενέουσ’ εἰ δή σφιν ὀλέθρου πείρατ’ ἐφῆπται. 12.080 ὣς φάτο Πουλυδάμας, ἅδε δ’ Ἕκτορι μῦθος ἀπήμων, 12.081 αὐτίκα δ’ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε. 12.082 οὐδὲ μὲν ἄλλοι Τρῶες ἐφ’ ἵππων ἠγερέθοντο, 12.083 ἀλλ’ ἀπὸ πάντες ὄρουσαν, ἐπεὶ ἴδον Ἕκτορα δῖον. 12.084 ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος 12.085 ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθ’ ἐπὶ τάφρῳ: 12.086 οἳ δὲ διαστάντες σφέας αὐτοὺς ἀρτύναντες 12.087 πένταχα κοσμηθέντες ἅμ’ ἡγεμόνεσσιν ἕποντο. 12.088 οἳ μὲν ἅμ’ Ἕκτορ’ ἴσαν καὶ ἀμύμονι Πουλυδάμαντι, 12.089 οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα 12.090 τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι. 12.091 καί σφιν Κεβριόνης τρίτος εἵπετο: πὰρ δ’ ἄρ’ ὄχεσφιν 12.092 ἄλλον Κεβριόναο χερείονα κάλλιπεν Ἕκτωρ. 12.093 τῶν δ’ ἑτέρων Πάρις ἦρχε καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ, 12.094 τῶν δὲ τρίτων Ἕλενος καὶ Δηΐφοβος θεοειδὴς 12.095 υἷε δύω Πριάμοιο: τρίτος δ’ ἦν Ἄσιος ἥρως 12.096 Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι 12.097 αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος. 12.098 τῶν δὲ τετάρτων ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο 12.099 Αἰνείας, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε 12.100 Ἀρχέλοχός τ’ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης. 12.101 Σαρπηδὼν δ’ ἡγήσατ’ ἀγακλειτῶν ἐπικούρων, 12.102 πρὸς δ’ ἕλετο Γλαῦκον καὶ ἀρήϊον Ἀστεροπαῖον: 12.103 οἳ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοι 12.104 τῶν ἄλλων μετά γ’ αὐτόν: ὃ δ’ ἔπρεπε καὶ διὰ πάντων. 12.105 οἳ δ’ ἐπεὶ ἀλλήλους ἄραρον τυκτῇσι βόεσσι 12.106 βάν ῥ’ ἰθὺς Δαναῶν λελιημένοι, οὐδ’ ἔτ’ ἔφαντο 12.107 σχήσεσθ’, ἀλλ’ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι. 12.108 ἔνθ’ ἄλλοι Τρῶες τηλεκλειτοί τ’ ἐπίκουροι 12.109 βουλῇ Πουλυδάμαντος ἀμωμήτοιο πίθοντο: 12.110 ἀλλ’ οὐχ Ὑρτακίδης ἔθελ’ Ἄσιος ὄρχαμος ἀνδρῶν 12.111 αὖθι λιπεῖν ἵππους τε καὶ ἡνίοχον θεράποντα, 12.112 ἀλλὰ σὺν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι 12.113 νήπιος, οὐδ’ ἄρ’ ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξας 12.114 ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶν 12.115 ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν: 12.116 πρόσθεν γάρ μιν μοῖρα δυσώνυμος ἀμφεκάλυψεν 12.117 ἔγχεϊ Ἰδομενῆος ἀγαυοῦ Δευκαλίδαο. 12.118 εἴσατο γὰρ νηῶν ἐπ’ ἀριστερά, τῇ περ Ἀχαιοὶ 12.119 ἐκ πεδίου νίσοντο σὺν ἵπποισιν καὶ ὄχεσφι: 12.120 τῇ ῥ’ ἵππους τε καὶ ἅρμα διήλασεν, οὐδὲ πύλῃσιν 12.121 εὗρ’ ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα, 12.122 ἀλλ’ ἀναπεπταμένας ἔχον ἀνέρες, εἴ τιν’ ἑταίρων 12.123 ἐκ πολέμου φεύγοντα σαώσειαν μετὰ νῆας. 12.124 τῇ ῥ’ ἰθὺς φρονέων ἵππους ἔχε, τοὶ δ’ ἅμ’ ἕποντο 12.125 ὀξέα κεκλήγοντες: ἔφαντο γὰρ οὐκ ἔτ’ Ἀχαιοὺς 12.126 σχήσεσθ’, ἀλλ’ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι 12.127 νήπιοι, ἐν δὲ πύλῃσι δύ’ ἀνέρας εὗρον ἀρίστους 12.128 υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων, 12.129 τὸν μὲν Πειριθόου υἷα κρατερὸν Πολυποίτην, 12.130 τὸν δὲ Λεοντῆα βροτολοιγῷ ἶσον Ἄρηϊ. 12.131 τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάων 12.132 ἕστασαν ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι, 12.133 αἵ τ’ ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα 12.134 ῥίζῃσιν μεγάλῃσι διηνεκέεσσ’ ἀραρυῖαι: 12.135 ὣς ἄρα τὼ χείρεσσι πεποιθότες ἠδὲ βίηφι 12.136 μίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐδὲ φέβοντο. 12.137 οἳ δ’ ἰθὺς πρὸς τεῖχος ἐΰδμητον βόας αὔας 12.138 ὑψόσ’ ἀνασχόμενοι ἔκιον μεγάλῳ ἀλαλητῷ 12.139 Ἄσιον ἀμφὶ ἄνακτα καὶ Ἰαμενὸν καὶ Ὀρέστην 12.140 Ἀσιάδην τ’ Ἀδάμαντα Θόωνά τε Οἰνόμαόν τε. 12.141 οἳ δ’ ἤτοι εἷος μὲν ἐϋκνήμιδας Ἀχαιοὺς 12.142 ὄρνυον ἔνδον ἐόντες ἀμύνεσθαι περὶ νηῶν: 12.143 αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησαν 12.144 Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε, 12.145 ἐκ δὲ τὼ ἀΐξαντε πυλάων πρόσθε μαχέσθην 12.146 ἀγροτέροισι σύεσσιν ἐοικότε, τώ τ’ ἐν ὄρεσσιν 12.147 ἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰόντα, 12.148 δοχμώ τ’ ἀΐσσοντε περὶ σφίσιν ἄγνυτον ὕλην 12.149 πρυμνὴν ἐκτάμνοντες, ὑπαὶ δέ τε κόμπος ὀδόντων 12.150 γίγνεται εἰς ὅ κέ τίς τε βαλὼν ἐκ θυμὸν ἕληται: 12.151 ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς 12.152 ἄντην βαλλομένων: μάλα γὰρ κρατερῶς ἐμάχοντο 12.153 λαοῖσιν καθύπερθε πεποιθότες ἠδὲ βίηφιν. 12.154 οἳ δ’ ἄρα χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργων 12.155 βάλλον ἀμυνόμενοι σφῶν τ’ αὐτῶν καὶ κλισιάων 12.156 νηῶν τ’ ὠκυπόρων: νιφάδες δ’ ὡς πῖπτον ἔραζε, 12.157 ἅς τ’ ἄνεμος ζαὴς νέφεα σκιόεντα δονήσας 12.158 ταρφειὰς κατέχευεν ἐπὶ χθονὶ πουλυβοτείρῃ: 12.159 ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον ἠμὲν Ἀχαιῶν 12.160 ἠδὲ καὶ ἐκ Τρώων: κόρυθες δ’ ἀμφ’ αὖον ἀΰτευν 12.161 βαλλομένων μυλάκεσσι καὶ ἀσπίδες ὀμφαλόεσσαι. 12.162 δή ῥα τότ’ ᾤμωξεν καὶ ὣ πεπλήγετο μηρὼ 12.163 Ἄσιος Ὑρτακίδης, καὶ ἀλαστήσας ἔπος ηὔδα: 12.164 Ζεῦ πάτερ ἦ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξο 12.165 πάγχυ μάλ’: οὐ γὰρ ἔγωγ’ ἐφάμην ἥρωας Ἀχαιοὺς 12.166 σχήσειν ἡμέτερόν γε μένος καὶ χεῖρας ἀάπτους. 12.167 οἳ δ’, ὥς τε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι 12.168 οἰκία ποιήσωνται ὁδῷ ἔπι παιπαλοέσσῃ, 12.169 οὐδ’ ἀπολείπουσιν κοῖλον δόμον, ἀλλὰ μένοντες 12.170 ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων, 12.171 ὣς οἵ γ’ οὐκ ἐθέλουσι πυλάων καὶ δύ’ ἐόντε 12.172 χάσσασθαι πρίν γ’ ἠὲ κατακτάμεν ἠὲ ἁλῶναι. 12.173 ὣς ἔφατ’, οὐδὲ Διὸς πεῖθε φρένα ταῦτ’ ἀγορεύων: 12.174 Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι. 12.175 ἄλλοι δ’ ἀμφ’ ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν: 12.176 ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντ’ ἀγορεῦσαι: 12.177 πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ 12.178 λάϊνον: Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ 12.179 νηῶν ἠμύνοντο: θεοὶ δ’ ἀκαχήατο θυμὸν 12.180 πάντες ὅσοι Δαναοῖσι μάχης ἐπιτάρροθοι ἦσαν. 12.181 σὺν δ’ ἔβαλον Λαπίθαι πόλεμον καὶ δηϊοτῆτα. 12.182 ἔνθ’ αὖ Πειριθόου υἱὸς κρατερὸς Πολυποίτης 12.183 δουρὶ βάλεν Δάμασον κυνέης διὰ χαλκοπαρῄου: 12.184 οὐδ’ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διὰ πρὸ 12.185 αἰχμὴ χαλκείη ῥῆξ’ ὀστέον, ἐγκέφαλος δὲ 12.186 ἔνδον ἅπας πεπάλακτο: δάμασσε δέ μιν μεμαῶτα: 12.187 αὐτὰρ ἔπειτα Πύλωνα καὶ Ὄρμενον ἐξενάριξεν. 12.188 υἱὸν δ’ Ἀντιμάχοιο Λεοντεὺς ὄζος Ἄρηος 12.189 Ἱππόμαχον βάλε δουρὶ κατὰ ζωστῆρα τυχήσας. 12.190 αὖτις δ’ ἐκ κολεοῖο ἐρυσσάμενος ξίφος ὀξὺ 12.191 Ἀντιφάτην μὲν πρῶτον ἐπαΐξας δι’ ὁμίλου 12.192 πλῆξ’ αὐτοσχεδίην: ὃ δ’ ἄρ’ ὕπτιος οὔδει ἐρείσθη: 12.193 αὐτὰρ ἔπειτα Μένωνα καὶ Ἰαμενὸν καὶ Ὀρέστην 12.194 πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ. 12.195 ὄφρ’ οἳ τοὺς ἐνάριζον ἀπ’ ἔντεα μαρμαίροντα, 12.196 τόφρ’ οἳ Πουλυδάμαντι καὶ Ἕκτορι κοῦροι ἕποντο, 12.197 οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα 12.198 τεῖχός τε ῥήξειν καὶ ἐνιπρήσειν πυρὶ νῆας, 12.199 οἵ ῥ’ ἔτι μερμήριζον ἐφεσταότες παρὰ τάφρῳ. 12.200 ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν 12.201 αἰετὸς ὑψιπέτης ἐπ’ ἀριστερὰ λαὸν ἐέργων 12.202 φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον 12.203 ζωὸν ἔτ’ ἀσπαίροντα, καὶ οὔ πω λήθετο χάρμης, 12.204 κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν 12.205 ἰδνωθεὶς ὀπίσω: ὃ δ’ ἀπὸ ἕθεν ἧκε χαμᾶζε 12.206 ἀλγήσας ὀδύνῃσι, μέσῳ δ’ ἐνὶ κάββαλ’ ὁμίλῳ, 12.207 αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο. 12.208 Τρῶες δ’ ἐρρίγησαν ὅπως ἴδον αἰόλον ὄφιν 12.209 κείμενον ἐν μέσσοισι Διὸς τέρας αἰγιόχοιο. 12.210 δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς: 12.211 Ἕκτορ ἀεὶ μέν πώς μοι ἐπιπλήσσεις ἀγορῇσιν 12.212 ἐσθλὰ φραζομένῳ, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικε 12.213 δῆμον ἐόντα παρὲξ ἀγορευέμεν, οὔτ’ ἐνὶ βουλῇ 12.214 οὔτέ ποτ’ ἐν πολέμῳ, σὸν δὲ κράτος αἰὲν ἀέξειν: 12.215 νῦν αὖτ’ ἐξερέω ὥς μοι δοκεῖ εἶναι ἄριστα. 12.216 μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν. 12.217 ὧδε γὰρ ἐκτελέεσθαι ὀΐομαι, εἰ ἐτεόν γε 12.218 Τρωσὶν ὅδ’ ὄρνις ἦλθε περησέμεναι μεμαῶσιν 12.219 αἰετὸς ὑψιπέτης ἐπ’ ἀριστερὰ λαὸν ἐέργων 12.220 φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον 12.221 ζωόν: ἄφαρ δ’ ἀφέηκε πάρος φίλα οἰκί’ ἱκέσθαι, 12.222 οὐδ’ ἐτέλεσσε φέρων δόμεναι τεκέεσσιν ἑοῖσιν. 12.223 ὣς ἡμεῖς, εἴ πέρ τε πύλας καὶ τεῖχος Ἀχαιῶν 12.224 ῥηξόμεθα σθένεϊ μεγάλῳ, εἴξωσι δ’ Ἀχαιοί, 12.225 οὐ κόσμῳ παρὰ ναῦφιν ἐλευσόμεθ’ αὐτὰ κέλευθα: 12.226 πολλοὺς γὰρ Τρώων καταλείψομεν, οὕς κεν Ἀχαιοὶ 12.227 χαλκῷ δῃώσωσιν ἀμυνόμενοι περὶ νηῶν. 12.228 ὧδέ χ’ ὑποκρίναιτο θεοπρόπος, ὃς σάφα θυμῷ 12.229 εἰδείη τεράων καί οἱ πειθοίατο λαοί. 12.230 τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ: 12.231 Πουλυδάμα, σὺ μὲν οὐκ ἔτ’ ἐμοὶ φίλα ταῦτ’ ἀγορεύεις: 12.232 οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι. 12.233 εἰ δ’ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις, 12.234 ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί, 12.235 ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι 12.236 βουλέων, ἅς τέ μοι αὐτὸς ὑπέσχετο καὶ κατένευσε: 12.237 τύνη δ’ οἰωνοῖσι τανυπτερύγεσσι κελεύεις 12.238 πείθεσθαι, τῶν οὔ τι μετατρέπομ’ οὐδ’ ἀλεγίζω 12.239 εἴτ’ ἐπὶ δεξί’ ἴωσι πρὸς ἠῶ τ’ ἠέλιόν τε, 12.240 εἴτ’ ἐπ’ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα. 12.241 ἡμεῖς δὲ μεγάλοιο Διὸς πειθώμεθα βουλῇ, 12.242 ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει. 12.243 εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης. 12.244 τίπτε σὺ δείδοικας πόλεμον καὶ δηϊοτῆτα; 12.245 εἴ περ γάρ τ’ ἄλλοι γε περὶ κτεινώμεθα πάντες 12.246 νηυσὶν ἐπ’ Ἀργείων, σοὶ δ’ οὐ δέος ἔστ’ ἀπολέσθαι: 12.247 οὐ γάρ τοι κραδίη μενεδήϊος οὐδὲ μαχήμων. 12.248 εἰ δὲ σὺ δηϊοτῆτος ἀφέξεαι, ἠέ τιν’ ἄλλον 12.249 παρφάμενος ἐπέεσσιν ἀποτρέψεις πολέμοιο, 12.250 αὐτίκ’ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσεις. 12.251 ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ’ ἅμ’ ἕποντο 12.252 ἠχῇ θεσπεσίῃ: ἐπὶ δὲ Ζεὺς τερπικέραυνος 12.253 ὦρσεν ἀπ’ Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν, 12.254 ἥ ῥ’ ἰθὺς νηῶν κονίην φέρεν: αὐτὰρ Ἀχαιῶν 12.255 θέλγε νόον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζε. 12.256 τοῦ περ δὴ τεράεσσι πεποιθότες ἠδὲ βίηφι 12.257 ῥήγνυσθαι μέγα τεῖχος Ἀχαιῶν πειρήτιζον. 12.258 κρόσσας μὲν πύργων ἔρυον, καὶ ἔρειπον ἐπάλξεις, 12.259 στήλας τε προβλῆτας ἐμόχλεον, ἃς ἄρ’ Ἀχαιοὶ 12.260 πρώτας ἐν γαίῃ θέσαν ἔμμεναι ἔχματα πύργων. 12.261 τὰς οἵ γ’ αὐέρυον, ἔλποντο δὲ τεῖχος Ἀχαιῶν 12.262 ῥήξειν: οὐδέ νύ πω Δαναοὶ χάζοντο κελεύθου, 12.263 ἀλλ’ οἵ γε ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεις 12.264 βάλλον ἀπ’ αὐτάων δηΐους ὑπὸ τεῖχος ἰόντας. 12.265 ἀμφοτέρω δ’ Αἴαντε κελευτιόωντ’ ἐπὶ πύργων 12.266 πάντοσε φοιτήτην μένος ὀτρύνοντες Ἀχαιῶν. 12.267 ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι 12.268 νείκεον, ὅν τινα πάγχυ μάχης μεθιέντα ἴδοιεν: 12.269 ὦ φίλοι Ἀργείων ὅς τ’ ἔξοχος ὅς τε μεσήεις 12.270 ὅς τε χερειότερος, ἐπεὶ οὔ πω πάντες ὁμοῖοι 12.271 ἀνέρες ἐν πολέμῳ, νῦν ἔπλετο ἔργον ἅπασι: 12.272 καὶ δ’ αὐτοὶ τόδε που γιγνώσκετε. μή τις ὀπίσσω 12.273 τετράφθω ποτὶ νῆας ὁμοκλητῆρος ἀκούσας, 12.274 ἀλλὰ πρόσω ἵεσθε καὶ ἀλλήλοισι κέλεσθε, 12.275 αἴ κε Ζεὺς δώῃσιν Ὀλύμπιος ἀστεροπητὴς 12.276 νεῖκος ἀπωσαμένους δηΐους προτὶ ἄστυ δίεσθαι. 12.277 ὣς τώ γε προβοῶντε μάχην ὄτρυνον Ἀχαιῶν. 12.278 τῶν δ’, ὥς τε νιφάδες χιόνος πίπτωσι θαμειαὶ 12.279 ἤματι χειμερίῳ, ὅτε τ’ ὤρετο μητίετα Ζεὺς 12.280 νιφέμεν ἀνθρώποισι πιφαυσκόμενος τὰ ἃ κῆλα: 12.281 κοιμήσας δ’ ἀνέμους χέει ἔμπεδον, ὄφρα καλύψῃ 12.282 ὑψηλῶν ὀρέων κορυφὰς καὶ πρώονας ἄκρους 12.283 καὶ πεδία λωτοῦντα καὶ ἀνδρῶν πίονα ἔργα, 12.284 καί τ’ ἐφ’ ἁλὸς πολιῆς κέχυται λιμέσιν τε καὶ ἀκταῖς, 12.285 κῦμα δέ μιν προσπλάζον ἐρύκεται: ἄλλά τε πάντα 12.286 εἴλυται καθύπερθ’, ὅτ’ ἐπιβρίσῃ Διὸς ὄμβρος: 12.287 ὣς τῶν ἀμφοτέρωσε λίθοι πωτῶντο θαμειαί, 12.288 αἱ μὲν ἄρ’ ἐς Τρῶας, αἱ δ’ ἐκ Τρώων ἐς Ἀχαιούς, 12.289 βαλλομένων: τὸ δὲ τεῖχος ὕπερ πᾶν δοῦπος ὀρώρει. 12.290 οὐδ’ ἄν πω τότε γε Τρῶες καὶ φαίδιμος Ἕκτωρ 12.291 τείχεος ἐρρήξαντο πύλας καὶ μακρὸν ὀχῆα, 12.292 εἰ μὴ ἄρ’ υἱὸν ἑὸν Σαρπηδόνα μητίετα Ζεὺς 12.293 ὦρσεν ἐπ’ Ἀργείοισι λέονθ’ ὣς βουσὶν ἕλιξιν. 12.294 αὐτίκα δ’ ἀσπίδα μὲν πρόσθ’ ἔσχετο πάντοσ’ ἐΐσην 12.295 καλὴν χαλκείην ἐξήλατον, ἣν ἄρα χαλκεὺς 12.296 ἤλασεν, ἔντοσθεν δὲ βοείας ῥάψε θαμειὰς 12.297 χρυσείῃς ῥάβδοισι διηνεκέσιν περὶ κύκλον. 12.298 τὴν ἄρ’ ὅ γε πρόσθε σχόμενος δύο δοῦρε τινάσσων 12.299 βῆ ῥ’ ἴμεν ὥς τε λέων ὀρεσίτροφος, ὅς τ’ ἐπιδευὴς 12.300 δηρὸν ἔῃ κρειῶν, κέλεται δέ ἑ θυμὸς ἀγήνωρ 12.301 μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν: 12.302 εἴ περ γάρ χ’ εὕρῃσι παρ’ αὐτόφι βώτορας ἄνδρας 12.303 σὺν κυσὶ καὶ δούρεσσι φυλάσσοντας περὶ μῆλα, 12.304 οὔ ῥά τ’ ἀπείρητος μέμονε σταθμοῖο δίεσθαι, 12.305 ἀλλ’ ὅ γ’ ἄρ’ ἢ ἥρπαξε μετάλμενος, ἠὲ καὶ αὐτὸς 12.306 ἔβλητ’ ἐν πρώτοισι θοῆς ἀπὸ χειρὸς ἄκοντι: 12.307 ὥς ῥα τότ’ ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε 12.308 τεῖχος ἐπαΐξαι διά τε ῥήξασθαι ἐπάλξεις. 12.309 αὐτίκα δὲ Γλαῦκον προσέφη παῖδ’ Ἱππολόχοιο: 12.310 Γλαῦκε τί ἢ δὴ νῶϊ τετιμήμεσθα μάλιστα 12.311 ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσιν 12.312 ἐν Λυκίῃ, πάντες δὲ θεοὺς ὣς εἰσορόωσι, 12.313 καὶ τέμενος νεμόμεσθα μέγα Ξάνθοιο παρ’ ὄχθας 12.314 καλὸν φυταλιῆς καὶ ἀρούρης πυροφόροιο; 12.315 τὼ νῦν χρὴ Λυκίοισι μέτα πρώτοισιν ἐόντας 12.316 ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι, 12.317 ὄφρά τις ὧδ’ εἴπῃ Λυκίων πύκα θωρηκτάων: 12.318 οὐ μὰν ἀκλεέες Λυκίην κάτα κοιρανέουσιν 12.319 ἡμέτεροι βασιλῆες, ἔδουσί τε πίονα μῆλα 12.320 οἶνόν τ’ ἔξαιτον μελιηδέα: ἀλλ’ ἄρα καὶ ἲς 12.321 ἐσθλή, ἐπεὶ Λυκίοισι μέτα πρώτοισι μάχονται. 12.322 ὦ πέπον εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε 12.323 αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τ’ ἀθανάτω τε 12.324 ἔσσεσθ’, οὔτέ κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην 12.325 οὔτέ κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν: 12.326 νῦν δ’ ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιο 12.327 μυρίαι, ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδ’ ὑπαλύξαι, 12.328 ἴομεν ἠέ τῳ εὖχος ὀρέξομεν ἠέ τις ἡμῖν. 12.329 ὣς ἔφατ’, οὐδὲ Γλαῦκος ἀπετράπετ’ οὐδ’ ἀπίθησε: 12.330 τὼ δ’ ἰθὺς βήτην Λυκίων μέγα ἔθνος ἄγοντε. 12.331 τοὺς δὲ ἰδὼν ῥίγησ’ υἱὸς Πετεῶο Μενεσθεύς: 12.332 τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν κακότητα φέροντες. 12.333 πάπτηνεν δ’ ἀνὰ πύργον Ἀχαιῶν εἴ τιν’ ἴδοιτο 12.334 ἡγεμόνων, ὅς τίς οἱ ἀρὴν ἑτάροισιν ἀμύναι: 12.335 ἐς δ’ ἐνόησ’ Αἴαντε δύω πολέμου ἀκορήτω 12.336 ἑσταότας, Τεῦκρόν τε νέον κλισίηθεν ἰόντα 12.337 ἐγγύθεν: ἀλλ’ οὔ πώς οἱ ἔην βώσαντι γεγωνεῖν: 12.338 τόσσος γὰρ κτύπος ἦεν, ἀϋτὴ δ’ οὐρανὸν ἷκε, 12.339 βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶν 12.340 καὶ πυλέων: πᾶσαι γὰρ ἐπώχατο, τοὶ δὲ κατ’ αὐτὰς 12.341 ἱστάμενοι πειρῶντο βίῃ ῥήξαντες ἐσελθεῖν. 12.342 αἶψα δ’ ἐπ’ Αἴαντα προΐει κήρυκα Θοώτην: 12.343 ἔρχεο δῖε Θοῶτα, θέων Αἴαντα κάλεσσον, 12.344 ἀμφοτέρω μὲν μᾶλλον: ὃ γάρ κ’ ὄχ’ ἄριστον ἁπάντων 12.345 εἴη, ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος. 12.346 ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ 12.347 ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας. 12.348 εἰ δέ σφιν καὶ κεῖθι πόνος καὶ νεῖκος ὄρωρεν, 12.349 ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας, 12.350 καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς. 12.351 ὣς ἔφατ’, οὐδ’ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας, 12.352 βῆ δὲ θέειν παρὰ τεῖχος Ἀχαιῶν χαλκοχιτώνων, 12.353 στῆ δὲ παρ’ Αἰάντεσσι κιών, εἶθαρ δὲ προσηύδα: 12.354 Αἴαντ’ Ἀργείων ἡγήτορε χαλκοχιτώνων 12.355 ἠνώγει Πετεῶο διοτρεφέος φίλος υἱὸς 12.356 κεῖσ’ ἴμεν, ὄφρα πόνοιο μίνυνθά περ ἀντιάσητον 12.357 ἀμφοτέρω μὲν μᾶλλον: ὃ γάρ κ’ ὄχ’ ἄριστον ἁπάντων 12.358 εἴη, ἐπεὶ τάχα κεῖθι τετεύξεται αἰπὺς ὄλεθρος: 12.359 ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ 12.360 ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας. 12.361 εἰ δὲ καὶ ἐνθάδε περ πόλεμος καὶ νεῖκος ὄρωρεν, 12.362 ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας, 12.363 καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς. 12.364 ὣς ἔφατ’, οὐδ’ ἀπίθησε μέγας Τελαμώνιος Αἴας. 12.365 αὐτίκ’ Ὀϊλιάδην ἔπεα πτερόεντα προσηύδα: 12.366 Αἶαν σφῶϊ μὲν αὖθι, σὺ καὶ κρατερὸς Λυκομήδης, 12.367 ἑσταότες Δαναοὺς ὀτρύνετον ἶφι μάχεσθαι: 12.368 αὐτὰρ ἐγὼ κεῖσ’ εἶμι καὶ ἀντιόω πολέμοιο: 12.369 αἶψα δ’ ἐλεύσομαι αὖτις, ἐπὴν εὖ τοῖς ἐπαμύνω. 12.370 ὣς ἄρα φωνήσας ἀπέβη Τελαμώνιος Αἴας, 12.371 καί οἱ Τεῦκρος ἅμ’ ᾖε κασίγνητος καὶ ὄπατρος: 12.372 τοῖς δ’ ἅμα Πανδίων Τεύκρου φέρε καμπύλα τόξα. 12.373 εὖτε Μενεσθῆος μεγαθύμου πύργον ἵκοντο 12.374 τείχεος ἐντὸς ἰόντες, ἐπειγομένοισι δ’ ἵκοντο, 12.375 οἳ δ’ ἐπ’ ἐπάλξεις βαῖνον ἐρεμνῇ λαίλαπι ἶσοι 12.376 ἴφθιμοι Λυκίων ἡγήτορες ἠδὲ μέδοντες: 12.377 σὺν δ’ ἐβάλοντο μάχεσθαι ἐναντίον, ὦρτο δ’ ἀϋτή. 12.378 Αἴας δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα 12.379 Σαρπήδοντος ἑταῖρον Ἐπικλῆα μεγάθυμον 12.380 μαρμάρῳ ὀκριόεντι βαλών, ὅ ῥα τείχεος ἐντὸς 12.381 κεῖτο μέγας παρ’ ἔπαλξιν ὑπέρτατος: οὐδέ κέ μιν ῥέα 12.382 χείρεσσ’ ἀμφοτέρῃς ἔχοι ἀνὴρ οὐδὲ μάλ’ ἡβῶν, 12.383 οἷοι νῦν βροτοί εἰσ’: ὃ δ’ ἄρ’ ὑψόθεν ἔμβαλ’ ἀείρας, 12.384 θλάσσε δὲ τετράφαλον κυνέην, σὺν δ’ ὀστέ’ ἄραξε 12.385 πάντ’ ἄμυδις κεφαλῆς: ὃ δ’ ἄρ’ ἀρνευτῆρι ἐοικὼς 12.386 κάππεσ’ ἀφ’ ὑψηλοῦ πύργου, λίπε δ’ ὀστέα θυμός. 12.387 Τεῦκρος δὲ Γλαῦκον κρατερὸν παῖδ’ Ἱππολόχοιο 12.388 ἰῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο, 12.389 ᾗ ῥ’ ἴδε γυμνωθέντα βραχίονα, παῦσε δὲ χάρμης. 12.390 ἂψ δ’ ἀπὸ τείχεος ἆλτο λαθών, ἵνα μή τις Ἀχαιῶν 12.391 βλήμενον ἀθρήσειε καὶ εὐχετόῳτ’ ἐπέεσσι. 12.392 Σαρπήδοντι δ’ ἄχος γένετο Γλαύκου ἀπιόντος 12.393 αὐτίκ’ ἐπεί τ’ ἐνόησεν: ὅμως δ’ οὐ λήθετο χάρμης, 12.394 ἀλλ’ ὅ γε Θεστορίδην Ἀλκμάονα δουρὶ τυχήσας 12.395 νύξ’, ἐκ δ’ ἔσπασεν ἔγχος: ὃ δ’ ἑσπόμενος πέσε δουρὶ 12.396 πρηνής, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ, 12.397 Σαρπηδὼν δ’ ἄρ’ ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν 12.398 ἕλχ’, ἣ δ’ ἕσπετο πᾶσα διαμπερές, αὐτὰρ ὕπερθε 12.399 τεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον. 12.400 τὸν δ’ Αἴας καὶ Τεῦκρος ὁμαρτήσανθ’ ὃ μὲν ἰῷ 12.401 βεβλήκει τελαμῶνα περὶ στήθεσσι φαεινὸν 12.402 ἀσπίδος ἀμφιβρότης: ἀλλὰ Ζεὺς κῆρας ἄμυνε 12.403 παιδὸς ἑοῦ, μὴ νηυσὶν ἔπι πρύμνῃσι δαμείη: 12.404 Αἴας δ’ ἀσπίδα νύξεν ἐπάλμενος, οὐδὲ διὰ πρὸ 12.405 ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα. 12.406 χώρησεν δ’ ἄρα τυτθὸν ἐπάλξιος: οὐδ’ ὅ γε πάμπαν 12.407 χάζετ’, ἐπεί οἱ θυμὸς ἐέλπετο κῦδος ἀρέσθαι. 12.408 κέκλετο δ’ ἀντιθέοισιν ἑλιξάμενος Λυκίοισιν: 12.409 ὦ Λύκιοι τί τ’ ἄρ’ ὧδε μεθίετε θούριδος ἀλκῆς; 12.410 ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι 12.411 μούνῳ ῥηξαμένῳ θέσθαι παρὰ νηυσὶ κέλευθον: 12.412 ἀλλ’ ἐφομαρτεῖτε: πλεόνων δέ τι ἔργον ἄμεινον. 12.413 ὣς ἔφαθ’, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν 12.414 μᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφὶ ἄνακτα. 12.415 Ἀργεῖοι δ’ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας 12.416 τείχεος ἔντοσθεν, μέγα δέ σφισι φαίνετο ἔργον: 12.417 οὔτε γὰρ ἴφθιμοι Λύκιοι Δαναῶν ἐδύναντο 12.418 τεῖχος ῥηξάμενοι θέσθαι παρὰ νηυσὶ κέλευθον, 12.419 οὔτέ ποτ’ αἰχμηταὶ Δαναοὶ Λυκίους ἐδύναντο 12.420 τείχεος ἂψ ὤσασθαι, ἐπεὶ τὰ πρῶτα πέλασθεν. 12.421 ἀλλ’ ὥς τ’ ἀμφ’ οὔροισι δύ’ ἀνέρε δηριάασθον 12.422 μέτρ’ ἐν χερσὶν ἔχοντες ἐπιξύνῳ ἐν ἀρούρῃ, 12.423 ὥ τ’ ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ἴσης, 12.424 ὣς ἄρα τοὺς διέεργον ἐπάλξιες: οἳ δ’ ὑπὲρ αὐτέων 12.425 δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας 12.426 ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα. 12.427 πολλοὶ δ’ οὐτάζοντο κατὰ χρόα νηλέϊ χαλκῷ, 12.428 ἠμὲν ὅτεῳ στρεφθέντι μετάφρενα γυμνωθείη 12.429 μαρναμένων, πολλοὶ δὲ διαμπερὲς ἀσπίδος αὐτῆς. 12.430 πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶν 12.431 ἐρράδατ’ ἀμφοτέρωθεν ἀπὸ Τρώων καὶ Ἀχαιῶν. 12.432 ἀλλ’ οὐδ’ ὧς ἐδύναντο φόβον ποιῆσαι Ἀχαιῶν, 12.433 ἀλλ’ ἔχον ὥς τε τάλαντα γυνὴ χερνῆτις ἀληθής, 12.434 ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει 12.435 ἰσάζουσ’, ἵνα παισὶν ἀεικέα μισθὸν ἄρηται: 12.436 ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε, 12.437 πρίν γ’ ὅτε δὴ Ζεὺς κῦδος ὑπέρτερον Ἕκτορι δῶκε 12.438 Πριαμίδῃ, ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν. 12.439 ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς: 12.440 ὄρνυσθ’ ἱππόδαμοι Τρῶες, ῥήγνυσθε δὲ τεῖχος 12.441 Ἀργείων καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ. 12.442 ὣς φάτ’ ἐποτρύνων, οἳ δ’ οὔασι πάντες ἄκουον, 12.443 ἴθυσαν δ’ ἐπὶ τεῖχος ἀολλέες: οἳ μὲν ἔπειτα 12.444 κροσσάων ἐπέβαινον ἀκαχμένα δούρατ’ ἔχοντες, 12.445 Ἕκτωρ δ’ ἁρπάξας λᾶαν φέρεν, ὅς ῥα πυλάων 12.446 ἑστήκει πρόσθε πρυμνὸς παχύς, αὐτὰρ ὕπερθεν 12.447 ὀξὺς ἔην: τὸν δ’ οὔ κε δύ’ ἀνέρε δήμου ἀρίστω 12.448 ῥηϊδίως ἐπ’ ἄμαξαν ἀπ’ οὔδεος ὀχλίσσειαν, 12.449 οἷοι νῦν βροτοί εἰσ’: ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος. 12.450 τόν οἱ ἐλαφρὸν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω. 12.451 ὡς δ’ ὅτε ποιμὴν ῥεῖα φέρει πόκον ἄρσενος οἰὸς 12.452 χειρὶ λαβὼν ἑτέρῃ, ὀλίγον τέ μιν ἄχθος ἐπείγει, 12.453 ὣς Ἕκτωρ ἰθὺς σανίδων φέρε λᾶαν ἀείρας, 12.454 αἵ ῥα πύλας εἴρυντο πύκα στιβαρῶς ἀραρυίας 12.455 δικλίδας ὑψηλάς: δοιοὶ δ’ ἔντοσθεν ὀχῆες 12.456 εἶχον ἐπημοιβοί, μία δὲ κληῒς ἐπαρήρει. 12.457 στῆ δὲ μάλ’ ἐγγὺς ἰών, καὶ ἐρεισάμενος βάλε μέσσας 12.458 εὖ διαβάς, ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη, 12.459 ῥῆξε δ’ ἀπ’ ἀμφοτέρους θαιρούς: πέσε δὲ λίθος εἴσω 12.460 βριθοσύνῃ, μέγα δ’ ἀμφὶ πύλαι μύκον, οὐδ’ ἄρ’ ὀχῆες 12.461 ἐσχεθέτην, σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλλη 12.462 λᾶος ὑπὸ ῥιπῆς: ὃ δ’ ἄρ’ ἔσθορε φαίδιμος Ἕκτωρ 12.463 νυκτὶ θοῇ ἀτάλαντος ὑπώπια: λάμπε δὲ χαλκῷ 12.464 σμερδαλέῳ, τὸν ἕεστο περὶ χροΐ, δοιὰ δὲ χερσὶ 12.465 δοῦρ’ ἔχεν: οὔ κέν τίς μιν ἐρύκακεν ἀντιβολήσας 12.466 νόσφι θεῶν ὅτ’ ἐσᾶλτο πύλας: πυρὶ δ’ ὄσσε δεδήει. 12.467 κέκλετο δὲ Τρώεσσιν ἑλιξάμενος καθ’ ὅμιλον 12.468 τεῖχος ὑπερβαίνειν: τοὶ δ’ ὀτρύνοντι πίθοντο. 12.469 αὐτίκα δ’ οἳ μὲν τεῖχος ὑπέρβασαν, οἳ δὲ κατ’ αὐτὰς 12.470 ποιητὰς ἐσέχυντο πύλας: Δαναοὶ δὲ φόβηθεν 12.471 νῆας ἀνὰ γλαφυράς, ὅμαδος δ’ ἀλίαστος ἐτύχθη. 13.001 Ζεὺς δ’ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε, 13.002 τοὺς μὲν ἔα παρὰ τῇσι πόνον τ’ ἐχέμεν καὶ ὀϊζὺν 13.003 νωλεμέως, αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινὼ 13.004 νόσφιν ἐφ’ ἱπποπόλων Θρῃκῶν καθορώμενος αἶαν 13.005 Μυσῶν τ’ ἀγχεμάχων καὶ ἀγαυῶν ἱππημολγῶν 13.006 γλακτοφάγων Ἀβίων τε δικαιοτάτων ἀνθρώπων. 13.007 ἐς Τροίην δ’ οὐ πάμπαν ἔτι τρέπεν ὄσσε φαεινώ: 13.008 οὐ γὰρ ὅ γ’ ἀθανάτων τινα ἔλπετο ὃν κατὰ θυμὸν 13.009 ἐλθόντ’ ἢ Τρώεσσιν ἀρηξέμεν ἢ Δαναοῖσιν. 13.010 οὐδ’ ἀλαοσκοπιὴν εἶχε κρείων ἐνοσίχθων: 13.011 καὶ γὰρ ὃ θαυμάζων ἧστο πτόλεμόν τε μάχην τε 13.012 ὑψοῦ ἐπ’ ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης 13.013 Θρηϊκίης: ἔνθεν γὰρ ἐφαίνετο πᾶσα μὲν Ἴδη, 13.014 φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Ἀχαιῶν. 13.015 ἔνθ’ ἄρ’ ὅ γ’ ἐξ ἁλὸς ἕζετ’ ἰών, ἐλέαιρε δ’ Ἀχαιοὺς 13.016 Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα. 13.017 αὐτίκα δ’ ἐξ ὄρεος κατεβήσετο παιπαλόεντος 13.018 κραιπνὰ ποσὶ προβιβάς: τρέμε δ’ οὔρεα μακρὰ καὶ ὕλη 13.019 ποσσὶν ὑπ’ ἀθανάτοισι Ποσειδάωνος ἰόντος. 13.020 τρὶς μὲν ὀρέξατ’ ἰών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρ 13.021 Αἰγάς, ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης 13.022 χρύσεα μαρμαίροντα τετεύχαται ἄφθιτα αἰεί. 13.023 ἔνθ’ ἐλθὼν ὑπ’ ὄχεσφι τιτύσκετο χαλκόποδ’ ἵππω 13.024 ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε, 13.025 χρυσὸν δ’ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δ’ ἱμάσθλην 13.026 χρυσείην εὔτυκτον, ἑοῦ δ’ ἐπεβήσετο δίφρου, 13.027 βῆ δ’ ἐλάαν ἐπὶ κύματ’: ἄταλλε δὲ κήτε’ ὑπ’ αὐτοῦ 13.028 πάντοθεν ἐκ κευθμῶν, οὐδ’ ἠγνοίησεν ἄνακτα: 13.029 γηθοσύνῃ δὲ θάλασσα διίστατο: τοὶ δὲ πέτοντο 13.030 ῥίμφα μάλ’, οὐδ’ ὑπένερθε διαίνετο χάλκεος ἄξων: 13.031 τὸν δ’ ἐς Ἀχαιῶν νῆας ἐΰσκαρθμοι φέρον ἵπποι. 13.032 ἔστι δέ τι σπέος εὐρὺ βαθείης βένθεσι λίμνης 13.033 μεσσηγὺς Τενέδοιο καὶ Ἴμβρου παιπαλοέσσης: 13.034 ἔνθ’ ἵππους ἔστησε Ποσειδάων ἐνοσίχθων 13.035 λύσας ἐξ ὀχέων, παρὰ δ’ ἀμβρόσιον βάλεν εἶδαρ 13.036 ἔδμεναι: ἀμφὶ δὲ ποσσὶ πέδας ἔβαλε χρυσείας 13.037 ἀρρήκτους ἀλύτους, ὄφρ’ ἔμπεδον αὖθι μένοιεν 13.038 νοστήσαντα ἄνακτα: ὃ δ’ ἐς στρατὸν ᾤχετ’ Ἀχαιῶν. 13.039 Τρῶες δὲ φλογὶ ἶσοι ἀολλέες ἠὲ θυέλλῃ 13.040 Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτες ἕποντο 13.041 ἄβρομοι αὐΐαχοι: ἔλποντο δὲ νῆας Ἀχαιῶν 13.042 αἱρήσειν, κτενέειν δὲ παρ’ αὐτόθι πάντας ἀρίστους. 13.043 ἀλλὰ Ποσειδάων γαιήοχος ἐννοσίγαιος 13.044 Ἀργείους ὄτρυνε βαθείης ἐξ ἁλὸς ἐλθὼν 13.045 εἰσάμενος Κάλχαντι δέμας καὶ ἀτειρέα φωνήν: 13.046 Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ: 13.047 Αἴαντε σφὼ μέν τε σαώσετε λαὸν Ἀχαιῶν 13.048 ἀλκῆς μνησαμένω, μὴ δὲ κρυεροῖο φόβοιο. 13.049 ἄλλῃ μὲν γὰρ ἔγωγ’ οὐ δείδια χεῖρας ἀάπτους 13.050 Τρώων, οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ: 13.051 ἕξουσιν γὰρ πάντας ἐϋκνήμιδες Ἀχαιοί: 13.052 τῇ δὲ δὴ αἰνότατον περιδείδια μή τι πάθωμεν, 13.053 ᾗ ῥ’ ὅ γ’ ὁ λυσσώδης φλογὶ εἴκελος ἡγεμονεύει 13.054 Ἕκτωρ, ὃς Διὸς εὔχετ’ ἐρισθενέος πάϊς εἶναι. 13.055 σφῶϊν δ’ ὧδε θεῶν τις ἐνὶ φρεσὶ ποιήσειεν 13.056 αὐτώ θ’ ἑστάμεναι κρατερῶς καὶ ἀνωγέμεν ἄλλους: 13.057 τώ κε καὶ ἐσσύμενόν περ ἐρωήσαιτ’ ἀπὸ νηῶν 13.058 ὠκυπόρων, εἰ καί μιν Ὀλύμπιος αὐτὸς ἐγείρει. 13.059 ἦ καὶ σκηπανίῳ γαιήοχος ἐννοσίγαιος 13.060 ἀμφοτέρω κεκοπὼς πλῆσεν μένεος κρατεροῖο, 13.061 γυῖα δ’ ἔθηκεν ἐλαφρὰ πόδας καὶ χεῖρας ὕπερθεν. 13.062 αὐτὸς δ’ ὥς τ’ ἴρηξ ὠκύπτερος ὦρτο πέτεσθαι, 13.063 ὅς ῥά τ’ ἀπ’ αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς 13.064 ὁρμήσῃ πεδίοιο διώκειν ὄρνεον ἄλλο, 13.065 ὣς ἀπὸ τῶν ἤϊξε Ποσειδάων ἐνοσίχθων. 13.066 τοῖιν δ’ ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας, 13.067 αἶψα δ’ ἄρ’ Αἴαντα προσέφη Τελαμώνιον υἱόν: 13.068 Αἶαν ἐπεί τις νῶϊ θεῶν οἳ Ὄλυμπον ἔχουσι 13.069 μάντεϊ εἰδόμενος κέλεται παρὰ νηυσὶ μάχεσθαι, 13.070 οὐδ’ ὅ γε Κάλχας ἐστὶ θεοπρόπος οἰωνιστής: 13.071 ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων 13.072 ῥεῖ’ ἔγνων ἀπιόντος: ἀρίγνωτοι δὲ θεοί περ: 13.073 καὶ δ’ ἐμοὶ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι 13.074 μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι, 13.075 μαιμώωσι δ’ ἔνερθε πόδες καὶ χεῖρες ὕπερθε. 13.076 τὸν δ’ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας: 13.077 οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι χεῖρες ἄαπτοι 13.078 μαιμῶσιν, καί μοι μένος ὤρορε, νέρθε δὲ ποσσὶν 13.079 ἔσσυμαι ἀμφοτέροισι: μενοινώω δὲ καὶ οἶος 13.080 Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτι μάχεσθαι. 13.081 ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον 13.082 χάρμῃ γηθόσυνοι, τήν σφιν θεὸς ἔμβαλε θυμῷ: 13.083 τόφρα δὲ τοὺς ὄπιθεν γαιήοχος ὦρσεν Ἀχαιούς, 13.084 οἳ παρὰ νηυσὶ θοῇσιν ἀνέψυχον φίλον ἦτορ. 13.085 τῶν ῥ’ ἅμα τ’ ἀργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο, 13.086 καί σφιν ἄχος κατὰ θυμὸν ἐγίγνετο δερκομένοισι 13.087 Τρῶας, τοὶ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ. 13.088 τοὺς οἵ γ’ εἰσορόωντες ὑπ’ ὀφρύσι δάκρυα λεῖβον: 13.089 οὐ γὰρ ἔφαν φεύξεσθαι ὑπ’ ἐκ κακοῦ: ἀλλ’ ἐνοσίχθων 13.090 ῥεῖα μετεισάμενος κρατερὰς ὄτρυνε φάλαγγας. 13.091 Τεῦκρον ἔπι πρῶτον καὶ Λήϊτον ἦλθε κελεύων 13.092 Πηνέλεών θ’ ἥρωα Θόαντά τε Δηΐπυρόν τε 13.093 Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς: 13.094 τοὺς ὅ γ’ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα: 13.095 αἰδὼς Ἀργεῖοι, κοῦροι νέοι: ὔμμιν ἔγωγε 13.096 μαρναμένοισι πέποιθα σαωσέμεναι νέας ἁμάς: 13.097 εἰ δ’ ὑμεῖς πολέμοιο μεθήσετε λευγαλέοιο, 13.098 νῦν δὴ εἴδεται ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι. 13.099 ὢ πόποι ἦ μέγα θαῦμα τόδ’ ὀφθαλμοῖσιν ὁρῶμαι 13.100 δεινόν, ὃ οὔ ποτ’ ἔγωγε τελευτήσεσθαι ἔφασκον, 13.101 Τρῶας ἐφ’ ἡμετέρας ἰέναι νέας, οἳ τὸ πάρος περ 13.102 φυζακινῇς ἐλάφοισιν ἐοίκεσαν, αἵ τε καθ’ ὕλην 13.103 θώων παρδαλίων τε λύκων τ’ ἤϊα πέλονται 13.104 αὔτως ἠλάσκουσαι ἀνάλκιδες, οὐδ’ ἔπι χάρμη: 13.105 ὣς Τρῶες τὸ πρίν γε μένος καὶ χεῖρας Ἀχαιῶν 13.106 μίμνειν οὐκ ἐθέλεσκον ἐναντίον, οὐδ’ ἠβαιόν: 13.107 νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται 13.108 ἡγεμόνος κακότητι μεθημοσύνῃσί τε λαῶν, 13.109 οἳ κείνῳ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσι 13.110 νηῶν ὠκυπόρων, ἀλλὰ κτείνονται ἀν’ αὐτάς. 13.111 ἀλλ’ εἰ δὴ καὶ πάμπαν ἐτήτυμον αἴτιός ἐστιν 13.112 ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων 13.113 οὕνεκ’ ἀπητίμησε ποδώκεα Πηλεΐωνα, 13.114 ἡμέας γ’ οὔ πως ἔστι μεθιέμεναι πολέμοιο. 13.115 ἀλλ’ ἀκεώμεθα θᾶσσον: ἀκεσταί τοι φρένες ἐσθλῶν. 13.116 ὑμεῖς δ’ οὐκ ἔτι καλὰ μεθίετε θούριδος ἀλκῆς 13.117 πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐδ’ ἂν ἔγωγε 13.118 ἀνδρὶ μαχεσσαίμην ὅς τις πολέμοιο μεθείη 13.119 λυγρὸς ἐών: ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι. 13.120 ὦ πέπονες τάχα δή τι κακὸν ποιήσετε μεῖζον 13.121 τῇδε μεθημοσύνῃ: ἀλλ’ ἐν φρεσὶ θέσθε ἕκαστος 13.122 αἰδῶ καὶ νέμεσιν: δὴ γὰρ μέγα νεῖκος ὄρωρεν. 13.123 Ἕκτωρ δὴ παρὰ νηυσὶ βοὴν ἀγαθὸς πολεμίζει 13.124 καρτερός, ἔρρηξεν δὲ πύλας καὶ μακρὸν ὀχῆα. 13.125 ὥς ῥα κελευτιόων γαιήοχος ὦρσεν Ἀχαιούς. 13.126 ἀμφὶ δ’ ἄρ’ Αἴαντας δοιοὺς ἵσταντο φάλαγγες 13.127 καρτεραί, ἃς οὔτ’ ἄν κεν Ἄρης ὀνόσαιτο μετελθὼν 13.128 οὔτε κ’ Ἀθηναίη λαοσσόος: οἳ γὰρ ἄριστοι 13.129 κρινθέντες Τρῶάς τε καὶ Ἕκτορα δῖον ἔμιμνον, 13.130 φράξαντες δόρυ δουρί, σάκος σάκεϊ προθελύμνῳ: 13.131 ἀσπὶς ἄρ’ ἀσπίδ’ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ’ ἀνήρ: 13.132 ψαῦον δ’ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι 13.133 νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν: 13.134 ἔγχεα δ’ ἐπτύσσοντο θρασειάων ἀπὸ χειρῶν 13.135 σειόμεν’: οἳ δ’ ἰθὺς φρόνεον, μέμασαν δὲ μάχεσθαι. 13.136 Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δ’ ἄρ’ Ἕκτωρ 13.137 ἀντικρὺ μεμαώς, ὀλοοίτροχος ὣς ἀπὸ πέτρης, 13.138 ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤσῃ 13.139 ῥήξας ἀσπέτῳ ὄμβρῳ ἀναιδέος ἔχματα πέτρης: 13.140 ὕψι δ’ ἀναθρῴσκων πέτεται, κτυπέει δέ θ’ ὑπ’ αὐτοῦ 13.141 ὕλη: ὃ δ’ ἀσφαλέως θέει ἔμπεδον, εἷος ἵκηται 13.142 ἰσόπεδον, τότε δ’ οὔ τι κυλίνδεται ἐσσύμενός περ: 13.143 ὣς Ἕκτωρ εἷος μὲν ἀπείλει μέχρι θαλάσσης 13.144 ῥέα διελεύσεσθαι κλισίας καὶ νῆας Ἀχαιῶν 13.145 κτείνων: ἀλλ’ ὅτε δὴ πυκινῇς ἐνέκυρσε φάλαγξι 13.146 στῆ ῥα μάλ’ ἐγχριμφθείς: οἳ δ’ ἀντίοι υἷες Ἀχαιῶν 13.147 νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν 13.148 ὦσαν ἀπὸ σφείων: ὃ δὲ χασσάμενος πελεμίχθη. 13.149 ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς: 13.150 Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ 13.151 παρμένετ’: οὔ τοι δηρὸν ἐμὲ σχήσουσιν Ἀχαιοὶ 13.152 καὶ μάλα πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες, 13.153 ἀλλ’ ὀΐω χάσσονται ὑπ’ ἔγχεος, εἰ ἐτεόν με 13.154 ὦρσε θεῶν ὤριστος, ἐρίγδουπος πόσις Ἥρης. 13.155 ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. 13.156 Δηΐφοβος δ’ ἐν τοῖσι μέγα φρονέων ἐβεβήκει 13.157 Πριαμίδης, πρόσθεν δ’ ἔχεν ἀσπίδα πάντοσ’ ἐΐσην 13.158 κοῦφα ποσὶ προβιβὰς καὶ ὑπασπίδια προποδίζων. 13.159 Μηριόνης δ’ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ 13.160 καὶ βάλεν, οὐδ’ ἀφάμαρτε, κατ’ ἀσπίδα πάντοσ’ ἐΐσην 13.161 ταυρείην: τῆς δ’ οὔ τι διήλασεν, ἀλλὰ πολὺ πρὶν 13.162 ἐν καυλῷ ἐάγη δολιχὸν δόρυ: Δηΐφοβος δὲ 13.163 ἀσπίδα ταυρείην σχέθ’ ἀπὸ ἕο, δεῖσε δὲ θυμῷ 13.164 ἔγχος Μηριόναο δαΐφρονος: αὐτὰρ ὅ γ’ ἥρως 13.165 ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο, χώσατο δ’ αἰνῶς 13.166 ἀμφότερον, νίκης τε καὶ ἔγχεος ὃ ξυνέαξε. 13.167 βῆ δ’ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν 13.168 οἰσόμενος δόρυ μακρόν, ὅ οἱ κλισίηφι λέλειπτο. 13.169 οἳ δ’ ἄλλοι μάρναντο, βοὴ δ’ ἄσβεστος ὀρώρει. 13.170 Τεῦκρος δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα 13.171 Ἴμβριον αἰχμητὴν πολυΐππου Μέντορος υἱόν: 13.172 ναῖε δὲ Πήδαιον πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν, 13.173 κούρην δὲ Πριάμοιο νόθην ἔχε, Μηδεσικάστην: 13.174 αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι, 13.175 ἂψ ἐς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι, 13.176 ναῖε δὲ πὰρ Πριάμῳ: ὃ δέ μιν τίεν ἶσα τέκεσσι. 13.177 τόν ῥ’ υἱὸς Τελαμῶνος ὑπ’ οὔατος ἔγχεϊ μακρῷ 13.178 νύξ’, ἐκ δ’ ἔσπασεν ἔγχος: ὃ δ’ αὖτ’ ἔπεσεν μελίη ὣς 13.179 ἥ τ’ ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιο 13.180 χαλκῷ ταμνομένη τέρενα χθονὶ φύλλα πελάσσῃ: 13.181 ὣς πέσεν, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ. 13.182 Τεῦκρος δ’ ὁρμήθη μεμαὼς ἀπὸ τεύχεα δῦσαι: 13.183 Ἕκτωρ δ’ ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ. 13.184 ἀλλ’ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος 13.185 τυτθόν: ὃ δ’ Ἀμφίμαχον Κτεάτου υἷ’ Ἀκτορίωνος 13.186 νισόμενον πόλεμον δὲ κατὰ στῆθος βάλε δουρί: 13.187 δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ. 13.188 Ἕκτωρ δ’ ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν 13.189 κρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο: 13.190 Αἴας δ’ ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινῷ 13.191 Ἕκτορος: ἀλλ’ οὔ πῃ χροὸς εἴσατο, πᾶς δ’ ἄρα χαλκῷ 13.192 σμερδαλέῳ κεκάλυφθ’: ὃ δ’ ἄρ’ ἀσπίδος ὀμφαλὸν οὖτα, 13.193 ὦσε δέ μιν σθένεϊ μεγάλῳ: ὃ δὲ χάσσατ’ ὀπίσσω 13.194 νεκρῶν ἀμφοτέρων, τοὺς δ’ ἐξείρυσσαν Ἀχαιοί. 13.195 Ἀμφίμαχον μὲν ἄρα Στιχίος δῖός τε Μενεσθεὺς 13.196 ἀρχοὶ Ἀθηναίων κόμισαν μετὰ λαὸν Ἀχαιῶν: 13.197 Ἴμβριον αὖτ’ Αἴαντε μεμαότε θούριδος ἀλκῆς 13.198 ὥς τε δύ’ αἶγα λέοντε κυνῶν ὕπο καρχαροδόντων 13.199 ἁρπάξαντε φέρητον ἀνὰ ῥωπήϊα πυκνὰ 13.200 ὑψοῦ ὑπὲρ γαίης μετὰ γαμφηλῇσιν ἔχοντε, 13.201 ὥς ῥα τὸν ὑψοῦ ἔχοντε δύω Αἴαντε κορυστὰ 13.202 τεύχεα συλήτην: κεφαλὴν δ’ ἁπαλῆς ἀπὸ δειρῆς 13.203 κόψεν Ὀϊλιάδης κεχολωμένος Ἀμφιμάχοιο, 13.204 ἧκε δέ μιν σφαιρηδὸν ἑλιξάμενος δι’ ὁμίλου: 13.205 Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν ἐν κονίῃσι. 13.206 καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθη 13.207 υἱωνοῖο πεσόντος ἐν αἰνῇ δηϊοτῆτι, 13.208 βῆ δ’ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν 13.209 ὀτρυνέων Δαναούς, Τρώεσσι δὲ κήδεα τεῦχεν. 13.210 Ἰδομενεὺς δ’ ἄρα οἱ δουρικλυτὸς ἀντεβόλησεν 13.211 ἐρχόμενος παρ’ ἑταίρου, ὅ οἱ νέον ἐκ πολέμοιο 13.212 ἦλθε κατ’ ἰγνύην βεβλημένος ὀξέϊ χαλκῷ. 13.213 τὸν μὲν ἑταῖροι ἔνεικαν, ὃ δ’ ἰητροῖς ἐπιτείλας 13.214 ἤϊεν ἐς κλισίην: ἔτι γὰρ πολέμοιο μενοίνα 13.215 ἀντιάαν: τὸν δὲ προσέφη κρείων ἐνοσίχθων 13.216 εἰσάμενος φθογγὴν Ἀνδραίμονος υἷϊ Θόαντι 13.217 ὃς πάσῃ Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι 13.218 Αἰτωλοῖσιν ἄνασσε, θεὸς δ’ ὣς τίετο δήμῳ: 13.219 Ἰδομενεῦ Κρητῶν βουληφόρε ποῦ τοι ἀπειλαὶ 13.220 οἴχονται, τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν; 13.221 τὸν δ’ αὖτ’ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα: 13.222 ὦ Θόαν οὔ τις ἀνὴρ νῦν γ’ αἴτιος, ὅσσον ἔγωγε 13.223 γιγνώσκω: πάντες γὰρ ἐπιστάμεθα πτολεμίζειν. 13.224 οὔτέ τινα δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνῳ 13.225 εἴκων ἀνδύεται πόλεμον κακόν: ἀλλά που οὕτω 13.226 μέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ Κρονίωνι 13.227 νωνύμνους ἀπολέσθαι ἀπ’ Ἄργεος ἐνθάδ’ Ἀχαιούς. 13.228 ἀλλὰ Θόαν, καὶ γὰρ τὸ πάρος μενεδήϊος ἦσθα, 13.229 ὀτρύνεις δὲ καὶ ἄλλον ὅθι μεθιέντα ἴδηαι: 13.230 τὼ νῦν μήτ’ ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστῳ. 13.231 τὸν δ’ ἠμείβετ’ ἔπειτα Ποσειδάων ἐνοσίχθων: 13.232 Ἰδομενεῦ μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειεν 13.233 ἐκ Τροίης, ἀλλ’ αὖθι κυνῶν μέλπηθρα γένοιτο, 13.234 ὅς τις ἐπ’ ἤματι τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι. 13.235 ἀλλ’ ἄγε τεύχεα δεῦρο λαβὼν ἴθι: ταῦτα δ’ ἅμα χρὴ 13.236 σπεύδειν, αἴ κ’ ὄφελός τι γενώμεθα καὶ δύ’ ἐόντε. 13.237 συμφερτὴ δ’ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν, 13.238 νῶϊ δὲ καί κ’ ἀγαθοῖσιν ἐπισταίμεσθα μάχεσθαι. 13.239 ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν: 13.240 Ἰδομενεὺς δ’ ὅτε δὴ κλισίην εὔτυκτον ἵκανε 13.241 δύσετο τεύχεα καλὰ περὶ χροΐ, γέντο δὲ δοῦρε, 13.242 βῆ δ’ ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων 13.243 χειρὶ λαβὼν ἐτίναξεν ἀπ’ αἰγλήεντος Ὀλύμπου 13.244 δεικνὺς σῆμα βροτοῖσιν: ἀρίζηλοι δέ οἱ αὐγαί: 13.245 ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος. 13.246 Μηριόνης δ’ ἄρα οἱ θεράπων ἐῢς ἀντεβόλησεν 13.247 ἐγγὺς ἔτι κλισίης: μετὰ γὰρ δόρυ χάλκεον ᾔει 13.248 οἰσόμενος: τὸν δὲ προσέφη σθένος Ἰδομενῆος: 13.249 Μηριόνη Μόλου υἱὲ πόδας ταχὺ φίλταθ’ ἑταίρων 13.250 τίπτ’ ἦλθες πόλεμόν τε λιπὼν καὶ δηϊοτῆτα; 13.251 ἠέ τι βέβληαι, βέλεος δέ σε τείρει ἀκωκή, 13.252 ἦέ τευ ἀγγελίης μετ’ ἔμ’ ἤλυθες; οὐδέ τοι αὐτὸς 13.253 ἧσθαι ἐνὶ κλισίῃσι λιλαίομαι, ἀλλὰ μάχεσθαι. 13.254 τὸν δ’ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα: 13.255 Ἰδομενεῦ, Κρητῶν βουληφόρε χαλκοχιτώνων, 13.256 ἔρχομαι εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται 13.257 οἰσόμενος: τό νυ γὰρ κατεάξαμεν ὃ πρὶν ἔχεσκον 13.258 ἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος. 13.259 τὸν δ’ αὖτ’ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα: 13.260 δούρατα δ’ αἴ κ’ ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι δήεις 13.261 ἑσταότ’ ἐν κλισίῃ πρὸς ἐνώπια παμφανόωντα 13.262 Τρώϊα, τὰ κταμένων ἀποαίνυμαι: οὐ γὰρ ὀΐω 13.263 ἀνδρῶν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν. 13.264 τώ μοι δούρατά τ’ ἔστι καὶ ἀσπίδες ὀμφαλόεσσαι 13.265 καὶ κόρυθες καὶ θώρηκες λαμπρὸν γανόωντες. 13.266 τὸν δ’ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα: 13.267 καί τοι ἐμοὶ παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ 13.268 πόλλ’ ἔναρα Τρώων: ἀλλ’ οὐ σχεδόν ἐστιν ἑλέσθαι. 13.269 οὐδὲ γὰρ οὐδ’ ἐμέ φημι λελασμένον ἔμμεναι ἀλκῆς, 13.270 ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειραν 13.271 ἵσταμαι, ὁππότε νεῖκος ὀρώρηται πολέμοιο. 13.272 ἄλλόν πού τινα μᾶλλον Ἀχαιῶν χαλκοχιτώνων 13.273 λήθω μαρνάμενος, σὲ δὲ ἴδμεναι αὐτὸν ὀΐω. 13.274 τὸν δ’ αὖτ’ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα: 13.275 οἶδ’ ἀρετὴν οἷός ἐσσι: τί σε χρὴ ταῦτα λέγεσθαι; 13.276 εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοι 13.277 ἐς λόχον, ἔνθα μάλιστ’ ἀρετὴ διαείδεται ἀνδρῶν, 13.278 ἔνθ’ ὅ τε δειλὸς ἀνὴρ ὅς τ’ ἄλκιμος ἐξεφαάνθη: 13.279 τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ, 13.280 οὐδέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετ’ ἐν φρεσὶ θυμός, 13.281 ἀλλὰ μετοκλάζει καὶ ἐπ’ ἀμφοτέρους πόδας ἵζει, 13.282 ἐν δέ τέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσει 13.283 κῆρας ὀϊομένῳ, πάταγος δέ τε γίγνετ’ ὀδόντων: 13.284 τοῦ δ’ ἀγαθοῦ οὔτ’ ἂρ τρέπεται χρὼς οὔτέ τι λίην 13.285 ταρβεῖ, ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν, 13.286 ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ: 13.287 οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο. 13.288 εἴ περ γάρ κε βλεῖο πονεύμενος ἠὲ τυπείης 13.289 οὐκ ἂν ἐν αὐχέν’ ὄπισθε πέσοι βέλος οὐδ’ ἐνὶ νώτῳ, 13.290 ἀλλά κεν ἢ στέρνων ἢ νηδύος ἀντιάσειε 13.291 πρόσσω ἱεμένοιο μετὰ προμάχων ὀαριστύν. 13.292 ἀλλ’ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς 13.293 ἑσταότες, μή πού τις ὑπερφιάλως νεμεσήσῃ: 13.294 ἀλλὰ σύ γε κλισίην δὲ κιὼν ἕλευ ὄβριμον ἔγχος. 13.295 ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ 13.296 καρπαλίμως κλισίηθεν ἀνείλετο χάλκεον ἔγχος, 13.297 βῆ δὲ μετ’ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς. 13.298 οἷος δὲ βροτολοιγὸς Ἄρης πόλεμον δὲ μέτεισι, 13.299 τῷ δὲ Φόβος φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀταρβὴς 13.300 ἕσπετο, ὅς τ’ ἐφόβησε ταλάφρονά περ πολεμιστήν: 13.301 τὼ μὲν ἄρ’ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσεσθον, 13.302 ἠὲ μετὰ Φλεγύας μεγαλήτορας: οὐδ’ ἄρα τώ γε 13.303 ἔκλυον ἀμφοτέρων, ἑτέροισι δὲ κῦδος ἔδωκαν: 13.304 τοῖοι Μηριόνης τε καὶ Ἰδομενεὺς ἀγοὶ ἀνδρῶν 13.305 ἤϊσαν ἐς πόλεμον κεκορυθμένοι αἴθοπι χαλκῷ. 13.306 τὸν καὶ Μηριόνης πρότερος πρὸς μῦθον ἔειπε: 13.307 Δευκαλίδη πῇ τὰρ μέμονας καταδῦναι ὅμιλον; 13.308 ἢ ἐπὶ δεξιόφιν παντὸς στρατοῦ, ἦ ἀνὰ μέσσους, 13.309 ἦ ἐπ’ ἀριστερόφιν; ἐπεὶ οὔ ποθι ἔλπομαι οὕτω 13.310 δεύεσθαι πολέμοιο κάρη κομόωντας Ἀχαιούς. 13.311 τὸν δ’ αὖτ’ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα: 13.312 νηυσὶ μὲν ἐν μέσσῃσιν ἀμύνειν εἰσὶ καὶ ἄλλοι 13.313 Αἴαντές τε δύω Τεῦκρός θ’, ὃς ἄριστος Ἀχαιῶν 13.314 τοξοσύνῃ, ἀγαθὸς δὲ καὶ ἐν σταδίῃ ὑσμίνῃ: 13.315 οἵ μιν ἅδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο 13.316 Ἕκτορα Πριαμίδην, καὶ εἰ μάλα καρτερός ἐστιν. 13.317 αἰπύ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαι 13.318 κείνων νικήσαντι μένος καὶ χεῖρας ἀάπτους 13.319 νῆας ἐνιπρῆσαι, ὅτε μὴ αὐτός γε Κρονίων 13.320 ἐμβάλοι αἰθόμενον δαλὸν νήεσσι θοῇσιν. 13.321 ἀνδρὶ δέ κ’ οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας, 13.322 ὃς θνητός τ’ εἴη καὶ ἔδοι Δημήτερος ἀκτὴν 13.323 χαλκῷ τε ῥηκτὸς μεγάλοισί τε χερμαδίοισιν. 13.324 οὐδ’ ἂν Ἀχιλλῆϊ ῥηξήνορι χωρήσειεν 13.325 ἔν γ’ αὐτοσταδίῃ: ποσὶ δ’ οὔ πως ἔστιν ἐρίζειν. 13.326 νῶϊν δ’ ὧδ’ ἐπ’ ἀριστέρ’ ἔχε στρατοῦ, ὄφρα τάχιστα 13.327 εἴδομεν ἠέ τῳ εὖχος ὀρέξομεν, ἦέ τις ἡμῖν. 13.328 ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ 13.329 ἦρχ’ ἴμεν, ὄφρ’ ἀφίκοντο κατὰ στρατὸν ᾗ μιν ἀνώγει, 13.330 οἳ δ’ ὡς Ἰδομενῆα ἴδον φλογὶ εἴκελον ἀλκὴν 13.331 αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι δαιδαλέοισι, 13.332 κεκλόμενοι καθ’ ὅμιλον ἐπ’ αὐτῷ πάντες ἔβησαν: 13.333 τῶν δ’ ὁμὸν ἵστατο νεῖκος ἐπὶ πρυμνῇσι νέεσσιν. 13.334 ὡς δ’ ὅθ’ ὑπὸ λιγέων ἀνέμων σπέρχωσιν ἄελλαι 13.335 ἤματι τῷ ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους, 13.336 οἵ τ’ ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὀμίχλην, 13.337 ὣς ἄρα τῶν ὁμόσ’ ἦλθε μάχη, μέμασαν δ’ ἐνὶ θυμῷ 13.338 ἀλλήλους καθ’ ὅμιλον ἐναιρέμεν ὀξέϊ χαλκῷ. 13.339 ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι 13.340 μακρῇς, ἃς εἶχον ταμεσίχροας: ὄσσε δ’ ἄμερδεν 13.341 αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων 13.342 θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν 13.343 ἐρχομένων ἄμυδις: μάλα κεν θρασυκάρδιος εἴη 13.344 ὃς τότε γηθήσειεν ἰδὼν πόνον οὐδ’ ἀκάχοιτο. 13.345 τὼ δ’ ἀμφὶς φρονέοντε δύω Κρόνου υἷε κραταιὼ 13.346 ἀνδράσιν ἡρώεσσιν ἐτεύχετον ἄλγεα λυγρά. 13.347 Ζεὺς μέν ῥα Τρώεσσι καὶ Ἕκτορι βούλετο νίκην 13.348 κυδαίνων Ἀχιλῆα πόδας ταχύν: οὐδέ τι πάμπαν 13.349 ἤθελε λαὸν ὀλέσθαι Ἀχαιϊκὸν Ἰλιόθι πρό, 13.350 ἀλλὰ Θέτιν κύδαινε καὶ υἱέα καρτερόθυμον. 13.351 Ἀργείους δὲ Ποσειδάων ὀρόθυνε μετελθὼν 13.352 λάθρῃ ὑπεξαναδὺς πολιῆς ἁλός: ἤχθετο γάρ ῥα 13.353 Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα. 13.354 ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδ’ ἴα πάτρη, 13.355 ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη. 13.356 τώ ῥα καὶ ἀμφαδίην μὲν ἀλεξέμεναι ἀλέεινε, 13.357 λάθρῃ δ’ αἰὲν ἔγειρε κατὰ στρατὸν ἀνδρὶ ἐοικώς. 13.358 τοὶ δ’ ἔριδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο 13.359 πεῖραρ ἐπαλλάξαντες ἐπ’ ἀμφοτέροισι τάνυσσαν 13.360 ἄρρηκτόν τ’ ἄλυτόν τε, τὸ πολλῶν γούνατ’ ἔλυσεν. 13.361 ἔνθα μεσαιπόλιός περ ἐὼν Δαναοῖσι κελεύσας 13.362 Ἰδομενεὺς Τρώεσσι μετάλμενος ἐν φόβον ὦρσε. 13.363 πέφνε γὰρ Ὀθρυονῆα Καβησόθεν ἔνδον ἐόντα, 13.364 ὅς ῥα νέον πολέμοιο μετὰ κλέος εἰληλούθει, 13.365 ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην 13.366 Κασσάνδρην ἀνάεδνον, ὑπέσχετο δὲ μέγα ἔργον, 13.367 ἐκ Τροίης ἀέκοντας ἀπωσέμεν υἷας Ἀχαιῶν. 13.368 τῷ δ’ ὁ γέρων Πρίαμος ὑπό τ’ ἔσχετο καὶ κατένευσε 13.369 δωσέμεναι: ὃ δὲ μάρναθ’ ὑποσχεσίῃσι πιθήσας. 13.370 Ἰδομενεὺς δ’ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ, 13.371 καὶ βάλεν ὕψι βιβάντα τυχών: οὐδ’ ἤρκεσε θώρηξ 13.372 χάλκεος, ὃν φορέεσκε, μέσῃ δ’ ἐν γαστέρι πῆξε. 13.373 δούπησεν δὲ πεσών: ὃ δ’ ἐπεύξατο φώνησέν τε: 13.374 Ὀθρυονεῦ περὶ δή σε βροτῶν αἰνίζομ’ ἁπάντων 13.375 εἰ ἐτεὸν δὴ πάντα τελευτήσεις ὅσ’ ὑπέστης 13.376 Δαρδανίδῃ Πριάμῳ: ὃ δ’ ὑπέσχετο θυγατέρα ἥν. 13.377 καί κέ τοι ἡμεῖς ταῦτά γ’ ὑποσχόμενοι τελέσαιμεν, 13.378 δοῖμεν δ’ Ἀτρεΐδαο θυγατρῶν εἶδος ἀρίστην 13.379 Ἄργεος ἐξαγαγόντες ὀπυιέμεν, εἴ κε σὺν ἄμμιν 13.380 Ἰλίου ἐκπέρσῃς εὖ ναιόμενον πτολίεθρον. 13.381 ἀλλ’ ἕπε’, ὄφρ’ ἐπὶ νηυσὶ συνώμεθα ποντοπόροισιν 13.382 ἀμφὶ γάμῳ, ἐπεὶ οὔ τοι ἐεδνωταὶ κακοί εἰμεν. 13.383 ὣς εἰπὼν ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην 13.384 ἥρως Ἰδομενεύς: τῷ δ’ Ἄσιος ἦλθ’ ἐπαμύντωρ 13.385 πεζὸς πρόσθ’ ἵππων: τὼ δὲ πνείοντε κατ’ ὤμων 13.386 αἰὲν ἔχ’ ἡνίοχος θεράπων: ὃ δὲ ἵετο θυμῷ 13.387 Ἰδομενῆα βαλεῖν: ὃ δέ μιν φθάμενος βάλε δουρὶ 13.388 λαιμὸν ὑπ’ ἀνθερεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν. 13.389 ἤριπε δ’ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς 13.390 ἠὲ πίτυς βλωθρή, τήν τ’ οὔρεσι τέκτονες ἄνδρες 13.391 ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι: 13.392 ὣς ὃ πρόσθ’ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς 13.393 βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης. 13.394 ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας ἃς πάρος εἶχεν, 13.395 οὐδ’ ὅ γ’ ἐτόλμησεν δηΐων ὑπὸ χεῖρας ἀλύξας 13.396 ἂψ ἵππους στρέψαι, τὸν δ’ Ἀντίλοχος μενεχάρμης 13.397 δουρὶ μέσον περόνησε τυχών: οὐδ’ ἤρκεσε θώρηξ 13.398 χάλκεος ὃν φορέεσκε, μέσῃ δ’ ἐν γαστέρι πῆξεν. 13.399 αὐτὰρ ὃ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου, 13.400 ἵππους δ’ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς 13.401 ἐξέλασε Τρώων μετ’ ἐϋκνήμιδας Ἀχαιούς. 13.402 Δηΐφοβος δὲ μάλα σχεδὸν ἤλυθεν Ἰδομενῆος 13.403 Ἀσίου ἀχνύμενος, καὶ ἀκόντισε δουρὶ φαεινῷ. 13.404 ἀλλ’ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος 13.405 Ἰδομενεύς: κρύφθη γὰρ ὑπ’ ἀσπίδι πάντοσ’ ἐΐσῃ, 13.406 τὴν ἄρ’ ὅ γε ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ 13.407 δινωτὴν φορέεσκε, δύω κανόνεσσ’ ἀραρυῖαν: 13.408 τῇ ὕπο πᾶς ἐάλη, τὸ δ’ ὑπέρπτατο χάλκεον ἔγχος, 13.409 καρφαλέον δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν 13.410 ἔγχεος: οὐδ’ ἅλιόν ῥα βαρείης χειρὸς ἀφῆκεν, 13.411 ἀλλ’ ἔβαλ’ Ἱππασίδην Ὑψήνορα ποιμένα λαῶν 13.412 ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δ’ ὑπὸ γούνατ’ ἔλυσε. 13.413 Δηΐφοβος δ’ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας: 13.414 οὐ μὰν αὖτ’ ἄτιτος κεῖτ’ Ἄσιος, ἀλλά ἕ φημι 13.415 εἰς Ἄϊδός περ ἰόντα πυλάρταο κρατεροῖο 13.416 γηθήσειν κατὰ θυμόν, ἐπεί ῥά οἱ ὤπασα πομπόν. 13.417 ὣς ἔφατ’, Ἀργείοισι δ’ ἄχος γένετ’ εὐξαμένοιο, 13.418 Ἀντιλόχῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν: 13.419 ἀλλ’ οὐδ’ ἀχνύμενός περ ἑοῦ ἀμέλησεν ἑταίρου, 13.420 ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε. 13.421 τὸν μὲν ἔπειθ’ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι 13.422 Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ, 13.423 νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα. 13.424 Ἰδομενεὺς δ’ οὐ λῆγε μένος μέγα, ἵετο δ’ αἰεὶ 13.425 ἠέ τινα Τρώων ἐρεβεννῇ νυκτὶ καλύψαι 13.426 ἢ αὐτὸς δουπῆσαι ἀμύνων λοιγὸν Ἀχαιοῖς. 13.427 ἔνθ’ Αἰσυήταο διοτρεφέος φίλον υἱὸν 13.428 ἥρω’ Ἀλκάθοον, γαμβρὸς δ’ ἦν Ἀγχίσαο, 13.429 πρεσβυτάτην δ’ ὤπυιε θυγατρῶν Ἱπποδάμειαν 13.430 τὴν περὶ κῆρι φίλησε πατὴρ καὶ πότνια μήτηρ 13.431 ἐν μεγάρῳ: πᾶσαν γὰρ ὁμηλικίην ἐκέκαστο 13.432 κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσί: τοὔνεκα καί μιν 13.433 γῆμεν ἀνὴρ ὤριστος ἐνὶ Τροίῃ εὐρείῃ: 13.434 τὸν τόθ’ ὑπ’ Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσε 13.435 θέλξας ὄσσε φαεινά, πέδησε δὲ φαίδιμα γυῖα: 13.436 οὔτε γὰρ ἐξοπίσω φυγέειν δύνατ’ οὔτ’ ἀλέασθαι, 13.437 ἀλλ’ ὥς τε στήλην ἢ δένδρεον ὑψιπέτηλον 13.438 ἀτρέμας ἑσταότα στῆθος μέσον οὔτασε δουρὶ 13.439 ἥρως Ἰδομενεύς, ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα 13.440 χάλκεον, ὅς οἱ πρόσθεν ἀπὸ χροὸς ἤρκει ὄλεθρον: 13.441 δὴ τότε γ’ αὖον ἄϋσεν ἐρεικόμενος περὶ δουρί. 13.442 δούπησεν δὲ πεσών, δόρυ δ’ ἐν κραδίῃ ἐπεπήγει, 13.443 ἥ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιζεν 13.444 ἔγχεος: ἔνθα δ’ ἔπειτ’ ἀφίει μένος ὄβριμος Ἄρης: 13.445 Ἰδομενεὺς δ’ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας 13.446 Δηΐφοβ’ ἦ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι 13.447 τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι; ἐπεὶ σύ περ εὔχεαι οὕτω. 13.448 δαιμόνι’ ἀλλὰ καὶ αὐτὸς ἐναντίον ἵστασ’ ἐμεῖο, 13.449 ὄφρα ἴδῃ οἷος Ζηνὸς γόνος ἐνθάδ’ ἱκάνω, 13.450 ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον: 13.451 Μίνως δ’ αὖ τέκεθ’ υἱὸν ἀμύμονα Δευκαλίωνα, 13.452 Δευκαλίων δ’ ἐμὲ τίκτε πολέσσ’ ἄνδρεσσιν ἄνακτα 13.453 Κρήτῃ ἐν εὐρείῃ: νῦν δ’ ἐνθάδε νῆες ἔνεικαν 13.454 σοί τε κακὸν καὶ πατρὶ καὶ ἄλλοισι Τρώεσσιν. 13.455 ὣς φάτο, Δηΐφοβος δὲ διάνδιχα μερμήριξεν 13.456 ἤ τινά που Τρώων ἑταρίσσαιτο μεγαθύμων 13.457 ἂψ ἀναχωρήσας, ἦ πειρήσαιτο καὶ οἶος. 13.458 ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι 13.459 βῆναι ἐπ’ Αἰνείαν: τὸν δ’ ὕστατον εὗρεν ὁμίλου 13.460 ἑσταότ’: αἰεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ 13.461 οὕνεκ’ ἄρ’ ἐσθλὸν ἐόντα μετ’ ἀνδράσιν οὔ τι τίεσκεν. 13.462 ἀγχοῦ δ’ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα: 13.463 Αἰνεία Τρώων βουληφόρε νῦν σε μάλα χρὴ 13.464 γαμβρῷ ἀμυνέμεναι, εἴ πέρ τί σε κῆδος ἱκάνει. 13.465 ἀλλ’ ἕπευ Ἀλκαθόῳ ἐπαμύνομεν, ὅς σε πάρος γε 13.466 γαμβρὸς ἐὼν ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα: 13.467 τὸν δέ τοι Ἰδομενεὺς δουρικλυτὸς ἐξενάριξεν. 13.468 ὣς φάτο, τῷ δ’ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε, 13.469 βῆ δὲ μετ’ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς. 13.470 ἀλλ’ οὐκ Ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς, 13.471 ἀλλ’ ἔμεν’ ὡς ὅτε τις σῦς οὔρεσιν ἀλκὶ πεποιθώς, 13.472 ὅς τε μένει κολοσυρτὸν ἐπερχόμενον πολὺν ἀνδρῶν 13.473 χώρῳ ἐν οἰοπόλῳ, φρίσσει δέ τε νῶτον ὕπερθεν: 13.474 ὀφθαλμὼ δ’ ἄρα οἱ πυρὶ λάμπετον: αὐτὰρ ὀδόντας 13.475 θήγει, ἀλέξασθαι μεμαὼς κύνας ἠδὲ καὶ ἄνδρας: 13.476 ὣς μένεν Ἰδομενεὺς δουρικλυτός, οὐδ’ ὑπεχώρει, 13.477 Αἰνείαν ἐπιόντα βοηθόον: αὖε δ’ ἑταίρους 13.478 Ἀσκάλαφόν τ’ ἐσορῶν Ἀφαρῆά τε Δηΐπυρόν τε 13.479 Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς: 13.480 τοὺς ὅ γ’ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα: 13.481 δεῦτε φίλοι, καί μ’ οἴῳ ἀμύνετε: δείδια δ’ αἰνῶς 13.482 Αἰνείαν ἐπιόντα πόδας ταχύν, ὅς μοι ἔπεισιν, 13.483 ὃς μάλα καρτερός ἐστι μάχῃ ἔνι φῶτας ἐναίρειν: 13.484 καὶ δ’ ἔχει ἥβης ἄνθος, ὅ τε κράτος ἐστὶ μέγιστον. 13.485 εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα τῷδ’ ἐπὶ θυμῷ 13.486 αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος, ἠὲ φεροίμην. 13.487 ὣς ἔφαθ’, οἳ δ’ ἄρα πάντες ἕνα φρεσὶ θυμὸν ἔχοντες 13.488 πλησίοι ἔστησαν, σάκε’ ὤμοισι κλίναντες. 13.489 Αἰνείας δ’ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισι 13.490 Δηΐφοβόν τε Πάριν τ’ ἐσορῶν καὶ Ἀγήνορα δῖον, 13.491 οἵ οἱ ἅμ’ ἡγεμόνες Τρώων ἔσαν: αὐτὰρ ἔπειτα 13.492 λαοὶ ἕπονθ’, ὡς εἴ τε μετὰ κτίλον ἕσπετο μῆλα 13.493 πιόμεν’ ἐκ βοτάνης: γάνυται δ’ ἄρα τε φρένα ποιμήν: 13.494 ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει 13.495 ὡς ἴδε λαῶν ἔθνος ἐπισπόμενον ἑοῖ αὐτῷ. 13.496 οἳ δ’ ἀμφ’ Ἀλκαθόῳ αὐτοσχεδὸν ὁρμήθησαν 13.497 μακροῖσι ξυστοῖσι: περὶ στήθεσσι δὲ χαλκὸς 13.498 σμερδαλέον κονάβιζε τιτυσκομένων καθ’ ὅμιλον 13.499 ἀλλήλων: δύο δ’ ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλων 13.500 Αἰνείας τε καὶ Ἰδομενεὺς ἀτάλαντοι Ἄρηϊ 13.501 ἵεντ’ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ. 13.502 Αἰνείας δὲ πρῶτος ἀκόντισεν Ἰδομενῆος: 13.503 ἀλλ’ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος, 13.504 αἰχμὴ δ’ Αἰνείαο κραδαινομένη κατὰ γαίης 13.505 ᾤχετ’, ἐπεί ῥ’ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν. 13.506 Ἰδομενεὺς δ’ ἄρα Οἰνόμαον βάλε γαστέρα μέσσην, 13.507 ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δ’ ἔντερα χαλκὸς 13.508 ἤφυσ’: ὃ δ’ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. 13.509 Ἰδομενεὺς δ’ ἐκ μὲν νέκυος δολιχόσκιον ἔγχος 13.510 ἐσπάσατ’, οὐδ’ ἄρ’ ἔτ’ ἄλλα δυνήσατο τεύχεα καλὰ 13.511 ὤμοιιν ἀφελέσθαι: ἐπείγετο γὰρ βελέεσσιν. 13.512 οὐ γὰρ ἔτ’ ἔμπεδα γυῖα ποδῶν ἦν ὁρμηθέντι, 13.513 οὔτ’ ἄρ’ ἐπαΐξαι μεθ’ ἑὸν: βέλος οὔτ’ ἀλέασθαι. 13.514 τώ ῥα καὶ ἐν σταδίῃ μὲν ἀμύνετο νηλεὲς ἦμαρ, 13.515 τρέσσαι δ’ οὐκ ἔτι ῥίμφα πόδες φέρον ἐκ πολέμοιο. 13.516 τοῦ δὲ βάδην ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ 13.517 Δηΐφοβος: δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί. 13.518 ἀλλ’ ὅ γε καὶ τόθ’ ἅμαρτεν, ὃ δ’ Ἀσκάλαφον βάλε δουρὶ 13.519 υἱὸν Ἐνυαλίοιο: δι’ ὤμου δ’ ὄβριμον ἔγχος 13.520 ἔσχεν: ὃ δ’ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. 13.521 οὐδ’ ἄρα πώ τι πέπυστο βριήπυος ὄβριμος Ἄρης 13.522 υἷος ἑοῖο πεσόντος ἐνὶ κρατερῇ ὑσμίνῃ, 13.523 ἀλλ’ ὅ γ’ ἄρ’ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν 13.524 ἧστο Διὸς βουλῇσιν ἐελμένος, ἔνθά περ ἄλλοι 13.525 ἀθάνατοι θεοὶ ἦσαν ἐεργόμενοι πολέμοιο. 13.526 οἳ δ’ ἀμφ’ Ἀσκαλάφῳ αὐτοσχεδὸν ὁρμήθησαν: 13.527 Δηΐφοβος μὲν ἀπ’ Ἀσκαλάφου πήληκα φαεινὴν 13.528 ἥρπασε, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ 13.529 δουρὶ βραχίονα τύψεν ἐπάλμενος, ἐκ δ’ ἄρα χειρὸς 13.530 αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα. 13.531 Μηριόνης δ’ ἐξ αὖτις ἐπάλμενος αἰγυπιὸς ὣς 13.532 ἐξέρυσε πρυμνοῖο βραχίονος ὄβριμον ἔγχος, 13.533 ἂψ δ’ ἑτάρων εἰς ἔθνος ἐχάζετο. τὸν δὲ Πολίτης 13.534 αὐτοκασίγνητος περὶ μέσσῳ χεῖρε τιτήνας 13.535 ἐξῆγεν πολέμοιο δυσηχέος, ὄφρ’ ἵκεθ’ ἵππους 13.536 ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο 13.537 ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλ’ ἔχοντες: 13.538 οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα 13.539 τειρόμενον: κατὰ δ’ αἷμα νεουτάτου ἔρρεε χειρός. 13.540 οἳ δ’ ἄλλοι μάρναντο, βοὴ δ’ ἄσβεστος ὀρώρει. 13.541 ἔνθ’ Αἰνέας Ἀφαρῆα Καλητορίδην ἐπορούσας 13.542 λαιμὸν τύψ’ ἐπὶ οἷ τετραμμένον ὀξέϊ δουρί: 13.543 ἐκλίνθη δ’ ἑτέρωσε κάρη, ἐπὶ δ’ ἀσπὶς ἑάφθη 13.544 καὶ κόρυς, ἀμφὶ δέ οἱ θάνατος χύτο θυμοραϊστής. 13.545 Ἀντίλοχος δὲ Θόωνα μεταστρεφθέντα δοκεύσας 13.546 οὔτασ’ ἐπαΐξας, ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν, 13.547 ἥ τ’ ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχέν’ ἱκάνει: 13.548 τὴν ἀπὸ πᾶσαν ἔκερσεν: ὃ δ’ ὕπτιος ἐν κονίῃσι 13.549 κάππεσεν, ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας. 13.550 Ἀντίλοχος δ’ ἐπόρουσε, καὶ αἴνυτο τεύχε’ ἀπ’ ὤμων 13.551 παπταίνων: Τρῶες δὲ περισταδὸν ἄλλοθεν ἄλλος 13.552 οὔταζον σάκος εὐρὺ παναίολον, οὐδὲ δύναντο 13.553 εἴσω ἐπιγράψαι τέρενα χρόα νηλέϊ χαλκῷ 13.554 Ἀντιλόχου: πέρι γάρ ῥα Ποσειδάων ἐνοσίχθων 13.555 Νέστορος υἱὸν ἔρυτο καὶ ἐν πολλοῖσι βέλεσσιν. 13.556 οὐ μὲν γάρ ποτ’ ἄνευ δηΐων ἦν, ἀλλὰ κατ’ αὐτοὺς 13.557 στρωφᾶτ’: οὐδέ οἱ ἔγχος ἔχ’ ἀτρέμας, ἀλλὰ μάλ’ αἰεὶ 13.558 σειόμενον ἐλέλικτο: τιτύσκετο δὲ φρεσὶν ᾗσιν 13.559 ἤ τευ ἀκοντίσσαι, ἠὲ σχεδὸν ὁρμηθῆναι. 13.560 ἀλλ’ οὐ λῆθ’ Ἀδάμαντα τιτυσκόμενος καθ’ ὅμιλον 13.561 Ἀσιάδην, ὅ οἱ οὖτα μέσον σάκος ὀξέϊ χαλκῷ 13.562 ἐγγύθεν ὁρμηθείς: ἀμενήνωσεν δέ οἱ αἰχμὴν 13.563 κυανοχαῖτα Ποσειδάων βιότοιο μεγήρας. 13.564 καὶ τὸ μὲν αὐτοῦ μεῖν’ ὥς τε σκῶλος πυρίκαυστος 13.565 ἐν σάκει Ἀντιλόχοιο, τὸ δ’ ἥμισυ κεῖτ’ ἐπὶ γαίης: 13.566 ἂψ δ’ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ ἀλεείνων: 13.567 Μηριόνης δ’ ἀπιόντα μετασπόμενος βάλε δουρὶ 13.568 αἰδοίων τε μεσηγὺ καὶ ὀμφαλοῦ, ἔνθα μάλιστα 13.569 γίγνετ’ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν. 13.570 ἔνθά οἱ ἔγχος ἔπηξεν: ὃ δ’ ἑσπόμενος περὶ δουρὶ 13.571 ἤσπαιρ’ ὡς ὅτε βοῦς τόν τ’ οὔρεσι βουκόλοι ἄνδρες 13.572 ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν: 13.573 ὣς ὃ τυπεὶς ἤσπαιρε μίνυνθά περ, οὔ τι μάλα δήν, 13.574 ὄφρά οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατ’ ἐγγύθεν ἐλθὼν 13.575 ἥρως Μηριόνης: τὸν δὲ σκότος ὄσσε κάλυψε. 13.576 Δηΐπυρον δ’ Ἕλενος ξίφεϊ σχεδὸν ἤλασε κόρσην 13.577 Θρηϊκίῳ μεγάλῳ, ἀπὸ δὲ τρυφάλειαν ἄραξεν. 13.578 ἣ μὲν ἀποπλαγχθεῖσα χαμαὶ πέσε, καί τις Ἀχαιῶν 13.579 μαρναμένων μετὰ ποσσὶ κυλινδομένην ἐκόμισσε: 13.580 τὸν δὲ κατ’ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν. 13.581 Ἀτρεΐδην δ’ ἄχος εἷλε βοὴν ἀγαθὸν Μενέλαον: 13.582 βῆ δ’ ἐπαπειλήσας Ἑλένῳ ἥρωϊ ἄνακτι 13.583 ὀξὺ δόρυ κραδάων: ὃ δὲ τόξου πῆχυν ἄνελκε. 13.584 τὼ δ’ ἄρ’ ὁμαρτήδην ὃ μὲν ἔγχεϊ ὀξυόεντι 13.585 ἵετ’ ἀκοντίσσαι, ὃ δ’ ἀπὸ νευρῆφιν ὀϊστῷ. 13.586 Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος βάλεν ἰῷ 13.587 θώρηκος γύαλον, ἀπὸ δ’ ἔπτατο πικρὸς ὀϊστός. 13.588 ὡς δ’ ὅτ’ ἀπὸ πλατέος πτυόφιν μεγάλην κατ’ ἀλωὴν 13.589 θρῴσκωσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοι 13.590 πνοιῇ ὕπο λιγυρῇ καὶ λικμητῆρος ἐρωῇ, 13.591 ὣς ἀπὸ θώρηκος Μενελάου κυδαλίμοιο 13.592 πολλὸν ἀποπλαγχθεὶς ἑκὰς ἔπτατο πικρὸς ὀϊστός. 13.593 Ἀτρεΐδης δ’ ἄρα χεῖρα βοὴν ἀγαθὸς Μενέλαος 13.594 τὴν βάλεν ᾗ ῥ’ ἔχε τόξον ἐΰξοον: ἐν δ’ ἄρα τόξῳ 13.595 ἀντικρὺ διὰ χειρὸς ἐλήλατο χάλκεον ἔγχος. 13.596 ἂψ δ’ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ ἀλεείνων 13.597 χεῖρα παρακρεμάσας: τὸ δ’ ἐφέλκετο μείλινον ἔγχος. 13.598 καὶ τὸ μὲν ἐκ χειρὸς ἔρυσεν μεγάθυμος Ἀγήνωρ, 13.599 αὐτὴν δὲ ξυνέδησεν ἐϋστρεφεῖ οἰὸς ἀώτῳ 13.600 σφενδόνῃ, ἣν ἄρα οἱ θεράπων ἔχε ποιμένι λαῶν. 13.601 Πείσανδρος δ’ ἰθὺς Μενελάου κυδαλίμοιο 13.602 ἤϊε: τὸν δ’ ἄγε μοῖρα κακὴ θανάτοιο τέλος δὲ 13.603 σοὶ Μενέλαε δαμῆναι ἐν αἰνῇ δηϊοτῆτι. 13.604 οἳ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες 13.605 Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετ’ ἔγχος, 13.606 Πείσανδρος δὲ σάκος Μενελάου κυδαλίμοιο 13.607 οὔτασεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι: 13.608 ἔσχεθε γὰρ σάκος εὐρύ, κατεκλάσθη δ’ ἐνὶ καυλῷ 13.609 ἔγχος: ὃ δὲ φρεσὶν ᾗσι χάρη καὶ ἐέλπετο νίκην. 13.610 Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον 13.611 ἆλτ’ ἐπὶ Πεισάνδρῳ: ὃ δ’ ὑπ’ ἀσπίδος εἵλετο καλὴν 13.612 ἀξίνην εὔχαλκον ἐλαΐνῳ ἀμφὶ πελέκκῳ 13.613 μακρῷ ἐϋξέστῳ: ἅμα δ’ ἀλλήλων ἐφίκοντο. 13.614 ἤτοι ὃ μὲν κόρυθος φάλον ἤλασεν ἱπποδασείης 13.615 ἄκρον ὑπὸ λόφον αὐτόν, ὃ δὲ προσιόντα μέτωπον 13.616 ῥινὸς ὕπερ πυμάτης: λάκε δ’ ὀστέα, τὼ δέ οἱ ὄσσε 13.617 πὰρ ποσὶν αἱματόεντα χαμαὶ πέσον ἐν κονίῃσιν, 13.618 ἰδνώθη δὲ πεσών: ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων 13.619 τεύχεά τ’ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα: 13.620 λείψετέ θην οὕτω γε νέας Δαναῶν ταχυπώλων 13.621 Τρῶες ὑπερφίαλοι δεινῆς ἀκόρητοι ἀϋτῆς, 13.622 ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς 13.623 ἣν ἐμὲ λωβήσασθε κακαὶ κύνες, οὐδέ τι θυμῷ 13.624 Ζηνὸς ἐριβρεμέτεω χαλεπὴν ἐδείσατε μῆνιν 13.625 ξεινίου, ὅς τέ ποτ’ ὔμμι διαφθέρσει πόλιν αἰπήν: 13.626 οἵ μευ κουριδίην ἄλοχον καὶ κτήματα πολλὰ 13.627 μὰψ οἴχεσθ’ ἀνάγοντες, ἐπεὶ φιλέεσθε παρ’ αὐτῇ: 13.628 νῦν αὖτ’ ἐν νηυσὶν μενεαίνετε ποντοπόροισι 13.629 πῦρ ὀλοὸν βαλέειν, κτεῖναι δ’ ἥρωας Ἀχαιούς. 13.630 ἀλλά ποθι σχήσεσθε καὶ ἐσσύμενοί περ Ἄρηος. 13.631 Ζεῦ πάτερ ἦ τέ σέ φασι περὶ φρένας ἔμμεναι ἄλλων 13.632 ἀνδρῶν ἠδὲ θεῶν: σέο δ’ ἐκ τάδε πάντα πέλονται: 13.633 οἷον δὴ ἄνδρεσσι χαρίζεαι ὑβριστῇσι 13.634 Τρωσίν, τῶν μένος αἰὲν ἀτάσθαλον, οὐδὲ δύνανται 13.635 φυλόπιδος κορέσασθαι ὁμοιΐου πτολέμοιο. 13.636 πάντων μὲν κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητος 13.637 μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο, 13.638 τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἷναι 13.639 ἢ πολέμου: Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν. 13.640 ὣς εἰπὼν τὰ μὲν ἔντε’ ἀπὸ χροὸς αἱματόεντα 13.641 συλήσας ἑτάροισι δίδου Μενέλαος ἀμύμων, 13.642 αὐτὸς δ’ αὖτ’ ἐξ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη. 13.643 ἔνθά οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος βασιλῆος 13.644 Ἁρπαλίων, ὅ ῥα πατρὶ φίλῳ ἕπετο πτολεμίξων 13.645 ἐς τροίην, οὐδ’ αὖτις ἀφίκετο πατρίδα γαῖαν: 13.646 ὅς ῥα τότ’ Ἀτρεΐδαο μέσον σάκος οὔτασε δουρὶ 13.647 ἐγγύθεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι 13.648 ἂψ δ’ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ ἀλεείνων 13.649 πάντοσε παπταίνων μή τις χρόα χαλκῷ ἐπαύρῃ. 13.650 Μηριόνης δ’ ἀπιόντος ἵει χαλκήρε’ ὀϊστόν, 13.651 καί ῥ’ ἔβαλε γλουτὸν κάτα δεξιόν: αὐτὰρ ὀϊστὸς 13.652 ἀντικρὺ κατὰ κύστιν ὑπ’ ὀστέον ἐξεπέρησεν. 13.653 ἑζόμενος δὲ κατ’ αὖθι φίλων ἐν χερσὶν ἑταίρων 13.654 θυμὸν ἀποπνείων, ὥς τε σκώληξ ἐπὶ γαίῃ 13.655 κεῖτο ταθείς: ἐκ δ’ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν. 13.656 τὸν μὲν Παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο, 13.657 ἐς δίφρον δ’ ἀνέσαντες ἄγον προτὶ Ἴλιον ἱρὴν 13.658 ἀχνύμενοι: μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων, 13.659 ποινὴ δ’ οὔ τις παιδὸς ἐγίγνετο τεθνηῶτος. 13.660 τοῦ δὲ Πάρις μάλα θυμὸν ἀποκταμένοιο χολώθη: 13.661 ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσι: 13.662 τοῦ ὅ γε χωόμενος προΐει χαλκήρε’ ὀϊστόν. 13.663 ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱὸς 13.664 ἀφνειός τ’ ἀγαθός τε Κορινθόθι οἰκία ναίων, 13.665 ὅς ῥ’ εὖ εἰδὼς κῆρ’ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε: 13.666 πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος 13.667 νούσῳ ὑπ’ ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν, 13.668 ἢ μετ’ Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι: 13.669 τώ ῥ’ ἅμα τ’ ἀργαλέην θωὴν ἀλέεινεν Ἀχαιῶν 13.670 νοῦσόν τε στυγερήν, ἵνα μὴ πάθοι ἄλγεα θυμῷ. 13.671 τὸν βάλ’ ὑπὸ γναθμοῖο. καὶ οὔατος: ὦκα δὲ θυμὸς 13.672 ᾤχετ’ ἀπὸ μελέων, στυγερὸς δ’ ἄρα μιν σκότος εἷλεν. 13.673 ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο: 13.674 Ἕκτωρ δ’ οὐκ ἐπέπυστο Διῒ φίλος, οὐδέ τι ᾔδη 13.675 ὅττί ῥά οἱ νηῶν ἐπ’ ἀριστερὰ δηϊόωντο 13.676 λαοὶ ὑπ’ Ἀργείων. τάχα δ’ ἂν καὶ κῦδος Ἀχαιῶν 13.677 ἔπλετο: τοῖος γὰρ γαιήοχος ἐννοσίγαιος 13.678 ὄτρυν’ Ἀργείους, πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν: 13.679 ἀλλ’ ἔχεν ᾗ τὰ πρῶτα πύλας καὶ τεῖχος ἐσᾶλτο 13.680 ῥηξάμενος Δαναῶν πυκινὰς στίχας ἀσπιστάων, 13.681 ἔνθ’ ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου 13.682 θῖν’ ἔφ’ ἁλὸς πολιῆς εἰρυμέναι: αὐτὰρ ὕπερθε 13.683 τεῖχος ἐδέδμητο χθαμαλώτατον, ἔνθα μάλιστα 13.684 ζαχρηεῖς γίγνοντο μάχῃ αὐτοί τε καὶ ἵπποι. 13.685 ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες 13.686 Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοὶ 13.687 σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον, οὐδὲ δύναντο 13.688 ὦσαι ἀπὸ σφείων φλογὶ εἴκελον Ἕκτορα δῖον 13.689 οἳ μὲν Ἀθηναίων προλελεγμένοι: ἐν δ’ ἄρα τοῖσιν 13.690 ἦρχ’ υἱὸς Πετεῶο Μενεσθεύς, οἳ δ’ ἅμ’ ἕποντο 13.691 Φείδας τε Στιχίος τε Βίας τ’ ἐΰς: αὐτὰρ Ἐπειῶν 13.692 Φυλεΐδης τε Μέγης Ἀμφίων τε Δρακίος τε, 13.693 πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης. 13.694 ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο 13.695 ἔσκε Μέδων Αἴαντος ἀδελφεός: αὐτὰρ ἔναιεν 13.696 ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς 13.697 γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχ’ Ὀϊλεύς: 13.698 αὐτὰρ ὃ Ἰφίκλοιο πάϊς τοῦ Φυλακίδαο. 13.699 οἳ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες 13.700 ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο: 13.701 Αἴας δ’ οὐκέτι πάμπαν Ὀϊλῆος ταχὺς υἱὸς 13.702 ἵστατ’ ἀπ’ Αἴαντος Τελαμωνίου οὐδ’ ἠβαιόν, 13.703 ἀλλ’ ὥς τ’ ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον 13.704 ἶσον θυμὸν ἔχοντε τιταίνετον: ἀμφὶ δ’ ἄρά σφι 13.705 πρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς: 13.706 τὼ μέν τε ζυγὸν οἶον ἐΰξοον ἀμφὶς ἐέργει 13.707 ἱεμένω κατὰ ὦλκα: τέμει δέ τε τέλσον ἀρούρης: 13.708 ὣς τὼ παρβεβαῶτε μάλ’ ἕστασαν ἀλλήλοιιν. 13.709 ἀλλ’ ἤτοι Τελαμωνιάδῃ πολλοί τε καὶ ἐσθλοὶ 13.710 λαοὶ ἕπονθ’ ἕταροι, οἵ οἱ σάκος ἐξεδέχοντο 13.711 ὁππότε μιν κάματός τε καὶ ἱδρὼς γούναθ’ ἵκοιτο. 13.712 οὐδ’ ἄρ’ Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο: 13.713 οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ: 13.714 οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ἱπποδασείας, 13.715 οὐδ’ ἔχον ἀσπίδας εὐκύκλους καὶ μείλινα δοῦρα, 13.716 ἀλλ’ ἄρα τόξοισιν καὶ ἐϋστρεφεῖ οἶος ἀώτῳ 13.717 Ἴλιον εἰς ἅμ’ ἕποντο πεποιθότες, οἷσιν ἔπειτα 13.718 ταρφέα βάλλοντες Τρώων ῥήγνυντο φάλαγγας: 13.719 δή ῥα τόθ’ οἳ μὲν πρόσθε σὺν ἔντεσι δαιδαλέοισι 13.720 μάρναντο Τρωσίν τε καὶ Ἕκτορι χαλκοκορυστῇ, 13.721 οἳ δ’ ὄπιθεν βάλλοντες ἐλάνθανον: οὐδέ τι χάρμης 13.722 Τρῶες μιμνήσκοντο: συνεκλόνεον γὰρ ὀϊστοί. 13.723 ἔνθά κε λευγαλέως νηῶν ἄπο καὶ κλισιάων 13.724 Τρῶες ἐχώρησαν προτὶ Ἴλιον ἠνεμόεσσαν, 13.725 εἰ μὴ Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς: 13.726 Ἕκτορ ἀμήχανός ἐσσι παραρρητοῖσι πιθέσθαι. 13.727 οὕνεκά τοι περὶ δῶκε θεὸς πολεμήϊα ἔργα 13.728 τοὔνεκα καὶ βουλῇ ἐθέλεις περιίδμεναι ἄλλων: 13.729 ἀλλ’ οὔ πως ἅμα πάντα δυνήσεαι αὐτὸς ἑλέσθαι. 13.730 ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα, 13.731 ἄλλῳ δ’ ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν, 13.732 ἄλλῳ δ’ ἐν στήθεσσι τιθεῖ νόον εὐρύοπα Ζεὺς 13.733 ἐσθλόν, τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντ’ ἄνθρωποι, 13.734 καί τε πολέας ἐσάωσε, μάλιστα δὲ καὐτὸς ἀνέγνω. 13.735 αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα: 13.736 πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε: 13.737 Τρῶες δὲ μεγάθυμοι ἐπεὶ κατὰ τεῖχος ἔβησαν 13.738 οἳ μὲν ἀφεστᾶσιν σὺν τεύχεσιν, οἳ δὲ μάχονται 13.739 παυρότεροι πλεόνεσσι κεδασθέντες κατὰ νῆας. 13.740 ἀλλ’ ἀναχασσάμενος κάλει ἐνθάδε πάντας ἀρίστους: 13.741 ἔνθεν δ’ ἂν μάλα πᾶσαν ἐπιφρασσαίμεθα βουλὴν 13.742 ἤ κεν ἐνὶ νήεσσι πολυκλήϊσι πέσωμεν 13.743 αἴ κ’ ἐθέλῃσι θεὸς δόμεναι κράτος, ἦ κεν ἔπειτα 13.744 πὰρ νηῶν ἔλθωμεν ἀπήμονες. ἦ γὰρ ἔγωγε 13.745 δείδω μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοὶ 13.746 χρεῖος, ἐπεὶ παρὰ νηυσὶν ἀνὴρ ἆτος πολέμοιο 13.747 μίμνει, ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀΐω. 13.748 ὣς φάτο Πουλυδάμας, ἅδε δ’ Ἕκτορι μῦθος ἀπήμων, 13.749 αὐτίκα δ’ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε 13.750 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα: 13.751 Πουλυδάμα σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους, 13.752 αὐτὰρ ἐγὼ κεῖσ’ εἶμι καὶ ἀντιόω πολέμοιο: 13.753 αἶψα δ’ ἐλεύσομαι αὖτις ἐπὴν εὖ τοῖς ἐπιτείλω. 13.754 ἦ ῥα, καὶ ὁρμήθη ὄρεϊ νιφόεντι ἐοικὼς 13.755 κεκλήγων, διὰ δὲ Τρώων πέτετ’ ἠδ’ ἐπικούρων. 13.756 οἳ δ’ ἐς Πανθοΐδην ἀγαπήνορα Πουλυδάμαντα 13.757 πάντες ἐπεσσεύοντ’, ἐπεὶ Ἕκτορος ἔκλυον αὐδήν. 13.758 αὐτὰρ ὃ Δηΐφοβόν τε βίην θ’ Ἑλένοιο ἄνακτος 13.759 Ἀσιάδην τ’ Ἀδάμαντα καὶ Ἄσιον Ὑρτάκου υἱὸν 13.760 φοίτα ἀνὰ προμάχους διζήμενος, εἴ που ἐφεύροι. 13.761 τοὺς δ’ εὗρ’ οὐκέτι πάμπαν ἀπήμονας οὐδ’ ἀνολέθρους: 13.762 ἀλλ’ οἳ μὲν δὴ νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν 13.763 χερσὶν ὑπ’ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες, 13.764 οἳ δ’ ἐν τείχει ἔσαν βεβλημένοι οὐτάμενοί τε. 13.765 τὸν δὲ τάχ’ εὗρε μάχης ἐπ’ ἀριστερὰ δακρυοέσσης 13.766 δῖον Ἀλέξανδρον Ἑλένης πόσιν ἠϋκόμοιο 13.767 θαρσύνονθ’ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι, 13.768 ἀγχοῦ δ’ ἱστάμενος προσέφη αἰσχροῖς ἐπέεσσι: 13.769 Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ 13.770 ποῦ τοι Δηΐφοβός τε βίη θ’ Ἑλένοιο ἄνακτος 13.771 Ἀσιάδης τ’ Ἀδάμας ἠδ’ Ἄσιος Ὑρτάκου υἱός; 13.772 ποῦ δέ τοι Ὀθρυονεύς; νῦν ὤλετο πᾶσα κατ’ ἄκρης 13.773 Ἴλιος αἰπεινή: νῦν τοι σῶς αἰπὺς ὄλεθρος. 13.774 τὸν δ’ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής: 13.775 Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι, 13.776 ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο 13.777 μέλλω, ἐπεὶ οὐδ’ ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ: 13.778 ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων, 13.779 ἐκ τοῦ δ’ ἐνθάδ’ ἐόντες ὁμιλέομεν Δαναοῖσι 13.780 νωλεμέως: ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾷς. 13.781 οἴω Δηΐφοβός τε βίη θ’ Ἑλένοιο ἄνακτος 13.782 οἴχεσθον, μακρῇσι τετυμμένω ἐγχείῃσιν 13.783 ἀμφοτέρω κατὰ χεῖρα: φόνον δ’ ἤμυνε Κρονίων. 13.784 νῦν δ’ ἄρχ’ ὅππῃ σε κραδίη θυμός τε κελεύει: 13.785 ἡμεῖς δ’ ἐμμεμαῶτες ἅμ’ ἑψόμεθ’, οὐδέ τί φημι 13.786 ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστι. 13.787 πὰρ δύναμιν δ’ οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν. 13.788 ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως: 13.789 βὰν δ’ ἴμεν ἔνθα μάλιστα μάχη καὶ φύλοπις ἦεν 13.790 ἀμφί τε Κεβριόνην καὶ ἀμύμονα Πουλυδάμαντα 13.791 Φάλκην Ὀρθαῖόν τε καὶ ἀντίθεον Πολυφήτην 13.792 Πάλμύν τ’ Ἀσκάνιόν τε Μόρυν θ’ υἷ’ Ἱπποτίωνος, 13.793 οἵ ῥ’ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶ 13.794 ἠοῖ τῇ προτέρῃ: τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι. 13.795 οἳ δ’ ἴσαν ἀργαλέων ἀνέμων ἀτάλαντοι ἀέλλῃ, 13.796 ἥ ῥά θ’ ὑπὸ βροντῆς πατρὸς Διὸς εἶσι πέδον δέ, 13.797 θεσπεσίῳ δ’ ὁμάδῳ ἁλὶ μίσγεται, ἐν δέ τε πολλὰ 13.798 κύματα παφλάζοντα πολυφλοίσβοιο θαλάσσης 13.799 κυρτὰ φαληριόωντα, πρὸ μέν τ’ ἄλλ’, αὐτὰρ ἐπ’ ἄλλα: 13.800 ὣς Τρῶες πρὸ μὲν ἄλλοι ἀρηρότες, αὐτὰρ ἐπ’ ἄλλοι, 13.801 χαλκῷ μαρμαίροντες ἅμ’ ἡγεμόνεσσιν ἕποντο. 13.802 Ἕκτωρ δ’ ἡγεῖτο βροτολοιγῷ ἶσος Ἄρηϊ 13.803 Πριαμίδης: πρόσθεν δ’ ἔχεν ἀσπίδα πάντοσ’ ἐΐσην 13.804 ῥινοῖσιν πυκινήν, πολλὸς δ’ ἐπελήλατο χαλκός: 13.805 ἀμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ. 13.806 πάντῃ δ’ ἀμφὶ φάλαγγας ἐπειρᾶτο προποδίζων, 13.807 εἴ πώς οἱ εἴξειαν ὑπασπίδια προβιβῶντι: 13.808 ἀλλ’ οὐ σύγχει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν. 13.809 Αἴας δὲ πρῶτος προκαλέσσατο μακρὰ βιβάσθων: 13.810 δαιμόνιε σχεδὸν ἐλθέ: τί ἢ δειδίσσεαι αὔτως 13.811 Ἀργείους; οὔ τοί τι μάχης ἀδαήμονές εἰμεν, 13.812 ἀλλὰ Διὸς μάστιγι κακῇ ἐδάμημεν Ἀχαιοί. 13.813 ἦ θήν πού τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν 13.814 νῆας: ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν. 13.815 ἦ κε πολὺ φθαίη εὖ ναιομένη πόλις ὑμὴ 13.816 χερσὶν ὑφ’ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε. 13.817 σοὶ δ’ αὐτῷ φημὶ σχεδὸν ἔμμεναι ὁππότε φεύγων 13.818 ἀρήσῃ Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι 13.819 θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους, 13.820 οἵ σε πόλιν δ’ οἴσουσι κονίοντες πεδίοιο. 13.821 ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις 13.822 αἰετὸς ὑψιπέτης: ἐπὶ δ’ ἴαχε λαὸς Ἀχαιῶν 13.823 θάρσυνος οἰωνῷ: ὃ δ’ ἀμείβετο φαίδιμος Ἕκτωρ: 13.824 Αἶαν ἁμαρτοεπὲς βουγάϊε ποῖον ἔειπες: 13.825 εἰ γὰρ ἐγὼν οὕτω γε Διὸς πάϊς αἰγιόχοιο 13.826 εἴην ἤματα πάντα, τέκοι δέ με πότνια Ἥρη, 13.827 τιοίμην δ’ ὡς τίετ’ Ἀθηναίη καὶ Ἀπόλλων, 13.828 ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισι 13.829 πᾶσι μάλ’, ἐν δὲ σὺ τοῖσι πεφήσεαι, αἴ κε ταλάσσῃς 13.830 μεῖναι ἐμὸν δόρυ μακρόν, ὅ τοι χρόα λειριόεντα 13.831 δάψει: ἀτὰρ Τρώων κορέεις κύνας ἠδ’ οἰωνοὺς 13.832 δημῷ καὶ σάρκεσσι πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν. 13.833 ὣς ἄρα φωνήσας ἡγήσατο: τοὶ δ’ ἅμ’ ἕποντο 13.834 ἠχῇ θεσπεσίῃ, ἐπὶ δ’ ἴαχε λαὸς ὄπισθεν. 13.835 Ἀργεῖοι δ’ ἑτέρωθεν ἐπίαχον, οὐδὲ λάθοντο 13.836 ἀλκῆς, ἀλλ’ ἔμενον Τρώων ἐπιόντας ἀρίστους. 13.837 ἠχὴ δ’ ἀμφοτέρων ἵκετ’ αἰθέρα καὶ Διὸς αὐγάς. 14.001 Νέστορα δ’ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης, 14.002 ἀλλ’ Ἀσκληπιάδην ἔπεα πτερόεντα προσηύδα: 14.003 φράζεο δῖε Μαχᾶον ὅπως ἔσται τάδε ἔργα: 14.004 μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αἰζηῶν. 14.005 ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον 14.006 εἰς ὅ κε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἑκαμήδη 14.007 θερμήνῃ καὶ λούσῃ ἄπο βρότον αἱματόεντα: 14.008 αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν. 14.009 ὣς εἰπὼν σάκος εἷλε τετυγμένον υἷος ἑοῖο 14.010 κείμενον ἐν κλισίῃ Θρασυμήδεος ἱπποδάμοιο 14.011 χαλκῷ παμφαῖνον: ὃ δ’ ἔχ’ ἀσπίδα πατρὸς ἑοῖο. 14.012 εἵλετο δ’ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ, 14.013 στῆ δ’ ἐκτὸς κλισίης, τάχα δ’ εἴσιδεν ἔργον ἀεικὲς 14.014 τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθε 14.015 Τρῶας ὑπερθύμους: ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν. 14.016 ὡς δ’ ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ 14.017 ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα 14.018 αὔτως, οὐδ’ ἄρα τε προκυλίνδεται οὐδετέρωσε, 14.019 πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον, 14.020 ὣς ὃ γέρων ὅρμαινε δαϊζόμενος κατὰ θυμὸν 14.021 διχθάδι’, ἢ μεθ’ ὅμιλον ἴοι Δαναῶν ταχυπώλων, 14.022 ἦε μετ’ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν. 14.023 ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι 14.024 βῆναι ἐπ’ Ἀτρεΐδην. οἳ δ’ ἀλλήλους ἐνάριζον 14.025 μαρνάμενοι: λάκε δέ σφι περὶ χροῒ χαλκὸς ἀτειρὴς 14.026 νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι. 14.027 Νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλῆες 14.028 πὰρ νηῶν ἀνιόντες ὅσοι βεβλήατο χαλκῷ 14.029 Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων. 14.030 πολλὸν γάρ ῥ’ ἀπάνευθε μάχης εἰρύατο νῆες 14.031 θῖν’ ἔφ’ ἁλὸς πολιῆς: τὰς γὰρ πρώτας πεδίον δὲ 14.032 εἴρυσαν, αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν. 14.033 οὐδὲ γὰρ οὐδ’ εὐρύς περ ἐὼν ἐδυνήσατο πάσας 14.034 αἰγιαλὸς νῆας χαδέειν, στείνοντο δὲ λαοί: 14.035 τώ ῥα προκρόσσας ἔρυσαν, καὶ πλῆσαν ἁπάσης 14.036 ἠϊόνος στόμα μακρόν, ὅσον συνεέργαθον ἄκραι. 14.037 τώ ῥ’ οἵ γ’ ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο 14.038 ἔγχει ἐρειδόμενοι κίον ἀθρόοι: ἄχνυτο δέ σφι 14.039 θυμὸς ἐνὶ στήθεσσιν. ὃ δὲ ξύμβλητο γεραιὸς 14.040 Νέστωρ, πτῆξε δὲ θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν. 14.041 τὸν καὶ φωνήσας προσέφη κρείων Ἀγαμέμνων: 14.042 ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν 14.043 τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρ’ ἀφικάνεις; 14.044 δείδω μὴ δή μοι τελέσῃ ἔπος ὄβριμος Ἕκτωρ, 14.045 ὥς ποτ’ ἐπηπείλησεν ἐνὶ Τρώεσσ’ ἀγορεύων 14.046 μὴ πρὶν πὰρ νηῶν προτὶ Ἴλιον ἀπονέεσθαι 14.047 πρὶν πυρὶ νῆας ἐνιπρῆσαι, κτεῖναι δὲ καὶ αὐτούς. 14.048 κεῖνος τὼς ἀγόρευε: τὰ δὴ νῦν πάντα τελεῖται. 14.049 ὢ πόποι ἦ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ 14.050 ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον ὥς περ Ἀχιλλεὺς 14.051 οὐδ’ ἐθέλουσι μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσι. 14.052 τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ: 14.053 ἦ δὴ ταῦτά γ’ ἑτοῖμα τετεύχαται, οὐδέ κεν ἄλλως 14.054 Ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο. 14.055 τεῖχος μὲν γὰρ δὴ κατερήριπεν, ᾧ ἐπέπιθμεν 14.056 ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι: 14.057 οἳ δ’ ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι 14.058 νωλεμές: οὐδ’ ἂν ἔτι γνοίης μάλα περ σκοπιάζων 14.059 ὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται, 14.060 ὡς ἐπιμὶξ κτείνονται, ἀϋτὴ δ’ οὐρανὸν ἵκει. 14.061 ἡμεῖς δὲ φραζώμεθ’ ὅπως ἔσται τάδε ἔργα 14.062 εἴ τι νόος ῥέξει: πόλεμον δ’ οὐκ ἄμμε κελεύω 14.063 δύμεναι: οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι. 14.064 τὸν δ’ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων: 14.065 Νέστορ ἐπεὶ δὴ νηυσὶν ἔπι πρυμνῇσι μάχονται, 14.066 τεῖχος δ’ οὐκ ἔχραισμε τετυγμένον, οὐδέ τι τάφρος, 14.067 ᾗ ἔπι πολλὰ πάθον Δαναοί, ἔλποντο δὲ θυμῷ 14.068 ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι: 14.069 οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι 14.070 νωνύμνους ἀπολέσθαι ἀπ’ Ἄργεος ἐνθάδ’ Ἀχαιούς. 14.071 ᾔδεα μὲν γὰρ ὅτε πρόφρων Δαναοῖσιν ἄμυνεν, 14.072 οἶδα δὲ νῦν ὅτε τοὺς μὲν ὁμῶς μακάρεσσι θεοῖσι 14.073 κυδάνει, ἡμέτερον δὲ μένος καὶ χεῖρας ἔδησεν. 14.074 ἀλλ’ ἄγεθ’ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες. 14.075 νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης 14.076 ἕλκωμεν, πάσας δὲ ἐρύσσομεν εἰς ἅλα δῖαν, 14.077 ὕψι δ’ ἐπ’ εὐνάων ὁρμίσσομεν, εἰς ὅ κεν ἔλθῃ 14.078 νὺξ ἀβρότη, ἢν καὶ τῇ ἀπόσχωνται πολέμοιο 14.079 Τρῶες: ἔπειτα δέ κεν ἐρυσαίμεθα νῆας ἁπάσας. 14.080 οὐ γάρ τις νέμεσις φυγέειν κακόν, οὐδ’ ἀνὰ νύκτα. 14.081 βέλτερον ὃς φεύγων προφύγῃ κακὸν ἠὲ ἁλώῃ. 14.082 τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς: 14.083 Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων: 14.084 οὐλόμεν’ αἴθ’ ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου 14.085 σημαίνειν, μὴ δ’ ἄμμιν ἀνασσέμεν, οἷσιν ἄρα Ζεὺς 14.086 ἐκ νεότητος ἔδωκε καὶ ἐς γῆρας τολυπεύειν 14.087 ἀργαλέους πολέμους, ὄφρα φθιόμεσθα ἕκαστος. 14.088 οὕτω δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιαν 14.089 καλλείψειν, ἧς εἵνεκ’ ὀϊζύομεν κακὰ πολλά; 14.090 σίγα, μή τίς τ’ ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ 14.091 μῦθον, ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο 14.092 ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν 14.093 σκηπτοῦχός τ’ εἴη, καί οἱ πειθοίατο λαοὶ 14.094 τοσσοίδ’ ὅσσοισιν σὺ μετ’ Ἀργείοισιν ἀνάσσεις: 14.095 νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες: 14.096 ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆς 14.097 νῆας ἐϋσσέλμους ἅλαδ’ ἑλκέμεν, ὄφρ’ ἔτι μᾶλλον 14.098 Τρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπης, 14.099 ἡμῖν δ’ αἰπὺς ὄλεθρος ἐπιρρέπῃ. οὐ γὰρ Ἀχαιοὶ 14.100 σχήσουσιν πόλεμον νηῶν ἅλα δ’ ἑλκομενάων, 14.101 ἀλλ’ ἀποπαπτανέουσιν, ἐρωήσουσι δὲ χάρμης. 14.102 ἔνθά κε σὴ βουλὴ δηλήσεται ὄρχαμε λαῶν. 14.103 τὸν δ’ ἠμείβετ’ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων: 14.104 ὦ Ὀδυσεῦ μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ 14.105 ἀργαλέῃ: ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα 14.106 νῆας ἐϋσσέλμους ἅλα δ’ ἑλκέμεν υἷας Ἀχαιῶν. 14.107 νῦν δ’ εἴη ὃς τῆσδέ γ’ ἀμείνονα μῆτιν ἐνίσποι 14.108 ἢ νέος ἠὲ παλαιός: ἐμοὶ δέ κεν ἀσμένῳ εἴη. 14.109 τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης: 14.110 ἐγγὺς ἀνήρ: οὐ δηθὰ ματεύσομεν: αἴ κ’ ἐθέλητε 14.111 πείθεσθαι, καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος 14.112 οὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθ’ ὑμῖν: 14.113 πατρὸς δ’ ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι 14.114 Τυδέος, ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει. 14.115 πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο, 14.116 οἴκεον δ’ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι 14.117 Ἄγριος ἠδὲ Μέλας, τρίτατος δ’ ἦν ἱππότα Οἰνεὺς 14.118 πατρὸς ἐμοῖο πατήρ: ἀρετῇ δ’ ἦν ἔξοχος αὐτῶν. 14.119 ἀλλ’ ὃ μὲν αὐτόθι μεῖνε, πατὴρ δ’ ἐμὸς Ἄργεϊ νάσθη 14.120 πλαγχθείς: ὡς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι. 14.121 Ἀδρήστοιο δ’ ἔγημε θυγατρῶν, ναῖε δὲ δῶμα 14.122 ἀφνειὸν βιότοιο, ἅλις δέ οἱ ἦσαν ἄρουραι 14.123 πυροφόροι, πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφίς, 14.124 πολλὰ δέ οἱ πρόβατ’ ἔσκε: κέκαστο δὲ πάντας Ἀχαιοὺς 14.125 ἐγχείῃ: τὰ δὲ μέλλετ’ ἀκουέμεν, εἰ ἐτεόν περ. 14.126 τὼ οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες 14.127 μῦθον ἀτιμήσαιτε πεφασμένον ὅν κ’ ἐῢ εἴπω. 14.128 δεῦτ’ ἴομεν πόλεμον δὲ καὶ οὐτάμενοί περ ἀνάγκῃ. 14.129 ἔνθα δ’ ἔπειτ’ αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος 14.130 ἐκ βελέων, μή πού τις ἐφ’ ἕλκεϊ ἕλκος ἄρηται: 14.131 ἄλλους δ’ ὀτρύνοντες ἐνήσομεν, οἳ τὸ πάρος περ 14.132 θυμῷ ἦρα φέροντες ἀφεστᾶσ’ οὐδὲ μάχονται. 14.133 ὣς ἔφαθ’, οἳ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο: 14.134 βὰν δ’ ἴμεν, ἦρχε δ’ ἄρά σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων. 14.135 οὐδ’ ἀλαοσκοπιὴν εἶχε κλυτὸς ἐννοσίγαιος, 14.136 ἀλλὰ μετ’ αὐτοὺς ἦλθε παλαιῷ φωτὶ ἐοικώς, 14.137 δεξιτερὴν δ’ ἕλε χεῖρ’ Ἀγαμέμνονος Ἀτρεΐδαο, 14.138 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα: 14.139 Ἀτρεΐδη νῦν δή που Ἀχιλλῆος ὀλοὸν κῆρ 14.140 γηθεῖ ἐνὶ στήθεσσι φόνον καὶ φύζαν Ἀχαιῶν 14.141 δερκομένῳ, ἐπεὶ οὔ οἱ ἔνι φρένες οὐδ’ ἠβαιαί. 14.142 ἀλλ’ ὃ μὲν ὣς ἀπόλοιτο, θεὸς δέ ἑ σιφλώσειε: 14.143 σοὶ δ’ οὔ πω μάλα πάγχυ θεοὶ μάκαρες κοτέουσιν, 14.144 ἀλλ’ ἔτι που Τρώων ἡγήτορες ἠδὲ μέδοντες 14.145 εὐρὺ κονίσουσιν πεδίον, σὺ δ’ ἐπόψεαι αὐτὸς 14.146 φεύγοντας προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων. 14.147 ὣς εἰπὼν μέγ’ ἄϋσεν ἐπεσσύμενος πεδίοιο. 14.148 ὅσσόν τ’ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι 14.149 ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος, 14.150 τόσσην ἐκ στήθεσφιν ὄπα κρείων ἐνοσίχθων 14.151 ἧκεν: Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ’ ἑκάστῳ 14.152 καρδίῃ, ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι. 14.153 Ἥρη δ’ εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι 14.154 στᾶσ’ ἐξ Οὐλύμποιο ἀπὸ ῥίου: αὐτίκα δ’ ἔγνω 14.155 τὸν μὲν ποιπνύοντα μάχην ἀνὰ κυδιάνειραν 14.156 αὐτοκασίγνητον καὶ δαέρα, χαῖρε δὲ θυμῷ: 14.157 Ζῆνα δ’ ἐπ’ ἀκροτάτης κορυφῆς πολυπίδακος Ἴδης 14.158 ἥμενον εἰσεῖδε, στυγερὸς δέ οἱ ἔπλετο θυμῷ. 14.159 μερμήριξε δ’ ἔπειτα βοῶπις πότνια Ἥρη 14.160 ὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο: 14.161 ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ 14.162 ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν ἓ αὐτήν, 14.163 εἴ πως ἱμείραιτο παραδραθέειν φιλότητι 14.164 ᾗ χροιῇ, τῷ δ’ ὕπνον ἀπήμονά τε λιαρόν τε 14.165 χεύῃ ἐπὶ βλεφάροισιν ἰδὲ φρεσὶ πευκαλίμῃσι. 14.166 βῆ δ’ ἴμεν ἐς θάλαμον, τόν οἱ φίλος υἱὸς ἔτευξεν 14.167 Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσε 14.168 κληῗδι κρυπτῇ, τὴν δ’ οὐ θεὸς ἄλλος ἀνῷγεν: 14.169 ἔνθ’ ἥ γ’ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς. 14.170 ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος 14.171 λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπ’ ἐλαίῳ 14.172 ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν: 14.173 τοῦ καὶ κινυμένοιο Διὸς κατὰ χαλκοβατὲς δῶ 14.174 ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετ’ ἀϋτμή. 14.175 τῷ ῥ’ ἥ γε χρόα καλὸν ἀλειψαμένη ἰδὲ χαίτας 14.176 πεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινοὺς 14.177 καλοὺς ἀμβροσίους ἐκ κράατος ἀθανάτοιο. 14.178 ἀμφὶ δ’ ἄρ’ ἀμβρόσιον ἑανὸν ἕσαθ’, ὅν οἱ Ἀθήνη 14.179 ἔξυσ’ ἀσκήσασα, τίθει δ’ ἐνὶ δαίδαλα πολλά: 14.180 χρυσείῃς δ’ ἐνετῇσι κατὰ στῆθος περονᾶτο. 14.181 ζώσατο δὲ ζώνῃ ἑκατὸν θυσάνοις ἀραρυίῃ, 14.182 ἐν δ’ ἄρα ἕρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι 14.183 τρίγληνα μορόεντα: χάρις δ’ ἀπελάμπετο πολλή. 14.184 κρηδέμνῳ δ’ ἐφύπερθε καλύψατο δῖα θεάων 14.185 καλῷ νηγατέῳ: λευκὸν δ’ ἦν ἠέλιος ὥς: 14.186 ποσσὶ δ’ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα. 14.187 αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ θήκατο κόσμον 14.188 βῆ ῥ’ ἴμεν ἐκ θαλάμοιο, καλεσσαμένη δ’ Ἀφροδίτην 14.189 τῶν ἄλλων ἀπάνευθε θεῶν πρὸς μῦθον ἔειπε: 14.190 ἦ ῥά νύ μοί τι πίθοιο φίλον τέκος ὅττί κεν εἴπω, 14.191 ἦέ κεν ἀρνήσαιο κοτεσσαμένη τό γε θυμῷ, 14.192 οὕνεκ’ ἐγὼ Δαναοῖσι, σὺ δὲ Τρώεσσιν ἀρήγεις; 14.193 τὴν δ’ ἠμείβετ’ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη: 14.194 Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο 14.195 αὔδα ὅ τι φρονέεις: τελέσαι δέ με θυμὸς ἄνωγεν, 14.196 εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν. 14.197 τὴν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη: 14.198 δὸς νῦν μοι φιλότητα καὶ ἵμερον, ᾧ τε σὺ πάντας 14.199 δαμνᾷ ἀθανάτους ἠδὲ θνητοὺς ἀνθρώπους. 14.200 εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης, 14.201 Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν, 14.202 οἵ μ’ ἐν σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδ’ ἀτίταλλον 14.203 δεξάμενοι Ῥείας, ὅτε τε Κρόνον εὐρύοπα Ζεὺς 14.204 γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης: 14.205 τοὺς εἶμ’ ὀψομένη, καί σφ’ ἄκριτα νείκεα λύσω: 14.206 ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται 14.207 εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ. 14.208 εἰ κείνω ἐπέεσσι παραιπεπιθοῦσα φίλον κῆρ 14.209 εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι φιλότητι, 14.210 αἰεί κέ σφι φίλη τε καὶ αἰδοίη καλεοίμην. 14.211 τὴν δ’ αὖτε προσέειπε φιλομειδὴς Ἀφροδίτη: 14.212 οὐκ ἔστ’ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι: 14.213 Ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ἰαύεις. 14.214 ἦ, καὶ ἀπὸ στήθεσφιν ἐλύσατο κεστὸν ἱμάντα 14.215 ποικίλον, ἔνθα δέ οἱ θελκτήρια πάντα τέτυκτο: 14.216 ἔνθ’ ἔνι μὲν φιλότης, ἐν δ’ ἵμερος, ἐν δ’ ὀαριστὺς 14.217 πάρφασις, ἥ τ’ ἔκλεψε νόον πύκα περ φρονεόντων. 14.218 τόν ῥά οἱ ἔμβαλε χερσὶν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε: 14.219 τῆ νῦν τοῦτον ἱμάντα τεῷ ἐγκάτθεο κόλπῳ 14.220 ποικίλον, ᾧ ἔνι πάντα τετεύχαται: οὐδέ σέ φημι 14.221 ἄπρηκτόν γε νέεσθαι, ὅ τι φρεσὶ σῇσι μενοινᾷς. 14.222 ὣς φάτο, μείδησεν δὲ βοῶπις πότνια Ἥρη, 14.223 μειδήσασα δ’ ἔπειτα ἑῷ ἐγκάτθετο κόλπῳ. 14.224 ἣ μὲν ἔβη πρὸς δῶμα Διὸς θυγάτηρ Ἀφροδίτη, 14.225 Ἥρη δ’ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο, 14.226 Πιερίην δ’ ἐπιβᾶσα καὶ Ἠμαθίην ἐρατεινὴν 14.227 σεύατ’ ἐφ’ ἱπποπόλων Θρῃκῶν ὄρεα νιφόεντα 14.228 ἀκροτάτας κορυφάς: οὐδὲ χθόνα μάρπτε ποδοῖιν: 14.229 ἐξ Ἀθόω δ’ ἐπὶ πόντον ἐβήσετο κυμαίνοντα, 14.230 Λῆμνον δ’ εἰσαφίκανε πόλιν θείοιο Θόαντος. 14.231 ἔνθ’ Ὕπνῳ ξύμβλητο κασιγνήτῳ Θανάτοιο, 14.232 ἔν τ’ ἄρα οἱ φῦ χειρὶ ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν: 14.233 Ὕπνε ἄναξ πάντων τε θεῶν πάντων τ’ ἀνθρώπων, 14.234 ἠμὲν δή ποτ’ ἐμὸν ἔπος ἔκλυες, ἠδ’ ἔτι καὶ νῦν 14.235 πείθευ: ἐγὼ δέ κέ τοι ἰδέω χάριν ἤματα πάντα. 14.236 κοίμησόν μοι Ζηνὸς ὑπ’ ὀφρύσιν ὄσσε φαεινὼ 14.237 αὐτίκ’ ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι. 14.238 δῶρα δέ τοι δώσω καλὸν θρόνον ἄφθιτον αἰεὶ 14.239 χρύσεον: Ἥφαιστος δέ κ’ ἐμὸς πάϊς ἀμφιγυήεις 14.240 τεύξει’ ἀσκήσας, ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει, 14.241 τῷ κεν ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων. 14.242 τὴν δ’ ἀπαμειβόμενος προσεφώνεε νήδυμος Ὕπνος: 14.243 Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο 14.244 ἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάων 14.245 ῥεῖα κατευνήσαιμι, καὶ ἂν ποταμοῖο ῥέεθρα 14.246 Ὠκεανοῦ, ὅς περ γένεσις πάντεσσι τέτυκται: 14.247 Ζηνὸς δ’ οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην 14.248 οὐδὲ κατευνήσαιμ’, ὅτε μὴ αὐτός γε κελεύοι. 14.249 ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμὴ 14.250 ἤματι τῷ ὅτε κεῖνος ὑπέρθυμος Διὸς υἱὸς 14.251 ἔπλεεν Ἰλιόθεν Τρώων πόλιν ἐξαλαπάξας. 14.252 ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιο 14.253 νήδυμος ἀμφιχυθείς: σὺ δέ οἱ κακὰ μήσαο θυμῷ 14.254 ὄρσασ’ ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτας, 14.255 καί μιν ἔπειτα Κόων δ’ εὖ ναιομένην ἀπένεικας 14.256 νόσφι φίλων πάντων. ὃ δ’ ἐπεγρόμενος χαλέπαινε 14.257 ῥιπτάζων κατὰ δῶμα θεούς, ἐμὲ δ’ ἔξοχα πάντων 14.258 ζήτει: καί κέ μ’ ἄϊστον ἀπ’ αἰθέρος ἔμβαλε πόντῳ, 14.259 εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν: 14.260 τὴν ἱκόμην φεύγων, ὃ δ’ ἐπαύσατο χωόμενός περ. 14.261 ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ ἀποθύμια ἕρδοι. 14.262 νῦν αὖ τοῦτό μ’ ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι. 14.263 τὸν δ’ αὖτε προσέειπε βοῶπις πότνια Ἥρη: 14.264 Ὕπνε τί ἢ δὲ σὺ ταῦτα μετὰ φρεσὶ σῇσι μενοινᾷς; 14.265 ἦ φῂς ὣς Τρώεσσιν ἀρηξέμεν εὐρύοπα Ζῆν 14.266 ὡς Ἡρακλῆος περιχώσατο παῖδος ἑοῖο; 14.267 ἀλλ’ ἴθ’, ἐγὼ δέ κέ τοι Χαρίτων μίαν ὁπλοτεράων 14.268 δώσω ὀπυιέμεναι καὶ σὴν κεκλῆσθαι ἄκοιτιν. 14.269 Πασιθέην, ἧς αἰὲν ἱμείρεαι ἤματα πάντα. 14.270 ὣς φάτο, χήρατο δ’ Ὕπνος, ἀμειβόμενος δὲ προσηύδα: 14.271 ἄγρει νῦν μοι ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ, 14.272 χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πουλυβότειραν, 14.273 τῇ δ’ ἑτέρῃ ἅλα μαρμαρέην, ἵνα νῶϊν ἅπαντες 14.274 μάρτυροι ὦσ’ οἳ ἔνερθε θεοὶ Κρόνον ἀμφὶς ἐόντες, 14.275 ἦ μὲν ἐμοὶ δώσειν Χαρίτων μίαν ὁπλοτεράων 14.276 Πασιθέην, ἧς τ’ αὐτὸς ἐέλδομαι ἤματα πάντα. 14.277 ὣς ἔφατ’, οὐδ’ ἀπίθησε θεὰ λευκώλενος Ἥρη, 14.278 ὄμνυε δ’ ὡς ἐκέλευε, θεοὺς δ’ ὀνόμηνεν ἅπαντας 14.279 τοὺς ὑποταρταρίους οἳ Τιτῆνες καλέονται. 14.280 αὐτὰρ ἐπεί ῥ’ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον, 14.281 τὼ βήτην Λήμνου τε καὶ Ἴμβρου ἄστυ λιπόντε 14.282 ἠέρα ἑσσαμένω ῥίμφα πρήσσοντε κέλευθον. 14.283 Ἴδην δ’ ἱκέσθην πολυπίδακα μητέρα θηρῶν 14.284 Λεκτόν, ὅθι πρῶτον λιπέτην ἅλα: τὼ δ’ ἐπὶ χέρσου 14.285 βήτην, ἀκροτάτη δὲ ποδῶν ὕπο σείετο ὕλη. 14.286 ἔνθ’ Ὕπνος μὲν ἔμεινε πάρος Διὸς ὄσσε ἰδέσθαι 14.287 εἰς ἐλάτην ἀναβὰς περιμήκετον, ἣ τότ’ ἐν Ἴδῃ 14.288 μακροτάτη πεφυυῖα δι’ ἠέρος αἰθέρ’ ἵκανεν: 14.289 ἔνθ’ ἧστ’ ὄζοισιν πεπυκασμένος εἰλατίνοισιν 14.290 ὄρνιθι λιγυρῇ ἐναλίγκιος, ἥν τ’ ἐν ὄρεσσι 14.291 χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν. 14.292 Ἥρη δὲ κραιπνῶς προσεβήσετο Γάργαρον ἄκρον 14.293 Ἴδης ὑψηλῆς: ἴδε δὲ νεφεληγερέτα Ζεύς. 14.294 ὡς δ’ ἴδεν, ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν, 14.295 οἷον ὅτε πρῶτόν περ ἐμισγέσθην φιλότητι 14.296 εἰς εὐνὴν φοιτῶντε, φίλους λήθοντε τοκῆας. 14.297 στῆ δ’ αὐτῆς προπάροιθεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν: 14.298 Ἥρη πῇ μεμαυῖα κατ’ Οὐλύμπου τόδ’ ἱκάνεις; 14.299 ἵπποι δ’ οὐ παρέασι καὶ ἅρματα τῶν κ’ ἐπιβαίης. 14.300 τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη: 14.301 ἔρχομαι ὀψομένη πολυφόρβου πείρατα γαίης, 14.302 Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν, 14.303 οἵ με σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδ’ ἀτίταλλον: 14.304 τοὺς εἶμ’ ὀψομένη, καί σφ’ ἄκριτα νείκεα λύσω: 14.305 ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται 14.306 εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ. 14.307 ἵπποι δ’ ἐν πρυμνωρείῃ πολυπίδακος Ἴδης 14.308 ἑστᾶσ’, οἵ μ’ οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν. 14.309 νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατ’ Οὐλύμπου τόδ’ ἱκάνω, 14.310 μή πώς μοι μετέπειτα χολώσεαι, αἴ κε σιωπῇ 14.311 οἴχωμαι πρὸς δῶμα βαθυρρόου Ὠκεανοῖο. 14.312 τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς: 14.313 Ἥρη κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι, 14.314 νῶϊ δ’ ἄγ’ ἐν φιλότητι τραπείομεν εὐνηθέντε. 14.315 οὐ γάρ πώ ποτέ μ’ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς 14.316 θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν, 14.317 οὐδ’ ὁπότ’ ἠρασάμην Ἰξιονίης ἀλόχοιο, 14.318 ἣ τέκε Πειρίθοον θεόφιν μήστωρ’ ἀτάλαντον: 14.319 οὐδ’ ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης, 14.320 ἣ τέκε Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν: 14.321 οὐδ’ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο, 14.322 ἣ τέκε μοι Μίνων τε καὶ ἀντίθεον Ῥαδάμανθυν: 14.323 οὐδ’ ὅτε περ Σεμέλης οὐδ’ Ἀλκμήνης ἐνὶ Θήβῃ, 14.324 ἥ ῥ’ Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα: 14.325 ἣ δὲ Διώνυσον Σεμέλη τέκε χάρμα βροτοῖσιν: 14.326 οὐδ’ ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης, 14.327 οὐδ’ ὁπότε Λητοῦς ἐρικυδέος, οὐδὲ σεῦ αὐτῆς, 14.328 ὡς σέο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ. 14.329 τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη: 14.330 αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες. 14.331 εἰ νῦν ἐν φιλότητι λιλαίεαι εὐνηθῆναι 14.332 Ἴδης ἐν κορυφῇσι, τὰ δὲ προπέφανται ἅπαντα: 14.333 πῶς κ’ ἔοι εἴ τις νῶϊ θεῶν αἰειγενετάων 14.334 εὕδοντ’ ἀθρήσειε, θεοῖσι δὲ πᾶσι μετελθὼν 14.335 πεφράδοι; οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην 14.336 ἐξ εὐνῆς ἀνστᾶσα, νεμεσσητὸν δέ κεν εἴη. 14.337 ἀλλ’ εἰ δή ῥ’ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ, 14.338 ἔστιν τοι θάλαμος, τόν τοι φίλος υἱὸς ἔτευξεν 14.339 Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεν: 14.340 ἔνθ’ ἴομεν κείοντες, ἐπεί νύ τοι εὔαδεν εὐνή. 14.341 τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς: 14.342 Ἥρη μήτε θεῶν τό γε δείδιθι μήτέ τιν’ ἀνδρῶν 14.343 ὄψεσθαι: τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω 14.344 χρύσεον: οὐδ’ ἂν νῶϊ διαδράκοι Ἠέλιός περ, 14.345 οὗ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι. 14.346 ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν: 14.347 τοῖσι δ’ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην, 14.348 λωτόν θ’ ἑρσήεντα ἰδὲ κρόκον ἠδ’ ὑάκινθον 14.349 πυκνὸν καὶ μαλακόν, ὃς ἀπὸ χθονὸς ὑψόσ’ ἔεργε. 14.350 τῷ ἔνι λεξάσθην, ἐπὶ δὲ νεφέλην ἕσσαντο 14.351 καλὴν χρυσείην: στιλπναὶ δ’ ἀπέπιπτον ἔερσαι. 14.352 ὣς ὃ μὲν ἀτρέμας εὗδε πατὴρ ἀνὰ Γαργάρῳ ἄκρῳ, 14.353 ὕπνῳ καὶ φιλότητι δαμείς, ἔχε δ’ ἀγκὰς ἄκοιτιν: 14.354 βῆ δὲ θέειν ἐπὶ νῆας Ἀχαιῶν νήδυμος Ὕπνος 14.355 ἀγγελίην ἐρέων γαιηόχῳ ἐννοσιγαίῳ: 14.356 ἀγχοῦ δ’ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα: 14.357 πρόφρων νῦν Δαναοῖσι Ποσείδαον ἐπάμυνε, 14.358 καί σφιν κῦδος ὄπαζε μίνυνθά περ, ὄφρ’ ἔτι εὕδει 14.359 Ζεύς, ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμ’ ἐκάλυψα: 14.360 Ἥρη δ’ ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι. 14.361 ὣς εἰπὼν ὃ μὲν ᾤχετ’ ἐπὶ κλυτὰ φῦλ’ ἀνθρώπων, 14.362 τὸν δ’ ἔτι μᾶλλον ἀνῆκεν ἀμυνέμεναι Δαναοῖσιν. 14.363 αὐτίκα δ’ ἐν πρώτοισι μέγα προθορὼν ἐκέλευσεν: 14.364 Ἀργεῖοι καὶ δ’ αὖτε μεθίεμεν Ἕκτορι νίκην 14.365 Πριαμίδῃ, ἵνα νῆας ἕλῃ καὶ κῦδος ἄρηται; 14.366 ἀλλ’ ὃ μὲν οὕτω φησὶ καὶ εὔχεται οὕνεκ’ Ἀχιλλεὺς 14.367 νηυσὶν ἔπι γλαφυρῇσι μένει κεχολωμένος ἦτορ: 14.368 κείνου δ’ οὔ τι λίην ποθὴ ἔσσεται, εἴ κεν οἳ ἄλλοι 14.369 ἡμεῖς ὀτρυνώμεθ’ ἀμυνέμεν ἀλλήλοισιν. 14.370 ἀλλ’ ἄγεθ’ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες: 14.371 ἀσπίδες ὅσσαι ἄρισται ἐνὶ στρατῷ ἠδὲ μέγισται 14.372 ἑσσάμενοι, κεφαλὰς δὲ παναίθῃσιν κορύθεσσι 14.373 κρύψαντες, χερσίν τε τὰ μακρότατ’ ἔγχε’ ἑλόντες 14.374 ἴομεν: αὐτὰρ ἐγὼν ἡγήσομαι, οὐδ’ ἔτι φημὶ 14.375 Ἕκτορα Πριαμίδην μενέειν μάλα περ μεμαῶτα. 14.376 ὃς δέ κ’ ἀνὴρ μενέχαρμος, ἔχει δ’ ὀλίγον σάκος ὤμῳ, 14.377 χείρονι φωτὶ δότω, ὃ δ’ ἐν ἀσπίδι μείζονι δύτω. 14.378 ὣς ἔφαθ’, οἳ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο: 14.379 τοὺς δ’ αὐτοὶ βασιλῆες ἐκόσμεον οὐτάμενοί περ 14.380 Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων: 14.381 οἰχόμενοι δ’ ἐπὶ πάντας ἀρήϊα τεύχε’ ἄμειβον: 14.382 ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε, χέρεια δὲ χείρονι δόσκεν. 14.383 αὐτὰρ ἐπεί ῥ’ ἕσσαντο περὶ χροῒ νώροπα χαλκὸν 14.384 βάν ῥ’ ἴμεν: ἦρχε δ’ ἄρά σφι Ποσειδάων ἐνοσίχθων 14.385 δεινὸν ἄορ τανύηκες ἔχων ἐν χειρὶ παχείῃ 14.386 εἴκελον ἀστεροπῇ: τῷ δ’ οὐ θέμις ἐστὶ μιγῆναι 14.387 ἐν δαῒ λευγαλέῃ, ἀλλὰ δέος ἰσχάνει ἄνδρας. 14.388 Τρῶας δ’ αὖθ’ ἑτέρωθεν ἐκόσμει φαίδιμος Ἕκτωρ. 14.389 δή ῥα τότ’ αἰνοτάτην ἔριδα πτολέμοιο τάνυσσαν 14.390 κυανοχαῖτα Ποσειδάων καὶ φαίδιμος Ἕκτωρ, 14.391 ἤτοι ὃ μὲν Τρώεσσιν, ὃ δ’ Ἀργείοισιν ἀρήγων. 14.392 ἐκλύσθη δὲ θάλασσα ποτὶ κλισίας τε νέας τε 14.393 Ἀργείων: οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ. 14.394 οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ ποτὶ χέρσον 14.395 ποντόθεν ὀρνύμενον πνοιῇ Βορέω ἀλεγεινῇ: 14.396 οὔτε πυρὸς τόσσός γε ποτὶ βρόμος αἰθομένοιο 14.397 οὔρεος ἐν βήσσῃς, ὅτε τ’ ὤρετο καιέμεν ὕλην: 14.398 οὔτ’ ἄνεμος τόσσόν γε περὶ δρυσὶν ὑψικόμοισι 14.399 ἠπύει, ὅς τε μάλιστα μέγα βρέμεται χαλεπαίνων, 14.400 ὅσση ἄρα Τρώων καὶ Ἀχαιῶν ἔπλετο φωνὴ 14.401 δεινὸν ἀϋσάντων, ὅτ’ ἐπ’ ἀλλήλοισιν ὄρουσαν. 14.402 Αἴαντος δὲ πρῶτος ἀκόντισε φαίδιμος Ἕκτωρ 14.403 ἔγχει, ἐπεὶ τέτραπτο πρὸς ἰθύ οἱ, οὐδ’ ἀφάμαρτε, 14.404 τῇ ῥα δύω τελαμῶνε περὶ στήθεσσι τετάσθην, 14.405 ἤτοι ὃ μὲν σάκεος, ὃ δὲ φασγάνου ἀργυροήλου: 14.406 τώ οἱ ῥυσάσθην τέρενα χρόα. χώσατο δ’ Ἕκτωρ, 14.407 ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός, 14.408 ἂψ δ’ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ ἀλεείνων. 14.409 τὸν μὲν ἔπειτ’ ἀπιόντα μέγας Τελαμώνιος Αἴας 14.410 χερμαδίῳ, τά ῥα πολλὰ θοάων ἔχματα νηῶν 14.411 πὰρ ποσὶ μαρναμένων ἐκυλίνδετο, τῶν ἓν ἀείρας 14.412 στῆθος βεβλήκει ὑπὲρ ἄντυγος ἀγχόθι δειρῆς, 14.413 στρόμβον δ’ ὣς ἔσσευε βαλών, περὶ δ’ ἔδραμε πάντῃ. 14.414 ὡς δ’ ὅθ’ ὑπὸ πληγῆς πατρὸς Διὸς ἐξερίπῃ δρῦς 14.415 πρόρριζος, δεινὴ δὲ θεείου γίγνεται ὀδμὴ 14.416 ἐξ αὐτῆς, τὸν δ’ οὔ περ ἔχει θράσος ὅς κεν ἴδηται 14.417 ἐγγὺς ἐών, χαλεπὸς δὲ Διὸς μεγάλοιο κεραυνός, 14.418 ὣς ἔπεσ’ Ἕκτορος ὦκα χαμαὶ μένος ἐν κονίῃσι: 14.419 χειρὸς δ’ ἔκβαλεν ἔγχος, ἐπ’ αὐτῷ δ’ ἀσπὶς ἑάφθη 14.420 καὶ κόρυς, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ. 14.421 οἳ δὲ μέγα ἰάχοντες ἐπέδραμον υἷες Ἀχαιῶν 14.422 ἐλπόμενοι ἐρύεσθαι, ἀκόντιζον δὲ θαμειὰς 14.423 αἰχμάς: ἀλλ’ οὔ τις ἐδυνήσατο ποιμένα λαῶν 14.424 οὐτάσαι οὐδὲ βαλεῖν: πρὶν γὰρ περίβησαν ἄριστοι 14.425 Πουλυδάμας τε καὶ Αἰνείας καὶ δῖος Ἀγήνωρ 14.426 Σαρπηδών τ’ ἀρχὸς Λυκίων καὶ Γλαῦκος ἀμύμων. 14.427 τῶν δ’ ἄλλων οὔ τίς εὑ ἀκήδεσεν, ἀλλὰ πάροιθεν 14.428 ἀσπίδας εὐκύκλους σχέθον αὐτοῦ. τὸν δ’ ἄρ’ ἑταῖροι 14.429 χερσὶν ἀείραντες φέρον ἐκ πόνου, ὄφρ’ ἵκεθ’ ἵππους 14.430 ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο 14.431 ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλ’ ἔχοντες: 14.432 οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα. 14.433 ἀλλ’ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο 14.434 Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς, 14.435 ἔνθά μιν ἐξ ἵππων πέλασαν χθονί, κὰδ δέ οἱ ὕδωρ 14.436 χεῦαν: ὃ δ’ ἀμπνύνθη καὶ ἀνέδρακεν ὀφθαλμοῖσιν, 14.437 ἑζόμενος δ’ ἐπὶ γοῦνα κελαινεφὲς αἷμ’ ἀπέμεσσεν: 14.438 αὖτις δ’ ἐξοπίσω πλῆτο χθονί, τὼ δέ οἱ ὄσσε 14.439 νὺξ ἐκάλυψε μέλαινα: βέλος δ’ ἔτι θυμὸν ἐδάμνα. 14.440 Ἀργεῖοι δ’ ὡς οὖν ἴδον Ἕκτορα νόσφι κιόντα 14.441 μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης. 14.442 ἔνθα πολὺ πρώτιστος Ὀϊλῆος ταχὺς Αἴας 14.443 Σάτνιον οὔτασε δουρὶ μετάλμενος ὀξυόεντι 14.444 Ἠνοπίδην, ὃν ἄρα νύμφη τέκε νηῒς ἀμύμων 14.445 Ἤνοπι βουκολέοντι παρ’ ὄχθας Σατνιόεντος. 14.446 τὸν μὲν Ὀϊλιάδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν 14.447 οὖτα κατὰ λαπάρην: ὃ δ’ ἀνετράπετ’, ἀμφὶ δ’ ἄρ’ αὐτῷ 14.448 Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην. 14.449 τῷ δ’ ἐπὶ Πουλυδάμας ἐγχέσπαλος ἦλθεν ἀμύντωρ 14.450 Πανθοΐδης, βάλε δὲ Προθοήνορα δεξιὸν ὦμον 14.451 υἱὸν Ἀρηϊλύκοιο, δι’ ὤμου δ’ ὄβριμον ἔγχος 14.452 ἔσχεν, ὃ δ’ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. 14.453 Πουλυδάμας δ’ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας: 14.454 οὐ μὰν αὖτ’ ὀΐω μεγαθύμου Πανθοΐδαο 14.455 χειρὸς ἄπο στιβαρῆς ἅλιον πηδῆσαι ἄκοντα, 14.456 ἀλλά τις Ἀργείων κόμισε χροΐ, καί μιν ὀΐω 14.457 αὐτῷ σκηπτόμενον κατίμεν δόμον Ἄϊδος εἴσω. 14.458 ὣς ἔφατ’, Ἀργείοισι δ’ ἄχος γένετ’ εὐξαμένοιο: 14.459 Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε 14.460 τῷ Τελαμωνιάδῃ: τοῦ γὰρ πέσεν ἄγχι μάλιστα. 14.461 καρπαλίμως δ’ ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ. 14.462 Πουλυδάμας δ’ αὐτὸς μὲν ἀλεύατο κῆρα μέλαιναν 14.463 λικριφὶς ἀΐξας, κόμισεν δ’ Ἀντήνορος υἱὸς 14.464 Ἀρχέλοχος: τῷ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον. 14.465 τόν ῥ’ ἔβαλεν κεφαλῆς τε καὶ αὐχένος ἐν συνεοχμῷ, 14.466 νείατον ἀστράγαλον, ἀπὸ δ’ ἄμφω κέρσε τένοντε: 14.467 τοῦ δὲ πολὺ προτέρη κεφαλὴ στόμα τε ῥῖνές τε 14.468 οὔδεϊ πλῆντ’ ἤ περ κνῆμαι καὶ γοῦνα πεσόντος. 14.469 Αἴας δ’ αὖτ’ ἐγέγωνεν ἀμύμονι Πουλυδάμαντι: 14.470 φράζεο Πουλυδάμα καί μοι νημερτὲς ἐνίσπες 14.471 ἦ ῥ’ οὐχ οὗτος ἀνὴρ Προθοήνορος ἀντὶ πεφάσθαι 14.472 ἄξιος; οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν ἔξ, 14.473 ἀλλὰ κασίγνητος Ἀντήνορος ἱπποδάμοιο 14.474 ἢ πάϊς: αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει. 14.475 ἦ ῥ’ εὖ γιγνώσκων, Τρῶας δ’ ἄχος ἔλλαβε θυμόν. 14.476 ἔνθ’ Ἀκάμας Πρόμαχον Βοιώτιον οὔτασε δουρὶ 14.477 ἀμφὶ κασιγνήτῳ βεβαώς: ὃ δ’ ὕφελκε ποδοῖιν. 14.478 τῷ δ’ Ἀκάμας ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας: 14.479 Ἀργεῖοι ἰόμωροι ἀπειλάων ἀκόρητοι 14.480 οὔ θην οἴοισίν γε πόνος τ’ ἔσεται καὶ ὀϊζὺς 14.481 ἡμῖν, ἀλλά ποθ’ ὧδε κατακτενέεσθε καὶ ὔμμες. 14.482 φράζεσθ’ ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει 14.483 ἔγχει ἐμῷ, ἵνα μή τι κασιγνήτοιό γε ποινὴ 14.484 δηρὸν ἄτιτος ἔῃ: τὼ καί κέ τις εὔχεται ἀνὴρ 14.485 γνωτὸν ἐνὶ μεγάροισιν ἀρῆς ἀλκτῆρα λιπέσθαι. 14.486 ὣς ἔφατ’, Ἀργείοισι δ’ ἄχος γένετ’ εὐξαμένοιο: 14.487 Πηνέλεῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν: 14.488 ὁρμήθη δ’ Ἀκάμαντος: ὃ δ’ οὐχ ὑπέμεινεν ἐρωὴν 14.489 Πηνελέωο ἄνακτος: ὃ δ’ οὔτασεν Ἰλιονῆα 14.490 υἱὸν Φόρβαντος πολυμήλου, τόν ῥα μάλιστα 14.491 Ἑρμείας Τρώων ἐφίλει καὶ κτῆσιν ὄπασσε: 14.492 τῷ δ’ ἄρ’ ὑπὸ μήτηρ μοῦνον τέκεν Ἰλιονῆα. 14.493 τὸν τόθ’ ὑπ’ ὀφρύος οὖτα κατ’ ὀφθαλμοῖο θέμεθλα, 14.494 ἐκ δ’ ὦσε γλήνην: δόρυ δ’ ὀφθαλμοῖο διὰ πρὸ 14.495 καὶ διὰ ἰνίου ἦλθεν, ὃ δ’ ἕζετο χεῖρε πετάσσας 14.496 ἄμφω: Πηνέλεως δὲ ἐρυσσάμενος ξίφος ὀξὺ 14.497 αὐχένα μέσσον ἔλασσεν, ἀπήραξεν δὲ χαμᾶζε 14.498 αὐτῇ σὺν πήληκι κάρη: ἔτι δ’ ὄβριμον ἔγχος 14.499 ἦεν ἐν ὀφθαλμῷ: ὃ δὲ φὴ κώδειαν ἀνασχὼν 14.500 πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα: 14.501 εἰπέμεναί μοι Τρῶες ἀγαυοῦ Ἰλιονῆος 14.502 πατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν: 14.503 οὐδὲ γὰρ ἣ Προμάχοιο δάμαρ Ἀλεγηνορίδαο 14.504 ἀνδρὶ φίλῳ ἐλθόντι γανύσσεται, ὁππότε κεν δὴ 14.505 ἐκ Τροίης σὺν νηυσὶ νεώμεθα κοῦροι Ἀχαιῶν. 14.506 ὣς φάτο, τοὺς δ’ ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα, 14.507 πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον. 14.508 ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ’ ἔχουσαι 14.509 ὅς τις δὴ πρῶτος βροτόεντ’ ἀνδράγρι’ Ἀχαιῶν 14.510 ἤρατ’, ἐπεί ῥ’ ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος. 14.511 Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οὖτα 14.512 Γυρτιάδην Μυσῶν ἡγήτορα καρτεροθύμων: 14.513 Φάλκην δ’ Ἀντίλοχος καὶ Μέρμερον ἐξενάριξε: 14.514 Μηριόνης δὲ Μόρυν τε καὶ Ἱπποτίωνα κατέκτα, 14.515 Τεῦκρος δὲ Προθόωνά τ’ ἐνήρατο καὶ Περιφήτην: 14.516 Ἀτρεΐδης δ’ ἄρ’ ἔπειθ’ Ὑπερήνορα ποιμένα λαῶν 14.517 οὖτα κατὰ λαπάρην, διὰ δ’ ἔντερα χαλκὸς ἄφυσσε 14.518 δῃώσας: ψυχὴ δὲ κατ’ οὐταμένην ὠτειλὴν 14.519 ἔσσυτ’ ἐπειγομένη, τὸν δὲ σκότος ὄσσε κάλυψε. 14.520 πλείστους δ’ Αἴας εἷλεν Ὀϊλῆος ταχὺς υἱός: 14.521 οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν 14.522 ἀνδρῶν τρεσσάντων, ὅτε τε Ζεὺς ἐν φόβον ὄρσῃ. 15.001 αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν 15.002 φεύγοντες, πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν, 15.003 οἳ μὲν δὴ παρ’ ὄχεσφιν ἐρητύοντο μένοντες 15.004 χλωροὶ ὑπαὶ δείους πεφοβημένοι: ἔγρετο δὲ Ζεὺς 15.005 Ἴδης ἐν κορυφῇσι παρὰ χρυσοθρόνου Ἥρης, 15.006 στῆ δ’ ἄρ’ ἀναΐξας, ἴδε δὲ Τρῶας καὶ Ἀχαιοὺς 15.007 τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν 15.008 Ἀργείους, μετὰ δέ σφι Ποσειδάωνα ἄνακτα: 15.009 Ἕκτορα δ’ ἐν πεδίῳ ἴδε κείμενον, ἀμφὶ δ’ ἑταῖροι 15.010 εἵαθ’, ὃ δ’ ἀργαλέῳ ἔχετ’ ἄσθματι κῆρ ἀπινύσσων 15.011 αἷμ’ ἐμέων, ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλ’ Ἀχαιῶν. 15.012 τὸν δὲ ἰδὼν ἐλέησε πατὴρ ἀνδρῶν τε θεῶν τε, 15.013 δεινὰ δ’ ὑπόδρα ἰδὼν Ἥρην πρὸς μῦθον ἔειπεν: 15.014 ἦ μάλα δὴ κακότεχνος ἀμήχανε σὸς δόλος Ἥρη 15.015 Ἕκτορα δῖον ἔπαυσε μάχης, ἐφόβησε δὲ λαούς. 15.016 οὐ μὰν οἶδ’ εἰ αὖτε κακορραφίης ἀλεγεινῆς 15.017 πρώτη ἐπαύρηαι καί σε πληγῇσιν ἱμάσσω. 15.018 ἦ οὐ μέμνῃ ὅτε τ’ ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν 15.019 ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα 15.020 χρύσεον ἄρρηκτον; σὺ δ’ ἐν αἰθέρι καὶ νεφέλῃσιν 15.021 ἐκρέμω: ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον, 15.022 λῦσαι δ’ οὐκ ἐδύναντο παρασταδόν: ὃν δὲ λάβοιμι 15.023 ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ ὄφρ’ ἂν ἵκηται 15.024 γῆν ὀλιγηπελέων: ἐμὲ δ’ οὐδ’ ὧς θυμὸν ἀνίει 15.025 ἀζηχὴς ὀδύνη Ἡρακλῆος θείοιο, 15.026 τὸν σὺ ξὺν Βορέῃ ἀνέμῳ πεπιθοῦσα θυέλλας 15.027 πέμψας ἐπ’ ἀτρύγετον πόντον κακὰ μητιόωσα, 15.028 καί μιν ἔπειτα Κόων δ’ εὖ ναιομένην ἀπένεικας. 15.029 τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην καὶ ἀνήγαγον αὖτις 15.030 Ἄργος ἐς ἱππόβοτον καὶ πολλά περ ἀθλήσαντα. 15.031 τῶν σ’ αὖτις μνήσω ἵν’ ἀπολλήξῃς ἀπατάων, 15.032 ὄφρα ἴδῃ ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή, 15.033 ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καί μ’ ἀπάτησας. 15.034 ὣς φάτο, ῥίγησεν δὲ βοῶπις πότνια Ἥρη, 15.035 καί μιν φωνήσασ’ ἔπεα πτερόεντα προσηύδα: 15.036 ἴστω νῦν τόδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε 15.037 καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος 15.038 ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι, 15.039 σή θ’ ἱερὴ κεφαλὴ καὶ νωΐτερον λέχος αὐτῶν 15.040 κουρίδιον, τὸ μὲν οὐκ ἂν ἐγώ ποτε μὰψ ὀμόσαιμι: 15.041 μὴ δι’ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων 15.042 πημαίνει Τρῶάς τε καὶ Ἕκτορα, τοῖσι δ’ ἀρήγει, 15.043 ἀλλά που αὐτὸν θυμὸς ἐποτρύνει καὶ ἀνώγει, 15.044 τειρομένους δ’ ἐπὶ νηυσὶν ἰδὼν ἐλέησεν Ἀχαιούς. 15.045 αὐτάρ τοι καὶ κείνῳ ἐγὼ παραμυθησαίμην 15.046 τῇ ἴμεν ᾗ κεν δὴ σὺ κελαινεφὲς ἡγεμονεύῃς. 15.047 ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε, 15.048 καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα: 15.049 εἰ μὲν δὴ σύ γ’ ἔπειτα βοῶπις πότνια Ἥρη 15.050 ἶσον ἐμοὶ φρονέουσα μετ’ ἀθανάτοισι καθίζοις, 15.051 τώ κε Ποσειδάων γε, καὶ εἰ μάλα βούλεται ἄλλῃ, 15.052 αἶψα μεταστρέψειε νόον μετὰ σὸν καὶ ἐμὸν κῆρ. 15.053 ἀλλ’ εἰ δή ῥ’ ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις, 15.054 ἔρχεο νῦν μετὰ φῦλα θεῶν, καὶ δεῦρο κάλεσσον 15.055 Ἶρίν τ’ ἐλθέμεναι καὶ Ἀπόλλωνα κλυτότοξον, 15.056 ὄφρ’ ἣ μὲν μετὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων 15.057 ἔλθῃ, καὶ εἴπῃσι Ποσειδάωνι ἄνακτι 15.058 παυσάμενον πολέμοιο τὰ ἃ πρὸς δώμαθ’ ἱκέσθαι, 15.059 Ἕκτορα δ’ ὀτρύνῃσι μάχην ἐς Φοῖβος Ἀπόλλων, 15.060 αὖτις δ’ ἐμπνεύσῃσι μένος, λελάθῃ δ’ ὀδυνάων 15.061 αἳ νῦν μιν τείρουσι κατὰ φρένας, αὐτὰρ Ἀχαιοὺς 15.062 αὖτις ἀποστρέψῃσιν ἀνάλκιδα φύζαν ἐνόρσας, 15.063 φεύγοντες δ’ ἐν νηυσὶ πολυκλήϊσι πέσωσι 15.064 Πηλεΐδεω Ἀχιλῆος: ὃ δ’ ἀνστήσει ὃν ἑταῖρον 15.065 Πάτροκλον: τὸν δὲ κτενεῖ ἔγχεϊ φαίδιμος Ἕκτωρ 15.066 Ἰλίου προπάροιθε πολέας ὀλέσαντ’ αἰζηοὺς 15.067 τοὺς ἄλλους, μετὰ δ’ υἱὸν ἐμὸν Σαρπηδόνα δῖον. 15.068 τοῦ δὲ χολωσάμενος κτενεῖ Ἕκτορα δῖος Ἀχιλλεύς. 15.069 ἐκ τοῦ δ’ ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν 15.070 αἰὲν ἐγὼ τεύχοιμι διαμπερὲς εἰς ὅ κ’ Ἀχαιοὶ 15.071 Ἴλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς. 15.072 τὸ πρὶν δ’ οὔτ’ ἄρ’ ἐγὼ παύω χόλον οὔτέ τιν’ ἄλλον 15.073 ἀθανάτων Δαναοῖσιν ἀμυνέμεν ἐνθάδ’ ἐάσω 15.074 πρίν γε τὸ Πηλεΐδαο τελευτηθῆναι ἐέλδωρ, 15.075 ὥς οἱ ὑπέστην πρῶτον, ἐμῷ δ’ ἐπένευσα κάρητι, 15.076 ἤματι τῷ ὅτ’ ἐμεῖο θεὰ Θέτις ἥψατο γούνων, 15.077 λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον. 15.078 ὣς ἔφατ’, οὐδ’ ἀπίθησε θεὰ λευκώλενος Ἥρη, 15.079 βῆ δ’ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον. 15.080 ὡς δ’ ὅτ’ ἂν ἀΐξῃ νόος ἀνέρος, ὅς τ’ ἐπὶ πολλὴν 15.081 γαῖαν ἐληλουθὼς φρεσὶ πευκαλίμῃσι νοήσῃ 15.082 ἔνθ’ εἴην ἢ ἔνθα, μενοινήῃσί τε πολλά, 15.083 ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη: 15.084 ἵκετο δ’ αἰπὺν Ὄλυμπον, ὁμηγερέεσσι δ’ ἐπῆλθεν 15.085 ἀθανάτοισι θεοῖσι Διὸς δόμῳ: οἳ δὲ ἰδόντες 15.086 πάντες ἀνήϊξαν καὶ δεικανόωντο δέπασσιν. 15.087 ἣ δ’ ἄλλους μὲν ἔασε, Θέμιστι δὲ καλλιπαρῄῳ 15.088 δέκτο δέπας: πρώτη γὰρ ἐναντίη ἦλθε θέουσα, 15.089 καί μιν φωνήσασ’ ἔπεα πτερόεντα προσηύδα: 15.090 Ἥρη τίπτε βέβηκας; ἀτυζομένῃ δὲ ἔοικας: 15.091 ἦ μάλα δή σ’ ἐφόβησε Κρόνου πάϊς, ὅς τοι ἀκοίτης. 15.092 τὴν δ’ ἠμείβετ’ ἔπειτα θεὰ λευκώλενος Ἥρη: 15.093 μή με θεὰ Θέμι ταῦτα διείρεο: οἶσθα καὶ αὐτὴ 15.094 οἷος κείνου θυμὸς ὑπερφίαλος καὶ ἀπηνής. 15.095 ἀλλὰ σύ γ’ ἄρχε θεοῖσι δόμοις ἔνι δαιτὸς ἐΐσης: 15.096 ταῦτα δὲ καὶ μετὰ πᾶσιν ἀκούσεαι ἀθανάτοισιν 15.097 οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται: οὐδέ τί φημι 15.098 πᾶσιν ὁμῶς θυμὸν κεχαρησέμεν, οὔτε βροτοῖσιν 15.099 οὔτε θεοῖς, εἴ πέρ τις ἔτι νῦν δαίνυται εὔφρων. 15.100 ἣ μὲν ἄρ’ ὣς εἰποῦσα καθέζετο πότνια Ἥρη, 15.101 ὄχθησαν δ’ ἀνὰ δῶμα Διὸς θεοί: ἣ δ’ ἐγέλασσε 15.102 χείλεσιν, οὐδὲ μέτωπον ἐπ’ ὀφρύσι κυανέῃσιν 15.103 ἰάνθη: πᾶσιν δὲ νεμεσσηθεῖσα μετηύδα: 15.104 νήπιοι οἳ Ζηνὶ μενεαίνομεν ἀφρονέοντες: 15.105 ἦ ἔτι μιν μέμαμεν καταπαυσέμεν ἆσσον ἰόντες 15.106 ἢ ἔπει ἠὲ βίῃ: ὃ δ’ ἀφήμενος οὐκ ἀλεγίζει 15.107 οὐδ’ ὄθεται: φησὶν γὰρ ἐν ἀθανάτοισι θεοῖσι 15.108 κάρτεΐ τε σθένεΐ τε διακριδὸν εἶναι ἄριστος. 15.109 τὼ ἔχεθ’ ὅττί κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ. 15.110 ἤδη γὰρ νῦν ἔλπομ’ Ἄρηΐ γε πῆμα τετύχθαι: 15.111 υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι φίλτατος ἀνδρῶν 15.112 Ἀσκάλαφος, τόν φησιν ὃν ἔμμεναι ὄβριμος Ἄρης. 15.113 ὣς ἔφατ’, αὐτὰρ Ἄρης θαλερὼ πεπλήγετο μηρὼ 15.114 χερσὶ καταπρηνέσσ’, ὀλοφυρόμενος δ’ ἔπος ηὔδα: 15.115 μὴ νῦν μοι νεμεσήσετ’ Ὀλύμπια δώματ’ ἔχοντες 15.116 τίσασθαι φόνον υἷος ἰόντ’ ἐπὶ νῆας Ἀχαιῶν, 15.117 εἴ πέρ μοι καὶ μοῖρα Διὸς πληγέντι κεραυνῷ 15.118 κεῖσθαι ὁμοῦ νεκύεσσι μεθ’ αἵματι καὶ κονίῃσιν. 15.119 ὣς φάτο, καί ῥ’ ἵππους κέλετο Δεῖμόν τε Φόβον τε 15.120 ζευγνύμεν, αὐτὸς δ’ ἔντε’ ἐδύσετο παμφανόωντα. 15.121 ἔνθά κ’ ἔτι μείζων τε καὶ ἀργαλεώτερος ἄλλος 15.122 πὰρ Διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη, 15.123 εἰ μὴ Ἀθήνη πᾶσι περιδείσασα θεοῖσιν 15.124 ὦρτο διὲκ προθύρου, λίπε δὲ θρόνον ἔνθα θάασσε, 15.125 τοῦ δ’ ἀπὸ μὲν κεφαλῆς κόρυθ’ εἵλετο καὶ σάκος ὤμων, 15.126 ἔγχος δ’ ἔστησε στιβαρῆς ἀπὸ χειρὸς ἑλοῦσα 15.127 χάλκεον: ἣ δ’ ἐπέεσσι καθάπτετο θοῦρον Ἄρηα: 15.128 μαινόμενε φρένας ἠλὲ διέφθορας: ἦ νύ τοι αὔτως 15.129 οὔατ’ ἀκουέμεν ἐστί, νόος δ’ ἀπόλωλε καὶ αἰδώς. 15.130 οὐκ ἀΐεις ἅ τέ φησι θεὰ λευκώλενος Ἥρη 15.131 ἣ δὴ νῦν πὰρ Ζηνὸς Ὀλυμπίου εἰλήλουθεν; 15.132 ἦ ἐθέλεις αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰ 15.133 ἂψ ἴμεν Οὔλυμπον δὲ καὶ ἀχνύμενός περ ἀνάγκῃ, 15.134 αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι; 15.135 αὐτίκα γὰρ Τρῶας μὲν ὑπερθύμους καὶ Ἀχαιοὺς 15.136 λείψει, ὃ δ’ ἡμέας εἶσι κυδοιμήσων ἐς Ὄλυμπον, 15.137 μάρψει δ’ ἑξείης ὅς τ’ αἴτιος ὅς τε καὶ οὐκί. 15.138 τώ σ’ αὖ νῦν κέλομαι μεθέμεν χόλον υἷος ἑῆος: 15.139 ἤδη γάρ τις τοῦ γε βίην καὶ χεῖρας ἀμείνων 15.140 ἢ πέφατ’, ἢ καὶ ἔπειτα πεφήσεται: ἀργαλέον δὲ 15.141 πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε. 15.142 ὣς εἰποῦσ’ ἵδρυσε θρόνῳ ἔνι θοῦρον Ἄρηα. 15.143 Ἥρη δ’ Ἀπόλλωνα καλέσσατο δώματος ἐκτὸς 15.144 Ἶρίν θ’, ἥ τε θεοῖσι μετάγγελος ἀθανάτοισι, 15.145 καί σφεας φωνήσασ’ ἔπεα πτερόεντα προσηύδα: 15.146 Ζεὺς σφὼ εἰς Ἴδην κέλετ’ ἐλθέμεν ὅττι τάχιστα: 15.147 αὐτὰρ ἐπὴν ἔλθητε, Διός τ’ εἰς ὦπα ἴδησθε, 15.148 ἕρδειν ὅττί κε κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ. 15.149 ἣ μὲν ἄρ’ ὣς εἰποῦσα πάλιν κίε πότνια Ἥρη, 15.150 ἕζετο δ’ εἰνὶ θρόνῳ: τὼ δ’ ἀΐξαντε πετέσθην. 15.151 Ἴδην δ’ ἵκανον πολυπίδακα μητέρα θηρῶν, 15.152 εὗρον δ’ εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳ 15.153 ἥμενον: ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο. 15.154 τὼ δὲ πάροιθ’ ἐλθόντε Διὸς νεφεληγερέταο 15.155 στήτην: οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ, 15.156 ὅττί οἱ ὦκ’ ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην. 15.157 Ἶριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα: 15.158 βάσκ’ ἴθι Ἶρι ταχεῖα, Ποσειδάωνι ἄνακτι 15.159 πάντα τάδ’ ἀγγεῖλαι, μὴ δὲ ψευδάγγελος εἶναι. 15.160 παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο 15.161 ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν. 15.162 εἰ δέ μοι οὐκ ἐπέεσσ’ ἐπιπείσεται, ἀλλ’ ἀλογήσει, 15.163 φραζέσθω δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν 15.164 μή μ’ οὐδὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσῃ 15.165 μεῖναι, ἐπεί εὑ φημὶ βίῃ πολὺ φέρτερος εἶναι 15.166 καὶ γενεῇ πρότερος: τοῦ δ’ οὐκ ὄθεται φίλον ἦτορ 15.167 ἶσον ἐμοὶ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι. 15.168 ὣς ἔφατ’, οὐδ’ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις, 15.169 βῆ δὲ κατ’ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν. 15.170 ὡς δ’ ὅτ’ ἂν ἐκ νεφέων πτῆται νιφὰς ἠὲ χάλαζα 15.171 ψυχρὴ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο, 15.172 ὣς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα Ἶρις, 15.173 ἀγχοῦ δ’ ἱσταμένη προσέφη κλυτὸν ἐννοσίγαιον: 15.174 ἀγγελίην τινά τοι γαιήοχε κυανοχαῖτα 15.175 ἦλθον δεῦρο φέρουσα παραὶ Διὸς αἰγιόχοιο. 15.176 παυσάμενόν σ’ ἐκέλευσε μάχης ἠδὲ πτολέμοιο 15.177 ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν. 15.178 εἰ δέ οἱ οὐκ ἐπέεσσ’ ἐπιπείσεαι, ἀλλ’ ἀλογήσεις, 15.179 ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίξων 15.180 ἐνθάδ’ ἐλεύσεσθαι: σὲ δ’ ὑπεξαλέασθαι ἄνωγε 15.181 χεῖρας, ἐπεὶ σέο φησὶ βίῃ πολὺ φέρτερος εἶναι 15.182 καὶ γενεῇ πρότερος: σὸν δ’ οὐκ ὄθεται φίλον ἦτορ 15.183 ἶσόν οἱ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι. 15.184 τὴν δὲ μέγ’ ὀχθήσας προσέφη κλυτὸς ἐννοσίγαιος: 15.185 ὢ πόποι ἦ ῥ’ ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπεν 15.186 εἴ μ’ ὁμότιμον ἐόντα βίῃ ἀέκοντα καθέξει. 15.187 τρεῖς γάρ τ’ ἐκ Κρόνου εἰμὲν ἀδελφεοὶ οὓς τέκετο Ῥέα 15.188 Ζεὺς καὶ ἐγώ, τρίτατος δ’ Ἀΐδης ἐνέροισιν ἀνάσσων. 15.189 τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δ’ ἔμμορε τιμῆς: 15.190 ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶ 15.191 παλλομένων, Ἀΐδης δ’ ἔλαχε ζόφον ἠερόεντα, 15.192 Ζεὺς δ’ ἔλαχ’ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι: 15.193 γαῖα δ’ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος. 15.194 τώ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν, ἀλλὰ ἕκηλος 15.195 καὶ κρατερός περ ἐὼν μενέτω τριτάτῃ ἐνὶ μοίρῃ. 15.196 χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω: 15.197 θυγατέρεσσιν γάρ τε καὶ υἱάσι βέλτερον εἴη 15.198 ἐκπάγλοις ἐπέεσσιν ἐνισσέμεν οὓς τέκεν αὐτός, 15.199 οἵ ἑθεν ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκῃ. 15.200 τὸν δ’ ἠμείβετ’ ἔπειτα ποδήνεμος ὠκέα Ἶρις: 15.201 οὕτω γὰρ δή τοι γαιήοχε κυανοχαῖτα 15.202 τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε, 15.203 ἦ τι μεταστρέψεις; στρεπταὶ μέν τε φρένες ἐσθλῶν. 15.204 οἶσθ’ ὡς πρεσβυτέροισιν Ἐρινύες αἰὲν ἕπονται. 15.205 τὴν δ’ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων: 15.206 Ἶρι θεὰ μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες: 15.207 ἐσθλὸν καὶ τὸ τέτυκται ὅτ’ ἄγγελος αἴσιμα εἰδῇ. 15.208 ἀλλὰ τόδ’ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει 15.209 ὁππότ’ ἂν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ 15.210 νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν. 15.211 ἀλλ’ ἤτοι νῦν μέν κε νεμεσσηθεὶς ὑποείξω: 15.212 ἄλλο δέ τοι ἐρέω, καὶ ἀπειλήσω τό γε θυμῷ: 15.213 αἴ κεν ἄνευ ἐμέθεν καὶ Ἀθηναίης ἀγελείης 15.214 Ἥρης Ἑρμείω τε καὶ Ἡφαίστοιο ἄνακτος 15.215 Ἰλίου αἰπεινῆς πεφιδήσεται, οὐδ’ ἐθελήσει 15.216 ἐκπέρσαι, δοῦναι δὲ μέγα κράτος Ἀργείοισιν, 15.217 ἴστω τοῦθ’ ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται. 15.218 ὣς εἰπὼν λίπε λαὸν Ἀχαιϊκὸν ἐννοσίγαιος, 15.219 δῦνε δὲ πόντον ἰών, πόθεσαν δ’ ἥρωες Ἀχαιοί. 15.220 καὶ τότ’ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς: 15.221 ἔρχεο νῦν φίλε Φοῖβε μεθ’ Ἕκτορα χαλκοκορυστήν: 15.222 ἤδη μὲν γάρ τοι γαιήοχος ἐννοσίγαιος 15.223 οἴχεται εἰς ἅλα δῖαν ἀλευάμενος χόλον αἰπὺν 15.224 ἡμέτερον: μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι, 15.225 οἵ περ ἐνέρτεροί εἰσι θεοὶ Κρόνον ἀμφὶς ἐόντες. 15.226 ἀλλὰ τόδ’ ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδέ οἱ αὐτῷ 15.227 ἔπλετο, ὅττι πάροιθε νεμεσσηθεὶς ὑπόειξε 15.228 χεῖρας ἐμάς, ἐπεὶ οὔ κεν ἀνιδρωτί γ’ ἐτελέσθη. 15.229 ἀλλὰ σύ γ’ ἐν χείρεσσι λάβ’ αἰγίδα θυσσανόεσσαν, 15.230 τῇ μάλ’ ἐπισσείων φοβέειν ἥρωας Ἀχαιούς: 15.231 σοὶ δ’ αὐτῷ μελέτω ἑκατηβόλε φαίδιμος Ἕκτωρ: 15.232 τόφρα γὰρ οὖν οἱ ἔγειρε μένος μέγα, ὄφρ’ ἂν Ἀχαιοὶ 15.233 φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκωνται. 15.234 κεῖθεν δ’ αὐτὸς ἐγὼ φράσομαι ἔργον τε ἔπος τε, 15.235 ὥς κε καὶ αὖτις Ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο. 15.236 ὣς ἔφατ’, οὐδ’ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων, 15.237 βῆ δὲ κατ’ Ἰδαίων ὀρέων ἴρηκι ἐοικὼς 15.238 ὠκέϊ φασσοφόνῳ, ὅς τ’ ὤκιστος πετεηνῶν. 15.239 εὗρ’ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον 15.240 ἥμενον, οὐδ’ ἔτι κεῖτο, νέον δ’ ἐσαγείρετο θυμόν, 15.241 ἀμφὶ ἓ γιγνώσκων ἑτάρους: ἀτὰρ ἆσθμα καὶ ἱδρὼς 15.242 παύετ’, ἐπεί μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο. 15.243 ἀγχοῦ δ’ ἱστάμενος προσέφη ἑκάεργος Ἀπόλλων: 15.244 Ἕκτορ υἱὲ Πριάμοιο, τί ἢ δὲ σὺ νόσφιν ἀπ’ ἄλλων 15.245 ἧσ’ ὀλιγηπελέων; ἦ πού τί σε κῆδος ἱκάνει; 15.246 τὸν δ’ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ: 15.247 τίς δὲ σύ ἐσσι φέριστε θεῶν ὅς μ’ εἴρεαι ἄντην; 15.248 οὐκ ἀΐεις ὅ με νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν 15.249 οὓς ἑτάρους ὀλέκοντα βοὴν ἀγαθὸς βάλεν Αἴας 15.250 χερμαδίῳ πρὸς στῆθος, ἔπαυσε δὲ θούριδος ἀλκῆς; 15.251 καὶ δὴ ἔγωγ’ ἐφάμην νέκυας καὶ δῶμ’ Ἀΐδαο 15.252 ἤματι τῷδ’ ἵξεσθαι, ἐπεὶ φίλον ἄϊον ἦτορ. 15.253 τὸν δ’ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων: 15.254 θάρσει νῦν: τοῖόν τοι ἀοσσητῆρα Κρονίων 15.255 ἐξ Ἴδης προέηκε παρεστάμεναι καὶ ἀμύνειν 15.256 Φοῖβον Ἀπόλλωνα χρυσάορον, ὅς σε πάρος περ 15.257 ῥύομ’, ὁμῶς αὐτόν τε καὶ αἰπεινὸν πτολίεθρον. 15.258 ἀλλ’ ἄγε νῦν ἱππεῦσιν ἐπότρυνον πολέεσσι 15.259 νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν ὠκέας ἵππους: 15.260 αὐτὰρ ἐγὼ προπάροιθε κιὼν ἵπποισι κέλευθον 15.261 πᾶσαν λειανέω, τρέψω δ’ ἥρωας Ἀχαιούς. 15.262 ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν. 15.263 ὡς δ’ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ 15.264 δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων 15.265 εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο 15.266 κυδιόων: ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται 15.267 ὤμοις ἀΐσσονται: ὃ δ’ ἀγλαΐηφι πεποιθὼς 15.268 ῥίμφά ἑ γοῦνα φέρει μετά τ’ ἤθεα καὶ νομὸν ἵππων: 15.269 ὣς Ἕκτωρ λαιψηρὰ πόδας καὶ γούνατ’ ἐνώμα 15.270 ὀτρύνων ἱππῆας, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν. 15.271 οἳ δ’ ὥς τ’ ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα 15.272 ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται: 15.273 τὸν μέν τ’ ἠλίβατος πέτρη καὶ δάσκιος ὕλη 15.274 εἰρύσατ’, οὐδ’ ἄρα τέ σφι κιχήμεναι αἴσιμον ἦεν: 15.275 τῶν δέ θ’ ὑπὸ ἰαχῆς ἐφάνη λὶς ἠϋγένειος 15.276 εἰς ὁδόν, αἶψα δὲ πάντας ἀπέτραπε καὶ μεμαῶτας: 15.277 ὣς Δαναοὶ εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο 15.278 νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν: 15.279 αὐτὰρ ἐπεὶ ἴδον Ἕκτορ’ ἐποιχόμενον στίχας ἀνδρῶν 15.280 τάρβησαν, πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός. 15.281 τοῖσι δ’ ἔπειτ’ ἀγόρευε Θόας Ἀνδραίμονος υἱός, 15.282 Αἰτωλῶν ὄχ’ ἄριστος ἐπιστάμενος μὲν ἄκοντι 15.283 ἐσθλὸς δ’ ἐν σταδίῃ: ἀγορῇ δέ ἑ παῦροι Ἀχαιῶν 15.284 νίκων, ὁππότε κοῦροι ἐρίσσειαν περὶ μύθων: 15.285 ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν: 15.286 ὢ πόποι ἦ μέγα θαῦμα τόδ’ ὀφθαλμοῖσιν ὁρῶμαι, 15.287 οἷον δ’ αὖτ’ ἐξαῦτις ἀνέστη κῆρας ἀλύξας 15.288 Ἕκτωρ: ἦ θήν μιν μάλα ἔλπετο θυμὸς ἑκάστου 15.289 χερσὶν ὑπ’ Αἴαντος θανέειν Τελαμωνιάδαο. 15.290 ἀλλά τις αὖτε θεῶν ἐρρύσατο καὶ ἐσάωσεν 15.291 Ἕκτορ’, ὃ δὴ πολλῶν Δαναῶν ὑπὸ γούνατ’ ἔλυσεν, 15.292 ὡς καὶ νῦν ἔσσεσθαι ὀΐομαι: οὐ γὰρ ἄτερ γε 15.293 Ζηνὸς ἐριγδούπου πρόμος ἵσταται ὧδε μενοινῶν. 15.294 ἀλλ’ ἄγεθ’ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες. 15.295 πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι: 15.296 αὐτοὶ δ’, ὅσσοι ἄριστοι ἐνὶ στρατῷ εὐχόμεθ’ εἶναι, 15.297 στήομεν, εἴ κεν πρῶτον ἐρύξομεν ἀντιάσαντες 15.298 δούρατ’ ἀνασχόμενοι: τὸν δ’ οἴω καὶ μεμαῶτα 15.299 θυμῷ δείσεσθαι Δαναῶν καταδῦναι ὅμιλον. 15.300 ὣς ἔφαθ’, οἳ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο: 15.301 οἳ μὲν ἄρ’ ἀμφ’ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα 15.302 Τεῦκρον Μηριόνην τε Μέγην τ’ ἀτάλαντον Ἄρηϊ 15.303 ὑσμίνην ἤρτυνον ἀριστῆας καλέσαντες 15.304 Ἕκτορι καὶ Τρώεσσιν ἐναντίον: αὐτὰρ ὀπίσσω 15.305 ἣ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο. 15.306 Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δ’ ἄρ’ Ἕκτωρ 15.307 μακρὰ βιβάς: πρόσθεν δὲ κί’ αὐτοῦ Φοῖβος Ἀπόλλων 15.308 εἱμένος ὤμοιιν νεφέλην, ἔχε δ’ αἰγίδα θοῦριν 15.309 δεινὴν ἀμφιδάσειαν ἀριπρεπέ’, ἣν ἄρα χαλκεὺς 15.310 Ἥφαιστος Διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν: 15.311 τὴν ἄρ’ ὅ γ’ ἐν χείρεσσιν ἔχων ἡγήσατο λαῶν. 15.312 Ἀργεῖοι δ’ ὑπέμειναν ἀολλέες, ὦρτο δ’ ἀϋτὴ 15.313 ὀξεῖ’ ἀμφοτέρωθεν, ἀπὸ νευρῆφι δ’ ὀϊστοὶ 15.314 θρῷσκον: πολλὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν 15.315 ἄλλα μὲν ἐν χροῒ πήγνυτ’ ἀρηϊθόων αἰζηῶν, 15.316 πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα λευκὸν ἐπαυρεῖν 15.317 ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι. 15.318 ὄφρα μὲν αἰγίδα χερσὶν ἔχ’ ἀτρέμα Φοῖβος Ἀπόλλων, 15.319 τόφρα μάλ’ ἀμφοτέρων βέλε’ ἥπτετο, πῖπτε δὲ λαός. 15.320 αὐτὰρ ἐπεὶ κατ’ ἐνῶπα ἰδὼν Δαναῶν ταχυπώλων 15.321 σεῖσ’, ἐπὶ δ’ αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμὸν 15.322 ἐν στήθεσσιν ἔθελξε, λάθοντο δὲ θούριδος ἀλκῆς. 15.323 οἳ δ’ ὥς τ’ ἠὲ βοῶν ἀγέλην ἢ πῶϋ μέγ’ οἰῶν 15.324 θῆρε δύω κλονέωσι μελαίνης νυκτὸς ἀμολγῷ 15.325 ἐλθόντ’ ἐξαπίνης σημάντορος οὐ παρεόντος, 15.326 ὣς ἐφόβηθεν Ἀχαιοὶ ἀνάλκιδες: ἐν γὰρ Ἀπόλλων 15.327 ἧκε φόβον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν. 15.328 ἔνθα δ’ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης. 15.329 Ἕκτωρ μὲν Στιχίον τε καὶ Ἀρκεσίλαον ἔπεφνε, 15.330 τὸν μὲν Βοιωτῶν ἡγήτορα χαλκοχιτώνων, 15.331 τὸν δὲ Μενεσθῆος μεγαθύμου πιστὸν ἑταῖρον: 15.332 Αἰνείας δὲ Μέδοντα καὶ Ἴασον ἐξενάριξεν. 15.333 ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο 15.334 ἔσκε Μέδων Αἴαντος ἀδελφεός: αὐτὰρ ἔναιεν 15.335 ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς 15.336 γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχ’ Ὀϊλεύς: 15.337 Ἴασος αὖτ’ ἀρχὸς μὲν Ἀθηναίων ἐτέτυκτο, 15.338 υἱὸς δὲ Σφήλοιο καλέσκετο Βουκολίδαο. 15.339 Μηκιστῆ δ’ ἕλε Πουλυδάμας, Ἐχίον δὲ Πολίτης 15.340 πρώτῃ ἐν ὑσμίνῃ, Κλονίον δ’ ἕλε δῖος Ἀγήνωρ. 15.341 Δηΐοχον δὲ Πάρις βάλε νείατον ὦμον ὄπισθε 15.342 φεύγοντ’ ἐν προμάχοισι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν. 15.343 ὄφρ’ οἳ τοὺς ἐνάριζον ἀπ’ ἔντεα, τόφρα δ’ Ἀχαιοὶ 15.344 τάφρῳ καὶ σκολόπεσσιν ἐνιπλήξαντες ὀρυκτῇ 15.345 ἔνθα καὶ ἔνθα φέβοντο, δύοντο δὲ τεῖχος ἀνάγκῃ. 15.346 Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας 15.347 νηυσὶν ἐπισσεύεσθαι, ἐᾶν δ’ ἔναρα βροτόεντα: 15.348 ὃν δ’ ἂν ἐγὼν ἀπάνευθε νεῶν ἑτέρωθι νοήσω, 15.349 αὐτοῦ οἱ θάνατον μητίσομαι, οὐδέ νυ τόν γε 15.350 γνωτοί τε γνωταί τε πυρὸς λελάχωσι θανόντα, 15.351 ἀλλὰ κύνες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο. 15.352 ὣς εἰπὼν μάστιγι κατωμαδὸν ἤλασεν ἵππους 15.353 κεκλόμενος Τρώεσσι κατὰ στίχας: οἳ δὲ σὺν αὐτῷ 15.354 πάντες ὁμοκλήσαντες ἔχον ἐρυσάρματας ἵππους 15.355 ἠχῇ θεσπεσίῃ: προπάροιθε δὲ Φοῖβος Ἀπόλλων 15.356 ῥεῖ’ ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρείπων 15.357 ἐς μέσσον κατέβαλλε, γεφύρωσεν δὲ κέλευθον 15.358 μακρὴν ἠδ’ εὐρεῖαν, ὅσον τ’ ἐπὶ δουρὸς ἐρωὴ 15.359 γίγνεται, ὁππότ’ ἀνὴρ σθένεος πειρώμενος ᾗσι. 15.360 τῇ ῥ’ οἵ γε προχέοντο φαλαγγηδόν, πρὸ δ’ Ἀπόλλων 15.361 αἰγίδ’ ἔχων ἐρίτιμον: ἔρειπε δὲ τεῖχος Ἀχαιῶν 15.362 ῥεῖα μάλ’, ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσης, 15.363 ὅς τ’ ἐπεὶ οὖν ποιήσῃ ἀθύρματα νηπιέῃσιν 15.364 ἂψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων. 15.365 ὥς ῥα σὺ ἤϊε Φοῖβε πολὺν κάματον καὶ ὀϊζὺν 15.366 σύγχεας Ἀργείων, αὐτοῖσι δὲ φύζαν ἐνῶρσας. 15.367 ὣς οἳ μὲν παρὰ νηυσὶν ἐρητύοντο μένοντες, 15.368 ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι 15.369 χεῖρας ἀνίσχοντες μεγάλ’ εὐχετόωντο ἕκαστος: 15.370 Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν 15.371 εὔχετο χεῖρ’ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα: 15.372 Ζεῦ πάτερ εἴ ποτέ τίς τοι ἐν Ἄργεΐ περ πολυπύρῳ 15.373 ἢ βοὸς ἢ οἰὸς κατὰ πίονα μηρία καίων 15.374 εὔχετο νοστῆσαι, σὺ δ’ ὑπέσχεο καὶ κατένευσας, 15.375 τῶν μνῆσαι καὶ ἄμυνον Ὀλύμπιε νηλεὲς ἦμαρ, 15.376 μηδ’ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς. 15.377 ὣς ἔφατ’ εὐχόμενος, μέγα δ’ ἔκτυπε μητίετα Ζεύς, 15.378 ἀράων ἀΐων Νηληϊάδαο γέροντος. 15.379 Τρῶες δ’ ὡς ἐπύθοντο Διὸς κτύπον αἰγιόχοιο, 15.380 μᾶλλον ἐπ’ Ἀργείοισι θόρον, μνήσαντο δὲ χάρμης. 15.381 οἳ δ’ ὥς τε μέγα κῦμα θαλάσσης εὐρυπόροιο 15.382 νηὸς ὑπὲρ τοίχων καταβήσεται, ὁππότ’ ἐπείγῃ 15.383 ἲς ἀνέμου: ἣ γάρ τε μάλιστά γε κύματ’ ὀφέλλει: 15.384 ὣς Τρῶες μεγάλῃ ἰαχῇ κατὰ τεῖχος ἔβαινον, 15.385 ἵππους δ’ εἰσελάσαντες ἐπὶ πρύμνῃσι μάχοντο 15.386 ἔγχεσιν ἀμφιγύοις αὐτοσχεδόν, οἳ μὲν ἀφ’ ἵππων, 15.387 οἳ δ’ ἀπὸ νηῶν ὕψι μελαινάων ἐπιβάντες 15.388 μακροῖσι ξυστοῖσι, τά ῥά σφ’ ἐπὶ νηυσὶν ἔκειτο 15.389 ναύμαχα κολλήεντα, κατὰ στόμα εἱμένα χαλκῷ. 15.390 Πάτροκλος δ’ εἷος μὲν Ἀχαιοί τε Τρῶές τε 15.391 τείχεος ἀμφεμάχοντο θοάων ἔκτοθι νηῶν, 15.392 τόφρ’ ὅ γ’ ἐνὶ κλισίῃ ἀγαπήνορος Εὐρυπύλοιο 15.393 ἧστό τε καὶ τὸν ἔτερπε λόγοις, ἐπὶ δ’ ἕλκεϊ λυγρῷ 15.394 φάρμακ’ ἀκέσματ’ ἔπασσε μελαινάων ὀδυνάων. 15.395 αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησε 15.396 Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε, 15.397 ᾤμωξέν τ’ ἄρ’ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ 15.398 χερσὶ καταπρηνέσσ’, ὀλοφυρόμενος δ’ ἔπος ηὔδα: 15.399 Εὐρύπυλ’ οὐκ ἔτι τοι δύναμαι χατέοντί περ’ ἔμπης 15.400 ἐνθάδε παρμενέμεν: δὴ γὰρ μέγα νεῖκος ὄρωρεν: 15.401 ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω, αὐτὰρ ἔγωγε 15.402 σπεύσομαι εἰς Ἀχιλῆα, ἵν’ ὀτρύνω πολεμίζειν. 15.403 τίς δ’ οἶδ’ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω 15.404 παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου. 15.405 τὸν μὲν ἄρ’ ὣς εἰπόντα πόδες φέρον: αὐτὰρ Ἀχαιοὶ 15.406 Τρῶας ἐπερχομένους μένον ἔμπεδον, οὐδ’ ἐδύναντο 15.407 παυροτέρους περ ἐόντας ἀπώσασθαι παρὰ νηῶν: 15.408 οὐδέ ποτε Τρῶες Δαναῶν ἐδύναντο φάλαγγας 15.409 ῥηξάμενοι κλισίῃσι μιγήμεναι ἠδὲ νέεσσιν. 15.410 ἀλλ’ ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνει 15.411 τέκτονος ἐν παλάμῃσι δαήμονος, ὅς ῥά τε πάσης 15.412 εὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης, 15.413 ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε: 15.414 ἄλλοι δ’ ἀμφ’ ἄλλῃσι μάχην ἐμάχοντο νέεσσιν, 15.415 Ἕκτωρ δ’ ἄντ’ Αἴαντος ἐείσατο κυδαλίμοιο. 15.416 τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον, οὐδὲ δύναντο 15.417 οὔθ’ ὃ τὸν ἐξελάσαι καὶ ἐνιπρῆσαι πυρὶ νῆα 15.418 οὔθ’ ὃ τὸν ἂψ ὤσασθαι, ἐπεί ῥ’ ἐπέλασσέ γε δαίμων. 15.419 ἔνθ’ υἷα Κλυτίοιο Καλήτορα φαίδιμος Αἴας 15.420 πῦρ ἐς νῆα φέροντα κατὰ στῆθος βάλε δουρί. 15.421 δούπησεν δὲ πεσών, δαλὸς δέ οἱ ἔκπεσε χειρός. 15.422 Ἕκτωρ δ’ ὡς ἐνόησεν ἀνεψιὸν ὀφθαλμοῖσιν 15.423 ἐν κονίῃσι πεσόντα νεὸς προπάροιθε μελαίνης, 15.424 Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας: 15.425 Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ 15.426 μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῷδε, 15.427 ἀλλ’ υἷα Κλυτίοιο σαώσατε, μή μιν Ἀχαιοὶ 15.428 τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα. 15.429 ὣς εἰπὼν Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ. 15.430 τοῦ μὲν ἅμαρθ’, ὃ δ’ ἔπειτα Λυκόφρονα Μάστορος υἱὸν 15.431 Αἴαντος θεράποντα Κυθήριον, ὅς ῥα παρ’ αὐτῷ 15.432 ναῖ’, ἐπεὶ ἄνδρα κατέκτα Κυθήροισι ζαθέοισι, 15.433 τόν ῥ’ ἔβαλεν κεφαλὴν ὑπὲρ οὔατος ὀξέϊ χαλκῷ 15.434 ἑσταότ’ ἄγχ’ Αἴαντος: ὃ δ’ ὕπτιος ἐν κονίῃσι 15.435 νηὸς ἄπο πρυμνῆς χαμάδις πέσε, λύντο δὲ γυῖα. 15.436 Αἴας δ’ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα: 15.437 Τεῦκρε πέπον δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος 15.438 Μαστορίδης, ὃν νῶϊ Κυθηρόθεν ἔνδον ἐόντα 15.439 ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισι: 15.440 τὸν δ’ Ἕκτωρ μεγάθυμος ἀπέκτανε. ποῦ νύ τοι ἰοὶ 15.441 ὠκύμοροι καὶ τόξον ὅ τοι πόρε Φοῖβος Ἀπόλλων; 15.442 ὣς φάθ’, ὃ δὲ ξυνέηκε, θέων δέ οἱ ἄγχι παρέστη, 15.443 τόξον ἔχων ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην 15.444 ἰοδόκον: μάλα δ’ ὦκα βέλεα Τρώεσσιν ἐφίει. 15.445 καί ῥ’ ἔβαλε Κλεῖτον Πεισήνορος ἀγλαὸν υἱὸν 15.446 Πουλυδάμαντος ἑταῖρον ἀγαυοῦ Πανθοΐδαο 15.447 ἡνία χερσὶν ἔχοντα: ὃ μὲν πεπόνητο καθ’ ἵππους: 15.448 τῇ γὰρ ἔχ’ ᾗ ῥα πολὺ πλεῖσται κλονέοντο φάλαγγες 15.449 Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος: τάχα δ’ αὐτῷ 15.450 ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ. 15.451 αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰός: 15.452 ἤριπε δ’ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι 15.453 κείν’ ὄχεα κροτέοντες. ἄναξ δ’ ἐνόησε τάχιστα 15.454 Πουλυδάμας, καὶ πρῶτος ἐναντίος ἤλυθεν ἵππων. 15.455 τοὺς μὲν ὅ γ’ Ἀστυνόῳ Προτιάονος υἱέϊ δῶκε, 15.456 πολλὰ δ’ ἐπότρυνε σχεδὸν ἴσχειν εἰσορόωντα 15.457 ἵππους: αὐτὸς δ’ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη. 15.458 Τεῦκρος δ’ ἄλλον ὀϊστὸν ἐφ’ Ἕκτορι χαλκοκορυστῇ 15.459 αἴνυτο, καί κεν ἔπαυσε μάχης ἐπὶ νηυσὶν Ἀχαιῶν, 15.460 εἴ μιν ἀριστεύοντα βαλὼν ἐξείλετο θυμόν. 15.461 ἀλλ’ οὐ λῆθε Διὸς πυκινὸν νόον, ὅς ῥ’ ἐφύλασσεν 15.462 Ἕκτορ’, ἀτὰρ Τεῦκρον Τελαμώνιον εὖχος ἀπηύρα, 15.463 ὅς οἱ ἐϋστρεφέα νευρὴν ἐν ἀμύμονι τόξῳ 15.464 ῥῆξ’ ἐπὶ τῷ ἐρύοντι: παρεπλάγχθη δέ οἱ ἄλλῃ 15.465 ἰὸς χαλκοβαρής, τόξον δέ οἱ ἔκπεσε χειρός. 15.466 Τεῦκρος δ’ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα: 15.467 ὢ πόποι ἦ δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρει 15.468 δαίμων ἡμετέρης, ὅ τέ μοι βιὸν ἔκβαλε χειρός, 15.469 νευρὴν δ’ ἐξέρρηξε νεόστροφον, ἣν ἐνέδησα 15.470 πρώϊον, ὄφρ’ ἀνέχοιτο θαμὰ θρῴσκοντας ὀϊστούς. 15.471 τὸν δ’ ἠμείβετ’ ἔπειτα μέγας Τελαμώνιος Αἴας: 15.472 ὦ πέπον ἀλλὰ βιὸν μὲν ἔα καὶ ταρφέας ἰοὺς 15.473 κεῖσθαι, ἐπεὶ συνέχευε θεὸς Δαναοῖσι μεγήρας: 15.474 αὐτὰρ χερσὶν ἑλὼν δολιχὸν δόρυ καὶ σάκος ὤμῳ 15.475 μάρναό τε Τρώεσσι καὶ ἄλλους ὄρνυθι λαούς. 15.476 μὴ μὰν ἀσπουδί γε δαμασσάμενοί περ ἕλοιεν 15.477 νῆας ἐϋσσέλμους, ἀλλὰ μνησώμεθα χάρμης. 15.478 ὣς φάθ’, ὃ δὲ τόξον μὲν ἐνὶ κλισίῃσιν ἔθηκεν, 15.479 αὐτὰρ ὅ γ’ ἀμφ’ ὤμοισι σάκος θέτο τετραθέλυμνον, 15.480 κρατὶ δ’ ἐπ’ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν 15.481 ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν: 15.482 εἵλετο δ’ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ, 15.483 βῆ δ’ ἰέναι, μάλα δ’ ὦκα θέων Αἴαντι παρέστη. 15.484 Ἕκτωρ δ’ ὡς εἶδεν Τεύκρου βλαφθέντα βέλεμνα, 15.485 Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας: 15.486 Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ 15.487 ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς 15.488 νῆας ἀνὰ γλαφυράς: δὴ γὰρ ἴδον ὀφθαλμοῖσιν 15.489 ἀνδρὸς ἀριστῆος Διόθεν βλαφθέντα βέλεμνα. 15.490 ῥεῖα δ’ ἀρίγνωτος Διὸς ἀνδράσι γίγνεται ἀλκή, 15.491 ἠμὲν ὁτέοισιν κῦδος ὑπέρτερον ἐγγυαλίξῃ, 15.492 ἠδ’ ὅτινας μινύθῃ τε καὶ οὐκ ἐθέλῃσιν ἀμύνειν, 15.493 ὡς νῦν Ἀργείων μινύθει μένος, ἄμμι δ’ ἀρήγει. 15.494 ἀλλὰ μάχεσθ’ ἐπὶ νηυσὶν ἀολλέες: ὃς δέ κεν ὑμέων 15.495 βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ 15.496 τεθνάτω: οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης 15.497 τεθνάμεν: ἀλλ’ ἄλοχός τε σόη καὶ παῖδες ὀπίσσω, 15.498 καὶ οἶκος καὶ κλῆρος ἀκήρατος, εἴ κεν Ἀχαιοὶ 15.499 οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν. 15.500 ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. 15.501 Αἴας δ’ αὖθ’ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισιν: 15.502 αἰδὼς Ἀργεῖοι: νῦν ἄρκιον ἢ ἀπολέσθαι 15.503 ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν. 15.504 ἦ ἔλπεσθ’ ἢν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ 15.505 ἐμβαδὸν ἵξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος; 15.506 ἦ οὐκ ὀτρύνοντος ἀκούετε λαὸν ἅπαντα 15.507 Ἕκτορος, ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει; 15.508 οὐ μὰν ἔς γε χορὸν κέλετ’ ἐλθέμεν, ἀλλὰ μάχεσθαι. 15.509 ἡμῖν δ’ οὔ τις τοῦδε νόος καὶ μῆτις ἀμείνων 15.510 ἢ αὐτοσχεδίῃ μῖξαι χεῖράς τε μένος τε. 15.511 βέλτερον ἢ ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι 15.512 ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι 15.513 ὧδ’ αὔτως παρὰ νηυσὶν ὑπ’ ἀνδράσι χειροτέροισιν. 15.514 ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. 15.515 ἔνθ’ Ἕκτωρ μὲν ἕλε Σχεδίον Περιμήδεος υἱὸν 15.516 ἀρχὸν Φωκήων, Αἴας δ’ ἕλε Λαοδάμαντα 15.517 ἡγεμόνα πρυλέων Ἀντήνορος ἀγλαὸν υἱόν: 15.518 Πουλυδάμας δ’ Ὦτον Κυλλήνιον ἐξενάριξε 15.519 Φυλεΐδεω ἕταρον, μεγαθύμων ἀρχὸν Ἐπειῶν. 15.520 τῷ δὲ Μέγης ἐπόρουσεν ἰδών: ὃ δ’ ὕπαιθα λιάσθη 15.521 Πουλυδάμας: καὶ τοῦ μὲν ἀπήμβροτεν: οὐ γὰρ Ἀπόλλων 15.522 εἴα Πάνθου υἱὸν ἐνὶ προμάχοισι δαμῆναι: 15.523 αὐτὰρ ὅ γε Κροίσμου στῆθος μέσον οὔτασε δουρί. 15.524 δούπησεν δὲ πεσών: ὃ δ’ ἀπ’ ὤμων τεύχε’ ἐσύλα. 15.525 τόφρα δὲ τῷ ἐπόρουσε Δόλοψ αἰχμῆς ἐῢ εἰδὼς 15.526 Λαμπετίδης, ὃν Λάμπος ἐγείνατο φέρτατον υἱὸν 15.527 Λαομεδοντιάδης εὖ εἰδότα θούριδος ἀλκῆς, 15.528 ὃς τότε Φυλεΐδαο μέσον σάκος οὔτασε δουρὶ 15.529 ἐγγύθεν ὁρμηθείς: πυκινὸς δέ οἱ ἤρκεσε θώρηξ, 15.530 τόν ῥ’ ἐφόρει γυάλοισιν ἀρηρότα: τόν ποτε Φυλεὺς 15.531 ἤγαγεν ἐξ Ἐφύρης, ποταμοῦ ἄπο Σελλήεντος. 15.532 ξεῖνος γάρ οἱ ἔδωκεν ἄναξ ἀνδρῶν Εὐφήτης 15.533 ἐς πόλεμον φορέειν δηΐων ἀνδρῶν ἀλεωρήν: 15.534 ὅς οἱ καὶ τότε παιδὸς ἀπὸ χροὸς ἤρκεσ’ ὄλεθρον. 15.535 τοῦ δὲ Μέγης κόρυθος χαλκήρεος ἱπποδασείης 15.536 κύμβαχον ἀκρότατον νύξ’ ἔγχεϊ ὀξυόεντι, 15.537 ῥῆξε δ’ ἀφ’ ἵππειον λόφον αὐτοῦ: πᾶς δὲ χαμᾶζε 15.538 κάππεσεν ἐν κονίῃσι νέον φοίνικι φαεινός. 15.539 εἷος ὃ τῷ πολέμιζε μένων, ἔτι δ’ ἔλπετο νίκην, 15.540 τόφρα δέ οἱ Μενέλαος ἀρήϊος ἦλθεν ἀμύντωρ, 15.541 στῆ δ’ εὐρὰξ σὺν δουρὶ λαθών, βάλε δ’ ὦμον ὄπισθεν: 15.542 αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα 15.543 πρόσσω ἱεμένη: ὃ δ’ ἄρα πρηνὴς ἐλιάσθη. 15.544 τὼ μὲν ἐεισάσθην χαλκήρεα τεύχε’ ἀπ’ ὤμων 15.545 συλήσειν: Ἕκτωρ δὲ κασιγνήτοισι κέλευσε 15.546 πᾶσι μάλα, πρῶτον δ’ Ἱκεταονίδην ἐνένιπεν 15.547 ἴφθιμον Μελάνιππον. ὃ δ’ ὄφρα μὲν εἰλίποδας βοῦς 15.548 βόσκ’ ἐν Περκώτῃ δηΐων ἀπὸ νόσφιν ἐόντων: 15.549 αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι, 15.550 ἂψ εἰς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι, 15.551 ναῖε δὲ πὰρ Πριάμῳ, ὃ δέ μιν τίεν ἶσα τέκεσσι: 15.552 τόν ῥ’ Ἕκτωρ ἐνένιπεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν: 15.553 οὕτω δὴ Μελάνιππε μεθήσομεν; οὐδέ νυ σοί περ 15.554 ἐντρέπεται φίλον ἦτορ ἀνεψιοῦ κταμένοιο; 15.555 οὐχ ὁράᾳς οἷον Δόλοπος περὶ τεύχε’ ἕπουσιν; 15.556 ἀλλ’ ἕπευ: οὐ γὰρ ἔτ’ ἔστιν ἀποσταδὸν Ἀργείοισι 15.557 μάρνασθαι, πρίν γ’ ἠὲ κατακτάμεν ἠὲ κατ’ ἄκρης 15.558 Ἴλιον αἰπεινὴν ἑλέειν κτάσθαι τε πολίτας. 15.559 ὣς εἰπὼν ὃ μὲν ἦρχ’, ὃ δ’ ἅμ’ ἕσπετο ἰσόθεος φώς: 15.560 Ἀργείους δ’ ὄτρυνε μέγας Τελαμώνιος Αἴας: 15.561 ὦ φίλοι ἀνέρες ἔστε, καὶ αἰδῶ θέσθ’ ἐνὶ θυμῷ, 15.562 ἀλλήλους τ’ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας. 15.563 αἰδομένων δ’ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται: 15.564 φευγόντων δ’ οὔτ’ ἂρ κλέος ὄρνυται οὔτέ τις ἀλκή. 15.565 ὣς ἔφαθ’, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον, 15.566 ἐν θυμῷ δ’ ἐβάλοντο ἔπος, φράξαντο δὲ νῆας 15.567 ἕρκεϊ χαλκείῳ: ἐπὶ δὲ Ζεὺς Τρῶας ἔγειρεν. 15.568 Ἀντίλοχον δ’ ὄτρυνε βοὴν ἀγαθὸς Μενέλαος: 15.569 Ἀντίλοχ’ οὔ τις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν, 15.570 οὔτε ποσὶν θάσσων οὔτ’ ἄλκιμος ὡς σὺ μάχεσθαι: 15.571 εἴ τινά που Τρώων ἐξάλμενος ἄνδρα βάλοισθα. 15.572 ὣς εἰπὼν ὃ μὲν αὖτις ἀπέσσυτο, τὸν δ’ ὀρόθυνεν: 15.573 ἐκ δ’ ἔθορε προμάχων, καὶ ἀκόντισε δουρὶ φαεινῷ 15.574 ἀμφὶ ἓ παπτήνας: ὑπὸ δὲ Τρῶες κεκάδοντο 15.575 ἀνδρὸς ἀκοντίσσαντος: ὃ δ’ οὐχ ἅλιον βέλος ἧκεν, 15.576 ἀλλ’ Ἱκετάονος υἱὸν ὑπέρθυμον Μελάνιππον 15.577 νισόμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν. 15.578 δούπησεν δὲ πεσών, τὸν δὲ σκότος ὄσσε κάλυψεν. 15.579 Ἀντίλοχος δ’ ἐπόρουσε κύων ὥς, ὅς τ’ ἐπὶ νεβρῷ 15.580 βλημένῳ ἀΐξῃ, τόν τ’ ἐξ εὐνῆφι θορόντα 15.581 θηρητὴρ ἐτύχησε βαλών, ὑπέλυσε δὲ γυῖα: 15.582 ὣς ἐπὶ σοὶ Μελάνιππε θόρ’ Ἀντίλοχος μενεχάρμης 15.583 τεύχεα συλήσων: ἀλλ’ οὐ λάθεν Ἕκτορα δῖον, 15.584 ὅς ῥά οἱ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα. 15.585 Ἀντίλοχος δ’ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστής, 15.586 ἀλλ’ ὅ γ’ ἄρ’ ἔτρεσε θηρὶ κακὸν ῥέξαντι ἐοικώς, 15.587 ὅς τε κύνα κτείνας ἢ βουκόλον ἀμφὶ βόεσσι 15.588 φεύγει πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν: 15.589 ὣς τρέσε Νεστορίδης, ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ 15.590 ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο: 15.591 στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων. 15.592 Τρῶες δὲ λείουσιν ἐοικότες ὠμοφάγοισι 15.593 νηυσὶν ἐπεσσεύοντο, Διὸς δ’ ἐτέλειον ἐφετμάς, 15.594 ὅ σφισιν αἰὲν ἔγειρε μένος μέγα, θέλγε δὲ θυμὸν 15.595 Ἀργείων καὶ κῦδος ἀπαίνυτο, τοὺς δ’ ὀρόθυνεν. 15.596 Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι 15.597 Πριαμίδῃ, ἵνα νηυσὶ κορωνίσι θεσπιδαὲς πῦρ 15.598 ἐμβάλοι ἀκάματον, Θέτιδος δ’ ἐξαίσιον ἀρὴν 15.599 πᾶσαν ἐπικρήνειε: τὸ γὰρ μένε μητίετα Ζεὺς 15.600 νηὸς καιομένης σέλας ὀφθαλμοῖσιν ἰδέσθαι. 15.601 ἐκ γὰρ δὴ τοῦ μέλλε παλίωξιν παρὰ νηῶν 15.602 θησέμεναι Τρώων, Δαναοῖσι δὲ κῦδος ὀρέξειν. 15.603 τὰ φρονέων νήεσσιν ἔπι γλαφυρῇσιν ἔγειρεν 15.604 Ἕκτορα Πριαμίδην μάλα περ μεμαῶτα καὶ αὐτόν. 15.605 μαίνετο δ’ ὡς ὅτ’ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ 15.606 οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης: 15.607 ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο, τὼ δέ οἱ ὄσσε 15.608 λαμπέσθην βλοσυρῇσιν ὑπ’ ὀφρύσιν, ἀμφὶ δὲ πήληξ 15.609 σμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιο 15.610 Ἕκτορος: αὐτὸς γάρ οἱ ἀπ’ αἰθέρος ἦεν ἀμύντωρ 15.611 Ζεύς, ὅς μιν πλεόνεσσι μετ’ ἀνδράσι μοῦνον ἐόντα 15.612 τίμα καὶ κύδαινε. μινυνθάδιος γὰρ ἔμελλεν 15.613 ἔσσεσθ’: ἤδη γάρ οἱ ἐπόρνυε μόρσιμον ἦμαρ 15.614 Παλλὰς Ἀθηναίη ὑπὸ Πηλεΐδαο βίηφιν. 15.615 καί ῥ’ ἔθελεν ῥῆξαι στίχας ἀνδρῶν πειρητίζων, 15.616 ᾗ δὴ πλεῖστον ὅμιλον ὅρα καὶ τεύχε’ ἄριστα: 15.617 ἀλλ’ οὐδ’ ὧς δύνατο ῥῆξαι μάλα περ μενεαίνων: 15.618 ἴσχον γὰρ πυργηδὸν ἀρηρότες, ἠΰτε πέτρη 15.619 ἠλίβατος μεγάλη πολιῆς ἁλὸς ἐγγὺς ἐοῦσα, 15.620 ἥ τε μένει λιγέων ἀνέμων λαιψηρὰ κέλευθα 15.621 κύματά τε τροφόεντα, τά τε προσερεύγεται αὐτήν: 15.622 ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο. 15.623 αὐτὰρ ὃ λαμπόμενος πυρὶ πάντοθεν ἔνθορ’ ὁμίλῳ, 15.624 ἐν δ’ ἔπεσ’ ὡς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃσι 15.625 λάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφές: ἣ δέ τε πᾶσα 15.626 ἄχνῃ ὑπεκρύφθη, ἀνέμοιο δὲ δεινὸς ἀήτη 15.627 ἱστίῳ ἐμβρέμεται, τρομέουσι δέ τε φρένα ναῦται 15.628 δειδιότες: τυτθὸν γὰρ ὑπ’ ἐκ θανάτοιο φέρονται: 15.629 ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν. 15.630 αὐτὰρ ὅ γ’ ὥς τε λέων ὀλοόφρων βουσὶν ἐπελθών, 15.631 αἵ ῥά τ’ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο νέμονται 15.632 μυρίαι, ἐν δέ τε τῇσι νομεὺς οὔ πω σάφα εἰδὼς 15.633 θηρὶ μαχέσσασθαι ἕλικος βοὸς ἀμφὶ φονῇσιν: 15.634 ἤτοι ὃ μὲν πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν 15.635 αἰὲν ὁμοστιχάει, ὃ δέ τ’ ἐν μέσσῃσιν ὀρούσας 15.636 βοῦν ἔδει, αἳ δέ τε πᾶσαι ὑπέτρεσαν: ὣς τότ’ Ἀχαιοὶ 15.637 θεσπεσίως ἐφόβηθεν ὑφ’ Ἕκτορι καὶ Διὶ πατρὶ 15.638 πάντες, ὃ δ’ οἶον ἔπεφνε Μυκηναῖον Περιφήτην, 15.639 Κοπρῆος φίλον υἱόν, ὃς Εὐρυσθῆος ἄνακτος 15.640 ἀγγελίης οἴχνεσκε βίῃ Ἡρακληείῃ. 15.641 τοῦ γένετ’ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων 15.642 παντοίας ἀρετάς, ἠμὲν πόδας ἠδὲ μάχεσθαι, 15.643 καὶ νόον ἐν πρώτοισι Μυκηναίων ἐτέτυκτο: 15.644 ὅς ῥα τόθ’ Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξε. 15.645 στρεφθεὶς γὰρ μετόπισθεν ἐν ἀσπίδος ἄντυγι πάλτο, 15.646 τὴν αὐτὸς φορέεσκε ποδηνεκέ’ ἕρκος ἀκόντων: 15.647 τῇ ὅ γ’ ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος, ἀμφὶ δὲ πήληξ 15.648 σμερδαλέον κονάβησε περὶ κροτάφοισι πεσόντος. 15.649 Ἕκτωρ δ’ ὀξὺ νόησε, θέων δέ οἱ ἄγχι παρέστη, 15.650 στήθεϊ δ’ ἐν δόρυ πῆξε, φίλων δέ μιν ἐγγὺς ἑταίρων 15.651 κτεῖν’: οἳ δ’ οὐκ ἐδύναντο καὶ ἀχνύμενοί περ ἑταίρου 15.652 χραισμεῖν: αὐτοὶ γὰρ μάλα δείδισαν Ἕκτορα δῖον. 15.653 εἰσωποὶ δ’ ἐγένοντο νεῶν, περὶ δ’ ἔσχεθον ἄκραι 15.654 νῆες ὅσαι πρῶται εἰρύατο: τοὶ δ’ ἐπέχυντο. 15.655 Ἀργεῖοι δὲ νεῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃ 15.656 τῶν πρωτέων, αὐτοῦ δὲ παρὰ κλισίῃσιν ἔμειναν 15.657 ἁθρόοι, οὐδὲ κέδασθεν ἀνὰ στρατόν: ἴσχε γὰρ αἰδὼς 15.658 καὶ δέος: ἀζηχὲς γὰρ ὁμόκλεον ἀλλήλοισι. 15.659 Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν 15.660 λίσσεθ’ ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον: 15.661 ὦ φίλοι ἀνέρες ἔστε καὶ αἰδῶ θέσθ’ ἐνὶ θυμῷ 15.662 ἄλλων ἀνθρώπων, ἐπὶ δὲ μνήσασθε ἕκαστος 15.663 παίδων ἠδ’ ἀλόχων καὶ κτήσιος ἠδὲ τοκήων, 15.664 ἠμὲν ὅτεῳ ζώουσι καὶ ᾧ κατατεθνήκασι: 15.665 τῶν ὕπερ ἐνθάδ’ ἐγὼ γουνάζομαι οὐ παρεόντων 15.666 ἑστάμεναι κρατερῶς, μὴ δὲ τρωπᾶσθε φόβον δέ. 15.667 ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. 15.668 τοῖσι δ’ ἀπ’ ὀφθαλμῶν νέφος ἀχλύος ὦσεν Ἀθήνη 15.669 θεσπέσιον: μάλα δέ σφι φόως γένετ’ ἀμφοτέρωθεν 15.670 ἠμὲν πρὸς νηῶν καὶ ὁμοιΐου πολέμοιο. 15.671 Ἕκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους, 15.672 ἠμὲν ὅσοι μετόπισθεν ἀφέστασαν οὐδὲ μάχοντο, 15.673 ἠδ’ ὅσσοι παρὰ νηυσὶ μάχην ἐμάχοντο θοῇσιν. 15.674 οὐδ’ ἄρ’ ἔτ’ Αἴαντι μεγαλήτορι ἥνδανε θυμῷ 15.675 ἑστάμεν ἔνθά περ ἄλλοι ἀφέστασαν υἷες Ἀχαιῶν: 15.676 ἀλλ’ ὅ γε νηῶν ἴκρι’ ἐπῴχετο μακρὰ βιβάσθων, 15.677 νώμα δὲ ξυστὸν μέγα ναύμαχον ἐν παλάμῃσι 15.678 κολλητὸν βλήτροισι δυωκαιεικοσίπηχυ. 15.679 ὡς δ’ ὅτ’ ἀνὴρ ἵπποισι κελητίζειν ἐῢ εἰδώς, 15.680 ὅς τ’ ἐπεὶ ἐκ πολέων πίσυρας συναείρεται ἵππους, 15.681 σεύας ἐκ πεδίοιο μέγα προτὶ ἄστυ δίηται 15.682 λαοφόρον καθ’ ὁδόν: πολέες τέ ἑ θηήσαντο 15.683 ἀνέρες ἠδὲ γυναῖκες: ὃ δ’ ἔμπεδον ἀσφαλὲς αἰεὶ 15.684 θρῴσκων ἄλλοτ’ ἐπ’ ἄλλον ἀμείβεται, οἳ δὲ πέτονται: 15.685 ὣς Αἴας ἐπὶ πολλὰ θοάων ἴκρια νηῶν 15.686 φοίτα μακρὰ βιβάς, φωνὴ δέ οἱ αἰθέρ’ ἵκανεν, 15.687 αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε 15.688 νηυσί τε καὶ κλισίῃσιν ἀμυνέμεν. οὐδὲ μὲν Ἕκτωρ 15.689 μίμνεν ἐνὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων: 15.690 ἀλλ’ ὥς τ’ ὀρνίθων πετεηνῶν αἰετὸς αἴθων 15.691 ἔθνος ἐφορμᾶται ποταμὸν πάρα βοσκομενάων 15.692 χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων, 15.693 ὣς Ἕκτωρ ἴθυσε νεὸς κυανοπρῴροιο 15.694 ἀντίος ἀΐξας: τὸν δὲ Ζεὺς ὦσεν ὄπισθε 15.695 χειρὶ μάλα μεγάλῃ, ὄτρυνε δὲ λαὸν ἅμ’ αὐτῷ. 15.696 αὖτις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη: 15.697 φαίης κ’ ἀκμῆτας καὶ ἀτειρέας ἀλλήλοισιν 15.698 ἄντεσθ’ ἐν πολέμῳ, ὡς ἐσσυμένως ἐμάχοντο. 15.699 τοῖσι δὲ μαρναμένοισιν ὅδ’ ἦν νόος: ἤτοι Ἀχαιοὶ 15.700 οὐκ ἔφασαν φεύξεσθαι ὑπ’ ἐκ κακοῦ, ἀλλ’ ὀλέεσθαι, 15.701 Τρωσὶν δ’ ἔλπετο θυμὸς ἐνὶ στήθεσσιν ἑκάστου 15.702 νῆας ἐνιπρήσειν κτενέειν θ’ ἥρωας Ἀχαιούς. 15.703 οἳ μὲν τὰ φρονέοντες ἐφέστασαν ἀλλήλοισιν: 15.704 Ἕκτωρ δὲ πρυμνῆς νεὸς ἥψατο ποντοπόροιο 15.705 καλῆς ὠκυάλου, ἣ Πρωτεσίλαον ἔνεικεν 15.706 ἐς Τροίην, οὐδ’ αὖτις ἀπήγαγε πατρίδα γαῖαν. 15.707 τοῦ περ δὴ περὶ νηὸς Ἀχαιοί τε Τρῶές τε 15.708 δῄουν ἀλλήλους αὐτοσχεδόν: οὐδ’ ἄρα τοί γε 15.709 τόξων ἀϊκὰς ἀμφὶς μένον οὐδ’ ἔτ’ ἀκόντων, 15.710 ἀλλ’ οἵ γ’ ἐγγύθεν ἱστάμενοι ἕνα θυμὸν ἔχοντες 15.711 ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίνῃσι μάχοντο 15.712 καὶ ξίφεσιν μεγάλοισι καὶ ἔγχεσιν ἀμφιγύοισι. 15.713 πολλὰ δὲ φάσγανα καλὰ μελάνδετα κωπήεντα 15.714 ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον, ἄλλα δ’ ἀπ’ ὤμων 15.715 ἀνδρῶν μαρναμένων: ῥέε δ’ αἵματι γαῖα μέλαινα. 15.716 Ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν οὐχὶ μεθίει 15.717 ἄφλαστον μετὰ χερσὶν ἔχων, Τρωσὶν δὲ κέλευεν: 15.718 οἴσετε πῦρ, ἅμα δ’ αὐτοὶ ἀολλέες ὄρνυτ’ ἀϋτήν: 15.719 νῦν ἡμῖν πάντων Ζεὺς ἄξιον ἦμαρ ἔδωκε 15.720 νῆας ἑλεῖν, αἳ δεῦρο θεῶν ἀέκητι μολοῦσαι 15.721 ἡμῖν πήματα πολλὰ θέσαν, κακότητι γερόντων, 15.722 οἵ μ’ ἐθέλοντα μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσιν 15.723 αὐτόν τ’ ἰσχανάασκον ἐρητύοντό τε λαόν: 15.724 ἀλλ’ εἰ δή ῥα τότε βλάπτε φρένας εὐρύοπα Ζεὺς 15.725 ἡμετέρας, νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει. 15.726 ὣς ἔφαθ’, οἳ δ’ ἄρα μᾶλλον ἐπ’ Ἀργείοισιν ὄρουσαν. 15.727 Αἴας δ’ οὐκέτ’ ἔμιμνε: βιάζετο γὰρ βελέεσσιν: 15.728 ἀλλ’ ἀνεχάζετο τυτθόν, ὀϊόμενος θανέεσθαι 15.729 θρῆνυν ἐφ’ ἑπταπόδην, λίπε δ’ ἴκρια νηὸς ἐΐσης. 15.730 ἔνθ’ ἄρ’ ὅ γ’ ἑστήκει δεδοκημένος, ἔγχεϊ δ’ αἰεὶ 15.731 Τρῶας ἄμυνε νεῶν, ὅς τις φέροι ἀκάματον πῦρ: 15.732 αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε: 15.733 ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος 15.734 ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς. 15.735 ἠέ τινάς φαμεν εἶναι ἀοσσητῆρας ὀπίσσω, 15.736 ἦέ τι τεῖχος ἄρειον, ὅ κ’ ἀνδράσι λοιγὸν ἀμύναι; 15.737 οὐ μέν τι σχεδόν ἐστι πόλις πύργοις ἀραρυῖα, 15.738 ᾗ κ’ ἀπαμυναίμεσθ’ ἑτεραλκέα δῆμον ἔχοντες: 15.739 ἀλλ’ ἐν γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάων 15.740 πόντῳ κεκλιμένοι ἑκὰς ἥμεθα πατρίδος αἴης: 15.741 τὼ ἐν χερσὶ φόως, οὐ μειλιχίῃ πολέμοιο. 15.742 ἦ, καὶ μαιμώων ἔφεπ’ ἔγχεϊ ὀξυόεντι. 15.743 ὅς τις δὲ Τρώων κοίλῃς ἐπὶ νηυσὶ φέροιτο 15.744 σὺν πυρὶ κηλείῳ, χάριν Ἕκτορος ὀτρύναντος, 15.745 τὸν δ’ Αἴας οὔτασκε δεδεγμένος ἔγχεϊ μακρῷ: 15.746 δώδεκα δὲ προπάροιθε νεῶν αὐτοσχεδὸν οὖτα. 16.001 ὣς οἳ μὲν περὶ νηὸς ἐϋσσέλμοιο μάχοντο: 16.002 Πάτροκλος δ’ Ἀχιλῆϊ παρίστατο ποιμένι λαῶν 16.003 δάκρυα θερμὰ χέων ὥς τε κρήνη μελάνυδρος, 16.004 ἥ τε κατ’ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ. 16.005 τὸν δὲ ἰδὼν ᾤκτιρε ποδάρκης δῖος Ἀχιλλεύς, 16.006 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα: 16.007 τίπτε δεδάκρυσαι Πατρόκλεες, ἠΰτε κούρη 16.008 νηπίη, ἥ θ’ ἅμα μητρὶ θέουσ’ ἀνελέσθαι ἀνώγει 16.009 εἱανοῦ ἁπτομένη, καί τ’ ἐσσυμένην κατερύκει, 16.010 δακρυόεσσα δέ μιν ποτιδέρκεται, ὄφρ’ ἀνέληται: 16.011 τῇ ἴκελος Πάτροκλε τέρεν κατὰ δάκρυον εἴβεις. 16.012 ἠέ τι Μυρμιδόνεσσι πιφαύσκεαι, ἢ ἐμοὶ αὐτῷ, 16.013 ἦέ τιν’ ἀγγελίην Φθίης ἐξέκλυες οἶος; 16.014 ζώειν μὰν ἔτι φασὶ Μενοίτιον Ἄκτορος υἱόν, 16.015 ζώει δ’ Αἰακίδης Πηλεὺς μετὰ Μυρμιδόνεσσι; 16.016 τῶν κε μάλ’ ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων. 16.017 ἦε σύ γ’ Ἀργείων ὀλοφύρεαι, ὡς ὀλέκονται 16.018 νηυσὶν ἔπι γλαφυρῇσιν ὑπερβασίης ἕνεκα σφῆς; 16.019 ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω. 16.020 τὸν δὲ βαρὺ στενάχων προσέφης Πατρόκλεες ἱππεῦ: 16.021 ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατ’ Ἀχαιῶν 16.022 μὴ νεμέσα: τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς. 16.023 οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι, 16.024 ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε. 16.025 βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης, 16.026 οὔτασται δ’ Ὀδυσεὺς δουρικλυτὸς ἠδ’ Ἀγαμέμνων, 16.027 βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ. 16.028 τοὺς μέν τ’ ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται 16.029 ἕλκε’ ἀκειόμενοι: σὺ δ’ ἀμήχανος ἔπλευ Ἀχιλλεῦ. 16.030 μὴ ἐμέ γ’ οὖν οὗτός γε λάβοι χόλος, ὃν σὺ φυλάσσεις 16.031 αἰναρέτη: τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ 16.032 αἴ κε μὴ Ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνῃς; 16.033 νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς, 16.034 οὐδὲ Θέτις μήτηρ: γλαυκὴ δέ σε τίκτε θάλασσα 16.035 πέτραι τ’ ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής. 16.036 εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνεις 16.037 καί τινά τοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ, 16.038 ἀλλ’ ἐμέ περ πρόες ὦχ’, ἃμα δ’ ἄλλον λαὸν ὄπασσον 16.039 Μυρμιδόνων, ἤν πού τι φόως Δαναοῖσι γένωμαι. 16.040 δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι, 16.041 αἴ κ’ ἐμὲ σοὶ ἴσκοντες ἀπόσχωνται πολέμοιο 16.042 Τρῶες, ἀναπνεύσωσι δ’ Ἀρήϊοι υἷες Ἀχαιῶν 16.043 τειρόμενοι: ὀλίγη δέ τ’ ἀνάπνευσις πολέμοιο. 16.044 ῥεῖα δέ κ’ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ 16.045 ὤσαιμεν προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων. 16.046 ὣς φάτο λισσόμενος μέγα νήπιος: ἦ γὰρ ἔμελλεν 16.047 οἷ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι. 16.048 τὸν δὲ μέγ’ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς: 16.049 ὤ μοι διογενὲς Πατρόκλεες οἷον ἔειπες: 16.050 οὔτε θεοπροπίης ἐμπάζομαι ἥν τινα οἶδα, 16.051 οὔτέ τί μοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ: 16.052 ἀλλὰ τόδ’ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει, 16.053 ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαι 16.054 καὶ γέρας ἂψ ἀφελέσθαι, ὅ τε κράτεϊ προβεβήκῃ: 16.055 αἰνὸν ἄχος τό μοί ἐστιν, ἐπεὶ πάθον ἄλγεα θυμῷ. 16.056 κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν, 16.057 δουρὶ δ’ ἐμῷ κτεάτισσα πόλιν εὐτείχεα πέρσας, 16.058 τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων 16.059 Ἀτρεΐδης ὡς εἴ τιν’ ἀτίμητον μετανάστην. 16.060 ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν: οὐδ’ ἄρα πως ἦν 16.061 ἀσπερχὲς κεχολῶσθαι ἐνὶ φρεσίν: ἤτοι ἔφην γε 16.062 οὐ πρὶν μηνιθμὸν καταπαυσέμεν, ἀλλ’ ὁπότ’ ἂν δὴ 16.063 νῆας ἐμὰς ἀφίκηται ἀϋτή τε πτόλεμός τε. 16.064 τύνη δ’ ὤμοιιν μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι, 16.065 ἄρχε δὲ Μυρμιδόνεσσι φιλοπτολέμοισι μάχεσθαι, 16.066 εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε 16.067 νηυσὶν ἐπικρατέως, οἳ δὲ ῥηγμῖνι θαλάσσης 16.068 κεκλίαται, χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντες 16.069 Ἀργεῖοι, Τρώων δὲ πόλις ἐπὶ πᾶσα βέβηκε 16.070 θάρσυνος: οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον 16.071 ἐγγύθι λαμπομένης: τάχα κεν φεύγοντες ἐναύλους 16.072 πλήσειαν νεκύων, εἴ μοι κρείων Ἀγαμέμνων 16.073 ἤπια εἰδείη: νῦν δὲ στρατὸν ἀμφιμάχονται. 16.074 οὐ γὰρ Τυδεΐδεω Διομήδεος ἐν παλάμῃσι 16.075 μαίνεται ἐγχείη Δαναῶν ἀπὸ λοιγὸν ἀμῦναι: 16.076 οὐδέ πω Ἀτρεΐδεω ὀπὸς ἔκλυον αὐδήσαντος 16.077 ἐχθρῆς ἐκ κεφαλῆς: ἀλλ’ Ἕκτορος ἀνδροφόνοιο 16.078 Τρωσὶ κελεύοντος περιάγνυται, οἳ δ’ ἀλαλητῷ 16.079 πᾶν πεδίον κατέχουσι μάχῃ νικῶντες Ἀχαιούς. 16.080 ἀλλὰ καὶ ὧς Πάτροκλε νεῶν ἄπο λοιγὸν ἀμύνων 16.081 ἔμπεσ’ ἐπικρατέως, μὴ δὴ πυρὸς αἰθομένοιο 16.082 νῆας ἐνιπρήσωσι, φίλον δ’ ἀπὸ νόστον ἕλωνται. 16.083 πείθεο δ’ ὥς τοι ἐγὼ μύθου τέλος ἐν φρεσὶ θείω, 16.084 ὡς ἄν μοι τιμὴν μεγάλην καὶ κῦδος ἄρηαι 16.085 πρὸς πάντων Δαναῶν, ἀτὰρ οἳ περικαλλέα κούρην 16.086 ἂψ ἀπονάσσωσιν, ποτὶ δ’ ἀγλαὰ δῶρα πόρωσιν. 16.087 ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν: εἰ δέ κεν αὖ τοι 16.088 δώῃ κῦδος ἀρέσθαι ἐρίγδουπος πόσις Ἥρης, 16.089 μὴ σύ γ’ ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν 16.090 Τρωσὶ φιλοπτολέμοισιν: ἀτιμότερον δέ με θήσεις: 16.091 μὴ δ’ ἐπαγαλλόμενος πολέμῳ καὶ δηϊοτῆτι 16.092 Τρῶας ἐναιρόμενος προτὶ Ἴλιον ἡγεμονεύειν, 16.093 μή τις ἀπ’ Οὐλύμποιο θεῶν αἰειγενετάων 16.094 ἐμβήῃ: μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων: 16.095 ἀλλὰ πάλιν τρωπᾶσθαι, ἐπὴν φάος ἐν νήεσσι 16.096 θήῃς, τοὺς δ’ ἔτ’ ἐᾶν πεδίον κάτα δηριάασθαι. 16.097 αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον 16.098 μήτέ τις οὖν Τρώων θάνατον φύγοι ὅσσοι ἔασι, 16.099 μήτέ τις Ἀργείων, νῶϊν δ’ ἐκδῦμεν ὄλεθρον, 16.100 ὄφρ’ οἶοι Τροίης ἱερὰ κρήδεμνα λύωμεν. 16.101 ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, 16.102 Αἴας δ’ οὐκ ἔτ’ ἔμιμνε: βιάζετο γὰρ βελέεσσι: 16.103 δάμνα μιν Ζηνός τε νόος καὶ Τρῶες ἀγαυοὶ 16.104 βάλλοντες: δεινὴν δὲ περὶ κροτάφοισι φαεινὴ 16.105 πήληξ βαλλομένη καναχὴν ἔχε, βάλλετο δ’ αἰεὶ 16.106 κὰπ φάλαρ’ εὐποίηθ’: ὃ δ’ ἀριστερὸν ὦμον ἔκαμνεν 16.107 ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον: οὐδὲ δύναντο 16.108 ἀμφ’ αὐτῷ πελεμίξαι ἐρείδοντες βελέεσσιν. 16.109 αἰεὶ δ’ ἀργαλέῳ ἔχετ’ ἄσθματι, κὰδ δέ οἱ ἱδρὼς 16.110 πάντοθεν ἐκ μελέων πολὺς ἔρρεεν, οὐδέ πῃ εἶχεν 16.111 ἀμπνεῦσαι: πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο. 16.112 ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ’ ἔχουσαι, 16.113 ὅππως δὴ πρῶτον πῦρ ἔμπεσε νηυσὶν Ἀχαιῶν. 16.114 Ἕκτωρ Αἴαντος δόρυ μείλινον ἄγχι παραστὰς 16.115 πλῆξ’ ἄορι μεγάλῳ αἰχμῆς παρὰ καυλὸν ὄπισθεν, 16.116 ἀντικρὺ δ’ ἀπάραξε: τὸ μὲν Τελαμώνιος Αἴας 16.117 πῆλ’ αὔτως ἐν χειρὶ κόλον δόρυ, τῆλε δ’ ἀπ’ αὐτοῦ 16.118 αἰχμὴ χαλκείη χαμάδις βόμβησε πεσοῦσα. 16.119 γνῶ δ’ Αἴας κατὰ θυμὸν ἀμύμονα ῥίγησέν τε 16.120 ἔργα θεῶν, ὅ ῥα πάγχυ μάχης ἐπὶ μήδεα κεῖρε 16.121 Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ βούλετο νίκην: 16.122 χάζετο δ’ ἐκ βελέων. τοὶ δ’ ἔμβαλον ἀκάματον πῦρ 16.123 νηῒ θοῇ: τῆς δ’ αἶψα κατ’ ἀσβέστη κέχυτο φλόξ. 16.124 ὣς τὴν μὲν πρυμνὴν πῦρ ἄμφεπεν: αὐτὰρ Ἀχιλλεὺς 16.125 μηρὼ πληξάμενος Πατροκλῆα προσέειπεν: 16.126 ὄρσεο διογενὲς Πατρόκλεες ἱπποκέλευθε: 16.127 λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ἰωήν: 16.128 μὴ δὴ νῆας ἕλωσι καὶ οὐκέτι φυκτὰ πέλωνται: 16.129 δύσεο τεύχεα θᾶσσον, ἐγὼ δέ κε λαὸν ἀγείρω. 16.130 ὣς φάτο, Πάτροκλος δὲ κορύσσετο νώροπι χαλκῷ. 16.131 κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε 16.132 καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας: 16.133 δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε 16.134 ποικίλον ἀστερόεντα ποδώκεος Αἰακίδαο. 16.135 ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον 16.136 χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε: 16.137 κρατὶ δ’ ἐπ’ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν 16.138 ἵππουριν: δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν. 16.139 εἵλετο δ’ ἄλκιμα δοῦρε, τά οἱ παλάμηφιν ἀρήρει. 16.140 ἔγχος δ’ οὐχ ἕλετ’ οἶον ἀμύμονος Αἰακίδαο 16.141 βριθὺ μέγα στιβαρόν: τὸ μὲν οὐ δύνατ’ ἄλλος Ἀχαιῶν 16.142 πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεὺς 16.143 Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων 16.144 Πηλίου ἐκ κορυφῆς, φόνον ἔμμεναι ἡρώεσσιν. 16.145 ἵππους δ’ Αὐτομέδοντα θοῶς ζευγνῦμεν ἄνωγε, 16.146 τὸν μετ’ Ἀχιλλῆα ῥηξήνορα τῖε μάλιστα, 16.147 πιστότατος δέ οἱ ἔσκε μάχῃ ἔνι μεῖναι ὁμοκλήν. 16.148 τῷ δὲ καὶ Αὐτομέδων ὕπαγε ζυγὸν ὠκέας ἵππους 16.149 Ξάνθον καὶ Βαλίον, τὼ ἅμα πνοιῇσι πετέσθην, 16.150 τοὺς ἔτεκε Ζεφύρῳ ἀνέμῳ Ἅρπυια Ποδάργη 16.151 βοσκομένη λειμῶνι παρὰ ῥόον Ὠκεανοῖο. 16.152 ἐν δὲ παρηορίῃσιν ἀμύμονα Πήδασον ἵει, 16.153 τόν ῥά ποτ’ Ἠετίωνος ἑλὼν πόλιν ἤγαγ’ Ἀχιλλεύς, 16.154 ὃς καὶ θνητὸς ἐὼν ἕπεθ’ ἵπποις ἀθανάτοισι. 16.155 Μυρμιδόνας δ’ ἄρ’ ἐποιχόμενος θώρηξεν Ἀχιλλεὺς 16.156 πάντας ἀνὰ κλισίας σὺν τεύχεσιν: οἳ δὲ λύκοι ὣς 16.157 ὠμοφάγοι, τοῖσίν τε περὶ φρεσὶν ἄσπετος ἀλκή, 16.158 οἵ τ’ ἔλαφον κεραὸν μέγαν οὔρεσι δῃώσαντες 16.159 δάπτουσιν: πᾶσιν δὲ παρήϊον αἵματι φοινόν: 16.160 καί τ’ ἀγεληδὸν ἴασιν ἀπὸ κρήνης μελανύδρου 16.161 λάψοντες γλώσσῃσιν ἀραιῇσιν μέλαν ὕδωρ 16.162 ἄκρον ἐρευγόμενοι φόνον αἵματος: ἐν δέ τε θυμὸς 16.163 στήθεσιν ἄτρομός ἐστι, περιστένεται δέ τε γαστήρ: 16.164 τοῖοι Μυρμιδόνων ἡγήτορες ἠδὲ μέδοντες 16.165 ἀμφ’ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο 16.166 ῥώοντ’: ἐν δ’ ἄρα τοῖσιν ἀρήϊος ἵστατ’ Ἀχιλλεύς, 16.167 ὀτρύνων ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας. 16.168 πεντήκοντ’ ἦσαν νῆες θοαί, ᾗσιν Ἀχιλλεὺς 16.169 ἐς Τροίην ἡγεῖτο Διῒ φίλος: ἐν δὲ ἑκάστῃ 16.170 πεντήκοντ’ ἔσαν ἄνδρες ἐπὶ κληῗσιν ἑταῖροι: 16.171 πέντε δ’ ἄρ’ ἡγεμόνας ποιήσατο τοῖς ἐπεποίθει 16.172 σημαίνειν: αὐτὸς δὲ μέγα κρατέων ἤνασσε. 16.173 τῆς μὲν ἰῆς στιχὸς ἦρχε Μενέσθιος αἰολοθώρηξ 16.174 υἱὸς Σπερχειοῖο διιπετέος ποταμοῖο: 16.175 ὃν τέκε Πηλῆος θυγάτηρ καλὴ Πολυδώρη 16.176 Σπερχειῷ ἀκάμαντι γυνὴ θεῷ εὐνηθεῖσα, 16.177 αὐτὰρ ἐπίκλησιν Βώρῳ Περιήρεος υἷι, 16.178 ὅς ῥ’ ἀναφανδὸν ὄπυιε πορὼν ἀπερείσια ἕδνα. 16.179 τῆς δ’ ἑτέρης Εὔδωρος ἀρήϊος ἡγεμόνευε 16.180 παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη 16.181 Φύλαντος θυγάτηρ: τῆς δὲ κρατὺς ἀργεϊφόντης 16.182 ἠράσατ’, ὀφθαλμοῖσιν ἰδὼν μετὰ μελπομένῃσιν 16.183 ἐν χορῷ Ἀρτέμιδος χρυσηλακάτου κελαδεινῆς. 16.184 αὐτίκα δ’ εἰς ὑπερῷ’ ἀναβὰς παρελέξατο λάθρῃ 16.185 Ἑρμείας ἀκάκητα, πόρεν δέ οἱ ἀγλαὸν υἱὸν 16.186 Εὔδωρον πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν. 16.187 αὐτὰρ ἐπεὶ δὴ τόν γε μογοστόκος Εἰλείθυια 16.188 ἐξάγαγε πρὸ φόως δὲ καὶ ἠελίου ἴδεν αὐγάς, 16.189 τὴν μὲν Ἐχεκλῆος κρατερὸν μένος Ἀκτορίδαο 16.190 ἠγάγετο πρὸς δώματ’, ἐπεὶ πόρε μυρία ἕδνα, 16.191 τὸν δ’ ὃ γέρων Φύλας εὖ ἔτρεφεν ἠδ’ ἀτίταλλεν 16.192 ἀμφαγαπαζόμενος ὡς εἴ θ’ ἑὸν υἱὸν ἐόντα. 16.193 τῆς δὲ τρίτης Πείσανδρος ἀρήϊος ἡγεμόνευε 16.194 Μαιμαλίδης, ὃς πᾶσι μετέπρεπε Μυρμιδόνεσσιν 16.195 ἔγχεϊ μάρνασθαι μετὰ Πηλεΐωνος ἑταῖρον. 16.196 τῆς δὲ τετάρτης ἦρχε γέρων ἱππηλάτα Φοῖνιξ, 16.197 πέμπτης δ’ Ἀλκιμέδων Λαέρκεος υἱὸς ἀμύμων. 16.198 αὐτὰρ ἐπεὶ δὴ πάντας ἅμ’ ἡγεμόνεσσιν Ἀχιλλεὺς 16.199 στῆσεν ἐῢ κρίνας, κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλε: 16.200 Μυρμιδόνες μή τίς μοι ἀπειλάων λελαθέσθω, 16.201 ἃς ἐπὶ νηυσὶ θοῇσιν ἀπειλεῖτε Τρώεσσι 16.202 πάνθ’ ὑπὸ μηνιθμόν, καί μ’ ᾐτιάασθε ἕκαστος: 16.203 σχέτλιε Πηλέος υἱὲ χόλῳ ἄρα σ’ ἔτρεφε μήτηρ, 16.204 νηλεές, ὃς παρὰ νηυσὶν ἔχεις ἀέκοντας ἑταίρους: 16.205 οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα ποντοπόροισιν 16.206 αὖτις, ἐπεί ῥά τοι ὧδε κακὸς χόλος ἔμπεσε θυμῷ. 16.207 ταῦτά μ’ ἀγειρόμενοι θάμ’ ἐβάζετε: νῦν δὲ πέφανται 16.208 φυλόπιδος μέγα ἔργον, ἕης τὸ πρίν γ’ ἐράασθε. 16.209 ἔνθά τις ἄλκιμον ἦτορ ἔχων Τρώεσσι μαχέσθω. 16.210 ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. 16.211 μᾶλλον δὲ στίχες ἄρθεν, ἐπεὶ βασιλῆος ἄκουσαν. 16.212 ὡς δ’ ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισι 16.213 δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων, 16.214 ὣς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι. 16.215 ἀσπὶς ἄρ’ ἀσπίδ’ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ’ ἀνήρ: 16.216 ψαῦον δ’ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι 16.217 νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι. 16.218 πάντων δὲ προπάροιθε δύ’ ἀνέρε θωρήσσοντο 16.219 Πάτροκλός τε καὶ Αὐτομέδων ἕνα θυμὸν ἔχοντες 16.220 πρόσθεν Μυρμιδόνων πολεμιζέμεν. αὐτὰρ Ἀχιλλεὺς 16.221 βῆ ῥ’ ἴμεν ἐς κλισίην, χηλοῦ δ’ ἀπὸ πῶμ’ ἀνέῳγε 16.222 καλῆς δαιδαλέης, τήν οἱ Θέτις ἀργυρόπεζα 16.223 θῆκ’ ἐπὶ νηὸς ἄγεσθαι ἐῢ πλήσασα χιτώνων 16.224 χλαινάων τ’ ἀνεμοσκεπέων οὔλων τε ταπήτων. 16.225 ἔνθα δέ οἱ δέπας ἔσκε τετυγμένον, οὐδέ τις ἄλλος 16.226 οὔτ’ ἀνδρῶν πίνεσκεν ἀπ’ αὐτοῦ αἴθοπα οἶνον, 16.227 οὔτέ τεῳ σπένδεσκε θεῶν, ὅτε μὴ Διὶ πατρί. 16.228 τό ῥα τότ’ ἐκ χηλοῖο λαβὼν ἐκάθηρε θεείῳ 16.229 πρῶτον, ἔπειτα δ’ ἔνιψ’ ὕδατος καλῇσι ῥοῇσι, 16.230 νίψατο δ’ αὐτὸς χεῖρας, ἀφύσσατο δ’ αἴθοπα οἶνον. 16.231 εὔχετ’ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον 16.232 οὐρανὸν εἰσανιδών: Δία δ’ οὐ λάθε τερπικέραυνον: 16.233 Ζεῦ ἄνα Δωδωναῖε Πελασγικὲ τηλόθι ναίων 16.234 Δωδώνης μεδέων δυσχειμέρου, ἀμφὶ δὲ Σελλοὶ 16.235 σοὶ ναίουσ’ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι, 16.236 ἠμὲν δή ποτ’ ἐμὸν ἔπος ἔκλυες εὐξαμένοιο, 16.237 τίμησας μὲν ἐμέ, μέγα δ’ ἴψαο λαὸν Ἀχαιῶν, 16.238 ἠδ’ ἔτι καὶ νῦν μοι τόδ’ ἐπικρήηνον ἐέλδωρ: 16.239 αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νηῶν ἐν ἀγῶνι, 16.240 ἀλλ’ ἕταρον πέμπω πολέσιν μετὰ Μυρμιδόνεσσι 16.241 μάρνασθαι: τῷ κῦδος ἅμα πρόες εὐρύοπα Ζεῦ, 16.242 θάρσυνον δέ οἱ ἦτορ ἐνὶ φρεσίν, ὄφρα καὶ Ἕκτωρ 16.243 εἴσεται ἤ ῥα καὶ οἶος ἐπίστηται πολεμίζειν 16.244 ἡμέτερος θεράπων, ἦ οἱ τότε χεῖρες ἄαπτοι 16.245 μαίνονθ’, ὁππότ’ ἐγώ περ ἴω μετὰ μῶλον Ἄρηος. 16.246 αὐτὰρ ἐπεί κ’ ἀπὸ ναῦφι μάχην ἐνοπήν τε δίηται, 16.247 ἀσκηθής μοι ἔπειτα θοὰς ἐπὶ νῆας ἵκοιτο 16.248 τεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισιν. 16.249 ὣς ἔφατ’ εὐχόμενος, τοῦ δ’ ἔκλυε μητίετα Ζεύς. 16.250 τῷ δ’ ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δ’ ἀνένευσε: 16.251 νηῶν μέν οἱ ἀπώσασθαι πόλεμόν τε μάχην τε 16.252 δῶκε, σόον δ’ ἀνένευσε μάχης ἐξαπονέεσθαι. 16.253 ἤτοι ὃ μὲν σπείσας τε καὶ εὐξάμενος Διὶ πατρὶ 16.254 ἂψ κλισίην εἰσῆλθε, δέπας δ’ ἀπέθηκ’ ἐνὶ χηλῷ, 16.255 στῆ δὲ πάροιθ’ ἐλθὼν κλισίης, ἔτι δ’ ἤθελε θυμῷ 16.256 εἰσιδέειν Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν. 16.257 οἳ δ’ ἅμα Πατρόκλῳ μεγαλήτορι θωρηχθέντες 16.258 ἔστιχον, ὄφρ’ ἐν Τρωσὶ μέγα φρονέοντες ὄρουσαν. 16.259 αὐτίκα δὲ σφήκεσσιν ἐοικότες ἐξεχέοντο 16.260 εἰνοδίοις, οὓς παῖδες ἐριδμαίνωσιν ἔθοντες 16.261 αἰεὶ κερτομέοντες ὁδῷ ἔπι οἰκί’ ἔχοντας 16.262 νηπίαχοι: ξυνὸν δὲ κακὸν πολέεσσι τιθεῖσι. 16.263 τοὺς δ’ εἴ περ παρά τίς τε κιὼν ἄνθρωπος ὁδίτης 16.264 κινήσῃ ἀέκων, οἳ δ’ ἄλκιμον ἦτορ ἔχοντες 16.265 πρόσσω πᾶς πέτεται καὶ ἀμύνει οἷσι τέκεσσι. 16.266 τῶν τότε Μυρμιδόνες κραδίην καὶ θυμὸν ἔχοντες 16.267 ἐκ νηῶν ἐχέοντο: βοὴ δ’ ἄσβεστος ὀρώρει. 16.268 Πάτροκλος δ’ ἑτάροισιν ἐκέκλετο μακρὸν ἀΰσας: 16.269 Μυρμιδόνες ἕταροι Πηληϊάδεω Ἀχιλῆος 16.270 ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς, 16.271 ὡς ἂν Πηλεΐδην τιμήσομεν, ὃς μέγ’ ἄριστος 16.272 Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες, 16.273 γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων 16.274 ἣν ἄτην, ὅ τ’ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν. 16.275 ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου, 16.276 ἐν δ’ ἔπεσον Τρώεσσιν ἀολλέες: ἀμφὶ δὲ νῆες 16.277 σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ’ Ἀχαιῶν. 16.278 Τρῶες δ’ ὡς εἴδοντο Μενοιτίου ἄλκιμον υἱὸν 16.279 αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι μαρμαίροντας, 16.280 πᾶσιν ὀρίνθη θυμός, ἐκίνηθεν δὲ φάλαγγες 16.281 ἐλπόμενοι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα 16.282 μηνιθμὸν μὲν ἀπορρῖψαι, φιλότητα δ’ ἑλέσθαι: 16.283 πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον. 16.284 Πάτροκλος δὲ πρῶτος ἀκόντισε δουρὶ φαεινῷ 16.285 ἀντικρὺ κατὰ μέσσον, ὅθι πλεῖστοι κλονέοντο, 16.286 νηῒ πάρα πρυμνῇ μεγαθύμου Πρωτεσιλάου, 16.287 καὶ βάλε Πυραίχμην, ὃς Παίονας ἱπποκορυστὰς 16.288 ἤγαγεν ἐξ Ἀμυδῶνος ἀπ’ Ἀξιοῦ εὐρὺ ῥέοντος: 16.289 τὸν βάλε δεξιὸν ὦμον: ὃ δ’ ὕπτιος ἐν κονίῃσι 16.290 κάππεσεν οἰμώξας, ἕταροι δέ μιν ἀμφεφόβηθεν 16.291 Παίονες: ἐν γὰρ Πάτροκλος φόβον ἧκεν ἅπασιν 16.292 ἡγεμόνα κτείνας, ὃς ἀριστεύεσκε μάχεσθαι. 16.293 ἐκ νηῶν δ’ ἔλασεν, κατὰ δ’ ἔσβεσεν αἰθόμενον πῦρ. 16.294 ἡμιδαὴς δ’ ἄρα νηῦς λίπετ’ αὐτόθι: τοὶ δὲ φόβηθεν 16.295 Τρῶες θεσπεσίῳ ὁμάδῳ: Δαναοὶ δ’ ἐπέχυντο 16.296 νῆας ἀνὰ γλαφυράς: ὅμαδος δ’ ἀλίαστος ἐτύχθη. 16.297 ὡς δ’ ὅτ’ ἀφ’ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο 16.298 κινήσῃ πυκινὴν νεφέλην στεροπηγερέτα Ζεύς, 16.299 ἔκ τ’ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι 16.300 καὶ νάπαι, οὐρανόθεν δ’ ἄρ’ ὑπερράγη ἄσπετος αἰθήρ, 16.301 ὣς Δαναοὶ νηῶν μὲν ἀπωσάμενοι δήϊον πῦρ 16.302 τυτθὸν ἀνέπνευσαν, πολέμου δ’ οὐ γίγνετ’ ἐρωή: 16.303 οὐ γάρ πώ τι Τρῶες ἀρηϊφίλων ὑπ’ Ἀχαιῶν 16.304 προτροπάδην φοβέοντο μελαινάων ἀπὸ νηῶν, 16.305 ἀλλ’ ἔτ’ ἄρ’ ἀνθίσταντο, νεῶν δ’ ὑπόεικον ἀνάγκῃ. 16.306 ἔνθα δ’ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης 16.307 ἡγεμόνων. πρῶτος δὲ Μενοιτίου ἄλκιμος υἱὸς 16.308 αὐτίκ’ ἄρα στρεφθέντος Ἀρηϊλύκου βάλε μηρὸν 16.309 ἔγχεϊ ὀξυόεντι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε: 16.310 ῥῆξεν δ’ ὀστέον ἔγχος, ὃ δὲ πρηνὴς ἐπὶ γαίῃ 16.311 κάππεσ’: ἀτὰρ Μενέλαος ἀρήϊος οὖτα Θόαντα 16.312 στέρνον γυμνωθέντα παρ’ ἀσπίδα, λῦσε δὲ γυῖα. 16.313 Φυλεΐδης δ’ Ἄμφικλον ἐφορμηθέντα δοκεύσας 16.314 ἔφθη ὀρεξάμενος πρυμνὸν σκέλος, ἔνθα πάχιστος 16.315 μυὼν ἀνθρώπου πέλεται: περὶ δ’ ἔγχεος αἰχμῇ 16.316 νεῦρα διεσχίσθη: τὸν δὲ σκότος ὄσσε κάλυψε. 16.317 Νεστορίδαι δ’ ὃ μὲν οὔτασ’ Ἀτύμνιον ὀξέϊ δουρὶ 16.318 Ἀντίλοχος, λαπάρης δὲ διήλασε χάλκεον ἔγχος: 16.319 ἤριπε δὲ προπάροιθε. Μάρις δ’ αὐτοσχεδὰ δουρὶ 16.320 Ἀντιλόχῳ ἐπόρουσε κασιγνήτοιο χολωθεὶς 16.321 στὰς πρόσθεν νέκυος: τοῦ δ’ ἀντίθεος Θρασυμήδης 16.322 ἔφθη ὀρεξάμενος πρὶν οὐτάσαι, οὐδ’ ἀφάμαρτεν, 16.323 ὦμον ἄφαρ: πρυμνὸν δὲ βραχίονα δουρὸς ἀκωκὴ 16.324 δρύψ’ ἀπὸ μυώνων, ἀπὸ δ’ ὀστέον ἄχρις ἄραξε: 16.325 δούπησεν δὲ πεσών, κατὰ δὲ σκότος ὄσσε κάλυψεν. 16.326 ὣς τὼ μὲν δοιοῖσι κασιγνήτοισι δαμέντε 16.327 βήτην εἰς Ἔρεβος Σαρπηδόνος ἐσθλοὶ ἑταῖροι 16.328 υἷες ἀκοντισταὶ Ἀμισωδάρου, ὅς ῥα Χίμαιραν 16.329 θρέψεν ἀμαιμακέτην πολέσιν κακὸν ἀνθρώποισιν. 16.330 Αἴας δὲ Κλεόβουλον Ὀϊλιάδης ἐπορούσας 16.331 ζωὸν ἕλε βλαφθέντα κατὰ κλόνον: ἀλλά οἱ αὖθι 16.332 λῦσε μένος πλήξας ξίφει αὐχένα κωπήεντι. 16.333 πᾶν δ’ ὑπεθερμάνθη ξίφος αἵματι: τὸν δὲ κατ’ ὄσσε 16.334 ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή. 16.335 Πηνέλεως δὲ Λύκων τε συνέδραμον: ἔγχεσι μὲν γὰρ 16.336 ἤμβροτον ἀλλήλων, μέλεον δ’ ἠκόντισαν ἄμφω: 16.337 τὼ δ’ αὖτις ξιφέεσσι συνέδραμον. ἔνθα Λύκων μὲν 16.338 ἱπποκόμου κόρυθος φάλον ἤλασεν, ἀμφὶ δὲ καυλὸν 16.339 φάσγανον ἐρραίσθη: ὃ δ’ ὑπ’ οὔατος αὐχένα θεῖνε 16.340 Πηνέλεως, πᾶν δ’ εἴσω ἔδυ ξίφος, ἔσχεθε δ’ οἶον 16.341 δέρμα, παρηέρθη δὲ κάρη, ὑπέλυντο δὲ γυῖα. 16.342 Μηριόνης δ’ Ἀκάμαντα κιχεὶς ποσὶ καρπαλίμοισι 16.343 νύξ’ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον: 16.344 ἤριπε δ’ ἐξ ὀχέων, κατὰ δ’ ὀφθαλμῶν κέχυτ’ ἀχλύς. 16.345 Ἰδομενεὺς δ’ Ἐρύμαντα κατὰ στόμα νηλέϊ χαλκῷ 16.346 νύξε: τὸ δ’ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε 16.347 νέρθεν ὑπ’ ἐγκεφάλοιο, κέασσε δ’ ἄρ’ ὀστέα λευκά: 16.348 ἐκ δ’ ἐτίναχθεν ὀδόντες, ἐνέπλησθεν δέ οἱ ἄμφω 16.349 αἵματος ὀφθαλμοί: τὸ δ’ ἀνὰ στόμα καὶ κατὰ ῥῖνας 16.350 πρῆσε χανών: θανάτου δὲ μέλαν νέφος ἀμφεκάλυψεν. 16.351 οὗτοι ἄρ’ ἡγεμόνες Δαναῶν ἕλον ἄνδρα ἕκαστος. 16.352 ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον ἢ ἐρίφοισι 16.353 σίνται ὑπ’ ἐκ μήλων αἱρεύμενοι, αἵ τ’ ἐν ὄρεσσι 16.354 ποιμένος ἀφραδίῃσι διέτμαγεν: οἳ δὲ ἰδόντες 16.355 αἶψα διαρπάζουσιν ἀνάλκιδα θυμὸν ἐχούσας: 16.356 ὣς Δαναοὶ Τρώεσσιν ἐπέχραον: οἳ δὲ φόβοιο 16.357 δυσκελάδου μνήσαντο, λάθοντο δὲ θούριδος ἀλκῆς. 16.358 Αἴας δ’ ὃ μέγας αἰὲν ἐφ’ Ἕκτορι χαλκοκορυστῇ 16.359 ἵετ’ ἀκοντίσσαι: ὃ δὲ ἰδρείῃ πολέμοιο 16.360 ἀσπίδι ταυρείῃ κεκαλυμμένος εὐρέας ὤμους 16.361 σκέπτετ’ ὀϊστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων. 16.362 ἦ μὲν δὴ γίγνωσκε μάχης ἑτεραλκέα νίκην: 16.363 ἀλλὰ καὶ ὧς ἀνέμιμνε, σάω δ’ ἐρίηρας ἑταίρους. 16.364 ὡς δ’ ὅτ’ ἀπ’ Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω 16.365 αἰθέρος ἐκ δίης, ὅτε τε Ζεὺς λαίλαπα τείνῃ, 16.366 ὣς τῶν ἐκ νηῶν γένετο ἰαχή τε φόβος τε, 16.367 οὐδὲ κατὰ μοῖραν πέραον πάλιν. Ἕκτορα δ’ ἵπποι 16.368 ἔκφερον ὠκύποδες σὺν τεύχεσι, λεῖπε δὲ λαὸν 16.369 Τρωϊκόν, οὓς ἀέκοντας ὀρυκτὴ τάφρος ἔρυκε. 16.370 πολλοὶ δ’ ἐν τάφρῳ ἐρυσάρματες ὠκέες ἵπποι 16.371 ἄξαντ’ ἐν πρώτῳ ῥυμῷ λίπον ἅρματ’ ἀνάκτων, 16.372 Πάτροκλος δ’ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων 16.373 Τρωσὶ κακὰ φρονέων: οἳ δὲ ἰαχῇ τε φόβῳ τε 16.374 πάσας πλῆσαν ὁδούς, ἐπεὶ ἂρ τμάγεν: ὕψι δ’ ἀέλλη 16.375 σκίδναθ’ ὑπὸ νεφέων, τανύοντο δὲ μώνυχες ἵπποι 16.376 ἄψορρον προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων. 16.377 Πάτροκλος δ’ ᾗ πλεῖστον ὀρινόμενον ἴδε λαόν, 16.378 τῇ ῥ’ ἔχ’ ὁμοκλήσας: ὑπὸ δ’ ἄξοσι φῶτες ἔπιπτον 16.379 πρηνέες ἐξ ὀχέων, δίφροι δ’ ἀνακυμβαλίαζον. 16.380 ἀντικρὺ δ’ ἄρα τάφρον ὑπέρθορον ὠκέες ἵπποι 16.381 ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα, 16.382 πρόσσω ἱέμενοι, ἐπὶ δ’ Ἕκτορι κέκλετο θυμός: 16.383 ἵετο γὰρ βαλέειν: τὸν δ’ ἔκφερον ὠκέες ἵπποι. 16.384 ὡς δ’ ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριθε χθὼν 16.385 ἤματ’ ὀπωρινῷ, ὅτε λαβρότατον χέει ὕδωρ 16.386 Ζεύς, ὅτε δή ῥ’ ἄνδρεσσι κοτεσσάμενος χαλεπήνῃ, 16.387 οἳ βίῃ εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας, 16.388 ἐκ δὲ δίκην ἐλάσωσι θεῶν ὄπιν οὐκ ἀλέγοντες: 16.389 τῶν δέ τε πάντες μὲν ποταμοὶ πλήθουσι ῥέοντες, 16.390 πολλὰς δὲ κλιτῦς τότ’ ἀποτμήγουσι χαράδραι, 16.391 ἐς δ’ ἅλα πορφυρέην μεγάλα στενάχουσι ῥέουσαι 16.392 ἐξ ὀρέων ἐπικάρ, μινύθει δέ τε ἔργ’ ἀνθρώπων: 16.393 ὣς ἵπποι Τρῳαὶ μεγάλα στενάχοντο θέουσαι. 16.394 Πάτροκλος δ’ ἐπεὶ οὖν πρώτας ἐπέκερσε φάλαγγας, 16.395 ἂψ ἐπὶ νῆας ἔεργε παλιμπετές, οὐδὲ πόληος 16.396 εἴα ἱεμένους ἐπιβαινέμεν, ἀλλὰ μεσηγὺ 16.397 νηῶν καὶ ποταμοῦ καὶ τείχεος ὑψηλοῖο 16.398 κτεῖνε μεταΐσσων, πολέων δ’ ἀπετίνυτο ποινήν. 16.399 ἔνθ’ ἤτοι Πρόνοον πρῶτον βάλε δουρὶ φαεινῷ 16.400 στέρνον γυμνωθέντα παρ’ ἀσπίδα, λῦσε δὲ γυῖα: 16.401 δούπησεν δὲ πεσών: ὃ δὲ Θέστορα Ἤνοπος υἱὸν 16.402 δεύτερον ὁρμηθείς: ὃ μὲν εὐξέστῳ ἐνὶ δίφρῳ 16.403 ἧστο ἀλείς: ἐκ γὰρ πλήγη φρένας, ἐκ δ’ ἄρα χειρῶν 16.404 ἡνία ἠΐχθησαν: ὃ δ’ ἔγχεϊ νύξε παραστὰς 16.405 γναθμὸν δεξιτερόν, διὰ δ’ αὐτοῦ πεῖρεν ὀδόντων, 16.406 ἕλκε δὲ δουρὸς ἑλὼν ὑπὲρ ἄντυγος, ὡς ὅτε τις φὼς 16.407 πέτρῃ ἔπι προβλῆτι καθήμενος ἱερὸν ἰχθὺν 16.408 ἐκ πόντοιο θύραζε λίνῳ καὶ ἤνοπι χαλκῷ: 16.409 ὣς ἕλκ’ ἐκ δίφροιο κεχηνότα δουρὶ φαεινῷ, 16.410 κὰδ δ’ ἄρ’ ἐπὶ στόμ’ ἔωσε: πεσόντα δέ μιν λίπε θυμός. 16.411 αὐτὰρ ἔπειτ’ Ἐρύλαον ἐπεσσύμενον βάλε πέτρῳ 16.412 μέσσην κὰκ κεφαλήν: ἣ δ’ ἄνδιχα πᾶσα κεάσθη 16.413 ἐν κόρυθι βριαρῇ: ὃ δ’ ἄρα πρηνὴς ἐπὶ γαίῃ 16.414 κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής. 16.415 αὐτὰρ ἔπειτ’ Ἐρύμαντα καὶ Ἀμφοτερὸν καὶ Ἐπάλτην 16.416 Τληπόλεμόν τε Δαμαστορίδην Ἐχίον τε Πύριν τε 16.417 Ἰφέα τ’ Εὔιππόν τε καὶ Ἀργεάδην Πολύμηλον 16.418 πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ. 16.419 Σαρπηδὼν δ’ ὡς οὖν ἴδ’ ἀμιτροχίτωνας ἑταίρους 16.420 χέρσ’ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμέντας, 16.421 κέκλετ’ ἄρ’ ἀντιθέοισι καθαπτόμενος Λυκίοισιν: 16.422 αἰδὼς ὦ Λύκιοι: πόσε φεύγετε; νῦν θοοὶ ἔστε. 16.423 ἀντήσω γὰρ ἐγὼ τοῦδ’ ἀνέρος, ὄφρα δαείω 16.424 ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε 16.425 Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατ’ ἔλυσεν. 16.426 ἦ ῥα, καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε. 16.427 Πάτροκλος δ’ ἑτέρωθεν ἐπεὶ ἴδεν ἔκθορε δίφρου. 16.428 οἳ δ’ ὥς τ’ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι 16.429 πέτρῃ ἐφ’ ὑψηλῇ μεγάλα κλάζοντε μάχωνται, 16.430 ὣς οἳ κεκλήγοντες ἐπ’ ἀλλήλοισιν ὄρουσαν. 16.431 τοὺς δὲ ἰδὼν ἐλέησε Κρόνου πάϊς ἀγκυλομήτεω, 16.432 Ἥρην δὲ προσέειπε κασιγνήτην ἄλοχόν τε: 16.433 ὤ μοι ἐγών, ὅ τέ μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν 16.434 μοῖρ’ ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι. 16.435 διχθὰ δέ μοι κραδίη μέμονε φρεσὶν ὁρμαίνοντι, 16.436 ἤ μιν ζωὸν ἐόντα μάχης ἄπο δακρυοέσσης 16.437 θείω ἀναρπάξας Λυκίης ἐν πίονι δήμῳ, 16.438 ἦ ἤδη ὑπὸ χερσὶ Μενοιτιάδαο δαμάσσω. 16.439 τὸν δ’ ἠμείβετ’ ἔπειτα βοῶπις πότνια Ἥρη: 16.440 αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες. 16.441 ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ 16.442 ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι; 16.443 ἔρδ’: ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι. 16.444 ἄλλο δέ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσιν: 16.445 αἴ κε ζὼν πέμψῃς Σαρπηδόνα ὃν δὲ δόμον δέ, 16.446 φράζεο μή τις ἔπειτα θεῶν ἐθέλῃσι καὶ ἄλλος 16.447 πέμπειν ὃν φίλον υἱὸν ἀπὸ κρατερῆς ὑσμίνης: 16.448 πολλοὶ γὰρ περὶ ἄστυ μέγα Πριάμοιο μάχονται 16.449 υἱέες ἀθανάτων, τοῖσιν κότον αἰνὸν ἐνήσεις. 16.450 ἀλλ’ εἴ τοι φίλος ἐστί, τεὸν δ’ ὀλοφύρεται ἦτορ, 16.451 ἤτοι μέν μιν ἔασον ἐνὶ κρατερῇ ὑσμίνῃ 16.452 χέρσ’ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι: 16.453 αὐτὰρ ἐπὴν δὴ τόν γε λίπῃ ψυχή τε καὶ αἰών, 16.454 πέμπειν μιν θάνατόν τε φέρειν καὶ νήδυμον ὕπνον 16.455 εἰς ὅ κε δὴ Λυκίης εὐρείης δῆμον ἵκωνται, 16.456 ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε 16.457 τύμβῳ τε στήλῃ τε: τὸ γὰρ γέρας ἐστὶ θανόντων. 16.458 ὣς ἔφατ’, οὐδ’ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε: 16.459 αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε 16.460 παῖδα φίλον τιμῶν, τόν οἱ Πάτροκλος ἔμελλε 16.461 φθίσειν ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης. 16.462 οἳ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες, 16.463 ἔνθ’ ἤτοι Πάτροκλος ἀγακλειτὸν Θρασύμηλον, 16.464 ὅς ῥ’ ἠῢς θεράπων Σαρπηδόνος ἦεν ἄνακτος, 16.465 τὸν βάλε νείαιραν κατὰ γαστέρα, λῦσε δὲ γυῖα. 16.466 Σαρπηδὼν δ’ αὐτοῦ μὲν ἀπήμβροτε δουρὶ φαεινῷ 16.467 δεύτερον ὁρμηθείς, ὃ δὲ Πήδασον οὔτασεν ἵππον 16.468 ἔγχεϊ δεξιὸν ὦμον: ὃ δ’ ἔβραχε θυμὸν ἀΐσθων, 16.469 κὰδ δ’ ἔπεσ’ ἐν κονίῃσι μακών, ἀπὸ δ’ ἔπτατο θυμός. 16.470 τὼ δὲ διαστήτην, κρίκε δὲ ζυγόν, ἡνία δέ σφι 16.471 σύγχυτ’, ἐπεὶ δὴ κεῖτο παρήορος ἐν κονίῃσι. 16.472 τοῖο μὲν Αὐτομέδων δουρικλυτὸς εὕρετο τέκμωρ: 16.473 σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ 16.474 ἀΐξας ἀπέκοψε παρήορον οὐδ’ ἐμάτησε: 16.475 τὼ δ’ ἰθυνθήτην, ἐν δὲ ῥυτῆρσι τάνυσθεν: 16.476 τὼ δ’ αὖτις συνίτην ἔριδος πέρι θυμοβόροιο. 16.477 ἔνθ’ αὖ Σαρπηδὼν μὲν ἀπήμβροτε δουρὶ φαεινῷ, 16.478 Πατρόκλου δ’ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθ’ ἀκωκὴ 16.479 ἔγχεος, οὐδ’ ἔβαλ’ αὐτόν: ὃ δ’ ὕστερος ὄρνυτο χαλκῷ 16.480 Πάτροκλος: τοῦ δ’ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός, 16.481 ἀλλ’ ἔβαλ’ ἔνθ’ ἄρα τε φρένες ἔρχαται ἀμφ’ ἁδινὸν κῆρ. 16.482 ἤριπε δ’ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς 16.483 ἠὲ πίτυς βλωθρή, τήν τ’ οὔρεσι τέκτονες ἄνδρες 16.484 ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι: 16.485 ὣς ὃ πρόσθ’ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς 16.486 βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης. 16.487 ἠΰτε ταῦρον ἔπεφνε λέων ἀγέληφι μετελθὼν 16.488 αἴθωνα μεγάθυμον ἐν εἰλιπόδεσσι βόεσσι, 16.489 ὤλετό τε στενάχων ὑπὸ γαμφηλῇσι λέοντος, 16.490 ὣς ὑπὸ Πατρόκλῳ Λυκίων ἀγὸς ἀσπιστάων 16.491 κτεινόμενος μενέαινε, φίλον δ’ ὀνόμηνεν ἑταῖρον: 16.492 Γλαῦκε πέπον πολεμιστὰ μετ’ ἀνδράσι νῦν σε μάλα χρὴ 16.493 αἰχμητήν τ’ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν: 16.494 νῦν τοι ἐελδέσθω πόλεμος κακός, εἰ θοός ἐσσι. 16.495 πρῶτα μὲν ὄτρυνον Λυκίων ἡγήτορας ἄνδρας 16.496 πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι: 16.497 αὐτὰρ ἔπειτα καὶ αὐτὸς ἐμεῦ πέρι μάρναο χαλκῷ. 16.498 σοὶ γὰρ ἐγὼ καὶ ἔπειτα κατηφείη καὶ ὄνειδος 16.499 ἔσσομαι ἤματα πάντα διαμπερές, εἴ κέ μ’ Ἀχαιοὶ 16.500 τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα. 16.501 ἀλλ’ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα. 16.502 ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψεν 16.503 ὀφθαλμοὺς ῥῖνάς θ’: ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων 16.504 ἐκ χροὸς ἕλκε δόρυ, προτὶ δὲ φρένες αὐτῷ ἕποντο: 16.505 τοῖο δ’ ἅμα ψυχήν τε καὶ ἔγχεος ἐξέρυσ’ αἰχμήν. 16.506 Μυρμιδόνες δ’ αὐτοῦ σχέθον ἵππους φυσιόωντας 16.507 ἱεμένους φοβέεσθαι, ἐπεὶ λίπον ἅρματ’ ἀνάκτων. 16.508 Γλαύκῳ δ’ αἰνὸν ἄχος γένετο φθογγῆς ἀΐοντι: 16.509 ὠρίνθη δέ οἱ ἦτορ ὅ τ’ οὐ δύνατο προσαμῦναι. 16.510 χειρὶ δ’ ἑλὼν ἐπίεζε βραχίονα: τεῖρε γὰρ αὐτὸν 16.511 ἕλκος, ὃ δή μιν Τεῦκρος ἐπεσσύμενον βάλεν ἰῷ 16.512 τείχεος ὑψηλοῖο, ἀρὴν ἑτάροισιν ἀμύνων. 16.513 εὐχόμενος δ’ ἄρα εἶπεν ἑκηβόλῳ Ἀπόλλωνι: 16.514 κλῦθι ἄναξ ὅς που Λυκίης ἐν πίονι δήμῳ 16.515 εἲς ἢ ἐνὶ Τροίῃ: δύνασαι δὲ σὺ πάντοσ’ ἀκούειν 16.516 ἀνέρι κηδομένῳ, ὡς νῦν ἐμὲ κῆδος ἱκάνει. 16.517 ἕλκος μὲν γὰρ ἔχω τόδε καρτερόν, ἀμφὶ δέ μοι χεὶρ 16.518 ὀξείῃς ὀδύνῃσιν ἐλήλαται, οὐδέ μοι αἷμα 16.519 τερσῆναι δύναται, βαρύθει δέ μοι ὦμος ὑπ’ αὐτοῦ: 16.520 ἔγχος δ’ οὐ δύναμαι σχεῖν ἔμπεδον, οὐδὲ μάχεσθαι 16.521 ἐλθὼν δυσμενέεσσιν. ἀνὴρ δ’ ὤριστος ὄλωλε 16.522 Σαρπηδὼν Διὸς υἱός: ὃ δ’ οὐ οὗ παιδὸς ἀμύνει. 16.523 ἀλλὰ σύ πέρ μοι ἄναξ τόδε καρτερὸν ἕλκος ἄκεσσαι, 16.524 κοίμησον δ’ ὀδύνας, δὸς δὲ κράτος, ὄφρ’ ἑτάροισι 16.525 κεκλόμενος Λυκίοισιν ἐποτρύνω πολεμίζειν, 16.526 αὐτός τ’ ἀμφὶ νέκυι κατατεθνηῶτι μάχωμαι. 16.527 ὣς ἔφατ’ εὐχόμενος, τοῦ δ’ ἔκλυε Φοῖβος Ἀπόλλων. 16.528 αὐτίκα παῦσ’ ὀδύνας ἀπὸ δ’ ἕλκεος ἀργαλέοιο 16.529 αἷμα μέλαν τέρσηνε, μένος δέ οἱ ἔμβαλε θυμῷ. 16.530 Γλαῦκος δ’ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ γήθησέν τε 16.531 ὅττί οἱ ὦκ’ ἤκουσε μέγας θεὸς εὐξαμένοιο. 16.532 πρῶτα μὲν ὄτρυνεν Λυκίων ἡγήτορας ἄνδρας 16.533 πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι: 16.534 αὐτὰρ ἔπειτα μετὰ Τρῶας κίε μακρὰ βιβάσθων 16.535 Πουλυδάμαντ’ ἔπι Πανθοΐδην καὶ Ἀγήνορα δῖον, 16.536 βῆ δὲ μετ’ Αἰνείαν τε καὶ Ἕκτορα χαλκοκορυστήν, 16.537 ἀγχοῦ δ’ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα: 16.538 Ἕκτορ νῦν δὴ πάγχυ λελασμένος εἰς ἐπικούρων, 16.539 οἳ σέθεν εἵνεκα τῆλε φίλων καὶ πατρίδος αἴης 16.540 θυμὸν ἀποφθινύθουσι: σὺ δ’ οὐκ ἐθέλεις ἐπαμύνειν. 16.541 κεῖται Σαρπηδὼν Λυκίων ἀγὸς ἀσπιστάων, 16.542 ὃς Λυκίην εἴρυτο δίκῃσί τε καὶ σθένεϊ ᾧ: 16.543 τὸν δ’ ὑπὸ Πατρόκλῳ δάμασ’ ἔγχεϊ χάλκεος Ἄρης. 16.544 ἀλλὰ φίλοι πάρστητε, νεμεσσήθητε δὲ θυμῷ, 16.545 μὴ ἀπὸ τεύχε’ ἕλωνται, ἀεικίσσωσι δὲ νεκρὸν 16.546 Μυρμιδόνες, Δαναῶν κεχολωμένοι ὅσσοι ὄλοντο, 16.547 τοὺς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνομεν ἐγχείῃσιν. 16.548 ὣς ἔφατο, Τρῶας δὲ κατὰ κρῆθεν λάβε πένθος 16.549 ἄσχετον, οὐκ ἐπιεικτόν, ἐπεί σφισιν ἕρμα πόληος 16.550 ἔσκε καὶ ἀλλοδαπός περ ἐών: πολέες γὰρ ἅμ’ αὐτῷ 16.551 λαοὶ ἕποντ’, ἐν δ’ αὐτὸς ἀριστεύεσκε μάχεσθαι: 16.552 βὰν δ’ ἰθὺς Δαναῶν λελιημένοι: ἦρχε δ’ ἄρά σφιν 16.553 Ἕκτωρ χωόμενος Σαρπηδόνος. αὐτὰρ Ἀχαιοὺς 16.554 ὦρσε Μενοιτιάδεω Πατροκλῆος λάσιον κῆρ: 16.555 Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ: 16.556 Αἴαντε νῦν σφῶϊν ἀμύνεσθαι φίλον ἔστω, 16.557 οἷοί περ πάρος ἦτε μετ’ ἀνδράσιν ἢ καὶ ἀρείους. 16.558 κεῖται ἀνὴρ ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν 16.559 Σαρπηδών: ἀλλ’ εἴ μιν ἀεικισσαίμεθ’ ἑλόντες, 16.560 τεύχεά τ’ ὤμοιιν ἀφελοίμεθα, καί τιν’ ἑταίρων 16.561 αὐτοῦ ἀμυνομένων δαμασαίμεθα νηλέϊ χαλκῷ. 16.562 ὣς ἔφαθ’, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον. 16.563 οἳ δ’ ἐπεὶ ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγας 16.564 Τρῶες καὶ Λύκιοι καὶ Μυρμιδόνες καὶ Ἀχαιοί, 16.565 σύμβαλον ἀμφὶ νέκυι κατατεθνηῶτι μάχεσθαι 16.566 δεινὸν ἀΰσαντες: μέγα δ’ ἔβραχε τεύχεα φωτῶν. 16.567 Ζεὺς δ’ ἐπὶ νύκτ’ ὀλοὴν τάνυσε κρατερῇ ὑσμίνῃ, 16.568 ὄφρα φίλῳ περὶ παιδὶ μάχης ὀλοὸς πόνος εἴη. 16.569 ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς: 16.570 βλῆτο γὰρ οὔ τι κάκιστος ἀνὴρ μετὰ Μυρμιδόνεσσιν 16.571 υἱὸς Ἀγακλῆος μεγαθύμου δῖος Ἐπειγεύς, 16.572 ὅς ῥ’ ἐν Βουδείῳ εὖ ναιομένῳ ἤνασσε 16.573 τὸ πρίν: ἀτὰρ τότε γ’ ἐσθλὸν ἀνεψιὸν ἐξεναρίξας 16.574 ἐς Πηλῆ’ ἱκέτευσε καὶ ἐς Θέτιν ἀργυρόπεζαν: 16.575 οἳ δ’ ἅμ’ Ἀχιλλῆϊ ῥηξήνορι πέμπον ἕπεσθαι 16.576 Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο. 16.577 τόν ῥα τόθ’ ἁπτόμενον νέκυος βάλε φαίδιμος Ἕκτωρ 16.578 χερμαδίῳ κεφαλήν: ἣ δ’ ἄνδιχα πᾶσα κεάσθη 16.579 ἐν κόρυθι βριαρῇ: ὃ δ’ ἄρα πρηνὴς ἐπὶ νεκρῷ 16.580 κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής. 16.581 Πατρόκλῳ δ’ ἄρ’ ἄχος γένετο φθιμένου ἑτάροιο, 16.582 ἴθυσεν δὲ διὰ προμάχων ἴρηκι ἐοικὼς 16.583 ὠκέϊ, ὅς τ’ ἐφόβησε κολοιούς τε ψῆράς τε: 16.584 ὣς ἰθὺς Λυκίων Πατρόκλεες ἱπποκέλευθε 16.585 ἔσσυο καὶ Τρώων, κεχόλωσο δὲ κῆρ ἑτάροιο. 16.586 καί ῥ’ ἔβαλε Σθενέλαον Ἰθαιμένεος φίλον υἱὸν 16.587 αὐχένα χερμαδίῳ, ῥῆξεν δ’ ἀπὸ τοῖο τένοντας. 16.588 χώρησαν δ’ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ. 16.589 ὅσση δ’ αἰγανέης ῥιπὴ ταναοῖο τέτυκται, 16.590 ἥν ῥά τ’ ἀνὴρ ἀφέῃ πειρώμενος ἢ ἐν ἀέθλῳ 16.591 ἠὲ καὶ ἐν πολέμῳ δηΐων ὕπο θυμοραϊστέων, 16.592 τόσσον ἐχώρησαν Τρῶες, ὤσαντο δ’ Ἀχαιοί. 16.593 Γλαῦκος δὲ πρῶτος Λυκίων ἀγὸς ἀσπιστάων 16.594 ἐτράπετ’, ἔκτεινεν δὲ Βαθυκλῆα μεγάθυμον 16.595 Χάλκωνος φίλον υἱόν, ὃς Ἑλλάδι οἰκία ναίων 16.596 ὄλβῳ τε πλούτῳ τε μετέπρεπε Μυρμιδόνεσσι. 16.597 τὸν μὲν ἄρα Γλαῦκος στῆθος μέσον οὔτασε δουρὶ 16.598 στρεφθεὶς ἐξαπίνης, ὅτε μιν κατέμαρπτε διώκων: 16.599 δούπησεν δὲ πεσών: πυκινὸν δ’ ἄχος ἔλλαβ’ Ἀχαιούς, 16.600 ὡς ἔπεσ’ ἐσθλὸς ἀνήρ: μέγα δὲ Τρῶες κεχάροντο, 16.601 στὰν δ’ ἀμφ’ αὐτὸν ἰόντες ἀολλέες: οὐδ’ ἄρ’ Ἀχαιοὶ 16.602 ἀλκῆς ἐξελάθοντο, μένος δ’ ἰθὺς φέρον αὐτῶν. 16.603 ἔνθ’ αὖ Μηριόνης Τρώων ἕλεν ἄνδρα κορυστὴν 16.604 Λαόγονον θρασὺν υἱὸν Ὀνήτορος, ὃς Διὸς ἱρεὺς 16.605 Ἰδαίου ἐτέτυκτο, θεὸς δ’ ὣς τίετο δήμῳ. 16.606 τὸν βάλ’ ὑπὸ γναθμοῖο καὶ οὔατος: ὦκα δὲ θυμὸς 16.607 ᾤχετ’ ἀπὸ μελέων, στυγερὸς δ’ ἄρα μιν σκότος εἷλεν. 16.608 Αἰνείας δ’ ἐπὶ Μηριόνῃ δόρυ χάλκεον ἧκεν: 16.609 ἔλπετο γὰρ τεύξεσθαι ὑπασπίδια προβιβῶντος. 16.610 ἀλλ’ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος: 16.611 πρόσσω γὰρ κατέκυψε, τὸ δ’ ἐξόπιθεν δόρυ μακρὸν 16.612 οὔδει ἐνισκίμφθη, ἐπὶ δ’ οὐρίαχος πελεμίχθη 16.613 ἔγχεος: ἔνθα δ’ ἔπειτ’ ἀφίει μένος ὄβριμος Ἄρης. 16.614 αἰχμὴ δ’ Αἰνείαο κραδαινομένη κατὰ γαίης 16.615 ᾤχετ’, ἐπεί ῥ’ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν. 16.616 Αἰνείας δ’ ἄρα θυμὸν ἐχώσατο φώνησέν τε: 16.617 Μηριόνη τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα 16.618 ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ σ’ ἔβαλόν περ. 16.619 τὸν δ’ αὖ Μηριόνης δουρικλυτὸς ἀντίον ηὔδα: 16.620 Αἰνεία χαλεπόν σε καὶ ἴφθιμόν περ ἐόντα 16.621 πάντων ἀνθρώπων σβέσσαι μένος, ὅς κέ σευ ἄντα 16.622 ἔλθῃ ἀμυνόμενος: θνητὸς δέ νυ καὶ σὺ τέτυξαι. 16.623 εἰ καὶ ἐγώ σε βάλοιμι τυχὼν μέσον ὀξέϊ χαλκῷ, 16.624 αἶψά κε καὶ κρατερός περ ἐὼν καὶ χερσὶ πεποιθὼς 16.625 εὖχος ἐμοὶ δοίης, ψυχὴν δ’ Ἄϊδι κλυτοπώλῳ. 16.626 ὣς φάτο, τὸν δ’ ἐνένιπε Μενοιτίου ἄλκιμος υἱός: 16.627 Μηριόνη τί σὺ ταῦτα καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις; 16.628 ὦ πέπον οὔ τοι Τρῶες ὀνειδείοις ἐπέεσσι 16.629 νεκροῦ χωρήσουσι: πάρος τινὰ γαῖα καθέξει. 16.630 ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δ’ ἐνὶ βουλῇ: 16.631 τὼ οὔ τι χρὴ μῦθον ὀφέλλειν, ἀλλὰ μάχεσθαι. 16.632 ὣς εἰπὼν ὃ μὲν ἦρχ’, ὃ δ’ ἅμ’ ἕσπετο ἰσόθεος φώς. 16.633 τῶν δ’ ὥς τε δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς ὀρώρει 16.634 οὔρεος ἐν βήσσῃς, ἕκαθεν δέ τε γίγνετ’ ἀκουή, 16.635 ὣς τῶν ὄρνυτο δοῦπος ἀπὸ χθονὸς εὐρυοδείης 16.636 χαλκοῦ τε ῥινοῦ τε βοῶν τ’ εὐποιητάων, 16.637 νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν. 16.638 οὐδ’ ἂν ἔτι φράδμων περ ἀνὴρ Σαρπηδόνα δῖον 16.639 ἔγνω, ἐπεὶ βελέεσσι καὶ αἵματι καὶ κονίῃσιν 16.640 ἐκ κεφαλῆς εἴλυτο διαμπερὲς ἐς πόδας ἄκρους. 16.641 οἳ δ’ αἰεὶ περὶ νεκρὸν ὁμίλεον, ὡς ὅτε μυῖαι 16.642 σταθμῷ ἔνι βρομέωσι περιγλαγέας κατὰ πέλλας 16.643 ὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεα δεύει: 16.644 ὣς ἄρα τοὶ περὶ νεκρὸν ὁμίλεον, οὐδέ ποτε Ζεὺς 16.645 τρέψεν ἀπὸ κρατερῆς ὑσμίνης ὄσσε φαεινώ, 16.646 ἀλλὰ κατ’ αὐτοὺς αἰὲν ὅρα καὶ φράζετο θυμῷ, 16.647 πολλὰ μάλ’ ἀμφὶ φόνῳ Πατρόκλου μερμηρίζων, 16.648 ἢ ἤδη καὶ κεῖνον ἐνὶ κρατερῇ ὑσμίνῃ 16.649 αὐτοῦ ἐπ’ ἀντιθέῳ Σαρπηδόνι φαίδιμος Ἕκτωρ 16.650 χαλκῷ δῃώσῃ, ἀπό τ’ ὤμων τεύχε’ ἕληται, 16.651 ἦ ἔτι καὶ πλεόνεσσιν ὀφέλλειεν πόνον αἰπύν. 16.652 ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι 16.653 ὄφρ’ ἠῢς θεράπων Πηληϊάδεω Ἀχιλῆος 16.654 ἐξαῦτις Τρῶάς τε καὶ Ἕκτορα χαλκοκορυστὴν 16.655 ὤσαιτο προτὶ ἄστυ, πολέων δ’ ἀπὸ θυμὸν ἕλοιτο. 16.656 Ἕκτορι δὲ πρωτίστῳ ἀνάλκιδα θυμὸν ἐνῆκεν: 16.657 ἐς δίφρον δ’ ἀναβὰς φύγαδ’ ἔτραπε, κέκλετο δ’ ἄλλους 16.658 Τρῶας φευγέμεναι: γνῶ γὰρ Διὸς ἱρὰ τάλαντα. 16.659 ἔνθ’ οὐδ’ ἴφθιμοι Λύκιοι μένον, ἀλλὰ φόβηθεν 16.660 πάντες, ἐπεὶ βασιλῆα ἴδον βεβλαμμένον ἦτορ 16.661 κείμενον ἐν νεκύων ἀγύρει: πολέες γὰρ ἐπ’ αὐτῷ 16.662 κάππεσον, εὖτ’ ἔριδα κρατερὴν ἐτάνυσσε Κρονίων. 16.663 οἳ δ’ ἄρ’ ἀπ’ ὤμοιιν Σαρπηδόνος ἔντε’ ἕλοντο 16.664 χάλκεα μαρμαίροντα, τὰ μὲν κοίλας ἐπὶ νῆας 16.665 δῶκε φέρειν ἑτάροισι Μενοιτίου ἄλκιμος υἱός. 16.666 καὶ τότ’ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς: 16.667 εἰ δ’ ἄγε νῦν φίλε Φοῖβε, κελαινεφὲς αἷμα κάθηρον 16.668 ἐλθὼν ἐκ βελέων Σαρπηδόνα, καί μιν ἔπειτα 16.669 πολλὸν ἀπὸ πρὸ φέρων λοῦσον ποταμοῖο ῥοῇσι 16.670 χρῖσόν τ’ ἀμβροσίῃ, περὶ δ’ ἄμβροτα εἵματα ἕσσον: 16.671 πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι 16.672 ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα 16.673 θήσουσ’ ἐν Λυκίης εὐρείης πίονι δήμῳ, 16.674 ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε 16.675 τύμβῳ τε στήλῃ τε: τὸ γὰρ γέρας ἐστὶ θανόντων. 16.676 ὣς ἔφατ’, οὐδ’ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων. 16.677 βῆ δὲ κατ’ Ἰδαίων ὀρέων ἐς φύλοπιν αἰνήν, 16.678 αὐτίκα δ’ ἐκ βελέων Σαρπηδόνα δῖον ἀείρας 16.679 πολλὸν ἀπὸ πρὸ φέρων λοῦσεν ποταμοῖο ῥοῇσι 16.680 χρῖσέν τ’ ἀμβροσίῃ, περὶ δ’ ἄμβροτα εἵματα ἕσσε: 16.681 πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι, 16.682 ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα 16.683 κάτθεσαν ἐν Λυκίης εὐρείης πίονι δήμῳ. 16.684 Πάτροκλος δ’ ἵπποισι καὶ Αὐτομέδοντι κελεύσας 16.685 Τρῶας καὶ Λυκίους μετεκίαθε, καὶ μέγ’ ἀάσθη 16.686 νήπιος: εἰ δὲ ἔπος Πηληϊάδαο φύλαξεν 16.687 ἦ τ’ ἂν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο. 16.688 ἀλλ’ αἰεί τε Διὸς κρείσσων νόος ἠέ περ ἀνδρῶν: 16.689 ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην 16.690 ῥηϊδίως, ὅτε δ’ αὐτὸς ἐποτρύνῃσι μάχεσθαι: 16.691 ὅς οἱ καὶ τότε θυμὸν ἐνὶ στήθεσσιν ἀνῆκεν. 16.692 ἔνθα τίνα πρῶτον τίνα δ’ ὕστατον ἐξενάριξας 16.693 Πατρόκλεις, ὅτε δή σε θεοὶ θάνατον δὲ κάλεσσαν; 16.694 Ἄδρηστον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ἔχεκλον 16.695 καὶ Πέριμον Μεγάδην καὶ Ἐπίστορα καὶ Μελάνιππον, 16.696 αὐτὰρ ἔπειτ’ Ἔλασον καὶ Μούλιον ἠδὲ Πυλάρτην: 16.697 τοὺς ἕλεν: οἳ δ’ ἄλλοι φύγαδε μνώοντο ἕκαστος. 16.698 ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν 16.699 Πατρόκλου ὑπὸ χερσί, περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν, 16.700 εἰ μὴ Ἀπόλλων Φοῖβος ἐϋδμήτου ἐπὶ πύργου 16.701 ἔστη τῷ ὀλοὰ φρονέων, Τρώεσσι δ’ ἀρήγων. 16.702 τρὶς μὲν ἐπ’ ἀγκῶνος βῆ τείχεος ὑψηλοῖο 16.703 Πάτροκλος, τρὶς δ’ αὐτὸν ἀπεστυφέλιξεν Ἀπόλλων 16.704 χείρεσσ’ ἀθανάτῃσι φαεινὴν ἀσπίδα νύσσων. 16.705 ἀλλ’ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος, 16.706 δεινὰ δ’ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα: 16.707 χάζεο διογενὲς Πατρόκλεες: οὔ νύ τοι αἶσα 16.708 σῷ ὑπὸ δουρὶ πόλιν πέρθαι Τρώων ἀγερώχων, 16.709 οὐδ’ ὑπ’ Ἀχιλλῆος, ὅς περ σέο πολλὸν ἀμείνων. 16.710 ὣς φάτο, Πάτροκλος δ’ ἀνεχάζετο πολλὸν ὀπίσσω 16.711 μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος. 16.712 Ἕκτωρ δ’ ἐν Σκαιῇσι πύλῃς ἔχε μώνυχας ἵππους: 16.713 δίζε γὰρ ἠὲ μάχοιτο κατὰ κλόνον αὖτις ἐλάσσας, 16.714 ἦ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι. 16.715 ταῦτ’ ἄρα οἱ φρονέοντι παρίστατο Φοῖβος Ἀπόλλων 16.716 ἀνέρι εἰσάμενος αἰζηῷ τε κρατερῷ τε 16.717 Ἀσίῳ, ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο 16.718 αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος, 16.719 ὃς Φρυγίῃ ναίεσκε ῥοῇς ἔπι Σαγγαρίοιο: 16.720 τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων: 16.721 Ἕκτορ τίπτε μάχης ἀποπαύεαι; οὐδέ τί σε χρή. 16.722 αἴθ’ ὅσον ἥσσων εἰμί, τόσον σέο φέρτερος εἴην: 16.723 τώ κε τάχα στυγερῶς πολέμου ἀπερωήσειας. 16.724 ἀλλ’ ἄγε Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους, 16.725 αἴ κέν πώς μιν ἕλῃς, δώῃ δέ τοι εὖχος Ἀπόλλων. 16.726 ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν, 16.727 Κεβριόνῃ δ’ ἐκέλευσε δαΐφρονι φαίδιμος Ἕκτωρ 16.728 ἵππους ἐς πόλεμον πεπληγέμεν. αὐτὰρ Ἀπόλλων 16.729 δύσεθ’ ὅμιλον ἰών, ἐν δὲ κλόνον Ἀργείοισιν 16.730 ἧκε κακόν, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν. 16.731 Ἕκτωρ δ’ ἄλλους μὲν Δαναοὺς ἔα οὐδ’ ἐνάριζεν: 16.732 αὐτὰρ ὃ Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους. 16.733 Πάτροκλος δ’ ἑτέρωθεν ἀφ’ ἵππων ἆλτο χαμᾶζε 16.734 σκαιῇ ἔγχος ἔχων: ἑτέρηφι δὲ λάζετο πέτρον 16.735 μάρμαρον ὀκριόεντα τόν οἱ περὶ χεὶρ ἐκάλυψεν, 16.736 ἧκε δ’ ἐρεισάμενος, οὐδὲ δὴν χάζετο φωτός, 16.737 οὐδ’ ἁλίωσε βέλος, βάλε δ’ Ἕκτορος ἡνιοχῆα 16.738 Κεβριόνην νόθον υἱὸν ἀγακλῆος Πριάμοιο 16.739 ἵππων ἡνί’ ἔχοντα μετώπιον ὀξέϊ λᾶϊ. 16.740 ἀμφοτέρας δ’ ὀφρῦς σύνελεν λίθος, οὐδέ οἱ ἔσχεν 16.741 ὀστέον, ὀφθαλμοὶ δὲ χαμαὶ πέσον ἐν κονίῃσιν 16.742 αὐτοῦ πρόσθε ποδῶν: ὃ δ’ ἄρ’ ἀρνευτῆρι ἐοικὼς 16.743 κάππεσ’ ἀπ’ εὐεργέος δίφρου, λίπε δ’ ὀστέα θυμός. 16.744 τὸν δ’ ἐπικερτομέων προσέφης Πατρόκλεες ἱππεῦ: 16.745 ὢ πόποι ἦ μάλ’ ἐλαφρὸς ἀνήρ, ὡς ῥεῖα κυβιστᾷ. 16.746 εἰ δή που καὶ πόντῳ ἐν ἰχθυόεντι γένοιτο, 16.747 πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν 16.748 νηὸς ἀποθρῴσκων, εἰ καὶ δυσπέμφελος εἴη, 16.749 ὡς νῦν ἐν πεδίῳ ἐξ ἵππων ῥεῖα κυβιστᾷ. 16.750 ἦ ῥα καὶ ἐν Τρώεσσι κυβιστητῆρες ἔασιν. 16.751 ὣς εἰπὼν ἐπὶ Κεβριόνῃ ἥρωϊ βεβήκει 16.752 οἶμα λέοντος ἔχων, ὅς τε σταθμοὺς κεραΐζων 16.753 ἔβλητο πρὸς στῆθος, ἑή τέ μιν ὤλεσεν ἀλκή: 16.754 ὣς ἐπὶ Κεβριόνῃ Πατρόκλεες ἆλσο μεμαώς. 16.755 Ἕκτωρ δ’ αὖθ’ ἑτέρωθεν ἀφ’ ἵππων ἆλτο χαμᾶζε. 16.756 τὼ περὶ Κεβριόναο λέονθ’ ὣς δηρινθήτην, 16.757 ὥ τ’ ὄρεος κορυφῇσι περὶ κταμένης ἐλάφοιο 16.758 ἄμφω πεινάοντε μέγα φρονέοντε μάχεσθον: 16.759 ὣς περὶ Κεβριόναο δύω μήστωρες ἀϋτῆς 16.760 Πάτροκλός τε Μενοιτιάδης καὶ φαίδιμος Ἕκτωρ 16.761 ἵεντ’ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ. 16.762 Ἕκτωρ μὲν κεφαλῆφιν ἐπεὶ λάβεν οὐχὶ μεθίει: 16.763 Πάτροκλος δ’ ἑτέρωθεν ἔχεν ποδός: οἳ δὲ δὴ ἄλλοι 16.764 Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην. 16.765 ὡς δ’ Εὖρός τε Νότος τ’ ἐριδαίνετον ἀλλήλοιιν 16.766 οὔρεος ἐν βήσσῃς βαθέην πελεμιζέμεν ὕλην 16.767 φηγόν τε μελίην τε τανύφλοιόν τε κράνειαν, 16.768 αἵ τε πρὸς ἀλλήλας ἔβαλον τανυήκεας ὄζους 16.769 ἠχῇ θεσπεσίῃ, πάταγος δέ τε ἀγνυμενάων, 16.770 ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπ’ ἀλλήλοισι θορόντες 16.771 δῄουν, οὐδ’ ἕτεροι μνώοντ’ ὀλοοῖο φόβοιο. 16.772 πολλὰ δὲ Κεβριόνην ἀμφ’ ὀξέα δοῦρα πεπήγει 16.773 ἰοί τε πτερόεντες ἀπὸ νευρῆφι θορόντες, 16.774 πολλὰ δὲ χερμάδια μεγάλ’ ἀσπίδας ἐστυφέλιξαν 16.775 μαρναμένων ἀμφ’ αὐτόν: ὃ δ’ ἐν στροφάλιγγι κονίης 16.776 κεῖτο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων. 16.777 ὄφρα μὲν Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει, 16.778 τόφρα μάλ’ ἀμφοτέρων βέλε’ ἥπτετο, πῖπτε δὲ λαός: 16.779 ἦμος δ’ Ἠέλιος μετενίσετο βουλυτὸν δέ, 16.780 καὶ τότε δή ῥ’ ὑπὲρ αἶσαν Ἀχαιοὶ φέρτεροι ἦσαν. 16.781 ἐκ μὲν Κεβριόνην βελέων ἥρωα ἔρυσσαν 16.782 Τρώων ἐξ ἐνοπῆς, καὶ ἀπ’ ὤμων τεύχε’ ἕλοντο, 16.783 Πάτροκλος δὲ Τρωσὶ κακὰ φρονέων ἐνόρουσε. 16.784 τρὶς μὲν ἔπειτ’ ἐπόρουσε θοῷ ἀτάλαντος Ἄρηϊ 16.785 σμερδαλέα ἰάχων, τρὶς δ’ ἐννέα φῶτας ἔπεφνεν. 16.786 ἀλλ’ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος, 16.787 ἔνθ’ ἄρα τοι Πάτροκλε φάνη βιότοιο τελευτή: 16.788 ἤντετο γάρ τοι Φοῖβος ἐνὶ κρατερῇ ὑσμίνῃ 16.789 δεινός: ὃ μὲν τὸν ἰόντα κατὰ κλόνον οὐκ ἐνόησεν, 16.790 ἠέρι γὰρ πολλῇ κεκαλυμμένος ἀντεβόλησε: 16.791 στῆ δ’ ὄπιθεν, πλῆξεν δὲ μετάφρενον εὐρέε τ’ ὤμω 16.792 χειρὶ καταπρηνεῖ, στρεφεδίνηθεν δέ οἱ ὄσσε. 16.793 τοῦ δ’ ἀπὸ μὲν κρατὸς κυνέην βάλε Φοῖβος Ἀπόλλων: 16.794 ἣ δὲ κυλινδομένη καναχὴν ἔχε ποσσὶν ὑφ’ ἵππων 16.795 αὐλῶπις τρυφάλεια, μιάνθησαν δὲ ἔθειραι 16.796 αἵματι καὶ κονίῃσι: πάρος γε μὲν οὐ θέμις ἦεν 16.797 ἱππόκομον πήληκα μιαίνεσθαι κονίῃσιν, 16.798 ἀλλ’ ἀνδρὸς θείοιο κάρη χαρίεν τε μέτωπον 16.799 ῥύετ’ Ἀχιλλῆος: τότε δὲ Ζεὺς Ἕκτορι δῶκεν 16.800 ᾗ κεφαλῇ φορέειν, σχεδόθεν δέ οἱ ἦεν ὄλεθρος. 16.801 πᾶν δέ οἱ ἐν χείρεσσιν ἄγη δολιχόσκιον ἔγχος 16.802 βριθὺ μέγα στιβαρὸν κεκορυθμένον: αὐτὰρ ἀπ’ ὤμων 16.803 ἀσπὶς σὺν τελαμῶνι χαμαὶ πέσε τερμιόεσσα. 16.804 λῦσε δέ οἱ θώρηκα ἄναξ Διὸς υἱὸς Ἀπόλλων. 16.805 τὸν δ’ ἄτη φρένας εἷλε, λύθεν δ’ ὑπὸ φαίδιμα γυῖα, 16.806 στῆ δὲ ταφών: ὄπιθεν δὲ μετάφρενον ὀξέϊ δουρὶ 16.807 ὤμων μεσσηγὺς σχεδόθεν βάλε Δάρδανος ἀνὴρ 16.808 Πανθοΐδης Εὔφορβος, ὃς ἡλικίην ἐκέκαστο 16.809 ἔγχεΐ θ’ ἱπποσύνῃ τε πόδεσσί τε καρπαλίμοισι: 16.810 καὶ γὰρ δὴ τότε φῶτας ἐείκοσι βῆσεν ἀφ’ ἵππων 16.811 πρῶτ’ ἐλθὼν σὺν ὄχεσφι διδασκόμενος πολέμοιο: 16.812 ὅς τοι πρῶτος ἐφῆκε βέλος Πατρόκλεες ἱππεῦ 16.813 οὐδὲ δάμασσ’: ὃ μὲν αὖτις ἀνέδραμε, μίκτο δ’ ὁμίλῳ, 16.814 ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον, οὐδ’ ὑπέμεινε 16.815 Πάτροκλον γυμνόν περ ἐόντ’ ἐν δηϊοτῆτι. 16.816 Πάτροκλος δὲ θεοῦ πληγῇ καὶ δουρὶ δαμασθεὶς 16.817 ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ ἀλεείνων. 16.818 Ἕκτωρ δ’ ὡς εἶδεν Πατροκλῆα μεγάθυμον 16.819 ἂψ ἀναχαζόμενον βεβλημένον ὀξέϊ χαλκῷ, 16.820 ἀγχίμολόν ῥά οἱ ἦλθε κατὰ στίχας, οὖτα δὲ δουρὶ 16.821 νείατον ἐς κενεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε: 16.822 δούπησεν δὲ πεσών, μέγα δ’ ἤκαχε λαὸν Ἀχαιῶν: 16.823 ὡς δ’ ὅτε σῦν ἀκάμαντα λέων ἐβιήσατο χάρμῃ, 16.824 ὥ τ’ ὄρεος κορυφῇσι μέγα φρονέοντε μάχεσθον 16.825 πίδακος ἀμφ’ ὀλίγης: ἐθέλουσι δὲ πιέμεν ἄμφω: 16.826 πολλὰ δέ τ’ ἀσθμαίνοντα λέων ἐδάμασσε βίηφιν: 16.827 ὣς πολέας πεφνόντα Μενοιτίου ἄλκιμον υἱὸν 16.828 Ἕκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα, 16.829 καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντα προσηύδα: 16.830 Πάτροκλ’ ἦ που ἔφησθα πόλιν κεραϊξέμεν ἁμήν, 16.831 Τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας 16.832 ἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαῖαν 16.833 νήπιε: τάων δὲ πρόσθ’ Ἕκτορος ὠκέες ἵπποι 16.834 ποσσὶν ὀρωρέχαται πολεμίζειν: ἔγχεϊ δ’ αὐτὸς 16.835 Τρωσὶ φιλοπτολέμοισι μεταπρέπω, ὅ σφιν ἀμύνω 16.836 ἦμαρ ἀναγκαῖον: σὲ δέ τ’ ἐνθάδε γῦπες ἔδονται. 16.837 ἆ δείλ’, οὐδέ τοι ἐσθλὸς ἐὼν χραίσμησεν Ἀχιλλεύς, 16.838 ὅς πού τοι μάλα πολλὰ μένων ἐπετέλλετ’ ἰόντι: 16.839 μή μοι πρὶν ἰέναι Πατρόκλεες ἱπποκέλευθε 16.840 νῆας ἔπι γλαφυρὰς πρὶν Ἕκτορος ἀνδροφόνοιο 16.841 αἱματόεντα χιτῶνα περὶ στήθεσσι δαΐξαι. 16.842 ὥς πού σε προσέφη, σοὶ δὲ φρένας ἄφρονι πεῖθε. 16.843 τὸν δ’ ὀλιγοδρανέων προσέφης Πατρόκλεες ἱππεῦ: 16.844 ἤδη νῦν Ἕκτορ μεγάλ’ εὔχεο: σοὶ γὰρ ἔδωκε 16.845 νίκην Ζεὺς Κρονίδης καὶ Ἀπόλλων, οἵ με δάμασσαν 16.846 ῥηιδίως: αὐτοὶ γὰρ ἀπ’ ὤμων τεύχε’ ἕλοντο. 16.847 τοιοῦτοι δ’ εἴ πέρ μοι ἐείκοσιν ἀντεβόλησαν, 16.848 πάντές κ’ αὐτόθ’ ὄλοντο ἐμῷ ὑπὸ δουρὶ δαμέντες. 16.849 ἀλλά με μοῖρ’ ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός, 16.850 ἀνδρῶν δ’ Εὔφορβος: σὺ δέ με τρίτος ἐξεναρίζεις. 16.851 ἄλλο δέ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσιν: 16.852 οὔ θην οὐδ’ αὐτὸς δηρὸν βέῃ, ἀλλά τοι ἤδη 16.853 ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιὴ 16.854 χερσὶ δαμέντ’ Ἀχιλῆος ἀμύμονος Αἰακίδαο. 16.855 ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε: 16.856 ψυχὴ δ’ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει 16.857 ὃν πότμον γοόωσα λιποῦσ’ ἀνδροτῆτα καὶ ἥβην. 16.858 τὸν καὶ τεθνηῶτα προσηύδα φαίδιμος Ἕκτωρ: 16.859 Πατρόκλεις τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον; 16.860 τίς δ’ οἶδ’ εἴ κ’ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο 16.861 φθήῃ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσαι; 16.862 ὣς ἄρα φωνήσας δόρυ χάλκεον ἐξ ὠτειλῆς 16.863 εἴρυσε λὰξ προσβάς, τὸν δ’ ὕπτιον ὦσ’ ἀπὸ δουρός. 16.864 αὐτίκα δὲ ξὺν δουρὶ μετ’ Αὐτομέδοντα βεβήκει 16.865 ἀντίθεον θεράποντα ποδώκεος Αἰακίδαο: 16.866 ἵετο γὰρ βαλέειν: τὸν δ’ ἔκφερον ὠκέες ἵπποι 16.867 ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα. 17.001 οὐδ’ ἔλαθ’ Ἀτρέος υἱὸν ἀρηΐφιλον Μενέλαον 17.002 Πάτροκλος Τρώεσσι δαμεὶς ἐν δηϊοτῆτι. 17.003 βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ, 17.004 ἀμφὶ δ’ ἄρ’ αὐτῷ βαῖν’ ὥς τις περὶ πόρτακι μήτηρ 17.005 πρωτοτόκος κινυρὴ οὐ πρὶν εἰδυῖα τόκοιο: 17.006 ὣς περὶ Πατρόκλῳ βαῖνε ξανθὸς Μενέλαος. 17.007 πρόσθε δέ οἱ δόρυ τ’ ἔσχε καὶ ἀσπίδα πάντοσ’ ἐΐσην, 17.008 τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γ’ ἀντίος ἔλθοι. 17.009 οὐδ’ ἄρα Πάνθου υἱὸς ἐϋμμελίης ἀμέλησε 17.010 Πατρόκλοιο πεσόντος ἀμύμονος: ἄγχι δ’ ἄρ’ αὐτοῦ 17.011 ἔστη, καὶ προσέειπεν ἀρηΐφιλον Μενέλαον: 17.012 Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ὄρχαμε λαῶν 17.013 χάζεο, λεῖπε δὲ νεκρόν, ἔα δ’ ἔναρα βροτόεντα: 17.014 οὐ γάρ τις πρότερος Τρώων κλειτῶν τ’ ἐπικούρων 17.015 Πάτροκλον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην: 17.016 τώ με ἔα κλέος ἐσθλὸν ἐνὶ Τρώεσσιν ἀρέσθαι, 17.017 μή σε βάλω, ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι. 17.018 τὸν δὲ μέγ’ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος: 17.019 Ζεῦ πάτερ οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάασθαι. 17.020 οὔτ’ οὖν παρδάλιος τόσσον μένος οὔτε λέοντος 17.021 οὔτε συὸς κάπρου ὀλοόφρονος, οὗ τε μέγιστος 17.022 θυμὸς ἐνὶ στήθεσσι περὶ σθένεϊ βλεμεαίνει, 17.023 ὅσσον Πάνθου υἷες ἐϋμμελίαι φρονέουσιν. 17.024 οὐδὲ μὲν οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιο 17.025 ἧς ἥβης ἀπόνηθ’, ὅτε μ’ ὤνατο καί μ’ ὑπέμεινε 17.026 καί μ’ ἔφατ’ ἐν Δαναοῖσιν ἐλέγχιστον πολεμιστὴν 17.027 ἔμμεναι: οὐδέ ἕ φημι πόδεσσί γε οἷσι κιόντα 17.028 εὐφρῆναι ἄλοχόν τε φίλην κεδνούς τε τοκῆας. 17.029 ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος εἴ κέ μευ ἄντα 17.030 στήῃς: ἀλλά σ’ ἔγωγ’ ἀναχωρήσαντα κελεύω 17.031 ἐς πληθὺν ἰέναι, μηδ’ ἀντίος ἵστασ’ ἐμεῖο 17.032 πρίν τι κακὸν παθέειν: ῥεχθὲν δέ τε νήπιος ἔγνω. 17.033 ὣς φάτο, τὸν δ’ οὐ πεῖθεν: ἀμειβόμενος δὲ προσηύδα: 17.034 νῦν μὲν δὴ Μενέλαε διοτρεφὲς ἦ μάλα τείσεις 17.035 γνωτὸν ἐμὸν τὸν ἔπεφνες, ἐπευχόμενος δ’ ἀγορεύεις, 17.036 χήρωσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο, 17.037 ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας. 17.038 ἦ κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην 17.039 εἴ κεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχε’ ἐνείκας 17.040 Πάνθῳ ἐν χείρεσσι βάλω καὶ Φρόντιδι δίῃ. 17.041 ἀλλ’ οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσται 17.042 οὐδ’ ἔτ’ ἀδήριτος ἤτ’ ἀλκῆς ἤτε φόβοιο. 17.043 ὣς εἰπὼν οὔτησε κατ’ ἀσπίδα πάντοσ’ ἐΐσην: 17.044 οὐδ’ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ 17.045 ἀσπίδ’ ἐνὶ κρατερῇ: ὃ δὲ δεύτερος ὄρνυτο χαλκῷ 17.046 Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί: 17.047 ἂψ δ’ ἀναχαζομένοιο κατὰ στομάχοιο θέμεθλα 17.048 νύξ’, ἐπὶ δ’ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας: 17.049 ἀντικρὺ δ’ ἁπαλοῖο δι’ αὐχένος ἤλυθ’ ἀκωκή, 17.050 δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ. 17.051 αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι 17.052 πλοχμοί θ’, οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο. 17.053 οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης 17.054 χώρῳ ἐν οἰοπόλῳ, ὅθ’ ἅλις ἀναβέβροχεν ὕδωρ, 17.055 καλὸν τηλεθάον: τὸ δέ τε πνοιαὶ δονέουσι 17.056 παντοίων ἀνέμων, καί τε βρύει ἄνθεϊ λευκῷ: 17.057 ἐλθὼν δ’ ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ 17.058 βόθρου τ’ ἐξέστρεψε καὶ ἐξετάνυσσ’ ἐπὶ γαίῃ: 17.059 τοῖον Πάνθου υἱὸν ἐϋμμελίην Εὔφορβον 17.060 Ἀτρεΐδης Μενέλαος ἐπεὶ κτάνε τεύχε’ ἐσύλα. 17.061 ὡς δ’ ὅτε τίς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθὼς 17.062 βοσκομένης ἀγέλης βοῦν ἁρπάσῃ ἥ τις ἀρίστη: 17.063 τῆς δ’ ἐξ αὐχέν’ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι 17.064 πρῶτον, ἔπειτα δέ θ’ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει 17.065 δῃῶν: ἀμφὶ δὲ τόν γε κύνες τ’ ἄνδρές τε νομῆες 17.066 πολλὰ μάλ’ ἰύζουσιν ἀπόπροθεν οὐδ’ ἐθέλουσιν 17.067 ἀντίον ἐλθέμεναι: μάλα γὰρ χλωρὸν δέος αἱρεῖ: 17.068 ὣς τῶν οὔ τινι θυμὸς ἐνὶ στήθεσσιν ἐτόλμα 17.069 ἀντίον ἐλθέμεναι Μενελάου κυδαλίμοιο. 17.070 ἔνθά κε ῥεῖα φέροι κλυτὰ τεύχεα Πανθοΐδαο 17.071 Ἀτρεΐδης, εἰ μή οἱ ἀγάσσατο Φοῖβος Ἀπόλλων, 17.072 ὅς ῥά οἱ Ἕκτορ’ ἐπῶρσε θοῷ ἀτάλαντον Ἄρηϊ 17.073 ἀνέρι εἰσάμενος Κικόνων ἡγήτορι Μέντῃ: 17.074 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα: 17.075 Ἕκτορ νῦν σὺ μὲν ὧδε θέεις ἀκίχητα διώκων 17.076 ἵππους Αἰακίδαο δαΐφρονος: οἳ δ’ ἀλεγεινοὶ 17.077 ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδ’ ὀχέεσθαι 17.078 ἄλλῳ γ’ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ. 17.079 τόφρα δέ τοι Μενέλαος ἀρήϊος Ἀτρέος υἱὸς 17.080 Πατρόκλῳ περιβὰς Τρώων τὸν ἄριστον ἔπεφνε 17.081 Πανθοΐδην Εὔφορβον, ἔπαυσε δὲ θούριδος ἀλκῆς. 17.082 ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν, 17.083 Ἕκτορα δ’ αἰνὸν ἄχος πύκασε φρένας ἀμφὶ μελαίνας: 17.084 πάπτηνεν δ’ ἄρ’ ἔπειτα κατὰ στίχας, αὐτίκα δ’ ἔγνω 17.085 τὸν μὲν ἀπαινύμενον κλυτὰ τεύχεα, τὸν δ’ ἐπὶ γαίῃ 17.086 κείμενον: ἔρρει δ’ αἷμα κατ’ οὐταμένην ὠτειλήν. 17.087 βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ 17.088 ὀξέα κεκλήγων φλογὶ εἴκελος Ἡφαίστοιο 17.089 ἀσβέστῳ: οὐδ’ υἱὸν λάθεν Ἀτρέος ὀξὺ βοήσας: 17.090 ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν: 17.091 ὤ μοι ἐγὼν εἰ μέν κε λίπω κάτα τεύχεα καλὰ 17.092 Πάτροκλόν θ’, ὃς κεῖται ἐμῆς ἕνεκ’ ἐνθάδε τιμῆς, 17.093 μή τίς μοι Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται. 17.094 εἰ δέ κεν Ἕκτορι μοῦνος ἐὼν καὶ Τρωσὶ μάχωμαι 17.095 αἰδεσθείς, μή πώς με περιστήωσ’ ἕνα πολλοί: 17.096 Τρῶας δ’ ἐνθάδε πάντας ἄγει κορυθαίολος Ἕκτωρ. 17.097 ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός; 17.098 ὁππότ’ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαι 17.099 ὅν κε θεὸς τιμᾷ, τάχα οἱ μέγα πῆμα κυλίσθη. 17.100 τώ μ’ οὔ τις Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται 17.101 Ἕκτορι χωρήσαντ’, ἐπεὶ ἐκ θεόφιν πολεμίζει. 17.102 εἰ δέ που Αἴαντός γε βοὴν ἀγαθοῖο πυθοίμην, 17.103 ἄμφω κ’ αὖτις ἰόντες ἐπιμνησαίμεθα χάρμης 17.104 καὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα νεκρὸν 17.105 Πηλεΐδῃ Ἀχιλῆϊ: κακῶν δέ κε φέρτατον εἴη. 17.106 εἷος ὁ ταῦθ’ ὅρμαινε κατὰ φρένα καὶ κατὰ θυμὸν 17.107 τόφρα δ’ ἐπὶ Τρώων στίχες ἤλυθον: ἦρχε δ’ ἄρ’ Ἕκτωρ. 17.108 αὐτὰρ ὅ γ’ ἐξοπίσω ἀνεχάζετο, λεῖπε δὲ νεκρὸν 17.109 ἐντροπαλιζόμενος ὥς τε λὶς ἠϋγένειος, 17.110 ὅν ῥα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται 17.111 ἔγχεσι καὶ φωνῇ: τοῦ δ’ ἐν φρεσὶν ἄλκιμον ἦτορ 17.112 παχνοῦται, ἀέκων δέ τ’ ἔβη ἀπὸ μεσσαύλοιο: 17.113 ὣς ἀπὸ Πατρόκλοιο κίε ξανθὸς Μενέλαος. 17.114 στῆ δὲ μεταστρεφθεὶς ἐπεὶ ἵκετο ἔθνος ἑταίρων 17.115 παπταίνων Αἴαντα μέγαν Τελαμώνιον υἱόν. 17.116 τὸν δὲ μάλ’ αἶψ’ ἐνόησε μάχης ἐπ’ ἀριστερὰ πάσης 17.117 θαρσύνονθ’ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι: 17.118 θεσπέσιον γάρ σφιν φόβον ἔμβαλε Φοῖβος Ἀπόλλων: 17.119 βῆ δὲ θέειν, εἶθαρ δὲ παριστάμενος ἔπος ηὔδα. 17.120 Αἶαν δεῦρο πέπον, περὶ Πατρόκλοιο θανόντος 17.121 σπεύσομεν, αἴ κε νέκυν περ Ἀχιλλῆϊ προφέρωμεν 17.122 γυμνόν: ἀτὰρ τά γε τεύχε’ ἔχει κορυθαίολος Ἕκτωρ. 17.123 ὣς ἔφατ’, Αἴαντι δὲ δαΐφρονι θυμὸν ὄρινε: 17.124 βῆ δὲ διὰ προμάχων, ἅμα δὲ ξανθὸς Μενέλαος. 17.125 Ἕκτωρ μὲν Πάτροκλον ἐπεὶ κλυτὰ τεύχε’ ἀπηύρα, 17.126 ἕλχ’ ἵν’ ἀπ’ ὤμοιιν κεφαλὴν τάμοι ὀξέϊ χαλκῷ, 17.127 τὸν δὲ νέκυν Τρῳῇσιν ἐρυσσάμενος κυσὶ δοίη. 17.128 Αἴας δ’ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον: 17.129 Ἕκτωρ δ’ ἂψ ἐς ὅμιλον ἰὼν ἀνεχάζεθ’ ἑταίρων, 17.130 ἐς δίφρον δ’ ἀνόρουσε: δίδου δ’ ὅ γε τεύχεα καλὰ 17.131 Τρωσὶ φέρειν προτὶ ἄστυ, μέγα κλέος ἔμμεναι αὐτῷ. 17.132 Αἴας δ’ ἀμφὶ Μενοιτιάδῃ σάκος εὐρὺ καλύψας 17.133 ἑστήκει ὥς τίς τε λέων περὶ οἷσι τέκεσσιν, 17.134 ᾧ ῥά τε νήπι’ ἄγοντι συναντήσωνται ἐν ὕλῃ 17.135 ἄνδρες ἐπακτῆρες: ὃ δέ τε σθένεϊ βλεμεαίνει, 17.136 πᾶν δέ τ’ ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων: 17.137 ὣς Αἴας περὶ Πατρόκλῳ ἥρωϊ βεβήκει. 17.138 Ἀτρεΐδης δ’ ἑτέρωθεν ἀρηΐφιλος Μενέλαος 17.139 ἑστήκει, μέγα πένθος ἐνὶ στήθεσσιν ἀέξων. 17.140 Γλαῦκος δ’ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν 17.141 Ἕκτορ’ ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ: 17.142 Ἕκτορ εἶδος ἄριστε μάχης ἄρα πολλὸν ἐδεύεο. 17.143 ἦ σ’ αὔτως κλέος ἐσθλὸν ἔχει φύξηλιν ἐόντα. 17.144 φράζεο νῦν ὅππως κε πόλιν καὶ ἄστυ σαώσῃς 17.145 οἶος σὺν λαοῖς τοὶ Ἰλίῳ ἐγγεγάασιν: 17.146 οὐ γάρ τις Λυκίων γε μαχησόμενος Δαναοῖσιν 17.147 εἶσι περὶ πτόλιος, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν 17.148 μάρνασθαι δηΐοισιν ἐπ’ ἀνδράσι νωλεμὲς αἰεί. 17.149 πῶς κε σὺ χείρονα φῶτα σαώσειας μεθ’ ὅμιλον 17.150 σχέτλι’, ἐπεὶ Σαρπηδόν’ ἅμα ξεῖνον καὶ ἑταῖρον 17.151 κάλλιπες Ἀργείοισιν ἕλωρ καὶ κύρμα γενέσθαι, 17.152 ὅς τοι πόλλ’ ὄφελος γένετο πτόλεΐ τε καὶ αὐτῷ 17.153 ζωὸς ἐών: νῦν δ’ οὔ οἱ ἀλαλκέμεναι κύνας ἔτλης. 17.154 τὼ νῦν εἴ τις ἐμοὶ Λυκίων ἐπιπείσεται ἀνδρῶν 17.155 οἴκαδ’ ἴμεν, Τροίῃ δὲ πεφήσεται αἰπὺς ὄλεθρος. 17.156 εἰ γὰρ νῦν Τρώεσσι μένος πολυθαρσὲς ἐνείη 17.157 ἄτρομον, οἷόν τ’ ἄνδρας ἐσέρχεται οἳ περὶ πάτρης 17.158 ἀνδράσι δυσμενέεσσι πόνον καὶ δῆριν ἔθεντο, 17.159 αἶψά κε Πάτροκλον ἐρυσαίμεθα Ἴλιον εἴσω. 17.160 εἰ δ’ οὗτος προτὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος 17.161 ἔλθοι τεθνηὼς καί μιν ἐρυσαίμεθα χάρμης, 17.162 αἶψά κεν Ἀργεῖοι Σαρπηδόνος ἔντεα καλὰ 17.163 λύσειαν, καί κ’ αὐτὸν ἀγοίμεθα Ἴλιον εἴσω: 17.164 τοίου γὰρ θεράπων πέφατ’ ἀνέρος, ὃς μέγ’ ἄριστος 17.165 Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες. 17.166 ἀλλὰ σύ γ’ Αἴαντος μεγαλήτορος οὐκ ἐτάλασσας 17.167 στήμεναι ἄντα κατ’ ὄσσε ἰδὼν δηΐων ἐν ἀϋτῇ, 17.168 οὐδ’ ἰθὺς μαχέσασθαι, ἐπεὶ σέο φέρτερός ἐστι. 17.169 τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ: 17.170 Γλαῦκε τί ἢ δὲ σὺ τοῖος ἐὼν ὑπέροπλον ἔειπες; 17.171 ὢ πόποι ἦ τ’ ἐφάμην σὲ περὶ φρένας ἔμμεναι ἄλλων 17.172 τῶν ὅσσοι Λυκίην ἐριβώλακα ναιετάουσι: 17.173 νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας οἷον ἔειπες, 17.174 ὅς τέ με φῂς Αἴαντα πελώριον οὐχ ὑπομεῖναι. 17.175 οὔ τοι ἐγὼν ἔρριγα μάχην οὐδὲ κτύπον ἵππων: 17.176 ἀλλ’ αἰεί τε Διὸς κρείσσων νόος αἰγιόχοιο, 17.177 ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην 17.178 ῥηϊδίως, ὁτὲ δ’ αὐτὸς ἐποτρύνει μαχέσασθαι. 17.179 ἀλλ’ ἄγε δεῦρο πέπον, παρ’ ἔμ’ ἵστασο καὶ ἴδε ἔργον, 17.180 ἠὲ πανημέριος κακὸς ἔσσομαι, ὡς ἀγορεύεις, 17.181 ἦ τινα καὶ Δαναῶν ἀλκῆς μάλα περ μεμαῶτα 17.182 σχήσω ἀμυνέμεναι περὶ Πατρόκλοιο θανόντος. 17.183 ὣς εἰπὼν Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας: 17.184 Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί, 17.185 ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς, 17.186 ὄφρ’ ἂν ἐγὼν Ἀχιλῆος ἀμύμονος ἔντεα δύω 17.187 καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξα κατακτάς. 17.188 ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ 17.189 δηΐου ἐκ πολέμοιο: θέων δ’ ἐκίχανεν ἑταίρους 17.190 ὦκα μάλ’ οὔ πω τῆλε ποσὶ κραιπνοῖσι μετασπών, 17.191 οἳ προτὶ ἄστυ φέρον κλυτὰ τεύχεα Πηλεΐωνος. 17.192 στὰς δ’ ἀπάνευθε μάχης πολυδακρύου ἔντε’ ἄμειβεν: 17.193 ἤτοι ὃ μὲν τὰ ἃ δῶκε φέρειν προτὶ Ἴλιον ἱρὴν 17.194 Τρωσὶ φιλοπτολέμοισιν, ὃ δ’ ἄμβροτα τεύχεα δῦνε 17.195 Πηλεΐδεω Ἀχιλῆος ἅ οἱ θεοὶ Οὐρανίωνες 17.196 πατρὶ φίλῳ ἔπορον: ὃ δ’ ἄρα ᾧ παιδὶ ὄπασσε 17.197 γηράς: ἀλλ’ οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα. 17.198 τὸν δ’ ὡς οὖν ἀπάνευθεν ἴδεν νεφεληγερέτα Ζεὺς 17.199 τεύχεσι Πηλεΐδαο κορυσσόμενον θείοιο, 17.200 κινήσας ῥα κάρη προτὶ ὃν μυθήσατο θυμόν: 17.201 ἆ δείλ’ οὐδέ τί τοι θάνατος καταθύμιός ἐστιν 17.202 ὃς δή τοι σχεδὸν εἶσι: σὺ δ’ ἄμβροτα τεύχεα δύνεις 17.203 ἀνδρὸς ἀριστῆος, τόν τε τρομέουσι καὶ ἄλλοι: 17.204 τοῦ δὴ ἑταῖρον ἔπεφνες ἐνηέα τε κρατερόν τε, 17.205 τεύχεα δ’ οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμων 17.206 εἵλευ: ἀτάρ τοι νῦν γε μέγα κράτος ἐγγυαλίξω, 17.207 τῶν ποινὴν ὅ τοι οὔ τι μάχης ἐκνοστήσαντι 17.208 δέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα Πηλεΐωνος. 17.209 ἦ καὶ κυανέῃσιν ἐπ’ ὀφρύσι νεῦσε Κρονίων. 17.210 Ἕκτορι δ’ ἥρμοσε τεύχε’ ἐπὶ χροΐ, δῦ δέ μιν Ἄρης 17.211 δεινὸς ἐνυάλιος, πλῆσθεν δ’ ἄρα οἱ μέλε’ ἐντὸς 17.212 ἀλκῆς καὶ σθένεος: μετὰ δὲ κλειτοὺς ἐπικούρους 17.213 βῆ ῥα μέγα ἰάχων: ἰνδάλλετο δέ σφισι πᾶσι 17.214 τεύχεσι λαμπόμενος μεγαθύμου Πηλεΐωνος. 17.215 ὄτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι 17.216 Μέσθλην τε Γλαῦκόν τε Μέδοντά τε Θερσίλοχόν τε 17.217 Ἀστεροπαῖόν τε Δεισήνορά θ’ Ἱππόθοόν τε 17.218 Φόρκυν τε Χρομίον τε καὶ Ἔννομον οἰωνιστήν: 17.219 τοὺς ὅ γ’ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα: 17.220 κέκλυτε μυρία φῦλα περικτιόνων ἐπικούρων: 17.221 οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος οὐδὲ χατίζων 17.222 ἐνθάδ’ ἀφ’ ὑμετέρων πολίων ἤγειρα ἕκαστον, 17.223 ἀλλ’ ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα 17.224 προφρονέως ῥύοισθε φιλοπτολέμων ὑπ’ Ἀχαιῶν. 17.225 τὰ φρονέων δώροισι κατατρύχω καὶ ἐδωδῇ 17.226 λαούς, ὑμέτερον δὲ ἑκάστου θυμὸν ἀέξω. 17.227 τώ τις νῦν ἰθὺς τετραμμένος ἢ ἀπολέσθω 17.228 ἠὲ σαωθήτω: ἣ γὰρ πολέμου ὀαριστύς. 17.229 ὃς δέ κε Πάτροκλον καὶ τεθνηῶτά περ ἔμπης 17.230 Τρῶας ἐς ἱπποδάμους ἐρύσῃ, εἴξῃ δέ οἱ Αἴας, 17.231 ἥμισυ τῷ ἐνάρων ἀποδάσσομαι, ἥμισυ δ’ αὐτὸς 17.232 ἕξω ἐγώ: τὸ δέ οἱ κλέος ἔσσεται ὅσσον ἐμοί περ. 17.233 ὣς ἔφαθ’, οἳ δ’ ἰθὺς Δαναῶν βρίσαντες ἔβησαν 17.234 δούρατ’ ἀνασχόμενοι: μάλα δέ σφισιν ἔλπετο θυμὸς 17.235 νεκρὸν ὑπ’ Αἴαντος ἐρύειν Τελαμωνιάδαο 17.236 νήπιοι: ἦ τε πολέσσιν ἐπ’ αὐτῷ θυμὸν ἀπηύρα. 17.237 καὶ τότ’ ἄρ’ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον: 17.238 ὦ πέπον ὦ Μενέλαε διοτρεφὲς οὐκέτι νῶϊ 17.239 ἔλπομαι αὐτώ περ νοστησέμεν ἐκ πολέμοιο. 17.240 οὔ τι τόσον νέκυος περιδείδια Πατρόκλοιο, 17.241 ὅς κε τάχα Τρώων κορέει κύνας ἠδ’ οἰωνούς, 17.242 ὅσσον ἐμῇ κεφαλῇ περιδείδια μή τι πάθῃσι, 17.243 καὶ σῇ, ἐπεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτει 17.244 Ἕκτωρ, ἡμῖν δ’ αὖτ’ ἀναφαίνεται αἰπὺς ὄλεθρος. 17.245 ἀλλ’ ἄγ’ ἀριστῆας Δαναῶν κάλει, ἤν τις ἀκούσῃ. 17.246 ὣς ἔφατ’, οὐδ’ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος, 17.247 ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς: 17.248 ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες 17.249 οἵ τε παρ’ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ 17.250 δήμια πίνουσιν καὶ σημαίνουσιν ἕκαστος 17.251 λαοῖς: ἐκ δὲ Διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ. 17.252 ἀργαλέον δέ μοί ἐστι διασκοπιᾶσθαι ἕκαστον 17.253 ἡγεμόνων: τόσση γὰρ ἔρις πολέμοιο δέδηεν: 17.254 ἀλλά τις αὐτὸς ἴτω, νεμεσιζέσθω δ’ ἐνὶ θυμῷ 17.255 Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι. 17.256 ὣς ἔφατ’, ὀξὺ δ’ ἄκουσεν Ὀϊλῆος ταχὺς Αἴας: 17.257 πρῶτος δ’ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα, 17.258 τὸν δὲ μετ’ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος 17.259 Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ. 17.260 τῶν δ’ ἄλλων τίς κεν ᾗσι φρεσὶν οὐνόματ’ εἴποι, 17.261 ὅσσοι δὴ μετόπισθε μάχην ἤγειραν Ἀχαιῶν; 17.262 Τρῶες δὲ προὔτυψαν ἀολλέες: ἦρχε δ’ ἄρ’ Ἕκτωρ. 17.263 ὡς δ’ ὅτ’ ἐπὶ προχοῇσι διιπετέος ποταμοῖο 17.264 βέβρυχεν μέγα κῦμα ποτὶ ῥόον, ἀμφὶ δέ τ’ ἄκραι 17.265 ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω, 17.266 τόσσῃ ἄρα Τρῶες ἰαχῇ ἴσαν. αὐτὰρ Ἀχαιοὶ 17.267 ἕστασαν ἀμφὶ Μενοιτιάδῃ ἕνα θυμὸν ἔχοντες 17.268 φραχθέντες σάκεσιν χαλκήρεσιν: ἀμφὶ δ’ ἄρά σφι 17.269 λαμπρῇσιν κορύθεσσι Κρονίων ἠέρα πολλὴν 17.270 χεῦ’, ἐπεὶ οὐδὲ Μενοιτιάδην ἔχθαιρε πάρος γε, 17.271 ὄφρα ζωὸς ἐὼν θεράπων ἦν Αἰακίδαο: 17.272 μίσησεν δ’ ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι 17.273 Τρῳῇσιν: τὼ καί οἱ ἀμυνέμεν ὦρσεν ἑταίρους. 17.274 ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς: 17.275 νεκρὸν δὲ προλιπόντες ὑπέτρεσαν, οὐδέ τιν’ αὐτῶν 17.276 Τρῶες ὑπέρθυμοι ἕλον ἔγχεσιν ἱέμενοί περ, 17.277 ἀλλὰ νέκυν ἐρύοντο: μίνυνθα δὲ καὶ τοῦ Ἀχαιοὶ 17.278 μέλλον ἀπέσσεσθαι: μάλα γάρ σφεας ὦκ’ ἐλέλιξεν 17.279 Αἴας, ὃς περὶ μὲν εἶδος, περὶ δ’ ἔργα τέτυκτο 17.280 τῶν ἄλλων Δαναῶν μετ’ ἀμύμονα Πηλεΐωνα. 17.281 ἴθυσεν δὲ διὰ προμάχων συῒ εἴκελος ἀλκὴν 17.282 καπρίῳ, ὅς τ’ ἐν ὄρεσσι κύνας θαλερούς τ’ αἰζηοὺς 17.283 ῥηϊδίως ἐκέδασσεν, ἑλιξάμενος διὰ βήσσας: 17.284 ὣς υἱὸς Τελαμῶνος ἀγαυοῦ φαίδιμος Αἴας 17.285 ῥεῖα μετεισάμενος Τρώων ἐκέδασσε φάλαγγας 17.286 οἳ περὶ Πατρόκλῳ βέβασαν, φρόνεον δὲ μάλιστα 17.287 ἄστυ πότι σφέτερον ἐρύειν καὶ κῦδος ἀρέσθαι. 17.288 ἤτοι τὸν Λήθοιο Πελασγοῦ φαίδιμος υἱὸς 17.289 Ἱππόθοος ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην 17.290 δησάμενος τελαμῶνι παρὰ σφυρὸν ἀμφὶ τένοντας 17.291 Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος: τάχα δ’ αὐτῷ 17.292 ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ. 17.293 τὸν δ’ υἱὸς Τελαμῶνος ἐπαΐξας δι’ ὁμίλου 17.294 πλῆξ’ αὐτοσχεδίην κυνέης διὰ χαλκοπαρῄου: 17.295 ἤρικε δ’ ἱπποδάσεια κόρυς περὶ δουρὸς ἀκωκῇ 17.296 πληγεῖσ’ ἔγχεΐ τε μεγάλῳ καὶ χειρὶ παχείῃ, 17.297 ἐγκέφαλος δὲ παρ’ αὐλὸν ἀνέδραμεν ἐξ ὠτειλῆς 17.298 αἱματόεις: τοῦ δ’ αὖθι λύθη μένος, ἐκ δ’ ἄρα χειρῶν 17.299 Πατρόκλοιο πόδα μεγαλήτορος ἧκε χαμᾶζε 17.300 κεῖσθαι: ὃ δ’ ἄγχ’ αὐτοῖο πέσε πρηνὴς ἐπὶ νεκρῷ 17.301 τῆλ’ ἀπὸ Λαρίσης ἐριβώλακος, οὐδὲ τοκεῦσι 17.302 θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν 17.303 ἔπλεθ’ ὑπ’ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι. 17.304 Ἕκτωρ δ’ αὖτ’ Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ: 17.305 ἀλλ’ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος 17.306 τυτθόν: ὃ δὲ Σχεδίον μεγαθύμου Ἰφίτου υἱὸν 17.307 Φωκήων ὄχ’ ἄριστον, ὃς ἐν κλειτῷ Πανοπῆϊ 17.308 οἰκία ναιετάασκε πολέσσ’ ἄνδρεσσιν ἀνάσσων, 17.309 τὸν βάλ’ ὑπὸ κληῗδα μέσην: διὰ δ’ ἀμπερὲς ἄκρη 17.310 αἰχμὴ χαλκείη παρὰ νείατον ὦμον ἀνέσχε: 17.311 δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ. 17.312 Αἴας δ’ αὖ Φόρκυνα δαΐφρονα Φαίνοπος υἱὸν 17.313 Ἱπποθόῳ περιβάντα μέσην κατὰ γαστέρα τύψε: 17.314 ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δ’ ἔντερα χαλκὸς 17.315 ἤφυσ’: ὃ δ’ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. 17.316 χώρησαν δ’ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ: 17.317 Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκροὺς 17.318 Φόρκυν θ’ Ἱππόθοόν τε, λύοντο δὲ τεύχε’ ἀπ’ ὤμων. 17.319 ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ’ Ἀχαιῶν 17.320 Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες, 17.321 Ἀργεῖοι δέ κε κῦδος ἕλον καὶ ὑπὲρ Διὸς αἶσαν 17.322 κάρτεϊ καὶ σθένεϊ σφετέρῳ: ἀλλ’ αὐτὸς Ἀπόλλων 17.323 Αἰνείαν ὄτρυνε δέμας Περίφαντι ἐοικὼς 17.324 κήρυκι Ἠπυτίδῃ, ὅς οἱ παρὰ πατρὶ γέροντι 17.325 κηρύσσων γήρασκε φίλα φρεσὶ μήδεα εἰδώς: 17.326 τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων: 17.327 Αἰνεία πῶς ἂν καὶ ὑπὲρ θεὸν εἰρύσσαισθε 17.328 Ἴλιον αἰπεινήν; ὡς δὴ ἴδον ἀνέρας ἄλλους 17.329 κάρτεΐ τε σθένεΐ τε πεποιθότας ἠνορέῃ τε 17.330 πλήθεΐ τε σφετέρῳ καὶ ὑπερδέα δῆμον ἔχοντας: 17.331 ἡμῖν δὲ Ζεὺς μὲν πολὺ βούλεται ἢ Δαναοῖσι 17.332 νίκην: ἀλλ’ αὐτοὶ τρεῖτ’ ἄσπετον οὐδὲ μάχεσθε. 17.333 ὣς ἔφατ’, Αἰνείας δ’ ἑκατηβόλον Ἀπόλλωνα 17.334 ἔγνω ἐς ἄντα ἰδών, μέγα δ’ Ἕκτορα εἶπε βοήσας: 17.335 Ἕκτόρ τ’ ἠδ’ ἄλλοι Τρώων ἀγοὶ ἠδ’ ἐπικούρων 17.336 αἰδὼς μὲν νῦν ἥδε γ’ ἀρηϊφίλων ὑπ’ Ἀχαιῶν 17.337 Ἴλιον εἰσαναβῆναι ἀναλκείῃσι δαμέντας. 17.338 ἀλλ’ ἔτι γάρ τίς φησι θεῶν ἐμοὶ ἄγχι παραστὰς 17.339 Ζῆν’ ὕπατον μήστωρα μάχης ἐπιτάρροθον εἶναι: 17.340 τώ ῥ’ ἰθὺς Δαναῶν ἴομεν, μηδ’ οἵ γε ἕκηλοι 17.341 Πάτροκλον νηυσὶν πελασαίατο τεθνηῶτα. 17.342 ὣς φάτο, καί ῥα πολὺ προμάχων ἐξάλμενος ἔστη: 17.343 οἳ δ’ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν. 17.344 ἔνθ’ αὖτ’ Αἰνείας Λειώκριτον οὔτασε δουρὶ 17.345 υἱὸν Ἀρίσβαντος Λυκομήδεος ἐσθλὸν ἑταῖρον. 17.346 τὸν δὲ πεσόντ’ ἐλέησεν ἀρηΐφιλος Λυκομήδης, 17.347 στῆ δὲ μάλ’ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ, 17.348 καὶ βάλεν Ἱππασίδην Ἀπισάονα ποιμένα λαῶν 17.349 ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δ’ ὑπὸ γούνατ’ ἔλυσεν, 17.350 ὅς ῥ’ ἐκ Παιονίης ἐριβώλακος εἰληλούθει, 17.351 καὶ δὲ μετ’ Ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι. 17.352 τὸν δὲ πεσόντ’ ἐλέησεν ἀρήϊος Ἀστεροπαῖος, 17.353 ἴθυσεν δὲ καὶ ὃ πρόφρων Δαναοῖσι μάχεσθαι: 17.354 ἀλλ’ οὔ πως ἔτι εἶχε: σάκεσσι γὰρ ἔρχατο πάντῃ 17.355 ἑσταότες περὶ Πατρόκλῳ, πρὸ δὲ δούρατ’ ἔχοντο. 17.356 Αἴας γὰρ μάλα πάντας ἐπῴχετο πολλὰ κελεύων: 17.357 οὔτέ τιν’ ἐξοπίσω νεκροῦ χάζεσθαι ἀνώγει 17.358 οὔτέ τινα προμάχεσθαι Ἀχαιῶν ἔξοχον ἄλλων, 17.359 ἀλλὰ μάλ’ ἀμφ’ αὐτῷ βεβάμεν, σχεδόθεν δὲ μάχεσθαι. 17.360 ὣς Αἴας ἐπέτελλε πελώριος, αἵματι δὲ χθὼν 17.361 δεύετο πορφυρέῳ, τοὶ δ’ ἀγχιστῖνοι ἔπιπτον 17.362 νεκροὶ ὁμοῦ Τρώων καὶ ὑπερμενέων ἐπικούρων 17.363 καὶ Δαναῶν: οὐδ’ οἳ γὰρ ἀναιμωτί γε μάχοντο, 17.364 παυρότεροι δὲ πολὺ φθίνυθον: μέμνηντο γὰρ αἰεὶ 17.365 ἀλλήλοις ἀν’ ὅμιλον ἀλεξέμεναι φόνον αἰπύν. 17.366 ὣς οἳ μὲν μάρναντο δέμας πυρός, οὐδέ κε φαίης 17.367 οὔτέ ποτ’ ἠέλιον σῶν ἔμμεναι οὔτε σελήνην: 17.368 ἠέρι γὰρ κατέχοντο μάχης ἐπί θ’ ὅσσον ἄριστοι 17.369 ἕστασαν ἀμφὶ Μενοιτιάδῃ κατατεθνηῶτι. 17.370 οἳ δ’ ἄλλοι Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ 17.371 εὔκηλοι πολέμιζον ὑπ’ αἰθέρι, πέπτατο δ’ αὐγὴ 17.372 ἠελίου ὀξεῖα, νέφος δ’ οὐ φαίνετο πάσης 17.373 γαίης οὐδ’ ὀρέων: μεταπαυόμενοι δὲ μάχοντο 17.374 ἀλλήλων ἀλεείνοντες βέλεα στονόεντα 17.375 πολλὸν ἀφεσταότες. τοὶ δ’ ἐν μέσῳ ἄλγε’ ἔπασχον 17.376 ἠέρι καὶ πολέμῳ, τείροντο δὲ νηλέϊ χαλκῷ 17.377 ὅσσοι ἄριστοι ἔσαν: δύο δ’ οὔ πω φῶτε πεπύσθην 17.378 ἀνέρε κυδαλίμω Θρασυμήδης Ἀντίλοχός τε 17.379 Πατρόκλοιο θανόντος ἀμύμονος, ἀλλ’ ἔτ’ ἔφαντο 17.380 ζωὸν ἐνὶ πρώτῳ ὁμάδῳ Τρώεσσι μάχεσθαι. 17.381 τὼ δ’ ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων 17.382 νόσφιν ἐμαρνάσθην, ἐπεὶ ὣς ἐπετέλλετο Νέστωρ 17.383 ὀτρύνων πόλεμον δὲ μελαινάων ἀπὸ νηῶν. 17.384 τοῖς δὲ πανημερίοις ἔριδος μέγα νεῖκος ὀρώρει 17.385 ἀργαλέης: καμάτῳ δὲ καὶ ἱδρῷ νωλεμὲς αἰεὶ 17.386 γούνατά τε κνῆμαί τε πόδες θ’ ὑπένερθεν ἑκάστου 17.387 χεῖρές τ’ ὀφθαλμοί τε παλάσσετο μαρναμένοιιν 17.388 ἀμφ’ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο. 17.389 ὡς δ’ ὅτ’ ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείην 17.390 λαοῖσιν δώῃ τανύειν μεθύουσαν ἀλοιφῇ: 17.391 δεξάμενοι δ’ ἄρα τοί γε διαστάντες τανύουσι 17.392 κυκλόσ’, ἄφαρ δέ τε ἰκμὰς ἔβη, δύνει δέ τ’ ἀλοιφὴ 17.393 πολλῶν ἑλκόντων, τάνυται δέ τε πᾶσα διὰ πρό: 17.394 ὣς οἵ γ’ ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃ 17.395 εἵλκεον ἀμφότεροι: μάλα δέ σφισιν ἔλπετο θυμὸς 17.396 Τρωσὶν μὲν ἐρύειν προτὶ Ἴλιον, αὐτὰρ Ἀχαιοῖς 17.397 νῆας ἔπι γλαφυράς: περὶ δ’ αὐτοῦ μῶλος ὀρώρει 17.398 ἄγριος: οὐδέ κ’ Ἄρης λαοσσόος οὐδέ κ’ Ἀθήνη 17.399 τόν γε ἰδοῦσ’ ὀνόσαιτ’, οὐδ’ εἰ μάλα μιν χόλος ἵκοι: 17.400 τοῖον Ζεὺς ἐπὶ Πατρόκλῳ ἀνδρῶν τε καὶ ἵππων 17.401 ἤματι τῷ ἐτάνυσσε κακὸν πόνον: οὐδ’ ἄρα πώ τι 17.402 ᾔδεε Πάτροκλον τεθνηότα δῖος Ἀχιλλεύς: 17.403 πολλὸν γὰρ ῥ’ ἀπάνευθε νεῶν μάρναντο θοάων 17.404 τείχει ὕπο Τρώων: τό μιν οὔ ποτε ἔλπετο θυμῷ 17.405 τεθνάμεν, ἀλλὰ ζωὸν ἐνιχριμφθέντα πύλῃσιν 17.406 ἂψ ἀπονοστήσειν, ἐπεὶ οὐδὲ τὸ ἔλπετο πάμπαν 17.407 ἐκπέρσειν πτολίεθρον ἄνευ ἕθεν, οὐδὲ σὺν αὐτῷ: 17.408 πολλάκι γὰρ τό γε μητρὸς ἐπεύθετο νόσφιν ἀκούων, 17.409 ἥ οἱ ἀπαγγέλλεσκε Διὸς μεγάλοιο νόημα. 17.410 δὴ τότε γ’ οὔ οἱ ἔειπε κακὸν τόσον ὅσσον ἐτύχθη 17.411 μήτηρ, ὅττί ῥά οἱ πολὺ φίλτατος ὤλεθ’ ἑταῖρος. 17.412 οἳ δ’ αἰεὶ περὶ νεκρὸν ἀκαχμένα δούρατ’ ἔχοντες 17.413 νωλεμὲς ἐγχρίμπτοντο καὶ ἀλλήλους ἐνάριζον: 17.414 ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν χαλκοχιτώνων: 17.415 ὦ φίλοι οὐ μὰν ἧμιν ἐϋκλεὲς ἀπονέεσθαι 17.416 νῆας ἔπι γλαφυράς, ἀλλ’ αὐτοῦ γαῖα μέλαινα 17.417 πᾶσι χάνοι: τό κεν ἧμιν ἄφαρ πολὺ κέρδιον εἴη 17.418 εἰ τοῦτον Τρώεσσι μεθήσομεν ἱπποδάμοισιν 17.419 ἄστυ πότι σφέτερον ἐρύσαι καὶ κῦδος ἀρέσθαι. 17.420 ὣς δέ τις αὖ Τρώων μεγαθύμων αὐδήσασκεν: 17.421 ὦ φίλοι, εἰ καὶ μοῖρα παρ’ ἀνέρι τῷδε δαμῆναι 17.422 πάντας ὁμῶς, μή πώ τις ἐρωείτω πολέμοιο. 17.423 ὣς ἄρα τις εἴπεσκε, μένος δ’ ὄρσασκεν ἑκάστου. 17.424 ὣς οἳ μὲν μάρναντο, σιδήρειος δ’ ὀρυμαγδὸς 17.425 χάλκεον οὐρανὸν ἷκε δι’ αἰθέρος ἀτρυγέτοιο: 17.426 ἵπποι δ’ Αἰακίδαο μάχης ἀπάνευθεν ἐόντες 17.427 κλαῖον, ἐπεὶ δὴ πρῶτα πυθέσθην ἡνιόχοιο 17.428 ἐν κονίῃσι πεσόντος ὑφ’ Ἕκτορος ἀνδροφόνοιο. 17.429 ἦ μὰν Αὐτομέδων Διώρεος ἄλκιμος υἱὸς 17.430 πολλὰ μὲν ἂρ μάστιγι θοῇ ἐπεμαίετο θείνων, 17.431 πολλὰ δὲ μειλιχίοισι προσηύδα, πολλὰ δ’ ἀρειῇ: 17.432 τὼ δ’ οὔτ’ ἂψ ἐπὶ νῆας ἐπὶ πλατὺν Ἑλλήσποντον 17.433 ἠθελέτην ἰέναι οὔτ’ ἐς πόλεμον μετ’ Ἀχαιούς, 17.434 ἀλλ’ ὥς τε στήλη μένει ἔμπεδον, ἥ τ’ ἐπὶ τύμβῳ 17.435 ἀνέρος ἑστήκῃ τεθνηότος ἠὲ γυναικός, 17.436 ὣς μένον ἀσφαλέως περικαλλέα δίφρον ἔχοντες 17.437 οὔδει ἐνισκίμψαντε καρήατα: δάκρυα δέ σφι 17.438 θερμὰ κατὰ βλεφάρων χαμάδις ῥέε μυρομένοισιν 17.439 ἡνιόχοιο πόθῳ: θαλερὴ δ’ ἐμιαίνετο χαίτη 17.440 ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν ἀμφοτέρωθεν. 17.441 μυρομένω δ’ ἄρα τώ γε ἰδὼν ἐλέησε Κρονίων, 17.442 κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν: 17.443 ἆ δειλώ, τί σφῶϊ δόμεν Πηλῆϊ ἄνακτι 17.444 θνητῷ, ὑμεῖς δ’ ἐστὸν ἀγήρω τ’ ἀθανάτω τε; 17.445 ἦ ἵνα δυστήνοισι μετ’ ἀνδράσιν ἄλγε’ ἔχητον; 17.446 οὐ μὲν γάρ τί πού ἐστιν ὀϊζυρώτερον ἀνδρὸς 17.447 πάντων, ὅσσά τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει. 17.448 ἀλλ’ οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισιν 17.449 Ἕκτωρ Πριαμίδης ἐποχήσεται: οὐ γὰρ ἐάσω. 17.450 ἦ οὐχ ἅλις ὡς καὶ τεύχε’ ἔχει καὶ ἐπεύχεται αὔτως; 17.451 σφῶϊν δ’ ἐν γούνεσσι βαλῶ μένος ἠδ’ ἐνὶ θυμῷ, 17.452 ὄφρα καὶ Αὐτομέδοντα σαώσετον ἐκ πολέμοιο 17.453 νῆας ἔπι γλαφυράς: ἔτι γάρ σφισι κῦδος ὀρέξω 17.454 κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκωνται 17.455 δύῃ τ’ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ: 17.456 ὣς εἰπὼν ἵπποισιν ἐνέπνευσεν μένος ἠΰ. 17.457 τὼ δ’ ἀπὸ χαιτάων κονίην οὖδας δὲ βαλόντε 17.458 ῥίμφα φέρον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιούς. 17.459 τοῖσι δ’ ἐπ’ Αὐτομέδων μάχετ’ ἀχνύμενός περ ἑταίρου 17.460 ἵπποις ἀΐσσων ὥς τ’ αἰγυπιὸς μετὰ χῆνας: 17.461 ῥέα μὲν γὰρ φεύγεσκεν ὑπ’ ἐκ Τρώων ὀρυμαγδοῦ, 17.462 ῥεῖα δ’ ἐπαΐξασκε πολὺν καθ’ ὅμιλον ὀπάζων. 17.463 ἀλλ’ οὐχ ᾕρει φῶτας ὅτε σεύαιτο διώκειν: 17.464 οὐ γάρ πως ἦν οἶον ἐόνθ’ ἱερῷ ἐνὶ δίφρῳ 17.465 ἔγχει ἐφορμᾶσθαι καὶ ἐπίσχειν ὠκέας ἵππους. 17.466 ὀψὲ δὲ δή μιν ἑταῖρος ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν 17.467 Ἀλκιμέδων υἱὸς Λαέρκεος Αἱμονίδαο: 17.468 στῆ δ’ ὄπιθεν δίφροιο καὶ Αὐτομέδοντα προσηύδα: 17.469 Αὐτόμεδον, τίς τοί νυ θεῶν νηκερδέα βουλὴν 17.470 ἐν στήθεσσιν ἔθηκε, καὶ ἐξέλετο φρένας ἐσθλάς; 17.471 οἷον πρὸς Τρῶας μάχεαι πρώτῳ ἐν ὁμίλῳ 17.472 μοῦνος: ἀτάρ τοι ἑταῖρος ἀπέκτατο, τεύχεα δ’ Ἕκτωρ 17.473 αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται Αἰακίδαο. 17.474 τὸν δ’ αὖτ’ Αὐτομέδων προσέφη Διώρεος υἱός: 17.475 Ἀλκίμεδον τίς γάρ τοι Ἀχαιῶν ἄλλος ὁμοῖος 17.476 ἵππων ἀθανάτων ἐχέμεν δμῆσίν τε μένος τε, 17.477 εἰ μὴ Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος 17.478 ζωὸς ἐών; νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει. 17.479 ἀλλὰ σὺ μὲν μάστιγα καὶ ἡνία σιγαλόεντα 17.480 δέξαι, ἐγὼ δ’ ἵππων ἀποβήσομαι, ὄφρα μάχωμαι. 17.481 ὣς ἔφατ’, Ἀλκιμέδων δὲ βοηθόον ἅρμ’ ἐπορούσας 17.482 καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν, 17.483 Αὐτομέδων δ’ ἀπόρουσε: νόησε δὲ φαίδιμος Ἕκτωρ, 17.484 αὐτίκα δ’ Αἰνείαν προσεφώνεεν ἐγγὺς ἐόντα: 17.485 Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων 17.486 ἵππω τώδ’ ἐνόησα ποδώκεος Αἰακίδαο 17.487 ἐς πόλεμον προφανέντε σὺν ἡνιόχοισι κακοῖσι: 17.488 τώ κεν ἐελποίμην αἱρησέμεν, εἰ σύ γε θυμῷ 17.489 σῷ ἐθέλεις, ἐπεὶ οὐκ ἂν ἐφορμηθέντε γε νῶϊ 17.490 τλαῖεν ἐναντίβιον στάντες μαχέσασθαι Ἄρηϊ. 17.491 ὣς ἔφατ’, οὐδ’ ἀπίθησεν ἐῢς πάϊς Ἀγχίσαο. 17.492 τὼ δ’ ἰθὺς βήτην βοέῃς εἰλυμένω ὤμους 17.493 αὔῃσι στερεῇσι: πολὺς δ’ ἐπελήλατο χαλκός. 17.494 τοῖσι δ’ ἅμα Χρομίος τε καὶ Ἄρητος θεοειδὴς 17.495 ἤϊσαν ἀμφότεροι: μάλα δέ σφισιν ἔλπετο θυμὸς 17.496 αὐτώ τε κτενέειν ἐλάαν τ’ ἐριαύχενας ἵππους 17.497 νήπιοι, οὐδ’ ἄρ’ ἔμελλον ἀναιμωτί γε νέεσθαι 17.498 αὖτις ἀπ’ Αὐτομέδοντος. ὃ δ’ εὐξάμενος Διὶ πατρὶ 17.499 ἀλκῆς καὶ σθένεος πλῆτο φρένας ἀμφὶ μελαίνας: 17.500 αὐτίκα δ’ Ἀλκιμέδοντα προσηύδα πιστὸν ἑταῖρον: 17.501 Ἀλκίμεδον μὴ δή μοι ἀπόπροθεν ἰσχέμεν ἵππους, 17.502 ἀλλὰ μάλ’ ἐμπνείοντε μεταφρένῳ: οὐ γὰρ ἔγωγε 17.503 Ἕκτορα Πριαμίδην μένεος σχήσεσθαι ὀΐω, 17.504 πρίν γ’ ἐπ’ Ἀχιλλῆος καλλίτριχε βήμεναι ἵππω 17.505 νῶϊ κατακτείναντα, φοβῆσαί τε στίχας ἀνδρῶν 17.506 Ἀργείων, ἤ κ’ αὐτὸς ἐνὶ πρώτοισιν ἁλοίη. 17.507 ὣς εἰπὼν Αἴαντε καλέσσατο καὶ Μενέλαον: 17.508 Αἴαντ’ Ἀργείων ἡγήτορε καὶ Μενέλαε 17.509 ἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπεθ’ οἵ περ ἄριστοι 17.510 ἀμφ’ αὐτῷ βεβάμεν καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν, 17.511 νῶϊν δὲ ζωοῖσιν ἀμύνετε νηλεὲς ἦμαρ: 17.512 τῇδε γὰρ ἔβρισαν πόλεμον κάτα δακρυόεντα 17.513 Ἕκτωρ Αἰνείας θ’, οἳ Τρώων εἰσὶν ἄριστοι. 17.514 ἀλλ’ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται: 17.515 ἥσω γὰρ καὶ ἐγώ, τὰ δέ κεν Διὶ πάντα μελήσει. 17.516 ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, 17.517 καὶ βάλεν Ἀρήτοιο κατ’ ἀσπίδα πάντοσ’ ἐΐσην: 17.518 ἣ δ’ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός, 17.519 νειαίρῃ δ’ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν. 17.520 ὡς δ’ ὅτ’ ἂν ὀξὺν ἔχων πέλεκυν αἰζήϊος ἀνὴρ 17.521 κόψας ἐξόπιθεν κεράων βοὸς ἀγραύλοιο 17.522 ἶνα τάμῃ διὰ πᾶσαν, ὃ δὲ προθορὼν ἐρίπῃσιν, 17.523 ὣς ἄρ’ ὅ γε προθορὼν πέσεν ὕπτιος: ἐν δέ οἱ ἔγχος 17.524 νηδυίοισι μάλ’ ὀξὺ κραδαινόμενον λύε γυῖα. 17.525 Ἕκτωρ δ’ Αὐτομέδοντος ἀκόντισε δουρὶ φαεινῷ: 17.526 ἀλλ’ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος: 17.527 πρόσσω γὰρ κατέκυψε, τὸ δ’ ἐξόπιθεν δόρυ μακρὸν 17.528 οὔδει ἐνισκίμφθη, ἐπὶ δ’ οὐρίαχος πελεμίχθη 17.529 ἔγχεος: ἔνθα δ’ ἔπειτ’ ἀφίει μένος ὄβριμος Ἄρης. 17.530 καί νύ κε δὴ ξιφέεσσ’ αὐτοσχεδὸν ὁρμηθήτην 17.531 εἰ μή σφω’ Αἴαντε διέκριναν μεμαῶτε, 17.532 οἵ ῥ’ ἦλθον καθ’ ὅμιλον ἑταίρου κικλήσκοντος: 17.533 τοὺς ὑποταρβήσαντες ἐχώρησαν πάλιν αὖτις 17.534 Ἕκτωρ Αἰνείας τ’ ἠδὲ Χρομίος θεοειδής, 17.535 Ἄρητον δὲ κατ’ αὖθι λίπον δεδαϊγμένον ἦτορ 17.536 κείμενον: Αὐτομέδων δὲ θοῷ ἀτάλαντος Ἄρηϊ 17.537 τεύχεά τ’ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα: 17.538 ἦ δὴ μὰν ὀλίγον γε Μενοιτιάδαο θανόντος 17.539 κῆρ ἄχεος μεθέηκα χερείονά περ καταπέφνων. 17.540 ὣς εἰπὼν ἐς δίφρον ἑλὼν ἔναρα βροτόεντα 17.541 θῆκ’, ἂν δ’ αὐτὸς ἔβαινε πόδας καὶ χεῖρας ὕπερθεν 17.542 αἱματόεις ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδώς. 17.543 ἂψ δ’ ἐπὶ Πατρόκλῳ τέτατο κρατερὴ ὑσμίνη 17.544 ἀργαλέη πολύδακρυς, ἔγειρε δὲ νεῖκος Ἀθήνη 17.545 οὐρανόθεν καταβᾶσα: προῆκε γὰρ εὐρύοπα Ζεὺς 17.546 ὀρνύμεναι Δαναούς: δὴ γὰρ νόος ἐτράπετ’ αὐτοῦ. 17.547 ἠΰτε πορφυρέην ἶριν θνητοῖσι τανύσσῃ 17.548 Ζεὺς ἐξ οὐρανόθεν τέρας ἔμμεναι ἢ πολέμοιο 17.549 ἢ καὶ χειμῶνος δυσθαλπέος, ὅς ῥά τε ἔργων 17.550 ἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονί, μῆλα δὲ κήδει, 17.551 ὣς ἣ πορφυρέῃ νεφέλῃ πυκάσασα ἓ αὐτὴν 17.552 δύσετ’ Ἀχαιῶν ἔθνος, ἔγειρε δὲ φῶτα ἕκαστον. 17.553 πρῶτον δ’ Ἀτρέος υἱὸν ἐποτρύνουσα προσηύδα 17.554 ἴφθιμον Μενέλαον: ὃ γάρ ῥά οἱ ἐγγύθεν ἦεν: 17.555 εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν: 17.556 σοὶ μὲν δὴ Μενέλαε κατηφείη καὶ ὄνειδος 17.557 ἔσσεται εἴ κ’ Ἀχιλῆος ἀγαυοῦ πιστὸν ἑταῖρον 17.558 τείχει ὕπο Τρώων ταχέες κύνες ἑλκήσουσιν. 17.559 ἀλλ’ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα. 17.560 τὴν δ’ αὖτε προσέειπε βοὴν ἀγαθὸς Μενέλαος: 17.561 Φοῖνιξ ἄττα γεραιὲ παλαιγενές, εἰ γὰρ Ἀθήνη 17.562 δοίη κάρτος ἐμοί, βελέων δ’ ἀπερύκοι ἐρωήν: 17.563 τώ κεν ἔγωγ’ ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνειν 17.564 Πατρόκλῳ: μάλα γάρ με θανὼν ἐσεμάσσατο θυμόν. 17.565 ἀλλ’ Ἕκτωρ πυρὸς αἰνὸν ἔχει μένος, οὐδ’ ἀπολήγει 17.566 χαλκῷ δηϊόων: τῷ γὰρ Ζεὺς κῦδος ὀπάζει. 17.567 ὣς φάτο, γήθησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη, 17.568 ὅττί ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων. 17.569 ἐν δὲ βίην ὤμοισι καὶ ἐν γούνεσσιν ἔθηκε, 17.570 καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἐνῆκεν, 17.571 ἥ τε καὶ ἐργομένη μάλα περ χροὸς ἀνδρομέοιο 17.572 ἰσχανάᾳ δακέειν, λαρόν τέ οἱ αἷμ’ ἀνθρώπου: 17.573 τοίου μιν θάρσευς πλῆσε φρένας ἀμφὶ μελαίνας, 17.574 βῆ δ’ ἐπὶ Πατρόκλῳ, καὶ ἀκόντισε δουρὶ φαεινῷ. 17.575 ἔσκε δ’ ἐνὶ Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος 17.576 ἀφνειός τ’ ἀγαθός τε: μάλιστα δέ μιν τίεν Ἕκτωρ 17.577 δήμου, ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής: 17.578 τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαος 17.579 ἀΐξαντα φόβον δέ, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε: 17.580 δούπησεν δὲ πεσών: ἀτὰρ Ἀτρεΐδης Μενέλαος 17.581 νεκρὸν ὑπ’ ἐκ Τρώων ἔρυσεν μετὰ ἔθνος ἑταίρων. 17.582 Ἕκτορα δ’ ἐγγύθεν ἱστάμενος ὄτρυνεν Ἀπόλλων 17.583 Φαίνοπι Ἀσιάδῃ ἐναλίγκιος, ὅς οἱ ἁπάντων 17.584 ξείνων φίλτατος ἔσκεν Ἀβυδόθι οἰκία ναίων: 17.585 τῷ μιν ἐεισάμενος προσέφη ἑκάεργος Ἀπόλλων: 17.586 Ἕκτορ τίς κέ σ’ ἔτ’ ἄλλος Ἀχαιῶν ταρβήσειεν; 17.587 οἷον δὴ Μενέλαον ὑπέτρεσας, ὃς τὸ πάρος γε 17.588 μαλθακὸς αἰχμητής: νῦν δ’ οἴχεται οἶος ἀείρας 17.589 νεκρὸν ὑπ’ ἐκ Τρώων, σὸν δ’ ἔκτανε πιστὸν ἑταῖρον 17.590 ἐσθλὸν ἐνὶ προμάχοισι Ποδῆν υἱὸν Ἠετίωνος. 17.591 ὣς φάτο, τὸν δ’ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα, 17.592 βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ. 17.593 καὶ τότ’ ἄρα Κρονίδης ἕλετ’ αἰγίδα θυσσανόεσσαν 17.594 μαρμαρέην, Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν, 17.595 ἀστράψας δὲ μάλα μεγάλ’ ἔκτυπε, τὴν δὲ τίναξε, 17.596 νίκην δὲ Τρώεσσι δίδου, ἐφόβησε δ’ Ἀχαιούς. 17.597 πρῶτος Πηνέλεως Βοιώτιος ἦρχε φόβοιο. 17.598 βλῆτο γὰρ ὦμον δουρὶ πρόσω τετραμμένος αἰεὶ 17.599 ἄκρον ἐπιλίγδην: γράψεν δέ οἱ ὀστέον ἄχρις 17.600 αἰχμὴ Πουλυδάμαντος: ὃ γάρ ῥ’ ἔβαλε σχεδὸν ἐλθών. 17.601 Λήϊτον αὖθ’ Ἕκτωρ σχεδὸν οὔτασε χεῖρ’ ἐπὶ καρπῷ 17.602 υἱὸν Ἀλεκτρυόνος μεγαθύμου, παῦσε δὲ χάρμης: 17.603 τρέσσε δὲ παπτήνας, ἐπεὶ οὐκέτι ἔλπετο θυμῷ 17.604 ἔγχος ἔχων ἐν χειρὶ μαχήσεσθαι Τρώεσσιν. 17.605 Ἕκτορα δ’ Ἰδομενεὺς μετὰ Λήϊτον ὁρμηθέντα 17.606 βεβλήκει θώρηκα κατὰ στῆθος παρὰ μαζόν: 17.607 ἐν καυλῷ δ’ ἐάγη δολιχὸν δόρυ, τοὶ δὲ βόησαν 17.608 Τρῶες: ὃ δ’ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο 17.609 δίφρῳ ἐφεσταότος: τοῦ μέν ῥ’ ἀπὸ τυτθὸν ἅμαρτεν: 17.610 αὐτὰρ ὃ Μηριόναο ὀπάονά θ’ ἡνίοχόν τε 17.611 Κοίρανον, ὅς ῥ’ ἐκ Λύκτου ἐϋκτιμένης ἕπετ’ αὐτῷ: 17.612 πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσας 17.613 ἤλυθε, καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν, 17.614 εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους: 17.615 καὶ τῷ μὲν φάος ἦλθεν, ἄμυνε δὲ νηλεὲς ἦμαρ, 17.616 αὐτὸς δ’ ὤλεσε θυμὸν ὑφ’ Ἕκτορος ἀνδροφόνοιο: 17.617 τὸν βάλ’ ὑπὸ γναθμοῖο καὶ οὔατος, ἐκ δ’ ἄρ’ ὀδόντας 17.618 ὦσε δόρυ πρυμνόν, διὰ δὲ γλῶσσαν τάμε μέσσην. 17.619 ἤριπε δ’ ἐξ ὀχέων, κατὰ δ’ ἡνία χεῦεν ἔραζε. 17.620 καὶ τά γε Μηριόνης ἔλαβεν χείρεσσι φίλῃσι 17.621 κύψας ἐκ πεδίοιο, καὶ Ἰδομενῆα προσηύδα: 17.622 μάστιε νῦν εἷός κε θοὰς ἐπὶ νῆας ἵκηαι: 17.623 γιγνώσκεις δὲ καὶ αὐτὸς ὅ τ’ οὐκέτι κάρτος Ἀχαιῶν. 17.624 ὣς ἔφατ’, Ἰδομενεὺς δ’ ἵμασεν καλλίτριχας ἵππους 17.625 νῆας ἔπι γλαφυράς: δὴ γὰρ δέος ἔμπεσε θυμῷ. 17.626 οὐδ’ ἔλαθ’ Αἴαντα μεγαλήτορα καὶ Μενέλαον 17.627 Ζεύς, ὅτε δὴ Τρώεσσι δίδου ἑτεραλκέα νίκην. 17.628 τοῖσι δὲ μύθων ἦρχε μέγας Τελαμώνιος Αἴας: 17.629 ὢ πόποι ἤδη μέν κε καὶ ὃς μάλα νήπιός ἐστι 17.630 γνοίη ὅτι Τρώεσσι πατὴρ Ζεὺς αὐτὸς ἀρήγει. 17.631 τῶν μὲν γὰρ πάντων βέλε’ ἅπτεται ὅς τις ἀφήῃ 17.632 ἢ κακὸς ἢ ἀγαθός: Ζεὺς δ’ ἔμπης πάντ’ ἰθύνει: 17.633 ἡμῖν δ’ αὔτως πᾶσιν ἐτώσια πίπτει ἔραζε. 17.634 ἀλλ’ ἄγετ’ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην, 17.635 ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ 17.636 χάρμα φίλοις ἑτάροισι γενώμεθα νοστήσαντες, 17.637 οἵ που δεῦρ’ ὁρόωντες ἀκηχέδατ’, οὐδ’ ἔτι φασὶν 17.638 Ἕκτορος ἀνδροφόνοιο μένος καὶ χεῖρας ἀάπτους 17.639 σχήσεσθ’, ἀλλ’ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι. 17.640 εἴη δ’ ὅς τις ἑταῖρος ἀπαγγείλειε τάχιστα 17.641 Πηλεΐδῃ, ἐπεὶ οὔ μιν ὀΐομαι οὐδὲ πεπύσθαι 17.642 λυγρῆς ἀγγελίης, ὅτι οἱ φίλος ὤλεθ’ ἑταῖρος. 17.643 ἀλλ’ οὔ πῃ δύναμαι ἰδέειν τοιοῦτον Ἀχαιῶν: 17.644 ἠέρι γὰρ κατέχονται ὁμῶς αὐτοί τε καὶ ἵπποι. 17.645 Ζεῦ πάτερ ἀλλὰ σὺ ῥῦσαι ὑπ’ ἠέρος υἷας Ἀχαιῶν, 17.646 ποίησον δ’ αἴθρην, δὸς δ’ ὀφθαλμοῖσιν ἰδέσθαι: 17.647 ἐν δὲ φάει καὶ ὄλεσσον, ἐπεί νύ τοι εὔαδεν οὕτως. 17.648 ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα: 17.649 αὐτίκα δ’ ἠέρα μὲν σκέδασεν καὶ ἀπῶσεν ὀμίχλην, 17.650 ἠέλιος δ’ ἐπέλαμψε, μάχη δ’ ἐπὶ πᾶσα φαάνθη: 17.651 καὶ τότ’ ἄρ’ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον: 17.652 σκέπτεο νῦν Μενέλαε διοτρεφὲς αἴ κεν ἴδηαι 17.653 ζωὸν ἔτ’ Ἀντίλοχον μεγαθύμου Νέστορος υἱόν, 17.654 ὄτρυνον δ’ Ἀχιλῆϊ δαΐφρονι θᾶσσον ἰόντα 17.655 εἰπεῖν ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθ’ ἑταῖρος. 17.656 ὣς ἔφατ’, οὐδ’ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος, 17.657 βῆ δ’ ἰέναι ὥς τίς τε λέων ἀπὸ μεσσαύλοιο, 17.658 ὅς τ’ ἐπεὶ ἄρ κε κάμῃσι κύνας τ’ ἄνδρας τ’ ἐρεθίζων, 17.659 οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι 17.660 πάννυχοι ἐγρήσσοντες: ὃ δὲ κρειῶν ἐρατίζων 17.661 ἰθύει, ἀλλ’ οὔ τι πρήσσει: θαμέες γὰρ ἄκοντες 17.662 ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν, 17.663 καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ: 17.664 ἠῶθεν δ’ ἀπονόσφιν ἔβη τετιηότι θυμῷ: 17.665 ὣς ἀπὸ Πατρόκλοιο βοὴν ἀγαθὸς Μενέλαος 17.666 ἤϊε πόλλ’ ἀέκων: περὶ γὰρ δίε μή μιν Ἀχαιοὶ 17.667 ἀργαλέου πρὸ φόβοιο ἕλωρ δηΐοισι λίποιεν. 17.668 πολλὰ δὲ Μηριόνῃ τε καὶ Αἰάντεσσ’ ἐπέτελλεν: 17.669 Αἴαντ’ Ἀργείων ἡγήτορε Μηριόνη τε 17.670 νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο 17.671 μνησάσθω: πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι 17.672 ζωὸς ἐών: νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει. 17.673 ὣς ἄρα φωνήσας ἀπέβη ξανθὸς Μενέλαος, 17.674 πάντοσε παπταίνων ὥς τ’ αἰετός, ὅν ῥά τέ φασιν 17.675 ὀξύτατον δέρκεσθαι ὑπουρανίων πετεηνῶν, 17.676 ὅν τε καὶ ὑψόθ’ ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτὼξ 17.677 θάμνῳ ὑπ’ ἀμφικόμῳ κατακείμενος, ἀλλά τ’ ἐπ’ αὐτῷ 17.678 ἔσσυτο, καί τέ μιν ὦκα λαβὼν ἐξείλετο θυμόν. 17.679 ὣς τότε σοὶ Μενέλαε διοτρεφὲς ὄσσε φαεινὼ 17.680 πάντοσε δινείσθην πολέων κατὰ ἔθνος ἑταίρων, 17.681 εἴ που Νέστορος υἱὸν ἔτι ζώοντα ἴδοιτο. 17.682 τὸν δὲ μάλ’ αἶψ’ ἐνόησε μάχης ἐπ’ ἀριστερὰ πάσης 17.683 θαρσύνονθ’ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι, 17.684 ἀγχοῦ δ’ ἱστάμενος προσέφη ξανθὸς Μενέλαος: 17.685 Ἀντίλοχ’ εἰ δ’ ἄγε δεῦρο διοτρεφὲς ὄφρα πύθηαι 17.686 λυγρῆς ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι. 17.687 ἤδη μὲν σὲ καὶ αὐτὸν ὀΐομαι εἰσορόωντα 17.688 γιγνώσκειν ὅτι πῆμα θεὸς Δαναοῖσι κυλίνδει, 17.689 νίκη δὲ Τρώων: πέφαται δ’ ὤριστος Ἀχαιῶν 17.690 Πάτροκλος, μεγάλη δὲ ποθὴ Δαναοῖσι τέτυκται. 17.691 ἀλλὰ σύ γ’ αἶψ’ Ἀχιλῆϊ θέων ἐπὶ νῆας Ἀχαιῶν 17.692 εἰπεῖν, αἴ κε τάχιστα νέκυν ἐπὶ νῆα σαώσῃ 17.693 γυμνόν: ἀτὰρ τά γε τεύχε’ ἔχει κορυθαίολος Ἕκτωρ. 17.694 ὣς ἔφατ’, Ἀντίλοχος δὲ κατέστυγε μῦθον ἀκούσας: 17.695 δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε, τὼ δέ οἱ ὄσσε 17.696 δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή. 17.697 ἀλλ’ οὐδ’ ὧς Μενελάου ἐφημοσύνης ἀμέλησε, 17.698 βῆ δὲ θέειν, τὰ δὲ τεύχε’ ἀμύμονι δῶκεν ἑταίρῳ 17.699 Λαοδόκῳ, ὅς οἱ σχεδὸν ἔστρεφε μώνυχας ἵππους. 17.700 τὸν μὲν δάκρυ χέοντα πόδες φέρον ἐκ πολέμοιο 17.701 Πηλεΐδῃ Ἀχιλῆϊ κακὸν ἔπος ἀγγελέοντα. 17.702 οὐδ’ ἄρα σοὶ Μενέλαε διοτρεφὲς ἤθελε θυμὸς 17.703 τειρομένοις ἑτάροισιν ἀμυνέμεν, ἔνθεν ἀπῆλθεν 17.704 Ἀντίλοχος, μεγάλη δὲ ποθὴ Πυλίοισιν ἐτύχθη: 17.705 ἀλλ’ ὅ γε τοῖσιν μὲν Θρασυμήδεα δῖον ἀνῆκεν, 17.706 αὐτὸς δ’ αὖτ’ ἐπὶ Πατρόκλῳ ἥρωϊ βεβήκει, 17.707 στῆ δὲ παρ’ Αἰάντεσσι θέων, εἶθαρ δὲ προσηύδα: 17.708 κεῖνον μὲν δὴ νηυσὶν ἐπιπροέηκα θοῇσιν 17.709 ἐλθεῖν εἰς Ἀχιλῆα πόδας ταχύν: οὐδέ μιν οἴω 17.710 νῦν ἰέναι μάλα περ κεχολωμένον Ἕκτορι δίῳ: 17.711 οὐ γάρ πως ἂν γυμνὸς ἐὼν Τρώεσσι μάχοιτο. 17.712 ἡμεῖς δ’ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην, 17.713 ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ 17.714 Τρώων ἐξ ἐνοπῆς θάνατον καὶ κῆρα φύγωμεν. 17.715 τὸν δ’ ἠμείβετ’ ἔπειτα μέγας Τελαμώνιος Αἴας: 17.716 πάντα κατ’ αἶσαν ἔειπες ἀγακλεὲς ὦ Μενέλαε: 17.717 ἀλλὰ σὺ μὲν καὶ Μηριόνης ὑποδύντε μάλ’ ὦκα 17.718 νεκρὸν ἀείραντες φέρετ’ ἐκ πόνου: αὐτὰρ ὄπισθε 17.719 νῶϊ μαχησόμεθα Τρωσίν τε καὶ Ἕκτορι δίῳ 17.720 ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι, οἳ τὸ πάρος περ 17.721 μίμνομεν ὀξὺν Ἄρηα παρ’ ἀλλήλοισι μένοντες. 17.722 ὣς ἔφαθ’, οἳ δ’ ἄρα νεκρὸν ἀπὸ χθονὸς ἀγκάζοντο 17.723 ὕψι μάλα μεγάλως: ἐπὶ δ’ ἴαχε λαὸς ὄπισθε 17.724 Τρωϊκός, ὡς εἴδοντο νέκυν αἴροντας Ἀχαιούς. 17.725 ἴθυσαν δὲ κύνεσσιν ἐοικότες, οἵ τ’ ἐπὶ κάπρῳ 17.726 βλημένῳ ἀΐξωσι πρὸ κούρων θηρητήρων: 17.727 ἕως μὲν γάρ τε θέουσι διαρραῖσαι μεμαῶτες, 17.728 ἀλλ’ ὅτε δή ῥ’ ἐν τοῖσιν ἑλίξεται ἀλκὶ πεποιθώς, 17.729 ἄψ τ’ ἀνεχώρησαν διά τ’ ἔτρεσαν ἄλλυδις ἄλλος. 17.730 ὣς Τρῶες εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο 17.731 νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν: 17.732 ἀλλ’ ὅτε δή ῥ’ Αἴαντε μεταστρεφθέντε κατ’ αὐτοὺς 17.733 σταίησαν, τῶν δὲ τράπετο χρώς, οὐδέ τις ἔτλη 17.734 πρόσσω ἀΐξας περὶ νεκροῦ δηριάασθαι. 17.735 ὣς οἵ γ’ ἐμμεμαῶτε νέκυν φέρον ἐκ πολέμοιο 17.736 νῆας ἔπι γλαφυράς: ἐπὶ δὲ πτόλεμος τέτατό σφιν 17.737 ἄγριος ἠΰτε πῦρ, τό τ’ ἐπεσσύμενον πόλιν ἀνδρῶν 17.738 ὄρμενον ἐξαίφνης φλεγέθει, μινύθουσι δὲ οἶκοι 17.739 ἐν σέλαϊ μεγάλῳ: τὸ δ’ ἐπιβρέμει ἲς ἀνέμοιο. 17.740 ὣς μὲν τοῖς ἵππων τε καὶ ἀνδρῶν αἰχμητάων 17.741 ἀζηχὴς ὀρυμαγδὸς ἐπήϊεν ἐρχομένοισιν: 17.742 οἳ δ’ ὥς θ’ ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντες 17.743 ἕλκωσ’ ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπὸν 17.744 ἢ δοκὸν ἠὲ δόρυ μέγα νήϊον: ἐν δέ τε θυμὸς 17.745 τείρεθ’ ὁμοῦ καμάτῳ τε καὶ ἱδρῷ σπευδόντεσσιν: 17.746 ὣς οἵ γ’ ἐμμεμαῶτε νέκυν φέρον. αὐτὰρ ὄπισθεν 17.747 Αἴαντ’ ἰσχανέτην, ὥς τε πρὼν ἰσχάνει ὕδωρ 17.748 ὑλήεις πεδίοιο διαπρύσιον τετυχηκώς, 17.749 ὅς τε καὶ ἰφθίμων ποταμῶν ἀλεγεινὰ ῥέεθρα 17.750 ἴσχει, ἄφαρ δέ τε πᾶσι ῥόον πεδίον δὲ τίθησι 17.751 πλάζων: οὐδέ τί μιν σθένεϊ ῥηγνῦσι ῥέοντες: 17.752 ὣς αἰεὶ Αἴαντε μάχην ἀνέεργον ὀπίσσω 17.753 Τρώων: οἳ δ’ ἅμ’ ἕποντο, δύω δ’ ἐν τοῖσι μάλιστα 17.754 Αἰνείας τ’ Ἀγχισιάδης καὶ φαίδιμος Ἕκτωρ. 17.755 τῶν δ’ ὥς τε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν 17.756 οὖλον κεκλήγοντες, ὅτε προΐδωσιν ἰόντα 17.757 κίρκον, ὅ τε σμικρῇσι φόνον φέρει ὀρνίθεσσιν, 17.758 ὣς ἄρ’ ὑπ’ Αἰνείᾳ τε καὶ Ἕκτορι κοῦροι Ἀχαιῶν 17.759 οὖλον κεκλήγοντες ἴσαν, λήθοντο δὲ χάρμης. 17.760 πολλὰ δὲ τεύχεα καλὰ πέσον περί τ’ ἀμφί τε τάφρον 17.761 φευγόντων Δαναῶν: πολέμου δ’ οὐ γίγνετ’ ἐρωή. 18.001 ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο, 18.002 Ἀντίλοχος δ’ Ἀχιλῆϊ πόδας ταχὺς ἄγγελος ἦλθε. 18.003 τὸν δ’ εὗρε προπάροιθε νεῶν ὀρθοκραιράων 18.004 τὰ φρονέοντ’ ἀνὰ θυμὸν ἃ δὴ τετελεσμένα ἦεν: 18.005 ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν: 18.006 ὤ μοι ἐγώ, τί τ’ ἄρ’ αὖτε κάρη κομόωντες Ἀχαιοὶ 18.007 νηυσὶν ἔπι κλονέονται ἀτυζόμενοι πεδίοιο; 18.008 μὴ δή μοι τελέσωσι θεοὶ κακὰ κήδεα θυμῷ, 18.009 ὥς ποτέ μοι μήτηρ διεπέφραδε καί μοι ἔειπε 18.010 Μυρμιδόνων τὸν ἄριστον ἔτι ζώοντος ἐμεῖο 18.011 χερσὶν ὕπο Τρώων λείψειν φάος ἠελίοιο. 18.012 ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱὸς 18.013 σχέτλιος: ἦ τ’ ἐκέλευον ἀπωσάμενον δήϊον πῦρ 18.014 ἂψ ἐπὶ νῆας ἴμεν, μηδ’ Ἕκτορι ἶφι μάχεσθαι. 18.015 εἷος ὃ ταῦθ’ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, 18.016 τόφρά οἱ ἐγγύθεν ἦλθεν ἀγαυοῦ Νέστορος υἱὸς 18.017 δάκρυα θερμὰ χέων, φάτο δ’ ἀγγελίην ἀλεγεινήν: 18.018 ὤ μοι Πηλέος υἱὲ δαΐφρονος ἦ μάλα λυγρῆς 18.019 πεύσεαι ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι. 18.020 κεῖται Πάτροκλος, νέκυος δὲ δὴ ἀμφιμάχονται 18.021 γυμνοῦ: ἀτὰρ τά γε τεύχε’ ἔχει κορυθαίολος Ἕκτωρ. 18.022 ὣς φάτο, τὸν δ’ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα: 18.023 ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν 18.024 χεύατο κὰκ κεφαλῆς, χαρίεν δ’ ᾔσχυνε πρόσωπον: 18.025 νεκταρέῳ δὲ χιτῶνι μέλαιν’ ἀμφίζανε τέφρη. 18.026 αὐτὸς δ’ ἐν κονίῃσι μέγας μεγαλωστὶ τανυσθεὶς 18.027 κεῖτο, φίλῃσι δὲ χερσὶ κόμην ᾔσχυνε δαΐζων. 18.028 δμῳαὶ δ’ ἃς Ἀχιλεὺς ληΐσσατο Πάτροκλός τε 18.029 θυμὸν ἀκηχέμεναι μεγάλ’ ἴαχον, ἐκ δὲ θύραζε 18.030 ἔδραμον ἀμφ’ Ἀχιλῆα δαΐφρονα, χερσὶ δὲ πᾶσαι 18.031 στήθεα πεπλήγοντο, λύθεν δ’ ὑπὸ γυῖα ἑκάστης. 18.032 Ἀντίλοχος δ’ ἑτέρωθεν ὀδύρετο δάκρυα λείβων 18.033 χεῖρας ἔχων Ἀχιλῆος: ὃ δ’ ἔστενε κυδάλιμον κῆρ: 18.034 δείδιε γὰρ μὴ λαιμὸν ἀπαμήσειε σιδήρῳ. 18.035 σμερδαλέον δ’ ᾤμωξεν: ἄκουσε δὲ πότνια μήτηρ 18.036 ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι, 18.037 κώκυσέν τ’ ἄρ’ ἔπειτα: θεαὶ δέ μιν ἀμφαγέροντο 18.038 πᾶσαι ὅσαι κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν. 18.039 ἔνθ’ ἄρ’ ἔην Γλαύκη τε Θάλειά τε Κυμοδόκη τε 18.040 Νησαίη Σπειώ τε Θόη θ’ Ἁλίη τε βοῶπις 18.041 Κυμοθόη τε καὶ Ἀκταίη καὶ Λιμνώρεια 18.042 καὶ Μελίτη καὶ Ἴαιρα καὶ Ἀμφιθόη καὶ Ἀγαυὴ 18.043 Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε 18.044 Δεξαμένη τε καὶ Ἀμφινόμη καὶ Καλλιάνειρα 18.045 Δωρὶς καὶ Πανόπη καὶ ἀγακλειτὴ Γαλάτεια 18.046 Νημερτής τε καὶ Ἀψευδὴς καὶ Καλλιάνασσα: 18.047 ἔνθα δ’ ἔην Κλυμένη Ἰάνειρά τε καὶ Ἰάνασσα 18.048 Μαῖρα καὶ Ὠρείθυια ἐϋπλόκαμός τ’ Ἀμάθεια 18.049 ἄλλαι θ’ αἳ κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν. 18.050 τῶν δὲ καὶ ἀργύφεον πλῆτο σπέος: αἳ δ’ ἅμα πᾶσαι 18.051 στήθεα πεπλήγοντο, Θέτις δ’ ἐξῆρχε γόοιο: 18.052 κλῦτε κασίγνηται Νηρηΐδες, ὄφρ’ ἐῢ πᾶσαι 18.053 εἴδετ’ ἀκούουσαι ὅσ’ ἐμῷ ἔνι κήδεα θυμῷ. 18.054 ὤ μοι ἐγὼ δειλή, ὤ μοι δυσαριστοτόκεια, 18.055 ἥ τ’ ἐπεὶ ἂρ τέκον υἱὸν ἀμύμονά τε κρατερόν τε 18.056 ἔξοχον ἡρώων: ὃ δ’ ἀνέδραμεν ἔρνεϊ ἶσος: 18.057 τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς 18.058 νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω 18.059 Τρωσὶ μαχησόμενον: τὸν δ’ οὐχ ὑποδέξομαι αὖτις 18.060 οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω. 18.061 ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο 18.062 ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα. 18.063 ἀλλ’ εἶμ’, ὄφρα ἴδωμι φίλον τέκος, ἠδ’ ἐπακούσω 18.064 ὅττί μιν ἵκετο πένθος ἀπὸ πτολέμοιο μένοντα. 18.065 ὣς ἄρα φωνήσασα λίπε σπέος: αἳ δὲ σὺν αὐτῇ 18.066 δακρυόεσσαι ἴσαν, περὶ δέ σφισι κῦμα θαλάσσης 18.067 ῥήγνυτο: ταὶ δ’ ὅτε δὴ Τροίην ἐρίβωλον ἵκοντο 18.068 ἀκτὴν εἰσανέβαινον ἐπισχερώ, ἔνθα θαμειαὶ 18.069 Μυρμιδόνων εἴρυντο νέες ταχὺν ἀμφ’ Ἀχιλῆα. 18.070 τῷ δὲ βαρὺ στενάχοντι παρίστατο πότνια μήτηρ, 18.071 ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο, 18.072 καί ῥ’ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα: 18.073 τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος; 18.074 ἐξαύδα, μὴ κεῦθε: τὰ μὲν δή τοι τετέλεσται 18.075 ἐκ Διός, ὡς ἄρα δὴ πρίν γ’ εὔχεο χεῖρας ἀνασχὼν 18.076 πάντας ἐπὶ πρύμνῃσιν ἀλήμεναι υἷας Ἀχαιῶν 18.077 σεῦ ἐπιδευομένους, παθέειν τ’ ἀεκήλια ἔργα. 18.078 τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς: 18.079 μῆτερ ἐμή, τὰ μὲν ἄρ μοι Ὀλύμπιος ἐξετέλεσσεν: 18.080 ἀλλὰ τί μοι τῶν ἦδος ἐπεὶ φίλος ὤλεθ’ ἑταῖρος 18.081 Πάτροκλος, τὸν ἐγὼ περὶ πάντων τῖον ἑταίρων 18.082 ἶσον ἐμῇ κεφαλῇ; τὸν ἀπώλεσα, τεύχεα δ’ Ἕκτωρ 18.083 δῃώσας ἀπέδυσε πελώρια θαῦμα ἰδέσθαι 18.084 καλά: τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα 18.085 ἤματι τῷ ὅτε σε βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ. 18.086 αἴθ’ ὄφελες σὺ μὲν αὖθι μετ’ ἀθανάτῃς ἁλίῃσι 18.087 ναίειν, Πηλεὺς δὲ θνητὴν ἀγαγέσθαι ἄκοιτιν. 18.088 νῦν δ’ ἵνα καὶ σοὶ πένθος ἐνὶ φρεσὶ μυρίον εἴη 18.089 παιδὸς ἀποφθιμένοιο, τὸν οὐχ ὑποδέξεαι αὖτις 18.090 οἴκαδε νοστήσαντ’, ἐπεὶ οὐδ’ ἐμὲ θυμὸς ἄνωγε 18.091 ζώειν οὐδ’ ἄνδρεσσι μετέμμεναι, αἴ κε μὴ Ἕκτωρ 18.092 πρῶτος ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃ, 18.093 Πατρόκλοιο δ’ ἕλωρα Μενοιτιάδεω ἀποτίσῃ. 18.094 τὸν δ’ αὖτε προσέειπε Θέτις κατὰ δάκρυ χέουσα: 18.095 ὠκύμορος δή μοι τέκος ἔσσεαι, οἷ’ ἀγορεύεις: 18.096 αὐτίκα γάρ τοι ἔπειτα μεθ’ Ἕκτορα πότμος ἑτοῖμος. 18.097 τὴν δὲ μέγ’ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς: 18.098 αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρ’ ἔμελλον ἑταίρῳ 18.099 κτεινομένῳ ἐπαμῦναι: ὃ μὲν μάλα τηλόθι πάτρης 18.100 ἔφθιτ’, ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι. 18.101 νῦν δ’ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν, 18.102 οὐδέ τι Πατρόκλῳ γενόμην φάος οὐδ’ ἑτάροισι 18.103 τοῖς ἄλλοις, οἳ δὴ πολέες δάμεν Ἕκτορι δίῳ, 18.104 ἀλλ’ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης, 18.105 τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων 18.106 ἐν πολέμῳ: ἀγορῇ δέ τ’ ἀμείνονές εἰσι καὶ ἄλλοι. 18.107 ὡς ἔρις ἔκ τε θεῶν ἔκ τ’ ἀνθρώπων ἀπόλοιτο 18.108 καὶ χόλος, ὅς τ’ ἐφέηκε πολύφρονά περ χαλεπῆναι, 18.109 ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο 18.110 ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός: 18.111 ὡς ἐμὲ νῦν ἐχόλωσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων. 18.112 ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ, 18.113 θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ: 18.114 νῦν δ’ εἶμ’ ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω 18.115 Ἕκτορα: κῆρα δ’ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ 18.116 Ζεὺς ἐθέλῃ τελέσαι ἠδ’ ἀθάνατοι θεοὶ ἄλλοι. 18.117 οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα, 18.118 ὅς περ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι: 18.119 ἀλλά ἑ μοῖρα δάμασσε καὶ ἀργαλέος χόλος Ἥρης. 18.120 ὣς καὶ ἐγών, εἰ δή μοι ὁμοίη μοῖρα τέτυκται, 18.121 κείσομ’ ἐπεί κε θάνω: νῦν δὲ κλέος ἐσθλὸν ἀροίμην, 18.122 καί τινα Τρωϊάδων καὶ Δαρδανίδων βαθυκόλπων 18.123 ἀμφοτέρῃσιν χερσὶ παρειάων ἁπαλάων 18.124 δάκρυ’ ὀμορξαμένην ἁδινὸν στοναχῆσαι ἐφείην, 18.125 γνοῖεν δ’ ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι: 18.126 μὴ δέ μ’ ἔρυκε μάχης φιλέουσά περ: οὐδέ με πείσεις. 18.127 τὸν δ’ ἠμείβετ’ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα: 18.128 ναὶ δὴ ταῦτά γε τέκνον ἐτήτυμον οὐ κακόν ἐστι 18.129 τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον. 18.130 ἀλλά τοι ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται 18.131 χάλκεα μαρμαίροντα: τὰ μὲν κορυθαίολος Ἕκτωρ 18.132 αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται: οὐδέ ἕ φημι 18.133 δηρὸν ἐπαγλαϊεῖσθαι, ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ. 18.134 ἀλλὰ σὺ μὲν μή πω καταδύσεο μῶλον Ἄρηος 18.135 πρίν γ’ ἐμὲ δεῦρ’ ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδηαι: 18.136 ἠῶθεν γὰρ νεῦμαι ἅμ’ ἠελίῳ ἀνιόντι 18.137 τεύχεα καλὰ φέρουσα παρ’ Ἡφαίστοιο ἄνακτος. 18.138 ὣς ἄρα φωνήσασα πάλιν τράπεθ’ υἷος ἑοῖο, 18.139 καὶ στρεφθεῖσ’ ἁλίῃσι κασιγνήτῃσι μετηύδα: 18.140 ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον 18.141 ὀψόμεναί τε γέρονθ’ ἅλιον καὶ δώματα πατρός, 18.142 καί οἱ πάντ’ ἀγορεύσατ’: ἐγὼ δ’ ἐς μακρὸν Ὄλυμπον 18.143 εἶμι παρ’ Ἥφαιστον κλυτοτέχνην, αἴ κ’ ἐθέλῃσιν 18.144 υἱεῖ ἐμῷ δόμεναι κλυτὰ τεύχεα παμφανόωντα. 18.145 ὣς ἔφαθ’, αἳ δ’ ὑπὸ κῦμα θαλάσσης αὐτίκ’ ἔδυσαν: 18.146 ἣ δ’ αὖτ’ Οὔλυμπον δὲ θεὰ Θέτις ἀργυρόπεζα 18.147 ἤϊεν ὄφρα φίλῳ παιδὶ κλυτὰ τεύχε’ ἐνείκαι. 18.148 τὴν μὲν ἄρ’ Οὔλυμπον δὲ πόδες φέρον: αὐτὰρ Ἀχαιοὶ 18.149 θεσπεσίῳ ἀλαλητῷ ὑφ’ Ἕκτορος ἀνδροφόνοιο 18.150 φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο. 18.151 οὐδέ κε Πάτροκλόν περ ἐϋκνήμιδες Ἀχαιοὶ 18.152 ἐκ βελέων ἐρύσαντο νέκυν θεράποντ’ Ἀχιλῆος: 18.153 αὖτις γὰρ δὴ τόν γε κίχον λαός τε καὶ ἵπποι 18.154 Ἕκτωρ τε Πριάμοιο πάϊς φλογὶ εἴκελος ἀλκήν. 18.155 τρὶς μέν μιν μετόπισθε ποδῶν λάβε φαίδιμος Ἕκτωρ 18.156 ἑλκέμεναι μεμαώς, μέγα δὲ Τρώεσσιν ὁμόκλα: 18.157 τρὶς δὲ δύ’ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκὴν 18.158 νεκροῦ ἀπεστυφέλιξαν: ὃ δ’ ἔμπεδον ἀλκὶ πεποιθὼς 18.159 ἄλλοτ’ ἐπαΐξασκε κατὰ μόθον, ἄλλοτε δ’ αὖτε 18.160 στάσκε μέγα ἰάχων: ὀπίσω δ’ οὐ χάζετο πάμπαν. 18.161 ὡς δ’ ἀπὸ σώματος οὔ τι λέοντ’ αἴθωνα δύνανται 18.162 ποιμένες ἄγραυλοι μέγα πεινάοντα δίεσθαι, 18.163 ὥς ῥα τὸν οὐκ ἐδύναντο δύω Αἴαντε κορυστὰ 18.164 Ἕκτορα Πριαμίδην ἀπὸ νεκροῦ δειδίξασθαι. 18.165 καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος, 18.166 εἰ μὴ Πηλεΐωνι ποδήνεμος ὠκέα Ἶρις 18.167 ἄγγελος ἦλθε θέουσ’ ἀπ’ Ὀλύμπου θωρήσσεσθαι 18.168 κρύβδα Διὸς ἄλλων τε θεῶν: πρὸ γὰρ ἧκέ μιν Ἥρη. 18.169 ἀγχοῦ δ’ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα: 18.170 ὄρσεο Πηλεΐδη, πάντων ἐκπαγλότατ’ ἀνδρῶν: 18.171 Πατρόκλῳ ἐπάμυνον, οὗ εἵνεκα φύλοπις αἰνὴ 18.172 ἕστηκε πρὸ νεῶν: οἳ δ’ ἀλλήλους ὀλέκουσιν 18.173 οἳ μὲν ἀμυνόμενοι νέκυος πέρι τεθνηῶτος, 18.174 οἳ δὲ ἐρύσσασθαι ποτὶ Ἴλιον ἠνεμόεσσαν 18.175 Τρῶες ἐπιθύουσι: μάλιστα δὲ φαίδιμος Ἕκτωρ 18.176 ἑλκέμεναι μέμονεν: κεφαλὴν δέ ἑ θυμὸς ἄνωγε 18.177 πῆξαι ἀνὰ σκολόπεσσι ταμόνθ’ ἁπαλῆς ἀπὸ δειρῆς. 18.178 ἀλλ’ ἄνα μηδ’ ἔτι κεῖσο: σέβας δέ σε θυμὸν ἱκέσθω 18.179 Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι: 18.180 σοὶ λώβη, αἴ κέν τι νέκυς ᾐσχυμμένος ἔλθῃ. 18.181 τὴν δ’ ἠμείβετ’ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς: 18.182 Ἶρι θεὰ τίς γάρ σε θεῶν ἐμοὶ ἄγγελον ἧκε; 18.183 τὸν δ’ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις: 18.184 Ἥρη με προέηκε Διὸς κυδρὴ παράκοιτις: 18.185 οὐδ’ οἶδε Κρονίδης ὑψίζυγος οὐδέ τις ἄλλος 18.186 ἀθανάτων, οἳ Ὄλυμπον ἀγάννιφον ἀμφινέμονται. 18.187 τὴν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς: 18.188 πῶς τὰρ ἴω μετὰ μῶλον; ἔχουσι δὲ τεύχε’ ἐκεῖνοι: 18.189 μήτηρ δ’ οὔ με φίλη πρίν γ’ εἴα θωρήσσεσθαι 18.190 πρίν γ’ αὐτὴν ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι: 18.191 στεῦτο γὰρ Ἡφαίστοιο πάρ’ οἰσέμεν ἔντεα καλά. 18.192 ἄλλου δ’ οὔ τευ οἶδα τεῦ ἂν κλυτὰ τεύχεα δύω, 18.193 εἰ μὴ Αἴαντός γε σάκος Τελαμωνιάδαο. 18.194 ἀλλὰ καὶ αὐτὸς ὅ γ’ ἔλπομ’ ἐνὶ πρώτοισιν ὁμιλεῖ 18.195 ἔγχεϊ δηϊόων περὶ Πατρόκλοιο θανόντος. 18.196 τὸν δ’ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις: 18.197 εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι κλυτὰ τεύχε’ ἔχονται: 18.198 ἀλλ’ αὔτως ἐπὶ τάφρον ἰὼν Τρώεσσι φάνηθι, 18.199 αἴ κέ σ’ ὑποδείσαντες ἀπόσχωνται πολέμοιο 18.200 Τρῶες, ἀναπνεύσωσι δ’ ἀρήϊοι υἷες Ἀχαιῶν 18.201 τειρόμενοι: ὀλίγη δέ τ’ ἀνάπνευσις πολέμοιο. 18.202 ἣ μὲν ἄρ’ ὣς εἰποῦσ’ ἀπέβη πόδας ὠκέα Ἶρις, 18.203 αὐτὰρ Ἀχιλλεὺς ὦρτο Διῒ φίλος: ἀμφὶ δ’ Ἀθήνη 18.204 ὤμοις ἰφθίμοισι βάλ’ αἰγίδα θυσσανόεσσαν, 18.205 ἀμφὶ δέ οἱ κεφαλῇ νέφος ἔστεφε δῖα θεάων 18.206 χρύσεον, ἐκ δ’ αὐτοῦ δαῖε φλόγα παμφανόωσαν. 18.207 ὡς δ’ ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρ’ ἵκηται 18.208 τηλόθεν ἐκ νήσου, τὴν δήϊοι ἀμφιμάχωνται, 18.209 οἵ τε πανημέριοι στυγερῷ κρίνονται Ἄρηϊ 18.210 ἄστεος ἐκ σφετέρου: ἅμα δ’ ἠελίῳ καταδύντι 18.211 πυρσοί τε φλεγέθουσιν ἐπήτριμοι, ὑψόσε δ’ αὐγὴ 18.212 γίγνεται ἀΐσσουσα περικτιόνεσσιν ἰδέσθαι, 18.213 αἴ κέν πως σὺν νηυσὶν ἄρεω ἀλκτῆρες ἵκωνται: 18.214 ὣς ἀπ’ Ἀχιλλῆος κεφαλῆς σέλας αἰθέρ’ ἵκανε: 18.215 στῆ δ’ ἐπὶ τάφρον ἰὼν ἀπὸ τείχεος, οὐδ’ ἐς Ἀχαιοὺς 18.216 μίσγετο: μητρὸς γὰρ πυκινὴν ὠπίζετ’ ἐφετμήν. 18.217 ἔνθα στὰς ἤϋσ’, ἀπάτερθε δὲ Παλλὰς Ἀθήνη 18.218 φθέγξατ’: ἀτὰρ Τρώεσσιν ἐν ἄσπετον ὦρσε κυδοιμόν. 18.219 ὡς δ’ ὅτ’ ἀριζήλη φωνή, ὅτε τ’ ἴαχε σάλπιγξ 18.220 ἄστυ περιπλομένων δηΐων ὕπο θυμοραϊστέων, 18.221 ὣς τότ’ ἀριζήλη φωνὴ γένετ’ Αἰακίδαο. 18.222 οἳ δ’ ὡς οὖν ἄϊον ὄπα χάλκεον Αἰακίδαο, 18.223 πᾶσιν ὀρίνθη θυμός: ἀτὰρ καλλίτριχες ἵπποι 18.224 ἂψ ὄχεα τρόπεον: ὄσσοντο γὰρ ἄλγεα θυμῷ. 18.225 ἡνίοχοι δ’ ἔκπληγεν, ἐπεὶ ἴδον ἀκάματον πῦρ 18.226 δεινὸν ὑπὲρ κεφαλῆς μεγαθύμου Πηλεΐωνος 18.227 δαιόμενον: τὸ δὲ δαῖε θεὰ γλαυκῶπις Ἀθήνη. 18.228 τρὶς μὲν ὑπὲρ τάφρου μεγάλ’ ἴαχε δῖος Ἀχιλλεύς, 18.229 τρὶς δὲ κυκήθησαν Τρῶες κλειτοί τ’ ἐπίκουροι. 18.230 ἔνθα δὲ καὶ τότ’ ὄλοντο δυώδεκα φῶτες ἄριστοι 18.231 ἀμφὶ σφοῖς ὀχέεσσι καὶ ἔγχεσιν. αὐτὰρ Ἀχαιοὶ 18.232 ἀσπασίως Πάτροκλον ὑπ’ ἐκ βελέων ἐρύσαντες 18.233 κάτθεσαν ἐν λεχέεσσι: φίλοι δ’ ἀμφέσταν ἑταῖροι 18.234 μυρόμενοι: μετὰ δέ σφι ποδώκης εἵπετ’ Ἀχιλλεὺς 18.235 δάκρυα θερμὰ χέων, ἐπεὶ εἴσιδε πιστὸν ἑταῖρον 18.236 κείμενον ἐν φέρτρῳ δεδαϊγμένον ὀξέϊ χαλκῷ, 18.237 τόν ῥ’ ἤτοι μὲν ἔπεμπε σὺν ἵπποισιν καὶ ὄχεσφιν 18.238 ἐς πόλεμον, οὐδ’ αὖτις ἐδέξατο νοστήσαντα. 18.239 Ἠέλιον δ’ ἀκάμαντα βοῶπις πότνια Ἥρη 18.240 πέμψεν ἐπ’ Ὠκεανοῖο ῥοὰς ἀέκοντα νέεσθαι: 18.241 ἠέλιος μὲν ἔδυ, παύσαντο δὲ δῖοι Ἀχαιοὶ 18.242 φυλόπιδος κρατερῆς καὶ ὁμοιΐου πολέμοιο. 18.243 Τρῶες δ’ αὖθ’ ἑτέρωθεν ἀπὸ κρατερῆς ὑσμίνης 18.244 χωρήσαντες ἔλυσαν ὑφ’ ἅρμασιν ὠκέας ἵππους, 18.245 ἐς δ’ ἀγορὴν ἀγέροντο πάρος δόρποιο μέδεσθαι. 18.246 ὀρθῶν δ’ ἑσταότων ἀγορὴ γένετ’, οὐδέ τις ἔτλη 18.247 ἕζεσθαι: πάντας γὰρ ἔχε τρόμος, οὕνεκ’ Ἀχιλλεὺς 18.248 ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ’ ἀλεγεινῆς. 18.249 τοῖσι δὲ Πουλυδάμας πεπνυμένος ἦρχ’ ἀγορεύειν 18.250 Πανθοΐδης: ὃ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω: 18.251 Ἕκτορι δ’ ἦεν ἑταῖρος, ἰῇ δ’ ἐν νυκτὶ γένοντο, 18.252 ἀλλ’ ὃ μὲν ἂρ μύθοισιν, ὃ δ’ ἔγχεϊ πολλὸν ἐνίκα: 18.253 ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν: 18.254 ἀμφὶ μάλα φράζεσθε φίλοι: κέλομαι γὰρ ἔγωγε 18.255 ἄστυδε νῦν ἰέναι, μὴ μίμνειν ἠῶ δῖαν 18.256 ἐν πεδίῳ παρὰ νηυσίν: ἑκὰς δ’ ἀπὸ τείχεός εἰμεν. 18.257 ὄφρα μὲν οὗτος ἀνὴρ Ἀγαμέμνονι μήνιε δίῳ 18.258 τόφρα δὲ ῥηΐτεροι πολεμίζειν ἦσαν Ἀχαιοί: 18.259 χαίρεσκον γὰρ ἔγωγε θοῇς ἐπὶ νηυσὶν ἰαύων 18.260 ἐλπόμενος νῆας αἱρησέμεν ἀμφιελίσσας. 18.261 νῦν δ’ αἰνῶς δείδοικα ποδώκεα Πηλεΐωνα: 18.262 οἷος κείνου θυμὸς ὑπέρβιος, οὐκ ἐθελήσει 18.263 μίμνειν ἐν πεδίῳ, ὅθι περ Τρῶες καὶ Ἀχαιοὶ 18.264 ἐν μέσῳ ἀμφότεροι μένος Ἄρηος δατέονται, 18.265 ἀλλὰ περὶ πτόλιός τε μαχήσεται ἠδὲ γυναικῶν. 18.266 ἀλλ’ ἴομεν προτὶ ἄστυ, πίθεσθέ μοι: ὧδε γὰρ ἔσται: 18.267 νῦν μὲν νὺξ ἀπέπαυσε ποδώκεα Πηλεΐωνα 18.268 ἀμβροσίη: εἰ δ’ ἄμμε κιχήσεται ἐνθάδ’ ἐόντας 18.269 αὔριον ὁρμηθεὶς σὺν τεύχεσιν, εὖ νύ τις αὐτὸν 18.270 γνώσεται: ἀσπασίως γὰρ ἀφίξεται Ἴλιον ἱρὴν 18.271 ὅς κε φύγῃ, πολλοὺς δὲ κύνες καὶ γῦπες ἔδονται 18.272 Τρώων: αἲ γὰρ δή μοι ἀπ’ οὔατος ὧδε γένοιτο. 18.273 εἰ δ’ ἂν ἐμοῖς ἐπέεσσι πιθώμεθα κηδόμενοί περ, 18.274 νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν, ἄστυ δὲ πύργοι 18.275 ὑψηλαί τε πύλαι σανίδες τ’ ἐπὶ τῇς ἀραρυῖαι 18.276 μακραὶ ἐΰξεστοι ἐζευγμέναι εἰρύσσονται: 18.277 πρῶϊ δ’ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες 18.278 στησόμεθ’ ἂμ πύργους: τῷ δ’ ἄλγιον, αἴ κ’ ἐθέλῃσιν 18.279 ἐλθὼν ἐκ νηῶν περὶ τείχεος ἄμμι μάχεσθαι. 18.280 ἂψ πάλιν εἶσ’ ἐπὶ νῆας, ἐπεί κ’ ἐριαύχενας ἵππους 18.281 παντοίου δρόμου ἄσῃ ὑπὸ πτόλιν ἠλασκάζων: 18.282 εἴσω δ’ οὔ μιν θυμὸς ἐφορμηθῆναι ἐάσει, 18.283 οὐδέ ποτ’ ἐκπέρσει: πρίν μιν κύνες ἀργοὶ ἔδονται. 18.284 τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ: 18.285 Πουλυδάμα σὺ μὲν οὐκέτ’ ἐμοὶ φίλα ταῦτ’ ἀγορεύεις, 18.286 ὃς κέλεαι κατὰ ἄστυ ἀλήμεναι αὖτις ἰόντας. 18.287 ἦ οὔ πω κεκόρησθε ἐελμένοι ἔνδοθι πύργων; 18.288 πρὶν μὲν γὰρ Πριάμοιο πόλιν μέροπες ἄνθρωποι 18.289 πάντες μυθέσκοντο πολύχρυσον πολύχαλκον: 18.290 νῦν δὲ δὴ ἐξαπόλωλε δόμων κειμήλια καλά, 18.291 πολλὰ δὲ δὴ Φρυγίην καὶ Μῃονίην ἐρατεινὴν 18.292 κτήματα περνάμεν’ ἵκει, ἐπεὶ μέγας ὠδύσατο Ζεύς. 18.293 νῦν δ’ ὅτε πέρ μοι ἔδωκε Κρόνου πάϊς ἀγκυλομήτεω 18.294 κῦδος ἀρέσθ’ ἐπὶ νηυσί, θαλάσσῃ τ’ ἔλσαι Ἀχαιούς, 18.295 νήπιε μηκέτι ταῦτα νοήματα φαῖν’ ἐνὶ δήμῳ: 18.296 οὐ γάρ τις Τρώων ἐπιπείσεται: οὐ γὰρ ἐάσω. 18.297 ἀλλ’ ἄγεθ’ ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες. 18.298 νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατὸν ἐν τελέεσσι, 18.299 καὶ φυλακῆς μνήσασθε, καὶ ἐγρήγορθε ἕκαστος: 18.300 Τρώων δ’ ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει, 18.301 συλλέξας λαοῖσι δότω καταδημοβορῆσαι: 18.302 τῶν τινὰ βέλτερόν ἐστιν ἐπαυρέμεν ἤ περ Ἀχαιούς. 18.303 πρῶϊ δ’ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες 18.304 νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα. 18.305 εἰ δ’ ἐτεὸν παρὰ ναῦφιν ἀνέστη δῖος Ἀχιλλεύς, 18.306 ἄλγιον αἴ κ’ ἐθέλῃσι τῷ ἔσσεται: οὔ μιν ἔγωγε 18.307 φεύξομαι ἐκ πολέμοιο δυσηχέος, ἀλλὰ μάλ’ ἄντην 18.308 στήσομαι, ἤ κε φέρῃσι μέγα κράτος, ἦ κε φεροίμην. 18.309 ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα. 18.310 ὣς Ἕκτωρ ἀγόρευ’, ἐπὶ δὲ Τρῶες κελάδησαν 18.311 νήπιοι: ἐκ γάρ σφεων φρένας εἵλετο Παλλὰς Ἀθήνη. 18.312 Ἕκτορι μὲν γὰρ ἐπῄνησαν κακὰ μητιόωντι, 18.313 Πουλυδάμαντι δ’ ἄρ’ οὔ τις ὃς ἐσθλὴν φράζετο βουλήν. 18.314 δόρπον ἔπειθ’ εἵλοντο κατὰ στρατόν: αὐτὰρ Ἀχαιοὶ 18.315 παννύχιοι Πάτροκλον ἀνεστενάχοντο γοῶντες. 18.316 τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο 18.317 χεῖρας ἐπ’ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου 18.318 πυκνὰ μάλα στενάχων ὥς τε λὶς ἠϋγένειος, 18.319 ᾧ ῥά θ’ ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνὴρ 18.320 ὕλης ἐκ πυκινῆς: ὃ δέ τ’ ἄχνυται ὕστερος ἐλθών, 18.321 πολλὰ δέ τ’ ἄγκε’ ἐπῆλθε μετ’ ἀνέρος ἴχνι’ ἐρευνῶν 18.322 εἴ ποθεν ἐξεύροι: μάλα γὰρ δριμὺς χόλος αἱρεῖ: 18.323 ὣς ὃ βαρὺ στενάχων μετεφώνεε Μυρμιδόνεσσιν: 18.324 ὢ πόποι ἦ ῥ’ ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳ 18.325 θαρσύνων ἥρωα Μενοίτιον ἐν μεγάροισι: 18.326 φῆν δέ οἱ εἰς Ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξειν 18.327 Ἴλιον ἐκπέρσαντα, λαχόντα τε ληΐδος αἶσαν. 18.328 ἀλλ’ οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ: 18.329 ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι 18.330 αὐτοῦ ἐνὶ Τροίῃ, ἐπεὶ οὐδ’ ἐμὲ νοστήσαντα 18.331 δέξεται ἐν μεγάροισι γέρων ἱππηλάτα Πηλεὺς 18.332 οὐδὲ Θέτις μήτηρ, ἀλλ’ αὐτοῦ γαῖα καθέξει. 18.333 νῦν δ’ ἐπεὶ οὖν Πάτροκλε σεῦ ὕστερος εἶμ’ ὑπὸ γαῖαν, 18.334 οὔ σε πρὶν κτεριῶ πρίν γ’ Ἕκτορος ἐνθάδ’ ἐνεῖκαι 18.335 τεύχεα καὶ κεφαλὴν μεγαθύμου σοῖο φονῆος: 18.336 δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσω 18.337 Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς. 18.338 τόφρα δέ μοι παρὰ νηυσὶ κορωνίσι κείσεαι αὔτως, 18.339 ἀμφὶ δὲ σὲ Τρῳαὶ καὶ Δαρδανίδες βαθύκολποι 18.340 κλαύσονται νύκτάς τε καὶ ἤματα δάκρυ χέουσαι, 18.341 τὰς αὐτοὶ καμόμεσθα βίηφί τε δουρί τε μακρῷ 18.342 πιείρας πέρθοντε πόλεις μερόπων ἀνθρώπων. 18.343 ὣς εἰπὼν ἑτάροισιν ἐκέκλετο δῖος Ἀχιλλεὺς 18.344 ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα τάχιστα 18.345 Πάτροκλον λούσειαν ἄπο βρότον αἱματόεντα. 18.346 οἳ δὲ λοετροχόον τρίποδ’ ἵστασαν ἐν πυρὶ κηλέῳ, 18.347 ἐν δ’ ἄρ’ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλόντες. 18.348 γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δ’ ὕδωρ: 18.349 αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ, 18.350 καὶ τότε δὴ λοῦσάν τε καὶ ἤλειψαν λίπ’ ἐλαίῳ, 18.351 ἐν δ’ ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεώροιο: 18.352 ἐν λεχέεσσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν 18.353 ἐς πόδας ἐκ κεφαλῆς, καθύπερθε δὲ φάρεϊ λευκῷ. 18.354 παννύχιοι μὲν ἔπειτα πόδας ταχὺν ἀμφ’ Ἀχιλῆα 18.355 Μυρμιδόνες Πάτροκλον ἀνεστενάχοντο γοῶντες: 18.356 Ζεὺς δ’ Ἥρην προσέειπε κασιγνήτην ἄλοχόν τε: 18.357 ἔπρηξας καὶ ἔπειτα βοῶπις πότνια Ἥρη 18.358 ἀνστήσασ’ Ἀχιλῆα πόδας ταχύν: ἦ ῥά νυ σεῖο 18.359 ἐξ αὐτῆς ἐγένοντο κάρη κομόωντες Ἀχαιοί. 18.360 τὸν δ’ ἠμείβετ’ ἔπειτα βοῶπις πότνια Ἥρη: 18.361 αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες. 18.362 καὶ μὲν δή πού τις μέλλει βροτὸς ἀνδρὶ τελέσσαι, 18.363 ὅς περ θνητός τ’ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδε: 18.364 πῶς δὴ ἔγωγ’, ἥ φημι θεάων ἔμμεν ἀρίστη, 18.365 ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις 18.366 κέκλημαι, σὺ δὲ πᾶσι μετ’ ἀθανάτοισιν ἀνάσσεις, 18.367 οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι; 18.368 ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον: 18.369 Ἡφαίστου δ’ ἵκανε δόμον Θέτις ἀργυρόπεζα 18.370 ἄφθιτον ἀστερόεντα μεταπρεπέ’ ἀθανάτοισι 18.371 χάλκεον, ὅν ῥ’ αὐτὸς ποιήσατο κυλλοποδίων. 18.372 τὸν δ’ εὗρ’ ἱδρώοντα ἑλισσόμενον περὶ φύσας 18.373 σπεύδοντα: τρίποδας γὰρ ἐείκοσι πάντας ἔτευχεν 18.374 ἑστάμεναι περὶ τοῖχον ἐϋσταθέος μεγάροιο, 18.375 χρύσεα δέ σφ’ ὑπὸ κύκλα ἑκάστῳ πυθμένι θῆκεν, 18.376 ὄφρά οἱ αὐτόματοι θεῖον δυσαίατ’ ἀγῶνα 18.377 ἠδ’ αὖτις πρὸς δῶμα νεοίατο θαῦμα ἰδέσθαι. 18.378 οἳ δ’ ἤτοι τόσσον μὲν ἔχον τέλος, οὔατα δ’ οὔ πω 18.379 δαιδάλεα προσέκειτο: τά ῥ’ ἤρτυε, κόπτε δὲ δεσμούς. 18.380 ὄφρ’ ὅ γε ταῦτ’ ἐπονεῖτο ἰδυίῃσι πραπίδεσσι, 18.381 τόφρά οἱ ἐγγύθεν ἦλθε θεὰ Θέτις ἀργυρόπεζα. 18.382 τὴν δὲ ἴδε προμολοῦσα Χάρις λιπαροκρήδεμνος 18.383 καλή, τὴν ὤπυιε περικλυτὸς ἀμφιγυήεις: 18.384 ἔν τ’ ἄρα οἱ φῦ χειρὶ ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε: 18.385 τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ 18.386 αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις. 18.387 ἀλλ’ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω. 18.388 ὣς ἄρα φωνήσασα πρόσω ἄγε δῖα θεάων. 18.389 τὴν μὲν ἔπειτα καθεῖσεν ἐπὶ θρόνου ἀργυροήλου 18.390 καλοῦ δαιδαλέου: ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν: 18.391 κέκλετο δ’ Ἥφαιστον κλυτοτέχνην εἶπέ τε μῦθον: 18.392 Ἥφαιστε πρόμολ’ ὧδε: Θέτις νύ τι σεῖο χατίζει. 18.393 τὴν δ’ ἠμείβετ’ ἔπειτα περικλυτὸς ἀμφιγυήεις: 18.394 ἦ ῥά νύ μοι δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον, 18.395 ἥ μ’ ἐσάωσ’ ὅτε μ’ ἄλγος ἀφίκετο τῆλε πεσόντα 18.396 μητρὸς ἐμῆς ἰότητι κυνώπιδος, ἥ μ’ ἐθέλησε 18.397 κρύψαι χωλὸν ἐόντα: τότ’ ἂν πάθον ἄλγεα θυμῷ, 18.398 εἰ μή μ’ Εὐρυνόμη τε Θέτις θ’ ὑπεδέξατο κόλπῳ 18.399 Εὐρυνόμη θυγάτηρ ἀψορρόου Ὠκεανοῖο. 18.400 τῇσι παρ’ εἰνάετες χάλκευον δαίδαλα πολλά, 18.401 πόρπας τε γναμπτάς θ’ ἕλικας κάλυκάς τε καὶ ὅρμους 18.402 ἐν σπῆϊ γλαφυρῷ: περὶ δὲ ῥόος Ὠκεανοῖο 18.403 ἀφρῷ μορμύρων ῥέεν ἄσπετος: οὐδέ τις ἄλλος 18.404 ᾔδεεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων, 18.405 ἀλλὰ Θέτις τε καὶ Εὐρυνόμη ἴσαν, αἵ μ’ ἐσάωσαν. 18.406 ἣ νῦν ἡμέτερον δόμον ἵκει: τώ με μάλα χρεὼ 18.407 πάντα Θέτι καλλιπλοκάμῳ ζῳάγρια τίνειν. 18.408 ἀλλὰ σὺ μὲν νῦν οἱ παράθες ξεινήϊα καλά, 18.409 ὄφρ’ ἂν ἐγὼ φύσας ἀποθείομαι ὅπλά τε πάντα. 18.410 ἦ, καὶ ἀπ’ ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστη 18.411 χωλεύων: ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί. 18.412 φύσας μέν ῥ’ ἀπάνευθε τίθει πυρός, ὅπλά τε πάντα 18.413 λάρνακ’ ἐς ἀργυρέην συλλέξατο, τοῖς ἐπονεῖτο: 18.414 σπόγγῳ δ’ ἀμφὶ πρόσωπα καὶ ἄμφω χεῖρ’ ἀπομόργνυ 18.415 αὐχένα τε στιβαρὸν καὶ στήθεα λαχνήεντα, 18.416 δῦ δὲ χιτῶν’, ἕλε δὲ σκῆπτρον παχύ, βῆ δὲ θύραζε 18.417 χωλεύων: ὑπὸ δ’ ἀμφίπολοι ῥώοντο ἄνακτι 18.418 χρύσειαι ζωῇσι νεήνισιν εἰοικυῖαι. 18.419 τῇς ἐν μὲν νόος ἐστὶ μετὰ φρεσίν, ἐν δὲ καὶ αὐδὴ 18.420 καὶ σθένος, ἀθανάτων δὲ θεῶν ἄπο ἔργα ἴσασιν. 18.421 αἳ μὲν ὕπαιθα ἄνακτος ἐποίπνυον: αὐτὰρ ὃ ἔρρων 18.422 πλησίον, ἔνθα Θέτις περ, ἐπὶ θρόνου ἷζε φαεινοῦ, 18.423 ἔν τ’ ἄρα οἱ φῦ χειρὶ ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε: 18.424 τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ 18.425 αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις. 18.426 αὔδα ὅ τι φρονέεις: τελέσαι δέ με θυμὸς ἄνωγεν, 18.427 εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν. 18.428 τὸν δ’ ἠμείβετ’ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα: 18.429 Ἥφαιστ’, ἦ ἄρα δή τις, ὅσαι θεαί εἰσ’ ἐν Ὀλύμπῳ, 18.430 τοσσάδ’ ἐνὶ φρεσὶν ᾗσιν ἀνέσχετο κήδεα λυγρὰ 18.431 ὅσσ’ ἐμοὶ ἐκ πασέων Κρονίδης Ζεὺς ἄλγε’ ἔδωκεν; 18.432 ἐκ μέν μ’ ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσεν 18.433 Αἰακίδῃ Πηλῆϊ, καὶ ἔτλην ἀνέρος εὐνὴν 18.434 πολλὰ μάλ’ οὐκ ἐθέλουσα. ὃ μὲν δὴ γήραϊ λυγρῷ 18.435 κεῖται ἐνὶ μεγάροις ἀρημένος, ἄλλα δέ μοι νῦν, 18.436 υἱὸν ἐπεί μοι δῶκε γενέσθαί τε τραφέμεν τε 18.437 ἔξοχον ἡρώων: ὃ δ’ ἀνέδραμεν ἔρνεϊ ἶσος: 18.438 τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς 18.439 νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω 18.440 Τρωσὶ μαχησόμενον: τὸν δ’ οὐχ ὑποδέξομαι αὖτις 18.441 οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω. 18.442 ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο 18.443 ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα. 18.444 κούρην ἣν ἄρα οἱ γέρας ἔξελον υἷες Ἀχαιῶν, 18.445 τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων. 18.446 ἤτοι ὃ τῆς ἀχέων φρένας ἔφθιεν: αὐτὰρ Ἀχαιοὺς 18.447 Τρῶες ἐπὶ πρύμνῃσιν ἐείλεον, οὐδὲ θύραζε 18.448 εἴων ἐξιέναι: τὸν δὲ λίσσοντο γέροντες 18.449 Ἀργείων, καὶ πολλὰ περικλυτὰ δῶρ’ ὀνόμαζον. 18.450 ἔνθ’ αὐτὸς μὲν ἔπειτ’ ἠναίνετο λοιγὸν ἀμῦναι, 18.451 αὐτὰρ ὃ Πάτροκλον περὶ μὲν τὰ ἃ τεύχεα ἕσσε, 18.452 πέμπε δέ μιν πόλεμον δέ, πολὺν δ’ ἅμα λαὸν ὄπασσε. 18.453 πᾶν δ’ ἦμαρ μάρναντο περὶ Σκαιῇσι πύλῃσι: 18.454 καί νύ κεν αὐτῆμαρ πόλιν ἔπραθον, εἰ μὴ Ἀπόλλων 18.455 πολλὰ κακὰ ῥέξαντα Μενοιτίου ἄλκιμον υἱὸν 18.456 ἔκταν’ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε. 18.457 τοὔνεκα νῦν τὰ σὰ γούναθ’ ἱκάνομαι, αἴ κ’ ἐθέλῃσθα 18.458 υἱεῖ ἐμῷ ὠκυμόρῳ δόμεν ἀσπίδα καὶ τρυφάλειαν 18.459 καὶ καλὰς κνημῖδας ἐπισφυρίοις ἀραρυίας 18.460 καὶ θώρηχ’: ὃ γὰρ ἦν οἱ ἀπώλεσε πιστὸς ἑταῖρος 18.461 Τρωσὶ δαμείς: ὃ δὲ κεῖται ἐπὶ χθονὶ θυμὸν ἀχεύων. 18.462 τὴν δ’ ἠμείβετ’ ἔπειτα περικλυτὸς ἀμφιγυήεις: 18.463 θάρσει: μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων. 18.464 αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμην 18.465 νόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνὸς ἱκάνοι, 18.466 ὥς οἱ τεύχεα καλὰ παρέσσεται, οἷά τις αὖτε 18.467 ἀνθρώπων πολέων θαυμάσσεται, ὅς κεν ἴδηται. 18.468 ὣς εἰπὼν τὴν μὲν λίπεν αὐτοῦ, βῆ δ’ ἐπὶ φύσας: 18.469 τὰς δ’ ἐς πῦρ ἔτρεψε κέλευσέ τε ἐργάζεσθαι. 18.470 φῦσαι δ’ ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων 18.471 παντοίην εὔπρηστον ἀϋτμὴν ἐξανιεῖσαι, 18.472 ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι, ἄλλοτε δ’ αὖτε, 18.473 ὅππως Ἥφαιστός τ’ ἐθέλοι καὶ ἔργον ἄνοιτο. 18.474 χαλκὸν δ’ ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε 18.475 καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον: αὐτὰρ ἔπειτα 18.476 θῆκεν ἐν ἀκμοθέτῳ μέγαν ἄκμονα, γέντο δὲ χειρὶ 18.477 ῥαιστῆρα κρατερήν, ἑτέρηφι δὲ γέντο πυράγρην. 18.478 ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τε 18.479 πάντοσε δαιδάλλων, περὶ δ’ ἄντυγα βάλλε φαεινὴν 18.480 τρίπλακα μαρμαρέην, ἐκ δ’ ἀργύρεον τελαμῶνα. 18.481 πέντε δ’ ἄρ’ αὐτοῦ ἔσαν σάκεος πτύχες: αὐτὰρ ἐν αὐτῷ 18.482 ποίει δαίδαλα πολλὰ ἰδυίῃσι πραπίδεσσιν. 18.483 ἐν μὲν γαῖαν ἔτευξ’, ἐν δ’ οὐρανόν, ἐν δὲ θάλασσαν, 18.484 ἠέλιόν τ’ ἀκάμαντα σελήνην τε πλήθουσαν, 18.485 ἐν δὲ τὰ τείρεα πάντα, τά τ’ οὐρανὸς ἐστεφάνωται, 18.486 Πληϊάδας θ’ Ὑάδας τε τό τε σθένος Ὠρίωνος 18.487 Ἄρκτόν θ’, ἣν καὶ Ἄμαξαν ἐπίκλησιν καλέουσιν, 18.488 ἥ τ’ αὐτοῦ στρέφεται καί τ’ Ὠρίωνα δοκεύει, 18.489 οἴη δ’ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο. 18.490 ἐν δὲ δύω ποίησε πόλεις μερόπων ἀνθρώπων 18.491 καλάς. ἐν τῇ μέν ῥα γάμοι τ’ ἔσαν εἰλαπίναι τε, 18.492 νύμφας δ’ ἐκ θαλάμων δαΐδων ὕπο λαμπομενάων 18.493 ἠγίνεον ἀνὰ ἄστυ, πολὺς δ’ ὑμέναιος ὀρώρει: 18.494 κοῦροι δ’ ὀρχηστῆρες ἐδίνεον, ἐν δ’ ἄρα τοῖσιν 18.495 αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον: αἳ δὲ γυναῖκες 18.496 ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη. 18.497 λαοὶ δ’ εἰν ἀγορῇ ἔσαν ἀθρόοι: ἔνθα δὲ νεῖκος 18.498 ὠρώρει, δύο δ’ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς 18.499 ἀνδρὸς ἀποφθιμένου: ὃ μὲν εὔχετο πάντ’ ἀποδοῦναι 18.500 δήμῳ πιφαύσκων, ὃ δ’ ἀναίνετο μηδὲν ἑλέσθαι: 18.501 ἄμφω δ’ ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι. 18.502 λαοὶ δ’ ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί: 18.503 κήρυκες δ’ ἄρα λαὸν ἐρήτυον: οἳ δὲ γέροντες 18.504 εἵατ’ ἐπὶ ξεστοῖσι λίθοις ἱερῷ ἐνὶ κύκλῳ, 18.505 σκῆπτρα δὲ κηρύκων ἐν χέρσ’ ἔχον ἠεροφώνων: 18.506 τοῖσιν ἔπειτ’ ἤϊσσον, ἀμοιβηδὶς δὲ δίκαζον. 18.507 κεῖτο δ’ ἄρ’ ἐν μέσσοισι δύω χρυσοῖο τάλαντα, 18.508 τῷ δόμεν ὃς μετὰ τοῖσι δίκην ἰθύντατα εἴποι. 18.509 τὴν δ’ ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ ἥατο λαῶν 18.510 τεύχεσι λαμπόμενοι: δίχα δέ σφισιν ἥνδανε βουλή, 18.511 ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι 18.512 κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἔεργεν: 18.513 οἳ δ’ οὔ πω πείθοντο, λόχῳ δ’ ὑπεθωρήσσοντο. 18.514 τεῖχος μέν ῥ’ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα 18.515 ῥύατ’ ἐφεσταότες, μετὰ δ’ ἀνέρες οὓς ἔχε γῆρας: 18.516 οἳ δ’ ἴσαν: ἦρχε δ’ ἄρά σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη 18.517 ἄμφω χρυσείω, χρύσεια δὲ εἵματα ἕσθην, 18.518 καλὼ καὶ μεγάλω σὺν τεύχεσιν, ὥς τε θεώ περ 18.519 ἀμφὶς ἀριζήλω: λαοὶ δ’ ὑπολίζονες ἦσαν. 18.520 οἳ δ’ ὅτε δή ῥ’ ἵκανον ὅθι σφίσιν εἶκε λοχῆσαι 18.521 ἐν ποταμῷ, ὅθι τ’ ἀρδμὸς ἔην πάντεσσι βοτοῖσιν, 18.522 ἔνθ’ ἄρα τοί γ’ ἵζοντ’ εἰλυμένοι αἴθοπι χαλκῷ. 18.523 τοῖσι δ’ ἔπειτ’ ἀπάνευθε δύω σκοποὶ εἵατο λαῶν 18.524 δέγμενοι ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικας βοῦς. 18.525 οἳ δὲ τάχα προγένοντο, δύω δ’ ἅμ’ ἕποντο νομῆες 18.526 τερπόμενοι σύριγξι: δόλον δ’ οὔ τι προνόησαν. 18.527 οἳ μὲν τὰ προϊδόντες ἐπέδραμον, ὦκα δ’ ἔπειτα 18.528 τάμνοντ’ ἀμφὶ βοῶν ἀγέλας καὶ πώεα καλὰ 18.529 ἀργεννέων οἰῶν, κτεῖνον δ’ ἐπὶ μηλοβοτῆρας. 18.530 οἳ δ’ ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσὶν 18.531 εἰράων προπάροιθε καθήμενοι, αὐτίκ’ ἐφ’ ἵππων 18.532 βάντες ἀερσιπόδων μετεκίαθον, αἶψα δ’ ἵκοντο. 18.533 στησάμενοι δ’ ἐμάχοντο μάχην ποταμοῖο παρ’ ὄχθας, 18.534 βάλλον δ’ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν. 18.535 ἐν δ’ Ἔρις ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δ’ ὀλοὴ Κήρ, 18.536 ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον, 18.537 ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν: 18.538 εἷμα δ’ ἔχ’ ἀμφ’ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν. 18.539 ὡμίλευν δ’ ὥς τε ζωοὶ βροτοὶ ἠδ’ ἐμάχοντο, 18.540 νεκρούς τ’ ἀλλήλων ἔρυον κατατεθνηῶτας. 18.541 ἐν δ’ ἐτίθει νειὸν μαλακὴν πίειραν ἄρουραν 18.542 εὐρεῖαν τρίπολον: πολλοὶ δ’ ἀροτῆρες ἐν αὐτῇ 18.543 ζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα. 18.544 οἳ δ’ ὁπότε στρέψαντες ἱκοίατο τέλσον ἀρούρης, 18.545 τοῖσι δ’ ἔπειτ’ ἐν χερσὶ δέπας μελιηδέος οἴνου 18.546 δόσκεν ἀνὴρ ἐπιών: τοὶ δὲ στρέψασκον ἀν’ ὄγμους, 18.547 ἱέμενοι νειοῖο βαθείης τέλσον ἱκέσθαι. 18.548 ἣ δὲ μελαίνετ’ ὄπισθεν, ἀρηρομένῃ δὲ ἐῴκει, 18.549 χρυσείη περ ἐοῦσα: τὸ δὴ περὶ θαῦμα τέτυκτο. 18.550 ἐν δ’ ἐτίθει τέμενος βασιλήϊον: ἔνθα δ’ ἔριθοι 18.551 ἤμων ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες. 18.552 δράγματα δ’ ἄλλα μετ’ ὄγμον ἐπήτριμα πῖπτον ἔραζε, 18.553 ἄλλα δ’ ἀμαλλοδετῆρες ἐν ἐλλεδανοῖσι δέοντο. 18.554 τρεῖς δ’ ἄρ’ ἀμαλλοδετῆρες ἐφέστασαν: αὐτὰρ ὄπισθε 18.555 παῖδες δραγμεύοντες ἐν ἀγκαλίδεσσι φέροντες 18.556 ἀσπερχὲς πάρεχον: βασιλεὺς δ’ ἐν τοῖσι σιωπῇ 18.557 σκῆπτρον ἔχων ἑστήκει ἐπ’ ὄγμου γηθόσυνος κῆρ. 18.558 κήρυκες δ’ ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένοντο, 18.559 βοῦν δ’ ἱερεύσαντες μέγαν ἄμφεπον: αἳ δὲ γυναῖκες 18.560 δεῖπνον ἐρίθοισιν λεύκ’ ἄλφιτα πολλὰ πάλυνον. 18.561 ἐν δ’ ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωὴν 18.562 καλὴν χρυσείην: μέλανες δ’ ἀνὰ βότρυες ἦσαν, 18.563 ἑστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσιν. 18.564 ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δ’ ἕρκος ἔλασσε 18.565 κασσιτέρου: μία δ’ οἴη ἀταρπιτὸς ἦεν ἐπ’ αὐτήν, 18.566 τῇ νίσοντο φορῆες ὅτε τρυγόῳεν ἀλωήν. 18.567 παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες 18.568 πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν. 18.569 τοῖσιν δ’ ἐν μέσσοισι πάϊς φόρμιγγι λιγείῃ 18.570 ἱμερόεν κιθάριζε, λίνον δ’ ὑπὸ καλὸν ἄειδε 18.571 λεπταλέῃ φωνῇ: τοὶ δὲ ῥήσσοντες ἁμαρτῇ 18.572 μολπῇ τ’ ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο. 18.573 ἐν δ’ ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων: 18.574 αἳ δὲ βόες χρυσοῖο τετεύχατο κασσιτέρου τε, 18.575 μυκηθμῷ δ’ ἀπὸ κόπρου ἐπεσσεύοντο νομὸν δὲ 18.576 πὰρ ποταμὸν κελάδοντα, παρὰ ῥοδανὸν δονακῆα. 18.577 χρύσειοι δὲ νομῆες ἅμ’ ἐστιχόωντο βόεσσι 18.578 τέσσαρες, ἐννέα δέ σφι κύνες πόδας ἀργοὶ ἕποντο. 18.579 σμερδαλέω δὲ λέοντε δύ’ ἐν πρώτῃσι βόεσσι 18.580 ταῦρον ἐρύγμηλον ἐχέτην: ὃ δὲ μακρὰ μεμυκὼς 18.581 ἕλκετο: τὸν δὲ κύνες μετεκίαθον ἠδ’ αἰζηοί. 18.582 τὼ μὲν ἀναρρήξαντε βοὸς μεγάλοιο βοείην 18.583 ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον: οἳ δὲ νομῆες 18.584 αὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες. 18.585 οἳ δ’ ἤτοι δακέειν μὲν ἀπετρωπῶντο λεόντων, 18.586 ἱστάμενοι δὲ μάλ’ ἐγγὺς ὑλάκτεον ἔκ τ’ ἀλέοντο. 18.587 ἐν δὲ νομὸν ποίησε περικλυτὸς ἀμφιγυήεις 18.588 ἐν καλῇ βήσσῃ μέγαν οἰῶν ἀργεννάων, 18.589 σταθμούς τε κλισίας τε κατηρεφέας ἰδὲ σηκούς. 18.590 ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυήεις, 18.591 τῷ ἴκελον οἷόν ποτ’ ἐνὶ Κνωσῷ εὐρείῃ 18.592 Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ. 18.593 ἔνθα μὲν ἠΐθεοι καὶ παρθένοι ἀλφεσίβοιαι 18.594 ὀρχεῦντ’ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχοντες. 18.595 τῶν δ’ αἳ μὲν λεπτὰς ὀθόνας ἔχον, οἳ δὲ χιτῶνας 18.596 εἵατ’ ἐϋννήτους, ἦκα στίλβοντας ἐλαίῳ: 18.597 καί ῥ’ αἳ μὲν καλὰς στεφάνας ἔχον, οἳ δὲ μαχαίρας 18.598 εἶχον χρυσείας ἐξ ἀργυρέων τελαμώνων. 18.599 οἳ δ’ ὁτὲ μὲν θρέξασκον ἐπισταμένοισι πόδεσσι 18.600 ῥεῖα μάλ’, ὡς ὅτε τις τροχὸν ἄρμενον ἐν παλάμῃσιν 18.601 ἑζόμενος κεραμεὺς πειρήσεται, αἴ κε θέῃσιν: 18.602 ἄλλοτε δ’ αὖ θρέξασκον ἐπὶ στίχας ἀλλήλοισι. 18.603 πολλὸς δ’ ἱμερόεντα χορὸν περιίσταθ’ ὅμιλος 18.604 τερπόμενοι: 18.605 δοιὼ δὲ κυβιστητῆρε κατ’ αὐτοὺς 18.606 μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους. 18.607 ἐν δ’ ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο 18.608 ἄντυγα πὰρ πυμάτην σάκεος πύκα ποιητοῖο. 18.609 αὐτὰρ ἐπεὶ δὴ τεῦξε σάκος μέγα τε στιβαρόν τε, 18.610 τεῦξ’ ἄρα οἱ θώρηκα φαεινότερον πυρὸς αὐγῆς, 18.611 τεῦξε δέ οἱ κόρυθα βριαρὴν κροτάφοις ἀραρυῖαν 18.612 καλὴν δαιδαλέην, ἐπὶ δὲ χρύσεον λόφον ἧκε, 18.613 τεῦξε δέ οἱ κνημῖδας ἑανοῦ κασσιτέροιο. 18.614 αὐτὰρ ἐπεὶ πάνθ’ ὅπλα κάμε κλυτὸς ἀμφιγυήεις, 18.615 μητρὸς Ἀχιλλῆος θῆκε προπάροιθεν ἀείρας. 18.616 ἣ δ’ ἴρηξ ὣς ἆλτο κατ’ Οὐλύμπου νιφόεντος 18.617 τεύχεα μαρμαίροντα παρ’ Ἡφαίστοιο φέρουσα. 19.001 Ἠὼς μὲν κροκόπεπλος ἀπ’ Ὠκεανοῖο ῥοάων 19.002 ὄρνυθ’, ἵν’ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν: 19.003 ἣ δ’ ἐς νῆας ἵκανε θεοῦ πάρα δῶρα φέρουσα. 19.004 εὗρε δὲ Πατρόκλῳ περικείμενον ὃν φίλον υἱὸν 19.005 κλαίοντα λιγέως: πολέες δ’ ἀμφ’ αὐτὸν ἑταῖροι 19.006 μύρονθ’: ἣ δ’ ἐν τοῖσι παρίστατο δῖα θεάων, 19.007 ἔν τ’ ἄρα οἱ φῦ χειρὶ ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε: 19.008 τέκνον ἐμὸν τοῦτον μὲν ἐάσομεν ἀχνύμενοί περ 19.009 κεῖσθαι, ἐπεὶ δὴ πρῶτα θεῶν ἰότητι δαμάσθη: 19.010 τύνη δ’ Ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο 19.011 καλὰ μάλ’, οἷ’ οὔ πώ τις ἀνὴρ ὤμοισι φόρησεν. 19.012 ὡς ἄρα φωνήσασα θεὰ κατὰ τεύχε’ ἔθηκε 19.013 πρόσθεν Ἀχιλλῆος: τὰ δ’ ἀνέβραχε δαίδαλα πάντα. 19.014 Μυρμιδόνας δ’ ἄρα πάντας ἕλε τρόμος, οὐδέ τις ἔτλη 19.015 ἄντην εἰσιδέειν, ἀλλ’ ἔτρεσαν. αὐτὰρ Ἀχιλλεὺς 19.016 ὡς εἶδ’, ὥς μιν μᾶλλον ἔδυ χόλος, ἐν δέ οἱ ὄσσε 19.017 δεινὸν ὑπὸ βλεφάρων ὡς εἰ σέλας ἐξεφάανθεν: 19.018 τέρπετο δ’ ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλαὰ δῶρα. 19.019 αὐτὰρ ἐπεὶ φρεσὶν ᾗσι τετάρπετο δαίδαλα λεύσσων 19.020 αὐτίκα μητέρα ἣν ἔπεα πτερόεντα προσηύδα: 19.021 μῆτερ ἐμὴ τὰ μὲν ὅπλα θεὸς πόρεν οἷ’ ἐπιεικὲς 19.022 ἔργ’ ἔμεν ἀθανάτων, μὴ δὲ βροτὸν ἄνδρα τελέσσαι. 19.023 νῦν δ’ ἤτοι μὲν ἐγὼ θωρήξομαι: ἀλλὰ μάλ’ αἰνῶς 19.024 δείδω μή μοι τόφρα Μενοιτίου ἄλκιμον υἱὸν 19.025 μυῖαι καδδῦσαι κατὰ χαλκοτύπους ὠτειλὰς 19.026 εὐλὰς ἐγγείνωνται, ἀεικίσσωσι δὲ νεκρόν, 19.027 ἐκ δ’ αἰὼν πέφαται, κατὰ δὲ χρόα πάντα σαπήῃ. 19.028 τὸν δ’ ἠμείβετ’ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα: 19.029 τέκνον μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων. 19.030 τῷ μὲν ἐγὼ πειρήσω ἀλαλκεῖν ἄγρια φῦλα 19.031 μυίας, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν: 19.032 ἤν περ γὰρ κεῖταί γε τελεσφόρον εἰς ἐνιαυτόν, 19.033 αἰεὶ τῷ γ’ ἔσται χρὼς ἔμπεδος, ἢ καὶ ἀρείων. 19.034 ἀλλὰ σύ γ’ εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς 19.035 μῆνιν ἀποειπὼν Ἀγαμέμνονι ποιμένι λαῶν 19.036 αἶψα μάλ’ ἐς πόλεμον θωρήσσεο, δύσεο δ’ ἀλκήν. 19.037 ὣς ἄρα φωνήσασα μένος πολυθαρσὲς ἐνῆκε, 19.038 Πατρόκλῳ δ’ αὖτ’ ἀμβροσίην καὶ νέκταρ ἐρυθρὸν 19.039 στάξε κατὰ ῥινῶν, ἵνα οἱ χρὼς ἔμπεδος εἴη. 19.040 αὐτὰρ ὃ βῆ παρὰ θῖνα θαλάσσης δῖος Ἀχιλλεὺς 19.041 σμερδαλέα ἰάχων, ὦρσεν δ’ ἥρωας Ἀχαιούς. 19.042 καί ῥ’ οἵ περ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι μένεσκον 19.043 οἵ τε κυβερνῆται καὶ ἔχον οἰήϊα νηῶν 19.044 καὶ ταμίαι παρὰ νηυσὶν ἔσαν σίτοιο δοτῆρες, 19.045 καὶ μὴν οἳ τότε γ’ εἰς ἀγορὴν ἴσαν, οὕνεκ’ Ἀχιλλεὺς 19.046 ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ’ ἀλεγεινῆς. 19.047 τὼ δὲ δύω σκάζοντε βάτην Ἄρεος θεράποντε 19.048 Τυδεΐδης τε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεὺς 19.049 ἔγχει ἐρειδομένω: ἔτι γὰρ ἔχον ἕλκεα λυγρά: 19.050 κὰδ δὲ μετὰ πρώτῃ ἀγορῇ ἵζοντο κιόντες. 19.051 αὐτὰρ ὃ δεύτατος ἦλθεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων 19.052 ἕλκος ἔχων: καὶ γὰρ τὸν ἐνὶ κρατερῇ ὑσμίνῃ 19.053 οὖτα Κόων Ἀντηνορίδης χαλκήρεϊ δουρί. 19.054 αὐτὰρ ἐπεὶ δὴ πάντες ἀολλίσθησαν Ἀχαιοί, 19.055 τοῖσι δ’ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς: 19.056 Ἀτρεΐδη ἦ ἄρ τι τόδ’ ἀμφοτέροισιν ἄρειον 19.057 ἔπλετο σοὶ καὶ ἐμοί, ὅ τε νῶΐ περ ἀχνυμένω κῆρ 19.058 θυμοβόρῳ ἔριδι μενεήναμεν εἵνεκα κούρης; 19.059 τὴν ὄφελ’ ἐν νήεσσι κατακτάμεν Ἄρτεμις ἰῷ 19.060 ἤματι τῷ ὅτ’ ἐγὼν ἑλόμην Λυρνησσὸν ὀλέσσας: 19.061 τώ κ’ οὐ τόσσοι Ἀχαιοὶ ὀδὰξ ἕλον ἄσπετον οὖδας 19.062 δυσμενέων ὑπὸ χερσὶν ἐμεῦ ἀπομηνίσαντος. 19.063 Ἕκτορι μὲν καὶ Τρωσὶ τὸ κέρδιον: αὐτὰρ Ἀχαιοὺς 19.064 δηρὸν ἐμῆς καὶ σῆς ἔριδος μνήσεσθαι ὀΐω. 19.065 ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ 19.066 θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ: 19.067 νῦν δ’ ἤτοι μὲν ἐγὼ παύω χόλον, οὐδέ τί με χρὴ 19.068 ἀσκελέως αἰεὶ μενεαινέμεν: ἀλλ’ ἄγε θᾶσσον 19.069 ὄτρυνον πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς, 19.070 ὄφρ’ ἔτι καὶ Τρώων πειρήσομαι ἀντίον ἐλθὼν 19.071 αἴ κ’ ἐθέλωσ’ ἐπὶ νηυσὶν ἰαύειν: ἀλλά τιν’ οἴω 19.072 ἀσπασίως αὐτῶν γόνυ κάμψειν, ὅς κε φύγῃσι 19.073 δηΐου ἐκ πολέμοιο ὑπ’ ἔγχεος ἡμετέροιο. 19.074 ὣς ἔφαθ’, οἳ δ’ ἐχάρησαν ἐϋκνήμιδες Ἀχαιοὶ 19.075 μῆνιν ἀπειπόντος μεγαθύμου Πηλεΐωνος. 19.076 τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων 19.077 αὐτόθεν ἐξ ἕδρης, οὐδ’ ἐν μέσσοισιν ἀναστάς: 19.078 ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος 19.079 ἑσταότος μὲν καλὸν ἀκούειν, οὐδὲ ἔοικεν 19.080 ὑββάλλειν: χαλεπὸν γὰρ ἐπισταμένῳ περ ἐόντι. 19.081 ἀνδρῶν δ’ ἐν πολλῷ ὁμάδῳ πῶς κέν τις ἀκούσαι 19.082 ἢ εἴποι; βλάβεται δὲ λιγύς περ ἐὼν ἀγορητής. 19.083 Πηλεΐδῃ μὲν ἐγὼν ἐνδείξομαι: αὐτὰρ οἱ ἄλλοι 19.084 σύνθεσθ’ Ἀργεῖοι, μῦθόν τ’ εὖ γνῶτε ἕκαστος. 19.085 πολλάκι δή μοι τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον 19.086 καί τέ με νεικείεσκον: ἐγὼ δ’ οὐκ αἴτιός εἰμι, 19.087 ἀλλὰ Ζεὺς καὶ Μοῖρα καὶ ἠεροφοῖτις Ἐρινύς, 19.088 οἵ τέ μοι εἰν ἀγορῇ φρεσὶν ἔμβαλον ἄγριον ἄτην, 19.089 ἤματι τῷ ὅτ’ Ἀχιλλῆος γέρας αὐτὸς ἀπηύρων. 19.090 ἀλλὰ τί κεν ῥέξαιμι; θεὸς διὰ πάντα τελευτᾷ. 19.091 πρέσβα Διὸς θυγάτηρ Ἄτη, ἣ πάντας ἀᾶται, 19.092 οὐλομένη: τῇ μέν θ’ ἁπαλοὶ πόδες: οὐ γὰρ ἐπ’ οὔδει 19.093 πίλναται, ἀλλ’ ἄρα ἥ γε κατ’ ἀνδρῶν κράατα βαίνει 19.094 βλάπτουσ’ ἀνθρώπους: κατὰ δ’ οὖν ἕτερόν γε πέδησε. 19.095 καὶ γὰρ δή νύ ποτε Ζεὺς ἄσατο, τόν περ ἄριστον 19.096 ἀνδρῶν ἠδὲ θεῶν φασ’ ἔμμεναι: ἀλλ’ ἄρα καὶ τὸν 19.097 Ἥρη θῆλυς ἐοῦσα δολοφροσύνῃς ἀπάτησεν, 19.098 ἤματι τῷ ὅτ’ ἔμελλε βίην Ἡρακληείην 19.099 Ἀλκμήνη τέξεσθαι ἐϋστεφάνῳ ἐνὶ Θήβῃ. 19.100 ἤτοι ὅ γ’ εὐχόμενος μετέφη πάντεσσι θεοῖσι: 19.101 κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι, 19.102 ὄφρ’ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσιν ἀνώγει. 19.103 σήμερον ἄνδρα φόως δὲ μογοστόκος Εἰλείθυια 19.104 ἐκφανεῖ, ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει, 19.105 τῶν ἀνδρῶν γενεῆς οἵ θ’ αἵματος ἐξ ἐμεῦ εἰσί. 19.106 τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη: 19.107 ψευστήσεις, οὐδ’ αὖτε τέλος μύθῳ ἐπιθήσεις. 19.108 εἰ δ’ ἄγε νῦν μοι ὄμοσσον Ὀλύμπιε καρτερὸν ὅρκον, 19.109 ἦ μὲν τὸν πάντεσσι περικτιόνεσσιν ἀνάξειν 19.110 ὅς κεν ἐπ’ ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικὸς 19.111 τῶν ἀνδρῶν οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης. 19.112 ὣς ἔφατο: Ζεὺς δ’ οὔ τι δολοφροσύνην ἐνόησεν, 19.113 ἀλλ’ ὄμοσεν μέγαν ὅρκον, ἔπειτα δὲ πολλὸν ἀάσθη. 19.114 Ἥρη δ’ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο, 19.115 καρπαλίμως δ’ ἵκετ’ Ἄργος Ἀχαιικόν, ἔνθ’ ἄρα ᾔδη 19.116 ἰφθίμην ἄλοχον Σθενέλου Περσηϊάδαο. 19.117 ἣ δ’ ἐκύει φίλον υἱόν, ὃ δ’ ἕβδομος ἑστήκει μείς: 19.118 ἐκ δ’ ἄγαγε πρὸ φόως δὲ καὶ ἠλιτόμηνον ἐόντα, 19.119 Ἀλκμήνης δ’ ἀπέπαυσε τόκον, σχέθε δ’ Εἰλειθυίας. 19.120 αὐτὴ δ’ ἀγγελέουσα Δία Κρονίωνα προσηύδα: 19.121 Ζεῦ πάτερ ἀργικέραυνε ἔπος τί τοι ἐν φρεσὶ θήσω: 19.122 ἤδη ἀνὴρ γέγον’ ἐσθλὸς ὃς Ἀργείοισιν ἀνάξει 19.123 Εὐρυσθεὺς Σθενέλοιο πάϊς Περσηϊάδαο 19.124 σὸν γένος: οὔ οἱ ἀεικὲς ἀνασσέμεν Ἀργείοισιν. 19.125 ὣς φάτο, τὸν δ’ ἄχος ὀξὺ κατὰ φρένα τύψε βαθεῖαν: 19.126 αὐτίκα δ’ εἷλ’ Ἄτην κεφαλῆς λιπαροπλοκάμοιο 19.127 χωόμενος φρεσὶν ᾗσι, καὶ ὤμοσε καρτερὸν ὅρκον 19.128 μή ποτ’ ἐς Οὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντα 19.129 αὖτις ἐλεύσεσθαι Ἄτην, ἣ πάντας ἀᾶται. 19.130 ὣς εἰπὼν ἔρριψεν ἀπ’ οὐρανοῦ ἀστερόεντος 19.131 χειρὶ περιστρέψας: τάχα δ’ ἵκετο ἔργ’ ἀνθρώπων. 19.132 τὴν αἰεὶ στενάχεσχ’ ὅθ’ ἑὸν φίλον υἱὸν ὁρῷτο 19.133 ἔργον ἀεικὲς ἔχοντα ὑπ’ Εὐρυσθῆος ἀέθλων. 19.134 ὣς καὶ ἐγών, ὅτε δ’ αὖτε μέγας κορυθαίολος Ἕκτωρ 19.135 Ἀργείους ὀλέκεσκεν ἐπὶ πρυμνῇσι νέεσσιν, 19.136 οὐ δυνάμην λελαθέσθ’ Ἄτης ᾗ πρῶτον ἀάσθην. 19.137 ἀλλ’ ἐπεὶ ἀασάμην καί μευ φρένας ἐξέλετο Ζεύς, 19.138 ἂψ ἐθέλω ἀρέσαι, δόμεναί τ’ ἀπερείσι’ ἄποινα: 19.139 ἀλλ’ ὄρσευ πόλεμον δὲ καὶ ἄλλους ὄρνυθι λαούς. 19.140 δῶρα δ’ ἐγὼν ὅδε πάντα παρασχέμεν ὅσσά τοι ἐλθὼν 19.141 χθιζὸς ἐνὶ κλισίῃσιν ὑπέσχετο δῖος Ὀδυσσεύς. 19.142 εἰ δ’ ἐθέλεις, ἐπίμεινον ἐπειγόμενός περ Ἄρηος, 19.143 δῶρα δέ τοι θεράποντες ἐμῆς παρὰ νηὸς ἑλόντες 19.144 οἴσουσ’, ὄφρα ἴδηαι ὅ τοι μενοεικέα δώσω. 19.145 τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς: 19.146 Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον 19.147 δῶρα μὲν αἴ κ’ ἐθέλῃσθα παρασχέμεν, ὡς ἐπιεικές, 19.148 ἤ τ’ ἐχέμεν παρὰ σοί: νῦν δὲ μνησώμεθα χάρμης 19.149 αἶψα μάλ’: οὐ γὰρ χρὴ κλοτοπεύειν ἐνθάδ’ ἐόντας 19.150 οὐδὲ διατρίβειν: ἔτι γὰρ μέγα ἔργον ἄρεκτον: 19.151 ὥς κέ τις αὖτ’ Ἀχιλῆα μετὰ πρώτοισιν ἴδηται 19.152 ἔγχεϊ χαλκείῳ Τρώων ὀλέκοντα φάλαγγας. 19.153 ὧδέ τις ὑμείων μεμνημένος ἀνδρὶ μαχέσθω. 19.154 τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς: 19.155 μὴ δ’ οὕτως, ἀγαθός περ ἐών, θεοείκελ’ Ἀχιλλεῦ 19.156 νήστιας ὄτρυνε προτὶ Ἴλιον υἷας Ἀχαιῶν 19.157 Τρωσὶ μαχησομένους, ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσται 19.158 φύλοπις, εὖτ’ ἂν πρῶτον ὁμιλήσωσι φάλαγγες 19.159 ἀνδρῶν, ἐν δὲ θεὸς πνεύσῃ μένος ἀμφοτέροισιν. 19.160 ἀλλὰ πάσασθαι ἄνωχθι θοῇς ἐπὶ νηυσὶν Ἀχαιοὺς 19.161 σίτου καὶ οἴνοιο: τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή. 19.162 οὐ γὰρ ἀνὴρ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα 19.163 ἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι: 19.164 εἴ περ γὰρ θυμῷ γε μενοινάᾳ πολεμίζειν, 19.165 ἀλλά τε λάθρῃ γυῖα βαρύνεται, ἠδὲ κιχάνει 19.166 δίψά τε καὶ λιμός, βλάβεται δέ τε γούνατ’ ἰόντι. 19.167 ὃς δέ κ’ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς 19.168 ἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζῃ, 19.169 θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσίν, οὐδέ τι γυῖα 19.170 πρὶν κάμνει πρὶν πάντας ἐρωῆσαι πολέμοιο. 19.171 ἀλλ’ ἄγε λαὸν μὲν σκέδασον καὶ δεῖπνον ἄνωχθι 19.172 ὅπλεσθαι: τὰ δὲ δῶρα ἄναξ ἀνδρῶν Ἀγαμέμνων 19.173 οἰσέτω ἐς μέσσην ἀγορήν, ἵνα πάντες Ἀχαιοὶ 19.174 ὀφθαλμοῖσιν ἴδωσι, σὺ δὲ φρεσὶ σῇσιν ἰανθῇς. 19.175 ὀμνυέτω δέ τοι ὅρκον ἐν Ἀργείοισιν ἀναστὰς 19.176 μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι: 19.177 ἣ θέμις ἐστὶν ἄναξ ἤ τ’ ἀνδρῶν ἤ τε γυναικῶν: 19.178 καὶ δὲ σοὶ αὐτῷ θυμὸς ἐνὶ φρεσὶν ἵλαος ἔστω. 19.179 αὐτὰρ ἔπειτά σε δαιτὶ ἐνὶ κλισίῃς ἀρεσάσθω 19.180 πιείρῃ, ἵνα μή τι δίκης ἐπιδευὲς ἔχῃσθα. 19.181 Ἀτρεΐδη σὺ δ’ ἔπειτα δικαιότερος καὶ ἐπ’ ἄλλῳ 19.182 ἔσσεαι. οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆα 19.183 ἄνδρ’ ἀπαρέσσασθαι ὅτε τις πρότερος χαλεπήνῃ. 19.184 τὸν δ’ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων: 19.185 χαίρω σεῦ Λαερτιάδη τὸν μῦθον ἀκούσας: 19.186 ἐν μοίρῃ γὰρ πάντα διίκεο καὶ κατέλεξας. 19.187 ταῦτα δ’ ἐγὼν ἐθέλω ὀμόσαι, κέλεται δέ με θυμός, 19.188 οὐδ’ ἐπιορκήσω πρὸς δαίμονος. αὐτὰρ Ἀχιλλεὺς 19.189 μιμνέτω αὐτόθι τεῖος ἐπειγόμενός περ Ἄρηος: 19.190 μίμνετε δ’ ἄλλοι πάντες ἀολλέες, ὄφρά κε δῶρα 19.191 ἐκ κλισίης ἔλθῃσι καὶ ὅρκια πιστὰ τάμωμεν. 19.192 σοὶ δ’ αὐτῷ τόδ’ ἐγὼν ἐπιτέλλομαι ἠδὲ κελεύω: 19.193 κρινάμενος κούρητας ἀριστῆας Παναχαιῶν 19.194 δῶρα ἐμῆς παρὰ νηὸς ἐνεικέμεν, ὅσσ’ Ἀχιλῆϊ 19.195 χθιζὸν ὑπέστημεν δώσειν, ἀγέμεν τε γυναῖκας. 19.196 Ταλθύβιος δέ μοι ὦκα κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν 19.197 κάπρον ἑτοιμασάτω ταμέειν Διί τ’ Ἠελίῳ τε. 19.198 τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς: 19.199 Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον 19.200 ἄλλοτέ περ καὶ μᾶλλον ὀφέλλετε ταῦτα πένεσθαι, 19.201 ὁππότε τις μεταπαυσωλὴ πολέμοιο γένηται 19.202 καὶ μένος οὐ τόσον ᾖσιν ἐνὶ στήθεσσιν ἐμοῖσι. 19.203 νῦν δ’ οἳ μὲν κέαται δεδαϊγμένοι, οὓς ἐδάμασσεν 19.204 Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν, 19.205 ὑμεῖς δ’ ἐς βρωτὺν ὀτρύνετον: ἦ τ’ ἂν ἔγωγε 19.206 νῦν μὲν ἀνώγοιμι πτολεμίζειν υἷας Ἀχαιῶν 19.207 νήστιας ἀκμήνους, ἅμα δ’ ἠελίῳ καταδύντι 19.208 τεύξεσθαι μέγα δόρπον, ἐπὴν τεισαίμεθα λώβην. 19.209 πρὶν δ’ οὔ πως ἂν ἔμοιγε φίλον κατὰ λαιμὸν ἰείη 19.210 οὐ πόσις οὐδὲ βρῶσις ἑταίρου τεθνηῶτος 19.211 ὅς μοι ἐνὶ κλισίῃ δεδαϊγμένος ὀξέϊ χαλκῷ 19.212 κεῖται ἀνὰ πρόθυρον τετραμμένος, ἀμφὶ δ’ ἑταῖροι 19.213 μύρονται: τό μοι οὔ τι μετὰ φρεσὶ ταῦτα μέμηλεν, 19.214 ἀλλὰ φόνος τε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν. 19.215 τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς: 19.216 ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατ’ Ἀχαιῶν, 19.217 κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ 19.218 ἔγχει, ἐγὼ δέ κε σεῖο νοήματί γε προβαλοίμην 19.219 πολλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα. 19.220 τώ τοι ἐπιτλήτω κραδίη μύθοισιν ἐμοῖσιν. 19.221 αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν, 19.222 ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν, 19.223 ἄμητος δ’ ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα 19.224 Ζεύς, ὅς τ’ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται. 19.225 γαστέρι δ’ οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς: 19.226 λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάντα 19.227 πίπτουσιν: πότε κέν τις ἀναπνεύσειε πόνοιο; 19.228 ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν ὅς κε θάνῃσι 19.229 νηλέα θυμὸν ἔχοντας ἐπ’ ἤματι δακρύσαντας: 19.230 ὅσσοι δ’ ἂν πολέμοιο περὶ στυγεροῖο λίπωνται 19.231 μεμνῆσθαι πόσιος καὶ ἐδητύος, ὄφρ’ ἔτι μᾶλλον 19.232 ἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεὶ 19.233 ἑσσάμενοι χροῒ χαλκὸν ἀτειρέα. μηδέ τις ἄλλην 19.234 λαῶν ὀτρυντὺν ποτιδέγμενος ἰσχαναάσθω: 19.235 ἥδε γὰρ ὀτρυντὺς κακὸν ἔσσεται ὅς κε λίπηται 19.236 νηυσὶν ἐπ’ Ἀργείων: ἀλλ’ ἀθρόοι ὁρμηθέντες 19.237 Τρωσὶν ἐφ’ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα. 19.238 ἦ, καὶ Νέστορος υἷας ὀπάσσατο κυδαλίμοιο 19.239 Φυλεΐδην τε Μέγητα Θόαντά τε Μηριόνην τε 19.240 καὶ Κρειοντιάδην Λυκομήδεα καὶ Μελάνιππον: 19.241 βὰν δ’ ἴμεν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο. 19.242 αὐτίκ’ ἔπειθ’ ἅμα μῦθος ἔην, τετέλεστο δὲ ἔργον: 19.243 ἑπτὰ μὲν ἐκ κλισίης τρίποδας φέρον, οὕς οἱ ὑπέστη, 19.244 αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ’ ἵππους: 19.245 ἐκ δ’ ἄγον αἶψα γυναῖκας ἀμύμονα ἔργα ἰδυίας 19.246 ἕπτ’, ἀτὰρ ὀγδοάτην Βρισηΐδα καλλιπάρῃον. 19.247 χρυσοῦ δὲ στήσας Ὀδυσεὺς δέκα πάντα τάλαντα 19.248 ἦρχ’, ἅμα δ’ ἄλλοι δῶρα φέρον κούρητες Ἀχαιῶν. 19.249 καὶ τὰ μὲν ἐν μέσσῃ ἀγορῇ θέσαν, ἂν δ’ Ἀγαμέμνων 19.250 ἵστατο: Ταλθύβιος δὲ θεῷ ἐναλίγκιος αὐδὴν 19.251 κάπρον ἔχων ἐν χερσὶ παρίστατο ποιμένι λαῶν. 19.252 Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν, 19.253 ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο, 19.254 κάπρου ἀπὸ τρίχας ἀρξάμενος Διὶ χεῖρας ἀνασχὼν 19.255 εὔχετο: τοὶ δ’ ἄρα πάντες ἐπ’ αὐτόφιν εἵατο σιγῇ 19.256 Ἀργεῖοι κατὰ μοῖραν ἀκούοντες βασιλῆος. 19.257 εὐξάμενος δ’ ἄρα εἶπεν ἰδὼν εἰς οὐρανὸν εὐρύν: 19.258 ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ὕπατος καὶ ἄριστος 19.259 Γῆ τε καὶ Ἠέλιος καὶ Ἐρινύες, αἵ θ’ ὑπὸ γαῖαν 19.260 ἀνθρώπους τίνυνται, ὅτις κ’ ἐπίορκον ὀμόσσῃ, 19.261 μὴ μὲν ἐγὼ κούρῃ Βρισηΐδι χεῖρ’ ἐπένεικα, 19.262 οὔτ’ εὐνῆς πρόφασιν κεχρημένος οὔτέ τευ ἄλλου. 19.263 ἀλλ’ ἔμεν’ ἀπροτίμαστος ἐνὶ κλισίῃσιν ἐμῇσιν. 19.264 εἰ δέ τι τῶνδ’ ἐπίορκον ἐμοὶ θεοὶ ἄλγεα δοῖεν 19.265 πολλὰ μάλ’, ὅσσα διδοῦσιν ὅτίς σφ’ ἀλίτηται ὀμόσσας. 19.266 ἦ, καὶ ἀπὸ στόμαχον κάπρου τάμε νηλέϊ χαλκῷ. 19.267 τὸν μὲν Ταλθύβιος πολιῆς ἁλὸς ἐς μέγα λαῖτμα 19.268 ῥῖψ’ ἐπιδινήσας βόσιν ἰχθύσιν: αὐτὰρ Ἀχιλλεὺς 19.269 ἀνστὰς Ἀργείοισι φιλοπτολέμοισι μετηύδα: 19.270 Ζεῦ πάτερ ἦ μεγάλας ἄτας ἄνδρεσσι διδοῖσθα: 19.271 οὐκ ἂν δή ποτε θυμὸν ἐνὶ στήθεσσιν ἐμοῖσιν 19.272 Ἀτρεΐδης ὤρινε διαμπερές, οὐδέ κε κούρην 19.273 ἦγεν ἐμεῦ ἀέκοντος ἀμήχανος: ἀλλά ποθι Ζεὺς 19.274 ἤθελ’ Ἀχαιοῖσιν θάνατον πολέεσσι γενέσθαι. 19.275 νῦν δ’ ἔρχεσθ’ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα. 19.276 ὣς ἄρ’ ἐφώνησεν, λῦσεν δ’ ἀγορὴν αἰψηρήν. 19.277 οἳ μὲν ἄρ’ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος, 19.278 δῶρα δὲ Μυρμιδόνες μεγαλήτορες ἀμφεπένοντο, 19.279 βὰν δ’ ἐπὶ νῆα φέροντες Ἀχιλλῆος θείοιο. 19.280 καὶ τὰ μὲν ἐν κλισίῃσι θέσαν, κάθισαν δὲ γυναῖκας, 19.281 ἵππους δ’ εἰς ἀγέλην ἔλασαν θεράποντες ἀγαυοί. 19.282 Βρισηῒς δ’ ἄρ’ ἔπειτ’ ἰκέλη χρυσέῃ Ἀφροδίτῃ 19.283 ὡς ἴδε Πάτροκλον δεδαϊγμένον ὀξέϊ χαλκῷ, 19.284 ἀμφ’ αὐτῷ χυμένη λίγ’ ἐκώκυε, χερσὶ δ’ ἄμυσσε 19.285 στήθεά τ’ ἠδ’ ἁπαλὴν δειρὴν ἰδὲ καλὰ πρόσωπα. 19.286 εἶπε δ’ ἄρα κλαίουσα γυνὴ ἐϊκυῖα θεῇσι: 19.287 Πάτροκλέ μοι δειλῇ πλεῖστον κεχαρισμένε θυμῷ 19.288 ζωὸν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα, 19.289 νῦν δέ σε τεθνηῶτα κιχάνομαι ὄρχαμε λαῶν 19.290 ἂψ ἀνιοῦσ’: ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί. 19.291 ἄνδρα μὲν ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ 19.292 εἶδον πρὸ πτόλιος δεδαϊγμένον ὀξέϊ χαλκῷ, 19.293 τρεῖς τε κασιγνήτους, τούς μοι μία γείνατο μήτηρ, 19.294 κηδείους, οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον. 19.295 οὐδὲ μὲν οὐδέ μ’ ἔασκες, ὅτ’ ἄνδρ’ ἐμὸν ὠκὺς Ἀχιλλεὺς 19.296 ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος, 19.297 κλαίειν, ἀλλά μ’ ἔφασκες Ἀχιλλῆος θείοιο 19.298 κουριδίην ἄλοχον θήσειν, ἄξειν τ’ ἐνὶ νηυσὶν 19.299 ἐς Φθίην, δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι. 19.300 τώ σ’ ἄμοτον κλαίω τεθνηότα μείλιχον αἰεί. 19.301 ὣς ἔφατο κλαίουσ’, ἐπὶ δὲ στενάχοντο γυναῖκες 19.302 Πάτροκλον πρόφασιν, σφῶν δ’ αὐτῶν κήδε’ ἑκάστη. 19.303 αὐτὸν δ’ ἀμφὶ γέροντες Ἀχαιῶν ἠγερέθοντο 19.304 λισσόμενοι δειπνῆσαι: ὃ δ’ ἠρνεῖτο στεναχίζων: 19.305 λίσσομαι, εἴ τις ἔμοιγε φίλων ἐπιπείθεθ’ ἑταίρων, 19.306 μή με πρὶν σίτοιο κελεύετε μηδὲ ποτῆτος 19.307 ἄσασθαι φίλον ἦτορ, ἐπεί μ’ ἄχος αἰνὸν ἱκάνει: 19.308 δύντα δ’ ἐς ἠέλιον μενέω καὶ τλήσομαι ἔμπης. 19.309 ὣς εἰπὼν ἄλλους μὲν ἀπεσκέδασεν βασιλῆας, 19.310 δοιὼ δ’ Ἀτρεΐδα μενέτην καὶ δῖος Ὀδυσσεὺς 19.311 Νέστωρ Ἰδομενεύς τε γέρων θ’ ἱππηλάτα Φοῖνιξ 19.312 τέρποντες πυκινῶς ἀκαχήμενον: οὐδέ τι θυμῷ 19.313 τέρπετο, πρὶν πολέμου στόμα δύμεναι αἱματόεντος. 19.314 μνησάμενος δ’ ἁδινῶς ἀνενείκατο φώνησέν τε: 19.315 ἦ ῥά νύ μοί ποτε καὶ σὺ δυσάμμορε φίλταθ’ ἑταίρων 19.316 αὐτὸς ἐνὶ κλισίῃ λαρὸν παρὰ δεῖπνον ἔθηκας 19.317 αἶψα καὶ ὀτραλέως, ὁπότε σπερχοίατ’ Ἀχαιοὶ 19.318 Τρωσὶν ἐφ’ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα. 19.319 νῦν δὲ σὺ μὲν κεῖσαι δεδαϊγμένος, αὐτὰρ ἐμὸν κῆρ 19.320 ἄκμηνον πόσιος καὶ ἐδητύος ἔνδον ἐόντων 19.321 σῇ ποθῇ: οὐ μὲν γάρ τι κακώτερον ἄλλο πάθοιμι, 19.322 οὐδ’ εἴ κεν τοῦ πατρὸς ἀποφθιμένοιο πυθοίμην, 19.323 ὅς που νῦν Φθίηφι τέρεν κατὰ δάκρυον εἴβει 19.324 χήτεϊ τοιοῦδ’ υἷος: ὃ δ’ ἀλλοδαπῷ ἐνὶ δήμῳ 19.325 εἵνεκα ῥιγεδανῆς Ἑλένης Τρωσὶν πολεμίζω: 19.326 ἠὲ τὸν ὃς Σκύρῳ μοι ἔνι τρέφεται φίλος υἱός, 19.327 εἴ που ἔτι ζώει γε Νεοπτόλεμος θεοειδής. 19.328 πρὶν μὲν γάρ μοι θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει 19.329 οἶον ἐμὲ φθίσεσθαι ἀπ’ Ἄργεος ἱπποβότοιο 19.330 αὐτοῦ ἐνὶ Τροίῃ, σὲ δέ τε Φθίην δὲ νέεσθαι, 19.331 ὡς ἄν μοι τὸν παῖδα θοῇ ἐνὶ νηῒ μελαίνῃ 19.332 Σκυρόθεν ἐξαγάγοις καί οἱ δείξειας ἕκαστα 19.333 κτῆσιν ἐμὴν δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα. 19.334 ἤδη γὰρ Πηλῆά γ’ ὀΐομαι ἢ κατὰ πάμπαν 19.335 τεθνάμεν, ἤ που τυτθὸν ἔτι ζώοντ’ ἀκάχησθαι 19.336 γήραΐ τε στυγερῷ καὶ ἐμὴν ποτιδέγμενον αἰεὶ 19.337 λυγρὴν ἀγγελίην, ὅτ’ ἀποφθιμένοιο πύθηται. 19.338 ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο γέροντες, 19.339 μνησάμενοι τὰ ἕκαστος ἐνὶ μεγάροισιν ἔλειπον: 19.340 μυρομένους δ’ ἄρα τούς γε ἰδὼν ἐλέησε Κρονίων, 19.341 αἶψα δ’ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα: 19.342 τέκνον ἐμόν, δὴ πάμπαν ἀποίχεαι ἀνδρὸς ἑῆος. 19.343 ἦ νύ τοι οὐκέτι πάγχυ μετὰ φρεσὶ μέμβλετ’ Ἀχιλλεύς; 19.344 κεῖνος ὅ γε προπάροιθε νεῶν ὀρθοκραιράων 19.345 ἧσται ὀδυρόμενος ἕταρον φίλον: οἳ δὲ δὴ ἄλλοι 19.346 οἴχονται μετὰ δεῖπνον, ὃ δ’ ἄκμηνος καὶ ἄπαστος. 19.347 ἀλλ’ ἴθι οἱ νέκτάρ τε καὶ ἀμβροσίην ἐρατεινὴν 19.348 στάξον ἐνὶ στήθεσσ’, ἵνα μή μιν λιμὸς ἵκηται. 19.349 ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην: 19.350 ἣ δ’ ἅρπῃ ἐϊκυῖα τανυπτέρυγι λιγυφώνῳ 19.351 οὐρανοῦ ἐκκατεπᾶλτο δι’ αἰθέρος. αὐτὰρ Ἀχαιοὶ 19.352 αὐτίκα θωρήσσοντο κατὰ στρατόν: ἣ δ’ Ἀχιλῆϊ 19.353 νέκταρ ἐνὶ στήθεσσι καὶ ἀμβροσίην ἐρατεινὴν 19.354 στάξ’, ἵνα μή μιν λιμὸς ἀτερπὴς γούναθ’ ἵκοιτο: 19.355 αὐτὴ δὲ πρὸς πατρὸς ἐρισθενέος πυκινὸν δῶ 19.356 ᾤχετο, τοὶ δ’ ἀπάνευθε νεῶν ἐχέοντο θοάων. 19.357 ὡς δ’ ὅτε ταρφειαὶ νιφάδες Διὸς ἐκποτέονται 19.358 ψυχραὶ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο, 19.359 ὣς τότε ταρφειαὶ κόρυθες λαμπρὸν γανόωσαι 19.360 νηῶν ἐκφορέοντο καὶ ἀσπίδες ὀμφαλόεσσαι 19.361 θώρηκές τε κραταιγύαλοι καὶ μείλινα δοῦρα. 19.362 αἴγλη δ’ οὐρανὸν ἷκε, γέλασσε δὲ πᾶσα περὶ χθὼν 19.363 χαλκοῦ ὑπὸ στεροπῆς: ὑπὸ δὲ κτύπος ὄρνυτο ποσσὶν 19.364 ἀνδρῶν: ἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεύς. 19.365 τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε, τὼ δέ οἱ ὄσσε 19.366 λαμπέσθην ὡς εἴ τε πυρὸς σέλας, ἐν δέ οἱ ἦτορ 19.367 δῦν’ ἄχος ἄτλητον: ὃ δ’ ἄρα Τρωσὶν μενεαίνων 19.368 δύσετο δῶρα θεοῦ, τά οἱ Ἥφαιστος κάμε τεύχων. 19.369 κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε 19.370 καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας: 19.371 δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν. 19.372 ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον 19.373 χάλκεον: αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε 19.374 εἵλετο, τοῦ δ’ ἀπάνευθε σέλας γένετ’ ἠΰτε μήνης. 19.375 ὡς δ’ ὅτ’ ἂν ἐκ πόντοιο σέλας ναύτῃσι φανήῃ 19.376 καιομένοιο πυρός, τό τε καίεται ὑψόθ’ ὄρεσφι 19.377 σταθμῷ ἐν οἰοπόλῳ: τοὺς δ’ οὐκ ἐθέλοντας ἄελλαι 19.378 πόντον ἐπ’ ἰχθυόεντα φίλων ἀπάνευθε φέρουσιν: 19.379 ὣς ἀπ’ Ἀχιλλῆος σάκεος σέλας αἰθέρ’ ἵκανε 19.380 καλοῦ δαιδαλέου: περὶ δὲ τρυφάλειαν ἀείρας 19.381 κρατὶ θέτο βριαρήν: ἣ δ’ ἀστὴρ ὣς ἀπέλαμπεν 19.382 ἵππουρις τρυφάλεια, περισσείοντο δ’ ἔθειραι 19.383 χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς. 19.384 πειρήθη δ’ ἕο αὐτοῦ ἐν ἔντεσι δῖος Ἀχιλλεύς, 19.385 εἰ οἷ ἐφαρμόσσειε καὶ ἐντρέχοι ἀγλαὰ γυῖα: 19.386 τῷ δ’ εὖτε πτερὰ γίγνετ’, ἄειρε δὲ ποιμένα λαῶν. 19.387 ἐκ δ’ ἄρα σύριγγος πατρώϊον ἐσπάσατ’ ἔγχος 19.388 βριθὺ μέγα στιβαρόν: τὸ μὲν οὐ δύνατ’ ἄλλος Ἀχαιῶν 19.389 πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς: 19.390 Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων 19.391 Πηλίου ἐκ κορυφῆς φόνον ἔμμεναι ἡρώεσσιν: 19.392 ἵππους δ’ Αὐτομέδων τε καὶ Ἄλκιμος ἀμφιέποντες 19.393 ζεύγνυον: ἀμφὶ δὲ καλὰ λέπαδν’ ἕσαν, ἐν δὲ χαλινοὺς 19.394 γαμφηλῇς ἔβαλον, κατὰ δ’ ἡνία τεῖναν ὀπίσσω 19.395 κολλητὸν ποτὶ δίφρον. ὃ δὲ μάστιγα φαεινὴν 19.396 χειρὶ λαβὼν ἀραρυῖαν ἐφ’ ἵπποιιν ἀνόρουσεν 19.397 Αὐτομέδων: ὄπιθεν δὲ κορυσσάμενος βῆ Ἀχιλλεὺς 19.398 τεύχεσι παμφαίνων ὥς τ’ ἠλέκτωρ Ὑπερίων, 19.399 σμερδαλέον δ’ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο: 19.400 Ξάνθέ τε καὶ Βαλίε τηλεκλυτὰ τέκνα Ποδάργης 19.401 ἄλλως δὴ φράζεσθε σαωσέμεν ἡνιοχῆα 19.402 ἂψ Δαναῶν ἐς ὅμιλον ἐπεί χ’ ἕωμεν πολέμοιο, 19.403 μηδ’ ὡς Πάτροκλον λίπετ’ αὐτόθι τεθνηῶτα. 19.404 τὸν δ’ ἄρ’ ὑπὸ ζυγόφι προσέφη πόδας αἰόλος ἵππος 19.405 Ξάνθος, ἄφαρ δ’ ἤμυσε καρήατι: πᾶσα δὲ χαίτη 19.406 ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν οὖδας ἵκανεν: 19.407 αὐδήεντα δ’ ἔθηκε θεὰ λευκώλενος Ἥρη: 19.408 καὶ λίην σ’ ἔτι νῦν γε σαώσομεν ὄβριμ’ Ἀχιλλεῦ: 19.409 ἀλλά τοι ἐγγύθεν ἦμαρ ὀλέθριον: οὐδέ τοι ἡμεῖς 19.410 αἴτιοι, ἀλλὰ θεός τε μέγας καὶ Μοῖρα κραταιή. 19.411 οὐδὲ γὰρ ἡμετέρῃ βραδυτῆτί τε νωχελίῃ τε 19.412 Τρῶες ἀπ’ ὤμοιιν Πατρόκλου τεύχε’ ἕλοντο: 19.413 ἀλλὰ θεῶν ὤριστος, ὃν ἠΰκομος τέκε Λητώ, 19.414 ἔκταν’ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε. 19.415 νῶϊ δὲ καί κεν ἅμα πνοιῇ Ζεφύροιο θέοιμεν, 19.416 ἥν περ ἐλαφροτάτην φάσ’ ἔμμεναι: ἀλλὰ σοὶ αὐτῷ 19.417 μόρσιμόν ἐστι θεῷ τε καὶ ἀνέρι ἶφι δαμῆναι. 19.418 ὣς ἄρα φωνήσαντος Ἐρινύες ἔσχεθον αὐδήν. 19.419 τὸν δὲ μέγ’ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς: 19.420 Ξάνθε τί μοι θάνατον μαντεύεαι; οὐδέ τί σε χρή. 19.421 εὖ νυ τὸ οἶδα καὶ αὐτὸς ὅ μοι μόρος ἐνθάδ’ ὀλέσθαι 19.422 νόσφι φίλου πατρὸς καὶ μητέρος: ἀλλὰ καὶ ἔμπης 19.423 οὐ λήξω πρὶν Τρῶας ἅδην ἐλάσαι πολέμοιο. 19.424 ἦ ῥα, καὶ ἐν πρώτοις ἰάχων ἔχε μώνυχας ἵππους. 20.001 ὣς οἳ μὲν παρὰ νηυσὶ κορωνίσι θωρήσσοντο 20.002 ἀμφὶ σὲ Πηλέος υἱὲ μάχης ἀκόρητον Ἀχαιοί, 20.003 Τρῶες δ’ αὖθ’ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο: 20.004 Ζεὺς δὲ Θέμιστα κέλευσε θεοὺς ἀγορὴν δὲ καλέσσαι 20.005 κρατὸς ἀπ’ Οὐλύμποιο πολυπτύχου: ἣ δ’ ἄρα πάντῃ 20.006 φοιτήσασα κέλευσε Διὸς πρὸς δῶμα νέεσθαι. 20.007 οὔτέ τις οὖν ποταμῶν ἀπέην νόσφ’ Ὠκεανοῖο, 20.008 οὔτ’ ἄρα νυμφάων αἵ τ’ ἄλσεα καλὰ νέμονται 20.009 καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα. 20.010 ἐλθόντες δ’ ἐς δῶμα Διὸς νεφεληγερέταο 20.011 ξεστῇς αἰθούσῃσιν ἐνίζανον, ἃς Διὶ πατρὶ 20.012 Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσιν. 20.013 ὣς οἳ μὲν Διὸς ἔνδον ἀγηγέρατ’: οὐδ’ ἐνοσίχθων 20.014 νηκούστησε θεᾶς, ἀλλ’ ἐξ ἁλὸς ἦλθε μετ’ αὐτούς, 20.015 ἷζε δ’ ἄρ’ ἐν μέσσοισι, Διὸς δ’ ἐξείρετο βουλήν: 20.016 τίπτ’ αὖτ’ ἀργικέραυνε θεοὺς ἀγορὴν δὲ κάλεσσας; 20.017 ἦ τι περὶ Τρώων καὶ Ἀχαιῶν μερμηρίζεις; 20.018 τῶν γὰρ νῦν ἄγχιστα μάχη πόλεμός τε δέδηε. 20.019 τὸν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς: 20.020 ἔγνως ἐννοσίγαιε ἐμὴν ἐν στήθεσι βουλὴν 20.021 ὧν ἕνεκα ξυνάγειρα: μέλουσί μοι ὀλλύμενοί περ. 20.022 ἀλλ’ ἤτοι μὲν ἐγὼ μενέω πτυχὶ Οὐλύμποιο 20.023 ἥμενος, ἔνθ’ ὁρόων φρένα τέρψομαι: οἳ δὲ δὴ ἄλλοι 20.024 ἔρχεσθ’ ὄφρ’ ἂν ἵκησθε μετὰ Τρῶας καὶ Ἀχαιούς, 20.025 ἀμφοτέροισι δ’ ἀρήγεθ’ ὅπῃ νόος ἐστὶν ἑκάστου. 20.026 εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται 20.027 οὐδὲ μίνυνθ’ ἕξουσι ποδώκεα Πηλεΐωνα. 20.028 καὶ δέ τί μιν καὶ πρόσθεν ὑποτρομέεσκον ὁρῶντες: 20.029 νῦν δ’ ὅτε δὴ καὶ θυμὸν ἑταίρου χώεται αἰνῶς 20.030 δείδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξαλαπάξῃ. 20.031 ὣς ἔφατο Κρονίδης, πόλεμον δ’ ἀλίαστον ἔγειρε. 20.032 βὰν δ’ ἴμεναι πόλεμον δὲ θεοὶ δίχα θυμὸν ἔχοντες: 20.033 Ἥρη μὲν μετ’ ἀγῶνα νεῶν καὶ Παλλὰς Ἀθήνη 20.034 ἠδὲ Ποσειδάων γαιήοχος ἠδ’ ἐριούνης 20.035 Ἑρμείας, ὃς ἐπὶ φρεσὶ πευκαλίμῃσι κέκασται: 20.036 Ἥφαιστος δ’ ἅμα τοῖσι κίε σθένεϊ βλεμεαίνων 20.037 χωλεύων, ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί. 20.038 ἐς δὲ Τρῶας Ἄρης κορυθαίολος, αὐτὰρ ἅμ’ αὐτῷ 20.039 Φοῖβος ἀκερσεκόμης ἠδ’ Ἄρτεμις ἰοχέαιρα 20.040 Λητώ τε Ξάνθός τε φιλομειδής τ’ Ἀφροδίτη. 20.041 εἷος μέν ῥ’ ἀπάνευθε θεοὶ θνητῶν ἔσαν ἀνδρῶν, 20.042 τεῖος Ἀχαιοὶ μὲν μέγα κύδανον, οὕνεκ’ Ἀχιλλεὺς 20.043 ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ’ ἀλεγεινῆς: 20.044 Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον 20.045 δειδιότας, ὅθ’ ὁρῶντο ποδώκεα Πηλεΐωνα 20.046 τεύχεσι λαμπόμενον βροτολοιγῷ ἶσον Ἄρηϊ. 20.047 αὐτὰρ ἐπεὶ μεθ’ ὅμιλον Ὀλύμπιοι ἤλυθον ἀνδρῶν, 20.048 ὦρτο δ’ Ἔρις κρατερὴ λαοσσόος, αὖε δ’ Ἀθήνη 20.049 στᾶσ’ ὁτὲ μὲν παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός, 20.050 ἄλλοτ’ ἐπ’ ἀκτάων ἐριδούπων μακρὸν ἀΰτει. 20.051 αὖε δ’ Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσος 20.052 ὀξὺ κατ’ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων, 20.053 ἄλλοτε πὰρ Σιμόεντι θέων ἐπὶ Καλλικολώνῃ. 20.054 ὣς τοὺς ἀμφοτέρους μάκαρες θεοὶ ὀτρύνοντες 20.055 σύμβαλον, ἐν δ’ αὐτοῖς ἔριδα ῥήγνυντο βαρεῖαν: 20.056 δεινὸν δὲ βρόντησε πατὴρ ἀνδρῶν τε θεῶν τε 20.057 ὑψόθεν: αὐτὰρ νέρθε Ποσειδάων ἐτίναξε 20.058 γαῖαν ἀπειρεσίην ὀρέων τ’ αἰπεινὰ κάρηνα. 20.059 πάντες δ’ ἐσσείοντο πόδες πολυπίδακος Ἴδης 20.060 καὶ κορυφαί, Τρώων τε πόλις καὶ νῆες Ἀχαιῶν. 20.061 ἔδεισεν δ’ ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς, 20.062 δείσας δ’ ἐκ θρόνου ἆλτο καὶ ἴαχε, μή οἱ ὕπερθε 20.063 γαῖαν ἀναρρήξειε Ποσειδάων ἐνοσίχθων, 20.064 οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείη 20.065 σμερδαλέ’ εὐρώεντα, τά τε στυγέουσι θεοί περ: 20.066 τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων. 20.067 ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος 20.068 ἵστατ’ Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα, 20.069 ἄντα δ’ Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη: 20.070 Ἥρῃ δ’ ἀντέστη χρυσηλάκατος κελαδεινὴ 20.071 Ἄρτεμις ἰοχέαιρα κασιγνήτη ἑκάτοιο: 20.072 Λητοῖ δ’ ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς, 20.073 ἄντα δ’ ἄρ’ Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης, 20.074 ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον. 20.075 ὣς οἳ μὲν θεοὶ ἄντα θεῶν ἴσαν: αὐτὰρ Ἀχιλλεὺς 20.076 Ἕκτορος ἄντα μάλιστα λιλαίετο δῦναι ὅμιλον 20.077 Πριαμίδεω: τοῦ γάρ ῥα μάλιστά ἑ θυμὸς ἀνώγει 20.078 αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν. 20.079 Αἰνείαν δ’ ἰθὺς λαοσσόος ὦρσεν Ἀπόλλων 20.080 ἀντία Πηλεΐωνος, ἐνῆκε δέ οἱ μένος ἠΰ: 20.081 υἱέϊ δὲ Πριάμοιο Λυκάονι εἴσατο φωνήν: 20.082 τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων: 20.083 Αἰνεία Τρώων βουληφόρε ποῦ τοι ἀπειλαὶ 20.084 ἃς Τρώων βασιλεῦσιν ὑπίσχεο οἰνοποτάζων 20.085 Πηλεΐδεω Ἀχιλῆος ἐναντίβιον πολεμίξειν; 20.086 τὸν δ’ αὖτ’ Αἰνείας ἀπαμειβόμενος προσέειπε: 20.087 Πριαμίδη τί με ταῦτα καὶ οὐκ ἐθέλοντα κελεύεις 20.088 ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι; 20.089 οὐ μὲν γὰρ νῦν πρῶτα ποδώκεος ἄντ’ Ἀχιλῆος 20.090 στήσομαι, ἀλλ’ ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησεν 20.091 ἐξ Ἴδης, ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρῃσι, 20.092 πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον: αὐτὰρ ἐμὲ Ζεὺς 20.093 εἰρύσαθ’, ὅς μοι ἐπῶρσε μένος λαιψηρά τε γοῦνα. 20.094 ἦ κ’ ἐδάμην ὑπὸ χερσὶν Ἀχιλλῆος καὶ Ἀθήνης, 20.095 ἥ οἱ πρόσθεν ἰοῦσα τίθει φάος ἠδ’ ἐκέλευεν 20.096 ἔγχεϊ χαλκείῳ Λέλεγας καὶ Τρῶας ἐναίρειν. 20.097 τὼ οὐκ ἔστ’ Ἀχιλῆος ἐναντίον ἄνδρα μάχεσθαι: 20.098 αἰεὶ γὰρ πάρα εἷς γε θεῶν ὃς λοιγὸν ἀμύνει. 20.099 καὶ δ’ ἄλλως τοῦ γ’ ἰθὺ βέλος πέτετ’, οὐδ’ ἀπολήγει 20.100 πρὶν χροὸς ἀνδρομέοιο διελθέμεν. εἰ δὲ θεός περ 20.101 ἶσον τείνειεν πολέμου τέλος, οὔ κε μάλα ῥέα 20.102 νικήσει’, οὐδ’ εἰ παγχάλκεος εὔχεται εἶναι. 20.103 τὸν δ’ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων: 20.104 ἥρως ἀλλ’ ἄγε καὶ σὺ θεοῖς αἰειγενέτῃσιν 20.105 εὔχεο: καὶ δὲ σέ φασι Διὸς κούρης Ἀφροδίτης 20.106 ἐκγεγάμεν, κεῖνος δὲ χερείονος ἐκ θεοῦ ἐστίν: 20.107 ἣ μὲν γὰρ Διός ἐσθ’, ἣ δ’ ἐξ ἁλίοιο γέροντος. 20.108 ἀλλ’ ἰθὺς φέρε χαλκὸν ἀτειρέα, μηδέ σε πάμπαν 20.109 λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ. 20.110 ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν, 20.111 βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ. 20.112 οὐδ’ ἔλαθ’ Ἀγχίσαο πάϊς λευκώλενον Ἥρην 20.113 ἀντία Πηλεΐωνος ἰὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν: 20.114 ἣ δ’ ἄμυδις στήσασα θεοὺς μετὰ μῦθον ἔειπε: 20.115 φράζεσθον δὴ σφῶϊ Ποσείδαον καὶ Ἀθήνη 20.116 ἐν φρεσὶν ὑμετέρῃσιν, ὅπως ἔσται τάδε ἔργα. 20.117 Αἰνείας ὅδ’ ἔβη κεκορυθμένος αἴθοπι χαλκῷ 20.118 ἀντία Πηλεΐωνος, ἀνῆκε δὲ Φοῖβος Ἀπόλλων. 20.119 ἀλλ’ ἄγεθ’, ἡμεῖς πέρ μιν ἀποτρωπῶμεν ὀπίσσω 20.120 αὐτόθεν, ἤ τις ἔπειτα καὶ ἡμείων Ἀχιλῆϊ 20.121 παρσταίη, δοίη δὲ κράτος μέγα, μηδέ τι θυμῷ 20.122 δευέσθω, ἵνα εἰδῇ ὅ μιν φιλέουσιν ἄριστοι 20.123 ἀθανάτων, οἳ δ’ αὖτ’ ἀνεμώλιοι οἳ τὸ πάρος περ 20.124 Τρωσὶν ἀμύνουσιν πόλεμον καὶ δηϊοτῆτα. 20.125 πάντες δ’ Οὐλύμποιο κατήλθομεν ἀντιόωντες 20.126 τῆσδε μάχης, ἵνα μή τι μετὰ Τρώεσσι πάθῃσι 20.127 σήμερον: ὕστερον αὖτε τὰ πείσεται ἅσσά οἱ αἶσα 20.128 γιγνομένῳ ἐπένησε λίνῳ ὅτε μιν τέκε μήτηρ. 20.129 εἰ δ’ Ἀχιλεὺς οὐ ταῦτα θεῶν ἐκ πεύσεται ὀμφῆς 20.130 δείσετ’ ἔπειθ’, ὅτε κέν τις ἐναντίβιον θεὸς ἔλθῃ 20.131 ἐν πολέμῳ: χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς. 20.132 τὴν δ’ ἠμείβετ’ ἔπειτα Ποσειδάων ἐνοσίχθων: 20.133 Ἥρη μὴ χαλέπαινε παρ’ ἐκ νόον: οὐδέ τί σε χρή. 20.134 οὐκ ἂν ἔγωγ’ ἐθέλοιμι θεοὺς ἔριδι ξυνελάσσαι 20.135 ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν: 20.136 ἀλλ’ ἡμεῖς μὲν ἔπειτα καθεζώμεσθα κιόντες 20.137 ἐκ πάτου ἐς σκοπιήν, πόλεμος δ’ ἄνδρεσσι μελήσει. 20.138 εἰ δέ κ’ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων, 20.139 ἢ Ἀχιλῆ’ ἴσχωσι καὶ οὐκ εἰῶσι μάχεσθαι, 20.140 αὐτίκ’ ἔπειτα καὶ ἄμμι παρ’ αὐτόθι νεῖκος ὀρεῖται 20.141 φυλόπιδος: μάλα δ’ ὦκα διακρινθέντας ὀΐω 20.142 ἂψ ἴμεν Οὔλυμπον δὲ θεῶν μεθ’ ὁμήγυριν ἄλλων 20.143 ἡμετέρῃς ὑπὸ χερσὶν ἀναγκαίηφι δαμέντας. 20.144 ὣς ἄρα φωνήσας ἡγήσατο κυανοχαίτης 20.145 τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο 20.146 ὑψηλόν, τό ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνη 20.147 ποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο, 20.148 ὁππότε μιν σεύαιτο ἀπ’ ἠϊόνος πεδίον δέ. 20.149 ἔνθα Ποσειδάων κατ’ ἄρ’ ἕζετο καὶ θεοὶ ἄλλοι, 20.150 ἀμφὶ δ’ ἄρ’ ἄρρηκτον νεφέλην ὤμοισιν ἕσαντο: 20.151 οἳ δ’ ἑτέρωσε καθῖζον ἐπ’ ὀφρύσι Καλλικολώνης 20.152 ἀμφὶ σὲ ἤϊε Φοῖβε καὶ Ἄρηα πτολίπορθον. 20.153 ὣς οἳ μέν ῥ’ ἑκάτερθε καθήατο μητιόωντες 20.154 βουλάς: ἀρχέμεναι δὲ δυσηλεγέος πολέμοιο 20.155 ὄκνεον ἀμφότεροι, Ζεὺς δ’ ἥμενος ὕψι κέλευε. 20.156 τῶν δ’ ἅπαν ἐπλήσθη πεδίον καὶ λάμπετο χαλκῷ 20.157 ἀνδρῶν ἠδ’ ἵππων: κάρκαιρε δὲ γαῖα πόδεσσιν 20.158 ὀρνυμένων ἄμυδις. δύο δ’ ἀνέρες ἔξοχ’ ἄριστοι 20.159 ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι 20.160 Αἰνείας τ’ Ἀγχισιάδης καὶ δῖος Ἀχιλλεύς. 20.161 Αἰνείας δὲ πρῶτος ἀπειλήσας ἐβεβήκει 20.162 νευστάζων κόρυθι βριαρῇ: ἀτὰρ ἀσπίδα θοῦριν 20.163 πρόσθεν ἔχε στέρνοιο, τίνασσε δὲ χάλκεον ἔγχος. 20.164 Πηλεΐδης δ’ ἑτέρωθεν ἐναντίον ὦρτο λέων ὣς 20.165 σίντης, ὅν τε καὶ ἄνδρες ἀποκτάμεναι μεμάασιν 20.166 ἀγρόμενοι πᾶς δῆμος: ὃ δὲ πρῶτον μὲν ἀτίζων 20.167 ἔρχεται, ἀλλ’ ὅτε κέν τις ἀρηϊθόων αἰζηῶν 20.168 δουρὶ βάλῃ ἐάλη τε χανών, περί τ’ ἀφρὸς ὀδόντας 20.169 γίγνεται, ἐν δέ τέ οἱ κραδίῃ στένει ἄλκιμον ἦτορ, 20.170 οὐρῇ δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν 20.171 μαστίεται, ἑὲ δ’ αὐτὸν ἐποτρύνει μαχέσασθαι, 20.172 γλαυκιόων δ’ ἰθὺς φέρεται μένει, ἤν τινα πέφνῃ 20.173 ἀνδρῶν, ἢ αὐτὸς φθίεται πρώτῳ ἐν ὁμίλῳ: 20.174 ὣς Ἀχιλῆ’ ὄτρυνε μένος καὶ θυμὸς ἀγήνωρ 20.175 ἀντίον ἐλθέμεναι μεγαλήτορος Αἰνείαο. 20.176 οἳ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες, 20.177 τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς: 20.178 Αἰνεία τί σὺ τόσσον ὁμίλου πολλὸν ἐπελθὼν 20.179 ἔστης; ἦ σέ γε θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει 20.180 ἐλπόμενον Τρώεσσιν ἀνάξειν ἱπποδάμοισι 20.181 τιμῆς τῆς Πριάμου; ἀτὰρ εἴ κεν ἔμ’ ἐξεναρίξῃς, 20.182 οὔ τοι τοὔνεκά γε Πρίαμος γέρας ἐν χερὶ θήσει: 20.183 εἰσὶν γάρ οἱ παῖδες, ὃ δ’ ἔμπεδος οὐδ’ ἀεσίφρων. 20.184 ἦ νύ τί τοι Τρῶες τέμενος τάμον ἔξοχον ἄλλων 20.185 καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμηαι 20.186 αἴ κεν ἐμὲ κτείνῃς; χαλεπῶς δέ σ’ ἔολπα τὸ ῥέξειν. 20.187 ἤδη μὲν σέ γέ φημι καὶ ἄλλοτε δουρὶ φοβῆσαι. 20.188 ἦ οὐ μέμνῃ ὅτε πέρ σε βοῶν ἄπο μοῦνον ἐόντα 20.189 σεῦα κατ’ Ἰδαίων ὀρέων ταχέεσσι πόδεσσι 20.190 καρπαλίμως; τότε δ’ οὔ τι μετατροπαλίζεο φεύγων. 20.191 ἔνθεν δ’ ἐς Λυρνησσὸν ὑπέκφυγες: αὐτὰρ ἐγὼ τὴν 20.192 πέρσα μεθορμηθεὶς σὺν Ἀθήνῃ καὶ Διὶ πατρί, 20.193 ληϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας 20.194 ἦγον: ἀτὰρ σὲ Ζεὺς ἐρρύσατο καὶ θεοὶ ἄλλοι. 20.195 ἀλλ’ οὐ νῦν ἐρύεσθαι ὀΐομαι, ὡς ἐνὶ θυμῷ 20.196 βάλλεαι: ἀλλά σ’ ἔγωγ’ ἀναχωρήσαντα κελεύω 20.197 ἐς πληθὺν ἰέναι, μηδ’ ἀντίος ἵστασ’ ἐμεῖο, 20.198 πρίν τι κακὸν παθέειν: ῥεχθὲν δέ τε νήπιος ἔγνω. 20.199 τὸν δ’ αὖτ’ Αἰνείας ἀπαμείβετο φώνησέν τε: 20.200 Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς 20.201 ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς 20.202 ἠμὲν κερτομίας ἠδ’ αἴσυλα μυθήσασθαι. 20.203 ἴδμεν δ’ ἀλλήλων γενεήν, ἴδμεν δὲ τοκῆας 20.204 πρόκλυτ’ ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων: 20.205 ὄψει δ’ οὔτ’ ἄρ πω σὺ ἐμοὺς ἴδες οὔτ’ ἄρ’ ἐγὼ σούς. 20.206 φασὶ σὲ μὲν Πηλῆος ἀμύμονος ἔκγονον εἶναι, 20.207 μητρὸς δ’ ἐκ Θέτιδος καλλιπλοκάμου ἁλοσύδνης: 20.208 αὐτὰρ ἐγὼν υἱὸς μεγαλήτορος Ἀγχίσαο 20.209 εὔχομαι ἐκγεγάμεν, μήτηρ δέ μοί ἐστ’ Ἀφροδίτη: 20.210 τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονται 20.211 σήμερον: οὐ γάρ φημ’ ἐπέεσσί γε νηπυτίοισιν 20.212 ὧδε διακρινθέντε μάχης ἐξαπονέεσθαι. 20.213 εἰ δ’ ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρ’ ἐῢ εἰδῇς 20.214 ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασι: 20.215 Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς, 20.216 κτίσσε δὲ Δαρδανίην, ἐπεὶ οὔ πω Ἴλιος ἱρὴ 20.217 ἐν πεδίῳ πεπόλιστο πόλις μερόπων ἀνθρώπων, 20.218 ἀλλ’ ἔθ’ ὑπωρείας ᾤκεον πολυπίδακος Ἴδης. 20.219 Δάρδανος αὖ τέκεθ’ υἱὸν Ἐριχθόνιον βασιλῆα, 20.220 ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων: 20.221 τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο 20.222 θήλειαι, πώλοισιν ἀγαλλόμεναι ἀταλῇσι. 20.223 τάων καὶ Βορέης ἠράσσατο βοσκομενάων, 20.224 ἵππῳ δ’ εἰσάμενος παρελέξατο κυανοχαίτῃ: 20.225 αἳ δ’ ὑποκυσάμεναι ἔτεκον δυοκαίδεκα πώλους. 20.226 αἳ δ’ ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν, 20.227 ἄκρον ἐπ’ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων: 20.228 ἀλλ’ ὅτε δὴ σκιρτῷεν ἐπ’ εὐρέα νῶτα θαλάσσης, 20.229 ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον. 20.230 Τρῶα δ’ Ἐριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα: 20.231 Τρωὸς δ’ αὖ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο 20.232 Ἶλός τ’ Ἀσσάρακός τε καὶ ἀντίθεος Γανυμήδης, 20.233 ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων: 20.234 τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν 20.235 κάλλεος εἵνεκα οἷο ἵν’ ἀθανάτοισι μετείη. 20.236 Ἶλος δ’ αὖ τέκεθ’ υἱὸν ἀμύμονα Λαομέδοντα: 20.237 Λαομέδων δ’ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε 20.238 Λάμπόν τε Κλυτίον θ’ Ἱκετάονά τ’ ὄζον Ἄρηος: 20.239 Ἀσσάρακος δὲ Κάπυν, ὃ δ’ ἄρ’ Ἀγχίσην τέκε παῖδα: 20.240 αὐτὰρ ἔμ’ Ἀγχίσης, Πρίαμος δ’ ἔτεχ’ Ἕκτορα δῖον. 20.241 ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι. 20.242 Ζεὺς δ’ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε 20.243 ὅππως κεν ἐθέλῃσιν: ὃ γὰρ κάρτιστος ἁπάντων. 20.244 ἀλλ’ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς 20.245 ἑσταότ’ ἐν μέσσῃ ὑσμίνῃ δηϊοτῆτος. 20.246 ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι 20.247 πολλὰ μάλ’, οὐδ’ ἂν νηῦς ἑκατόζυγος ἄχθος ἄροιτο. 20.248 στρεπτὴ δὲ γλῶσσ’ ἐστὶ βροτῶν, πολέες δ’ ἔνι μῦθοι 20.249 παντοῖοι, ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα. 20.250 ὁπποῖόν κ’ εἴπῃσθα ἔπος, τοῖόν κ’ ἐπακούσαις. 20.251 ἀλλὰ τί ἢ ἔριδας καὶ νείκεα νῶϊν ἀνάγκη 20.252 νεικεῖν ἀλλήλοισιν ἐναντίον ὥς τε γυναῖκας, 20.253 αἵ τε χολωσάμεναι ἔριδος πέρι θυμοβόροιο 20.254 νεικεῦσ’ ἀλλήλῃσι μέσην ἐς ἄγυιαν ἰοῦσαι 20.255 πόλλ’ ἐτεά τε καὶ οὐκί: χόλος δέ τε καὶ τὰ κελεύει. 20.256 ἀλκῆς δ’ οὔ μ’ ἐπέεσσιν ἀποτρέψεις μεμαῶτα 20.257 πρὶν χαλκῷ μαχέσασθαι ἐναντίον: ἀλλ’ ἄγε θᾶσσον 20.258 γευσόμεθ’ ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν. 20.259 ἦ ῥα καὶ ἐν δεινῷ σάκει ἤλασεν ὄβριμον ἔγχος 20.260 σμερδαλέῳ: μέγα δ’ ἀμφὶ σάκος μύκε δουρὸς ἀκωκῇ. 20.261 Πηλεΐδης δὲ σάκος μὲν ἀπὸ ἕο χειρὶ παχείῃ 20.262 ἔσχετο ταρβήσας: φάτο γὰρ δολιχόσκιον ἔγχος 20.263 ῥέα διελεύσεσθαι μεγαλήτορος Αἰνείαο 20.264 νήπιος, οὐδ’ ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμὸν 20.265 ὡς οὐ ῥηΐδι’ ἐστὶ θεῶν ἐρικυδέα δῶρα 20.266 ἀνδράσι γε θνητοῖσι δαμήμεναι οὐδ’ ὑποείκειν. 20.267 οὐδὲ τότ’ Αἰνείαο δαΐφρονος ὄβριμον ἔγχος 20.268 ῥῆξε σάκος: χρυσὸς γὰρ ἐρύκακε, δῶρα θεοῖο: 20.269 ἀλλὰ δύω μὲν ἔλασσε διὰ πτύχας, αἳ δ’ ἄρ’ ἔτι τρεῖς 20.270 ἦσαν, ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων, 20.271 τὰς δύο χαλκείας, δύο δ’ ἔνδοθι κασσιτέροιο, 20.272 τὴν δὲ μίαν χρυσῆν, τῇ ῥ’ ἔσχετο μείλινον ἔγχος. 20.273 δεύτερος αὖτ’ Ἀχιλεὺς προΐει δολιχόσκιον ἔγχος, 20.274 καὶ βάλεν Αἰνείαο κατ’ ἀσπίδα πάντοσ’ ἐΐσην 20.275 ἄντυγ’ ὕπο πρώτην, ᾗ λεπτότατος θέε χαλκός, 20.276 λεπτοτάτη δ’ ἐπέην ῥινὸς βοός: ἣ δὲ διὰ πρὸ 20.277 Πηλιὰς ἤϊξεν μελίη, λάκε δ’ ἀσπὶς ὑπ’ αὐτῆς. 20.278 Αἰνείας δ’ ἐάλη καὶ ἀπὸ ἕθεν ἀσπίδ’ ἀνέσχε 20.279 δείσας: ἐγχείη δ’ ἄρ’ ὑπὲρ νώτου ἐνὶ γαίῃ 20.280 ἔστη ἱεμένη, διὰ δ’ ἀμφοτέρους ἕλε κύκλους 20.281 ἀσπίδος ἀμφιβρότης: ὃ δ’ ἀλευάμενος δόρυ μακρὸν 20.282 ἔστη, κὰδ δ’ ἄχος οἱ χύτο μυρίον ὀφθαλμοῖσι, 20.283 ταρβήσας ὅ οἱ ἄγχι πάγη βέλος. αὐτὰρ Ἀχιλλεὺς 20.284 ἐμμεμαὼς ἐπόρουσεν ἐρυσσάμενος ξίφος ὀξὺ 20.285 σμερδαλέα ἰάχων: ὃ δὲ χερμάδιον λάβε χειρὶ 20.286 Αἰνείας, μέγα ἔργον, ὃ οὐ δύο γ’ ἄνδρε φέροιεν, 20.287 οἷοι νῦν βροτοί εἰσ’: ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος. 20.288 ἔνθά κεν Αἰνείας μὲν ἐπεσσύμενον βάλε πέτρῳ 20.289 ἢ κόρυθ’ ἠὲ σάκος, τό οἱ ἤρκεσε λυγρὸν ὄλεθρον, 20.290 τὸν δέ κε Πηλεΐδης σχεδὸν ἄορι θυμὸν ἀπηύρα, 20.291 εἰ μὴ ἄρ’ ὀξὺ νόησε Ποσειδάων ἐνοσίχθων: 20.292 αὐτίκα δ’ ἀθανάτοισι θεοῖς μετὰ μῦθον ἔειπεν: 20.293 ὢ πόποι ἦ μοι ἄχος μεγαλήτορος Αἰνείαο, 20.294 ὃς τάχα Πηλεΐωνι δαμεὶς Ἄϊδος δὲ κάτεισι 20.295 πειθόμενος μύθοισιν Ἀπόλλωνος ἑκάτοιο 20.296 νήπιος, οὐδέ τί οἱ χραισμήσει λυγρὸν ὄλεθρον. 20.297 ἀλλὰ τί ἢ νῦν οὗτος ἀναίτιος ἄλγεα πάσχει 20.298 μὰψ ἕνεκ’ ἀλλοτρίων ἀχέων, κεχαρισμένα δ’ αἰεὶ 20.299 δῶρα θεοῖσι δίδωσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν; 20.300 ἀλλ’ ἄγεθ’ ἡμεῖς πέρ μιν ὑπὲκ θανάτου ἀγάγωμεν, 20.301 μή πως καὶ Κρονίδης κεχολώσεται, αἴ κεν Ἀχιλλεὺς 20.302 τόνδε κατακτείνῃ: μόριμον δέ οἵ ἐστ’ ἀλέασθαι, 20.303 ὄφρα μὴ ἄσπερμος γενεὴ καὶ ἄφαντος ὄληται 20.304 Δαρδάνου, ὃν Κρονίδης περὶ πάντων φίλατο παίδων 20.305 οἳ ἕθεν ἐξεγένοντο γυναικῶν τε θνητάων. 20.306 ἤδη γὰρ Πριάμου γενεὴν ἔχθηρε Κρονίων: 20.307 νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει 20.308 καὶ παίδων παῖδες, τοί κεν μετόπισθε γένωνται. 20.309 τὸν δ’ ἠμείβετ’ ἔπειτα βοῶπις πότνια Ἥρη: 20.310 ἐννοσίγαι’, αὐτὸς σὺ μετὰ φρεσὶ σῇσι νόησον 20.311 Αἰνείαν ἤ κέν μιν ἐρύσσεαι ἦ κεν ἐάσῃς 20.312 Πηλεΐδῃ Ἀχιλῆϊ δαμήμεναι, ἐσθλὸν ἐόντα. 20.313 ἤτοι μὲν γὰρ νῶϊ πολέας ὠμόσσαμεν ὅρκους 20.314 πᾶσι μετ’ ἀθανάτοισιν ἐγὼ καὶ Παλλὰς Ἀθήνη 20.315 μή ποτ’ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ, 20.316 μηδ’ ὁπότ’ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται 20.317 καιομένη, καίωσι δ’ ἀρήϊοι υἷες Ἀχαιῶν. 20.318 αὐτὰρ ἐπεὶ τό γ’ ἄκουσε Ποσειδάων ἐνοσίχθων, 20.319 βῆ ῥ’ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων, 20.320 ἷξε δ’ ὅθ’ Αἰνείας ἠδ’ ὃ κλυτὸς ἦεν Ἀχιλλεύς. 20.321 αὐτίκα τῷ μὲν ἔπειτα κατ’ ὀφθαλμῶν χέεν ἀχλὺν 20.322 Πηλεΐδῃ Ἀχιλῆϊ: ὃ δὲ μελίην εὔχαλκον 20.323 ἀσπίδος ἐξέρυσεν μεγαλήτορος Αἰνείαο: 20.324 καὶ τὴν μὲν προπάροιθε ποδῶν Ἀχιλῆος ἔθηκεν, 20.325 Αἰνείαν δ’ ἔσσευεν ἀπὸ χθονὸς ὑψόσ’ ἀείρας. 20.326 πολλὰς δὲ στίχας ἡρώων, πολλὰς δὲ καὶ ἵππων 20.327 Αἰνείας ὑπερᾶλτο θεοῦ ἀπὸ χειρὸς ὀρούσας, 20.328 ἷξε δ’ ἐπ’ ἐσχατιὴν πολυάϊκος πολέμοιο, 20.329 ἔνθά τε Καύκωνες πόλεμον μέτα θωρήσσοντο. 20.330 τῷ δὲ μάλ’ ἐγγύθεν ἦλθε Ποσειδάων ἐνοσίχθων, 20.331 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα: 20.332 Αἰνεία, τίς σ’ ὧδε θεῶν ἀτέοντα κελεύει 20.333 ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι, 20.334 ὃς σεῦ ἅμα κρείσσων καὶ φίλτερος ἀθανάτοισιν; 20.335 ἀλλ’ ἀναχωρῆσαι ὅτε κεν συμβλήσεαι αὐτῷ, 20.336 μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος εἰσαφίκηαι. 20.337 αὐτὰρ ἐπεί κ’ Ἀχιλεὺς θάνατον καὶ πότμον ἐπίσπῃ, 20.338 θαρσήσας δὴ ἔπειτα μετὰ πρώτοισι μάχεσθαι: 20.339 οὐ μὲν γάρ τίς σ’ ἄλλος Ἀχαιῶν ἐξεναρίξει. 20.340 ὣς εἰπὼν λίπεν αὐτόθ’, ἐπεὶ διεπέφραδε πάντα. 20.341 αἶψα δ’ ἔπειτ’ Ἀχιλῆος ἀπ’ ὀφθαλμῶν σκέδασ’ ἀχλὺν 20.342 θεσπεσίην: ὃ δ’ ἔπειτα μέγ’ ἔξιδεν ὀφθαλμοῖσιν, 20.343 ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν: 20.344 ὢ πόποι ἦ μέγα θαῦμα τόδ’ ὀφθαλμοῖσιν ὁρῶμαι: 20.345 ἔγχος μὲν τόδε κεῖται ἐπὶ χθονός, οὐδέ τι φῶτα 20.346 λεύσσω, τῷ ἐφέηκα κατακτάμεναι μενεαίνων. 20.347 ἦ ῥα καὶ Αἰνείας φίλος ἀθανάτοισι θεοῖσιν 20.348 ἦεν: ἀτάρ μιν ἔφην μὰψ αὔτως εὐχετάασθαι. 20.349 ἐρρέτω: οὔ οἱ θυμὸς ἐμεῦ ἔτι πειρηθῆναι 20.350 ἔσσεται, ὃς καὶ νῦν φύγεν ἄσμενος ἐκ θανάτοιο. 20.351 ἀλλ’ ἄγε δὴ Δαναοῖσι φιλοπτολέμοισι κελεύσας 20.352 τῶν ἄλλων Τρώων πειρήσομαι ἀντίος ἐλθών. 20.353 ἦ, καὶ ἐπὶ στίχας ἆλτο, κέλευε δὲ φωτὶ ἑκάστῳ: 20.354 μηκέτι νῦν Τρώων ἑκὰς ἕστατε δῖοι Ἀχαιοί, 20.355 ἀλλ’ ἄγ’ ἀνὴρ ἄντ’ ἀνδρὸς ἴτω, μεμάτω δὲ μάχεσθαι. 20.356 ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι 20.357 τοσσούσδ’ ἀνθρώπους ἐφέπειν καὶ πᾶσι μάχεσθαι: 20.358 οὐδέ κ’ Ἄρης, ὅς περ θεὸς ἄμβροτος, οὐδέ κ’ Ἀθήνη 20.359 τοσσῆσδ’ ὑσμίνης ἐφέποι στόμα καὶ πονέοιτο: 20.360 ἀλλ’ ὅσσον μὲν ἐγὼ δύναμαι χερσίν τε ποσίν τε 20.361 καὶ σθένει, οὔ μ’ ἔτι φημὶ μεθησέμεν οὐδ’ ἠβαιόν, 20.362 ἀλλὰ μάλα στιχὸς εἶμι διαμπερές, οὐδέ τιν’ οἴω 20.363 Τρώων χαιρήσειν, ὅς τις σχεδὸν ἔγχεος ἔλθῃ. 20.364 ὣς φάτ’ ἐποτρύνων: Τρώεσσι δὲ φαίδιμος Ἕκτωρ 20.365 κέκλεθ’ ὁμοκλήσας, φάτο δ’ ἴμεναι ἄντ’ Ἀχιλῆος: 20.366 Τρῶες ὑπέρθυμοι μὴ δείδιτε Πηλεΐωνα. 20.367 καί κεν ἐγὼ ἐπέεσσι καὶ ἀθανάτοισι μαχοίμην, 20.368 ἔγχεϊ δ’ ἀργαλέον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσιν. 20.369 οὐδ’ Ἀχιλεὺς πάντεσσι τέλος μύθοις ἐπιθήσει, 20.370 ἀλλὰ τὸ μὲν τελέει, τὸ δὲ καὶ μεσσηγὺ κολούει. 20.371 τοῦ δ’ ἐγὼ ἀντίος εἶμι καὶ εἰ πυρὶ χεῖρας ἔοικεν, 20.372 εἰ πυρὶ χεῖρας ἔοικε, μένος δ’ αἴθωνι σιδήρῳ. 20.373 ὣς φάτ’ ἐποτρύνων, οἳ δ’ ἀντίοι ἔγχε’ ἄειραν 20.374 Τρῶες: τῶν δ’ ἄμυδις μίχθη μένος, ὦρτο δ’ ἀϋτή. 20.375 καὶ τότ’ ἄρ’ Ἕκτορα εἶπε παραστὰς Φοῖβος Ἀπόλλων: 20.376 Ἕκτορ μηκέτι πάμπαν Ἀχιλλῆϊ προμάχιζε, 20.377 ἀλλὰ κατὰ πληθύν τε καὶ ἐκ φλοίσβοιο δέδεξο, 20.378 μή πώς σ’ ἠὲ βάλῃ ἠὲ σχεδὸν ἄορι τύψῃ. 20.379 ὣς ἔφαθ’, Ἕκτωρ δ’ αὖτις ἐδύσετο οὐλαμὸν ἀνδρῶν 20.380 ταρβήσας, ὅτ’ ἄκουσε θεοῦ ὄπα φωνήσαντος. 20.381 ἐν δ’ Ἀχιλεὺς Τρώεσσι θόρε φρεσὶν εἱμένος ἀλκὴν 20.382 σμερδαλέα ἰάχων, πρῶτον δ’ ἕλεν Ἰφιτίωνα 20.383 ἐσθλὸν Ὀτρυντεΐδην πολέων ἡγήτορα λαῶν, 20.384 ὃν νύμφη τέκε νηῒς Ὀτρυντῆϊ πτολιπόρθῳ 20.385 Τμώλῳ ὕπο νιφόεντι Ὕδης ἐν πίονι δήμῳ: 20.386 τὸν δ’ ἰθὺς μεμαῶτα βάλ’ ἔγχεϊ δῖος Ἀχιλλεὺς 20.387 μέσσην κὰκ κεφαλήν: ἣ δ’ ἄνδιχα πᾶσα κεάσθη, 20.388 δούπησεν δὲ πεσών, ὃ δ’ ἐπεύξατο δῖος Ἀχιλλεύς: 20.389 κεῖσαι Ὀτρυντεΐδη πάντων ἐκπαγλότατ’ ἀνδρῶν: 20.390 ἐνθάδε τοι θάνατος, γενεὴ δέ τοί ἐστ’ ἐπὶ λίμνῃ 20.391 Γυγαίῃ, ὅθι τοι τέμενος πατρώϊόν ἐστιν 20.392 Ὕλλῳ ἐπ’ ἰχθυόεντι καὶ Ἕρμῳ δινήεντι. 20.393 ὣς ἔφατ’ εὐχόμενος, τὸν δὲ σκότος ὄσσε κάλυψε. 20.394 τὸν μὲν Ἀχαιῶν ἵπποι ἐπισσώτροις δατέοντο 20.395 πρώτῃ ἐν ὑσμίνῃ: ὃ δ’ ἐπ’ αὐτῷ Δημολέοντα 20.396 ἐσθλὸν ἀλεξητῆρα μάχης Ἀντήνορος υἱὸν 20.397 νύξε κατὰ κρόταφον, κυνέης διὰ χαλκοπαρῄου. 20.398 οὐδ’ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ δι’ αὐτῆς 20.399 αἰχμὴ ἱεμένη ῥῆξ’ ὀστέον, ἐγκέφαλος δὲ 20.400 ἔνδον ἅπας πεπάλακτο: δάμασσε δέ μιν μεμαῶτα. 20.401 Ἱπποδάμαντα δ’ ἔπειτα καθ’ ἵππων ἀΐξαντα 20.402 πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρί. 20.403 αὐτὰρ ὃ θυμὸν ἄϊσθε καὶ ἤρυγεν, ὡς ὅτε ταῦρος 20.404 ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτα 20.405 κούρων ἑλκόντων: γάνυται δέ τε τοῖς ἐνοσίχθων: 20.406 ὣς ἄρα τόν γ’ ἐρυγόντα λίπ’ ὀστέα θυμὸς ἀγήνωρ: 20.407 αὐτὰρ ὃ βῆ σὺν δουρὶ μετ’ ἀντίθεον Πολύδωρον 20.408 Πριαμίδην. τὸν δ’ οὔ τι πατὴρ εἴασκε μάχεσθαι, 20.409 οὕνεκά οἱ μετὰ παισὶ νεώτατος ἔσκε γόνοιο, 20.410 καί οἱ φίλτατος ἔσκε, πόδεσσι δὲ πάντας ἐνίκα 20.411 δὴ τότε νηπιέῃσι ποδῶν ἀρετὴν ἀναφαίνων 20.412 θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν. 20.413 τὸν βάλε μέσσον ἄκοντι ποδάρκης δῖος Ἀχιλλεὺς 20.414 νῶτα παραΐσσοντος, ὅθι ζωστῆρος ὀχῆες 20.415 χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ: 20.416 ἀντικρὺ δὲ διέσχε παρ’ ὀμφαλὸν ἔγχεος αἰχμή, 20.417 γνὺξ δ’ ἔριπ’ οἰμώξας, νεφέλη δέ μιν ἀμφεκάλυψε 20.418 κυανέη, προτὶ οἷ δ’ ἔλαβ’ ἔντερα χερσὶ λιασθείς. 20.419 Ἕκτωρ δ’ ὡς ἐνόησε κασίγνητον Πολύδωρον 20.420 ἔντερα χερσὶν ἔχοντα λιαζόμενον ποτὶ γαίη 20.421 κάρ ῥά οἱ ὀφθαλμῶν κέχυτ’ ἀχλύς: οὐδ’ ἄρ’ ἔτ’ ἔτλη 20.422 δηρὸν ἑκὰς στρωφᾶσθ’, ἀλλ’ ἀντίος ἦλθ’ Ἀχιλῆϊ 20.423 ὀξὺ δόρυ κραδάων φλογὶ εἴκελος: αὐτὰρ Ἀχιλλεὺς 20.424 ὡς εἶδ’, ὣς ἀνεπᾶλτο, καὶ εὐχόμενος ἔπος ηὔδα: 20.425 ἐγγὺς ἀνὴρ ὃς ἐμόν γε μάλιστ’ ἐσεμάσσατο θυμόν, 20.426 ὅς μοι ἑταῖρον ἔπεφνε τετιμένον: οὐδ’ ἂν ἔτι δὴν 20.427 ἀλλήλους πτώσσοιμεν ἀνὰ πτολέμοιο γεφύρας. 20.428 ἦ, καὶ ὑπόδρα ἰδὼν προσεφώνεεν Ἕκτορα δῖον: 20.429 ἆσσον ἴθ’ ὥς κεν θᾶσσον ὀλέθρου πείραθ’ ἵκηαι. 20.430 τὸν δ’ οὐ ταρβήσας προσέφη κορυθαίολος Ἕκτωρ: 20.431 Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς 20.432 ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς 20.433 ἠμὲν κερτομίας ἠδ’ αἴσυλα μυθήσασθαι. 20.434 οἶδα δ’ ὅτι σὺ μὲν ἐσθλός, ἐγὼ δὲ σέθεν πολὺ χείρων. 20.435 ἀλλ’ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται, 20.436 αἴ κέ σε χειρότερός περ ἐὼν ἀπὸ θυμὸν ἕλωμαι 20.437 δουρὶ βαλών, ἐπεὶ ἦ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν. 20.438 ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δόρυ, καὶ τό γ’ Ἀθήνη 20.439 πνοιῇ Ἀχιλλῆος πάλιν ἔτραπε κυδαλίμοιο 20.440 ἦκα μάλα ψύξασα: τὸ δ’ ἂψ ἵκεθ’ Ἕκτορα δῖον, 20.441 αὐτοῦ δὲ προπάροιθε ποδῶν πέσεν. αὐτὰρ Ἀχιλλεὺς 20.442 ἐμμεμαὼς ἐπόρουσε κατακτάμεναι μενεαίνων, 20.443 σμερδαλέα ἰάχων: τὸν δ’ ἐξήρπαξεν Ἀπόλλων 20.444 ῥεῖα μάλ’ ὥς τε θεός, ἐκάλυψε δ’ ἄρ’ ἠέρι πολλῇ. 20.445 τρὶς μὲν ἔπειτ’ ἐπόρουσε ποδάρκης δῖος Ἀχιλλεὺς 20.446 ἔγχεϊ χαλκείῳ, τρὶς δ’ ἠέρα τύψε βαθεῖαν. 20.447 ἀλλ’ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος, 20.448 δεινὰ δ’ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα: 20.449 ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον: ἦ τέ τοι ἄγχι 20.450 ἦλθε κακόν: νῦν αὖτέ σ’ ἐρύσατο Φοῖβος Ἀπόλλων, 20.451 ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων. 20.452 ἦ θήν σ’ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας, 20.453 εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι. 20.454 νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω. 20.455 ὣς εἰπὼν Δρύοπ’ οὖτα κατ’ αὐχένα μέσσον ἄκοντι: 20.456 ἤριπε δὲ προπάροιθε ποδῶν: ὃ δὲ τὸν μὲν ἔασε, 20.457 Δημοῦχον δὲ Φιλητορίδην ἠΰν τε μέγαν τε 20.458 κὰγ γόνυ δουρὶ βαλὼν ἠρύκακε. τὸν μὲν ἔπειτα 20.459 οὐτάζων ξίφεϊ μεγάλῳ ἐξαίνυτο θυμόν: 20.460 αὐτὰρ ὃ Λαόγονον καὶ Δάρδανον υἷε Βίαντος 20.461 ἄμφω ἐφορμηθεὶς ἐξ ἵππων ὦσε χαμᾶζε, 20.462 τὸν μὲν δουρὶ βαλών, τὸν δὲ σχεδὸν ἄορι τύψας. 20.463 Τρῶα δ’ Ἀλαστορίδην, ὃ μὲν ἀντίος ἤλυθε γούνων, 20.464 εἴ πώς εὑ πεφίδοιτο λαβὼν καὶ ζωὸν ἀφείη 20.465 μηδὲ κατακτείνειεν ὁμηλικίην ἐλεήσας, 20.466 νήπιος, οὐδὲ τὸ ᾔδη ὃ οὐ πείσεσθαι ἔμελλεν: 20.467 οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐδ’ ἀγανόφρων, 20.468 ἀλλὰ μάλ’ ἐμμεμαώς: ὃ μὲν ἥπτετο χείρεσι γούνων 20.469 ἱέμενος λίσσεσθ’, ὃ δὲ φασγάνῳ οὖτα καθ’ ἧπαρ: 20.470 ἐκ δέ οἱ ἧπαρ ὄλισθεν, ἀτὰρ μέλαν αἷμα κατ’ αὐτοῦ 20.471 κόλπον ἐνέπλησεν: τὸν δὲ σκότος ὄσσε κάλυψε 20.472 θυμοῦ δευόμενον: ὃ δὲ Μούλιον οὖτα παραστὰς 20.473 δουρὶ κατ’ οὖς: εἶθαρ δὲ δι’ οὔατος ἦλθ’ ἑτέροιο 20.474 αἰχμὴ χαλκείη: ὃ δ’ Ἀγήνορος υἱὸν Ἔχεκλον 20.475 μέσσην κὰκ κεφαλὴν ξίφει ἤλασε κωπήεντι, 20.476 πᾶν δ’ ὑπεθερμάνθη ξίφος αἵματι: τὸν δὲ κατ’ ὄσσε 20.477 ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή. 20.478 Δευκαλίωνα δ’ ἔπειθ’, ἵνα τε ξυνέχουσι τένοντες 20.479 ἀγκῶνος, τῇ τόν γε φίλης διὰ χειρὸς ἔπειρεν 20.480 αἰχμῇ χαλκείῃ: ὃ δέ μιν μένε χεῖρα βαρυνθεὶς 20.481 πρόσθ’ ὁρόων θάνατον: ὃ δὲ φασγάνῳ αὐχένα θείνας 20.482 τῆλ’ αὐτῇ πήληκι κάρη βάλε: μυελὸς αὖτε 20.483 σφονδυλίων ἔκπαλθ’, ὃ δ’ ἐπὶ χθονὶ κεῖτο τανυσθείς. 20.484 αὐτὰρ ὃ βῆ ῥ’ ἰέναι μετ’ ἀμύμονα Πείρεω υἱὸν 20.485 Ῥίγμον, ὃς ἐκ Θρῄκης ἐριβώλακος εἰληλούθει: 20.486 τὸν βάλε μέσσον ἄκοντι, πάγη δ’ ἐν νηδύϊ χαλκός, 20.487 ἤριπε δ’ ἐξ ὀχέων: ὃ δ’ Ἀρηΐθοον θεράποντα 20.488 ἂψ ἵππους στρέψαντα μετάφρενον ὀξέϊ δουρὶ 20.489 νύξ’, ἀπὸ δ’ ἅρματος ὦσε: κυκήθησαν δέ οἱ ἵπποι. 20.490 ὡς δ’ ἀναμαιμάει βαθέ’ ἄγκεα θεσπιδαὲς πῦρ 20.491 οὔρεος ἀζαλέοιο, βαθεῖα δὲ καίεται ὕλη, 20.492 πάντῃ τε κλονέων ἄνεμος φλόγα εἰλυφάζει, 20.493 ὣς ὅ γε πάντῃ θῦνε σὺν ἔγχεϊ δαίμονι ἶσος 20.494 κτεινομένους ἐφέπων: ῥέε δ’ αἵματι γαῖα μέλαινα. 20.495 ὡς δ’ ὅτε τις ζεύξῃ βόας ἄρσενας εὐρυμετώπους 20.496 τριβέμεναι κρῖ λευκὸν ἐϋκτιμένῃ ἐν ἀλωῇ, 20.497 ῥίμφά τε λέπτ’ ἐγένοντο βοῶν ὑπὸ πόσσ’ ἐριμύκων, 20.498 ὣς ὑπ’ Ἀχιλλῆος μεγαθύμου μώνυχες ἵπποι 20.499 στεῖβον ὁμοῦ νέκυάς τε καὶ ἀσπίδας: αἵματι δ’ ἄξων 20.500 νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον, 20.501 ἃς ἄρ’ ἀφ’ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον 20.502 αἵ τ’ ἀπ’ ἐπισσώτρων: ὃ δὲ ἵετο κῦδος ἀρέσθαι 20.503 Πηλεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους. 21.001 ἀλλ’ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο 21.002 Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς, 21.003 ἔνθα διατμήξας τοὺς μὲν πεδίον δὲ δίωκε 21.004 πρὸς πόλιν, ᾗ περ Ἀχαιοὶ ἀτυζόμενοι φοβέοντο 21.005 ἤματι τῷ προτέρῳ, ὅτε μαίνετο φαίδιμος Ἕκτωρ: 21.006 τῇ ῥ’ οἵ γε προχέοντο πεφυζότες, ἠέρα δ’ Ἥρη 21.007 πίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν: ἡμίσεες δὲ 21.008 ἐς ποταμὸν εἰλεῦντο βαθύρροον ἀργυροδίνην, 21.009 ἐν δ’ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δ’ αἰπὰ ῥέεθρα, 21.010 ὄχθαι δ’ ἀμφὶ περὶ μεγάλ’ ἴαχον: οἳ δ’ ἀλαλητῷ 21.011 ἔννεον ἔνθα καὶ ἔνθα ἑλισσόμενοι περὶ δίνας. 21.012 ὡς δ’ ὅθ’ ὑπὸ ῥιπῆς πυρὸς ἀκρίδες ἠερέθονται 21.013 φευγέμεναι ποταμὸν δέ: τὸ δὲ φλέγει ἀκάματον πῦρ 21.014 ὄρμενον ἐξαίφνης, ταὶ δὲ πτώσσουσι καθ’ ὕδωρ: 21.015 ὣς ὑπ’ Ἀχιλλῆος Ξάνθου βαθυδινήεντος 21.016 πλῆτο ῥόος κελάδων ἐπιμὶξ ἵππων τε καὶ ἀνδρῶν. 21.017 αὐτὰρ ὃ διογενὴς δόρυ μὲν λίπεν αὐτοῦ ἐπ’ ὄχθῃ 21.018 κεκλιμένον μυρίκῃσιν, ὃ δ’ ἔσθορε δαίμονι ἶσος 21.019 φάσγανον οἶον ἔχων, κακὰ δὲ φρεσὶ μήδετο ἔργα, 21.020 τύπτε δ’ ἐπιστροφάδην: τῶν δὲ στόνος ὄρνυτ’ ἀεικὴς 21.021 ἄορι θεινομένων, ἐρυθαίνετο δ’ αἵματι ὕδωρ. 21.022 ὡς δ’ ὑπὸ δελφῖνος μεγακήτεος ἰχθύες ἄλλοι 21.023 φεύγοντες πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμου 21.024 δειδιότες: μάλα γάρ τε κατεσθίει ὅν κε λάβῃσιν: 21.025 ὣς Τρῶες ποταμοῖο κατὰ δεινοῖο ῥέεθρα 21.026 πτῶσσον ὑπὸ κρημνούς. ὃ δ’ ἐπεὶ κάμε χεῖρας ἐναίρων, 21.027 ζωοὺς ἐκ ποταμοῖο δυώδεκα λέξατο κούρους 21.028 ποινὴν Πατρόκλοιο Μενοιτιάδαο θανόντος: 21.029 τοὺς ἐξῆγε θύραζε τεθηπότας ἠΰτε νεβρούς, 21.030 δῆσε δ’ ὀπίσσω χεῖρας ἐϋτμήτοισιν ἱμᾶσι, 21.031 τοὺς αὐτοὶ φορέεσκον ἐπὶ στρεπτοῖσι χιτῶσι, 21.032 δῶκε δ’ ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας. 21.033 αὐτὰρ ὃ ἂψ ἐπόρουσε δαϊζέμεναι μενεαίνων. 21.034 ἔνθ’ υἷι Πριάμοιο συνήντετο Δαρδανίδαο 21.035 ἐκ ποταμοῦ φεύγοντι Λυκάονι, τόν ῥά ποτ’ αὐτὸς 21.036 ἦγε λαβὼν ἐκ πατρὸς ἀλωῆς οὐκ ἐθέλοντα 21.037 ἐννύχιος προμολών: ὃ δ’ ἐρινεὸν ὀξέϊ χαλκῷ 21.038 τάμνε νέους ὄρπηκας, ἵν’ ἅρματος ἄντυγες εἶεν: 21.039 τῷ δ’ ἄρ’ ἀνώϊστον κακὸν ἤλυθε δῖος Ἀχιλλεύς. 21.040 καὶ τότε μέν μιν Λῆμνον ἐϋκτιμένην ἐπέρασσε 21.041 νηυσὶν ἄγων, ἀτὰρ υἱὸς Ἰήσονος ὦνον ἔδωκε: 21.042 κεῖθεν δὲ ξεῖνός μιν ἐλύσατο πολλὰ δ’ ἔδωκεν 21.043 Ἴμβριος Ἠετίων, πέμψεν δ’ ἐς δῖαν Ἀρίσβην: 21.044 ἔνθεν ὑπεκπροφυγὼν πατρώϊον ἵκετο δῶμα. 21.045 ἕνδεκα δ’ ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισιν 21.046 ἐλθὼν ἐκ Λήμνοιο: δυωδεκάτῃ δέ μιν αὖτις 21.047 χερσὶν Ἀχιλλῆος θεὸς ἔμβαλεν, ὅς μιν ἔμελλε 21.048 πέμψειν εἰς Ἀΐδαο καὶ οὐκ ἐθέλοντα νέεσθαι. 21.049 τὸν δ’ ὡς οὖν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεὺς 21.050 γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδ’ ἔχεν ἔγχος, 21.051 ἀλλὰ τὰ μέν ῥ’ ἀπὸ πάντα χαμαὶ βάλε: τεῖρε γὰρ ἱδρὼς 21.052 φεύγοντ’ ἐκ ποταμοῦ, κάματος δ’ ὑπὸ γούνατ’ ἐδάμνα: 21.053 ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν: 21.054 ὢ πόποι ἦ μέγα θαῦμα τόδ’ ὀφθαλμοῖσιν ὁρῶμαι: 21.055 ἦ μάλα δὴ Τρῶες μεγαλήτορες οὕς περ ἔπεφνον 21.056 αὖτις ἀναστήσονται ὑπὸ ζόφου ἠερόεντος, 21.057 οἷον δὴ καὶ ὅδ’ ἦλθε φυγὼν ὕπο νηλεὲς ἦμαρ 21.058 Λῆμνον ἐς ἠγαθέην πεπερημένος: οὐδέ μιν ἔσχε 21.059 πόντος ἁλὸς πολιῆς, ὃ πολέας ἀέκοντας ἐρύκει. 21.060 ἀλλ’ ἄγε δὴ καὶ δουρὸς ἀκωκῆς ἡμετέροιο 21.061 γεύσεται, ὄφρα ἴδωμαι ἐνὶ φρεσὶν ἠδὲ δαείω 21.062 ἢ ἄρ’ ὁμῶς καὶ κεῖθεν ἐλεύσεται, ἦ μιν ἐρύξει 21.063 γῆ φυσίζοος, ἥ τε κατὰ κρατερόν περ ἐρύκει. 21.064 ὣς ὅρμαινε μένων: ὃ δέ οἱ σχεδὸν ἦλθε τεθηπὼς 21.065 γούνων ἅψασθαι μεμαώς, περὶ δ’ ἤθελε θυμῷ 21.066 ἐκφυγέειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν. 21.067 ἤτοι ὃ μὲν δόρυ μακρὸν ἀνέσχετο δῖος Ἀχιλλεὺς 21.068 οὐτάμεναι μεμαώς, ὃ δ’ ὑπέδραμε καὶ λάβε γούνων 21.069 κύψας: ἐγχείη δ’ ἄρ’ ὑπὲρ νώτου ἐνὶ γαίῃ 21.070 ἔστη ἱεμένη χροὸς ἄμεναι ἀνδρομέοιο. 21.071 αὐτὰρ ὃ τῇ ἑτέρῃ μὲν ἑλὼν ἐλλίσσετο γούνων, 21.072 τῇ δ’ ἑτέρῃ ἔχεν ἔγχος ἀκαχμένον οὐδὲ μεθίει: 21.073 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα: 21.074 γουνοῦμαι σ’ Ἀχιλεῦ: σὺ δέ μ’ αἴδεο καί μ’ ἐλέησον: 21.075 ἀντί τοί εἰμ’ ἱκέταο διοτρεφὲς αἰδοίοιο: 21.076 πὰρ γὰρ σοὶ πρώτῳ πασάμην Δημήτερος ἀκτὴν 21.077 ἤματι τῷ ὅτε μ’ εἷλες ἐϋκτιμένῃ ἐν ἀλωῇ, 21.078 καί μ’ ἐπέρασσας ἄνευθεν ἄγων πατρός τε φίλων τε 21.079 Λῆμνον ἐς ἠγαθέην, ἑκατόμβοιον δέ τοι ἦλφον. 21.080 νῦν δὲ λύμην τρὶς τόσσα πορών: ἠὼς δέ μοί ἐστιν 21.081 ἥδε δυωδεκάτη, ὅτ’ ἐς Ἴλιον εἰλήλουθα 21.082 πολλὰ παθών: νῦν αὖ με τεῇς ἐν χερσὶν ἔθηκε 21.083 μοῖρ’ ὀλοή: μέλλω που ἀπεχθέσθαι Διὶ πατρί, 21.084 ὅς με σοὶ αὖτις δῶκε: μινυνθάδιον δέ με μήτηρ 21.085 γείνατο Λαοθόη θυγάτηρ Ἄλταο γέροντος 21.086 Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει 21.087 Πήδασον αἰπήεσσαν ἔχων ἐπὶ Σατνιόεντι. 21.088 τοῦ δ’ ἔχε θυγατέρα Πρίαμος, πολλὰς δὲ καὶ ἄλλας: 21.089 τῆς δὲ δύω γενόμεσθα, σὺ δ’ ἄμφω δειροτομήσεις, 21.090 ἤτοι τὸν πρώτοισι μετὰ πρυλέεσσι δάμασσας 21.091 ἀντίθεον Πολύδωρον, ἐπεὶ βάλες ὀξέϊ δουρί: 21.092 νῦν δὲ δὴ ἐνθάδ’ ἐμοὶ κακὸν ἔσσεται: οὐ γὰρ ὀΐω 21.093 σὰς χεῖρας φεύξεσθαι, ἐπεί ῥ’ ἐπέλασσέ γε δαίμων. 21.094 ἄλλο δέ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσι: 21.095 μή με κτεῖν’, ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορός εἰμι, 21.096 ὅς τοι ἑταῖρον ἔπεφνεν ἐνηέα τε κρατερόν τε. 21.097 ὣς ἄρα μιν Πριάμοιο προσηύδα φαίδιμος υἱὸς 21.098 λισσόμενος ἐπέεσσιν, ἀμείλικτον δ’ ὄπ’ ἄκουσε: 21.099 νήπιε μή μοι ἄποινα πιφαύσκεο μηδ’ ἀγόρευε: 21.100 πρὶν μὲν γὰρ Πάτροκλον ἐπισπεῖν αἴσιμον ἦμαρ 21.101 τόφρά τί μοι πεφιδέσθαι ἐνὶ φρεσὶ φίλτερον ἦεν 21.102 Τρώων, καὶ πολλοὺς ζωοὺς ἕλον ἠδ’ ἐπέρασσα: 21.103 νῦν δ’ οὐκ ἔσθ’ ὅς τις θάνατον φύγῃ ὅν κε θεός γε 21.104 Ἰλίου προπάροιθεν ἐμῇς ἐν χερσὶ βάλῃσι 21.105 καὶ πάντων Τρώων, περὶ δ’ αὖ Πριάμοιό γε παίδων. 21.106 ἀλλὰ φίλος θάνε καὶ σύ: τί ἦ ὀλοφύρεαι οὕτως; 21.107 κάτθανε καὶ Πάτροκλος, ὅ περ σέο πολλὸν ἀμείνων. 21.108 οὐχ ὁράᾳς οἷος καὶ ἐγὼ καλός τε μέγας τε; 21.109 πατρὸς δ’ εἴμ’ ἀγαθοῖο, θεὰ δέ με γείνατο μήτηρ: 21.110 ἀλλ’ ἔπι τοι καὶ ἐμοὶ θάνατος καὶ μοῖρα κραταιή: 21.111 ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ 21.112 ὁππότε τις καὶ ἐμεῖο Ἄρῃ ἐκ θυμὸν ἕληται 21.113 ἢ ὅ γε δουρὶ βαλὼν ἢ ἀπὸ νευρῆφιν ὀϊστῷ. 21.114 ὣς φάτο, τοῦ δ’ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ: 21.115 ἔγχος μέν ῥ’ ἀφέηκεν, ὃ δ’ ἕζετο χεῖρε πετάσσας 21.116 ἀμφοτέρας: Ἀχιλεὺς δὲ ἐρυσσάμενος ξίφος ὀξὺ 21.117 τύψε κατὰ κληῗδα παρ’ αὐχένα, πᾶν δέ οἱ εἴσω 21.118 δῦ ξίφος ἄμφηκες: ὃ δ’ ἄρα πρηνὴς ἐπὶ γαίῃ 21.119 κεῖτο ταθείς, ἐκ δ’ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν. 21.120 τὸν δ’ Ἀχιλεὺς ποταμὸν δὲ λαβὼν ποδὸς ἧκε φέρεσθαι, 21.121 καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντ’ ἀγόρευεν: 21.122 ἐνταυθοῖ νῦν κεῖσο μετ’ ἰχθύσιν, οἵ σ’ ὠτειλὴν 21.123 αἷμ’ ἀπολιχμήσονται ἀκηδέες: οὐδέ σε μήτηρ 21.124 ἐνθεμένη λεχέεσσι γοήσεται, ἀλλὰ Σκάμανδρος 21.125 οἴσει δινήεις εἴσω ἁλὸς εὐρέα κόλπον: 21.126 θρῴσκων τις κατὰ κῦμα μέλαιναν φρῖχ’ ὑπαΐξει 21.127 ἰχθύς, ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν. 21.128 φθείρεσθ’ εἰς ὅ κεν ἄστυ κιχείομεν Ἰλίου ἱρῆς 21.129 ὑμεῖς μὲν φεύγοντες, ἐγὼ δ’ ὄπιθεν κεραΐζων. 21.130 οὐδ’ ὑμῖν ποταμός περ ἐΰρροος ἀργυροδίνης 21.131 ἀρκέσει, ᾧ δὴ δηθὰ πολέας ἱερεύετε ταύρους, 21.132 ζωοὺς δ’ ἐν δίνῃσι καθίετε μώνυχας ἵππους. 21.133 ἀλλὰ καὶ ὧς ὀλέεσθε κακὸν μόρον, εἰς ὅ κε πάντες 21.134 τίσετε Πατρόκλοιο φόνον καὶ λοιγὸν Ἀχαιῶν, 21.135 οὓς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνετε νόσφιν ἐμεῖο. 21.136 ὣς ἄρ’ ἔφη, ποταμὸς δὲ χολώσατο κηρόθι μᾶλλον, 21.137 ὅρμηνεν δ’ ἀνὰ θυμὸν ὅπως παύσειε πόνοιο 21.138 δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι. 21.139 τόφρα δὲ Πηλέος υἱὸς ἔχων δολιχόσκιον ἔγχος 21.140 Ἀστεροπαίῳ ἐπᾶλτο κατακτάμεναι μενεαίνων 21.141 υἱέϊ Πηλεγόνος: τὸν δ’ Ἀξιὸς εὐρυρέεθρος 21.142 γείνατο καὶ Περίβοια Ἀκεσσαμενοῖο θυγατρῶν 21.143 πρεσβυτάτη: τῇ γάρ ῥα μίγη ποταμὸς βαθυδίνης. 21.144 τῷ ῥ’ Ἀχιλεὺς ἐπόρουσεν, ὃ δ’ ἀντίος ἐκ ποταμοῖο 21.145 ἔστη ἔχων δύο δοῦρε: μένος δέ οἱ ἐν φρεσὶ θῆκε 21.146 Ξάνθος, ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν, 21.147 τοὺς Ἀχιλεὺς ἐδάϊζε κατὰ ῥόον οὐδ’ ἐλέαιρεν. 21.148 οἳ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες, 21.149 τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς: 21.150 τίς πόθεν εἰς ἀνδρῶν ὅ μευ ἔτλης ἀντίος ἐλθεῖν; 21.151 δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι. 21.152 τὸν δ’ αὖ Πηλεγόνος προσεφώνεε φαίδιμος υἱός: 21.153 Πηλεΐδη μεγάθυμε τί ἦ γενεὴν ἐρεείνεις; 21.154 εἴμ’ ἐκ Παιονίης ἐριβώλου τηλόθ’ ἐούσης 21.155 Παίονας ἄνδρας ἄγων δολιχεγχέας: ἥδε δέ μοι νῦν 21.156 ἠὼς ἑνδεκάτη ὅτε Ἴλιον εἰλήλουθα. 21.157 αὐτὰρ ἐμοὶ γενεὴ ἐξ Ἀξιοῦ εὐρὺ ῥέοντος 21.158 Ἀξιοῦ, ὃς κάλλιστον ὕδωρ ἐπὶ γαῖαν ἵησιν, 21.159 ὃς τέκε Πηλεγόνα κλυτὸν ἔγχεϊ: τὸν δ’ ἐμέ φασι 21.160 γείνασθαι: νῦν αὖτε μαχώμεθα φαίδιμ’ Ἀχιλλεῦ. 21.161 ὣς φάτ’ ἀπειλήσας, ὃ δ’ ἀνέσχετο δῖος Ἀχιλλεὺς 21.162 Πηλιάδα μελίην: ὃ δ’ ἁμαρτῇ δούρασιν ἀμφὶς 21.163 ἥρως Ἀστεροπαῖος, ἐπεὶ περιδέξιος ἦεν. 21.164 καί ῥ’ ἑτέρῳ μὲν δουρὶ σάκος βάλεν, οὐδὲ διὰ πρὸ 21.165 ῥῆξε σάκος: χρυσὸς γὰρ ἐρύκακε δῶρα θεοῖο: 21.166 τῷ δ’ ἑτέρῳ μιν πῆχυν ἐπιγράβδην βάλε χειρὸς 21.167 δεξιτερῆς, σύτο δ’ αἷμα κελαινεφές: ἣ δ’ ὑπὲρ αὐτοῦ 21.168 γαίῃ ἐνεστήρικτο λιλαιομένη χροὸς ἆσαι. 21.169 δεύτερος αὖτ’ Ἀχιλεὺς μελίην ἰθυπτίωνα 21.170 Ἀστεροπαίῳ ἐφῆκε κατακτάμεναι μενεαίνων. 21.171 καὶ τοῦ μέν ῥ’ ἀφάμαρτεν, ὃ δ’ ὑψηλὴν βάλεν ὄχθην, 21.172 μεσσοπαγὲς δ’ ἄρ’ ἔθηκε κατ’ ὄχθης μείλινον ἔγχος. 21.173 Πηλεΐδης δ’ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ 21.174 ἆλτ’ ἐπί οἱ μεμαώς: ὃ δ’ ἄρα μελίην Ἀχιλῆος 21.175 οὐ δύνατ’ ἐκ κρημνοῖο ἐρύσσαι χειρὶ παχείῃ. 21.176 τρὶς μέν μιν πελέμιξεν ἐρύσσασθαι μενεαίνων, 21.177 τρὶς δὲ μεθῆκε βίης: τὸ δὲ τέτρατον ἤθελε θυμῷ 21.178 ἆξαι ἐπιγνάμψας δόρυ μείλινον Αἰακίδαο, 21.179 ἀλλὰ πρὶν Ἀχιλεὺς σχεδὸν ἄορι θυμὸν ἀπηύρα. 21.180 γαστέρα γάρ μιν τύψε παρ’ ὀμφαλόν, ἐκ δ’ ἄρα πᾶσαι 21.181 χύντο χαμαὶ χολάδες: τὸν δὲ σκότος ὄσσε κάλυψεν 21.182 ἀσθμαίνοντ’: Ἀχιλεὺς δ’ ἄρ’ ἐνὶ στήθεσσιν ὀρούσας 21.183 τεύχεά τ’ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα: 21.184 κεῖσ’ οὕτως: χαλεπόν τοι ἐρισθενέος Κρονίωνος 21.185 παισὶν ἐριζέμεναι ποταμοῖό περ ἐκγεγαῶτι. 21.186 φῆσθα σὺ μὲν ποταμοῦ γένος ἔμμεναι εὐρὺ ῥέοντος, 21.187 αὐτὰρ ἐγὼ γενεὴν μεγάλου Διὸς εὔχομαι εἶναι. 21.188 τίκτέ μ’ ἀνὴρ πολλοῖσιν ἀνάσσων Μυρμιδόνεσσι 21.189 Πηλεὺς Αἰακίδης: ὃ δ’ ἄρ’ Αἰακὸς ἐκ Διὸς ἦεν. 21.190 τὼ κρείσσων μὲν Ζεὺς ποταμῶν ἁλιμυρηέντων, 21.191 κρείσσων αὖτε Διὸς γενεὴ ποταμοῖο τέτυκται. 21.192 καὶ γὰρ σοὶ ποταμός γε πάρα μέγας, εἰ δύναταί τι 21.193 χραισμεῖν: ἀλλ’ οὐκ ἔστι Διὶ Κρονίωνι μάχεσθαι, 21.194 τῷ οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει, 21.195 οὐδὲ βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο, 21.196 ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα 21.197 καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν: 21.198 ἀλλὰ καὶ ὃς δείδοικε Διὸς μεγάλοιο κεραυνὸν 21.199 δεινήν τε βροντήν, ὅτ’ ἀπ’ οὐρανόθεν σμαραγήσῃ. 21.200 ἦ ῥα, καὶ ἐκ κρημνοῖο ἐρύσσατο χάλκεον ἔγχος, 21.201 τὸν δὲ κατ’ αὐτόθι λεῖπεν, ἐπεὶ φίλον ἦτορ ἀπηύρα, 21.202 κείμενον ἐν ψαμάθοισι, δίαινε δέ μιν μέλαν ὕδωρ. 21.203 τὸν μὲν ἄρ’ ἐγχέλυές τε καὶ ἰχθύες ἀμφεπένοντο 21.204 δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείροντες: 21.205 αὐτὰρ ὃ βῆ ῥ’ ἰέναι μετὰ Παίονας ἱπποκορυστάς, 21.206 οἵ ῥ’ ἔτι πὰρ ποταμὸν πεφοβήατο δινήεντα, 21.207 ὡς εἶδον τὸν ἄριστον ἐνὶ κρατερῇ ὑσμίνῃ 21.208 χέρσ’ ὕπο Πηλεΐδαο καὶ ἄορι ἶφι δαμέντα. 21.209 ἔνθ’ ἕλε Θερσίλοχόν τε Μύδωνά τε Ἀστύπυλόν τε 21.210 Μνῆσόν τε Θρασίον τε καὶ Αἴνιον ἠδ’ Ὀφελέστην: 21.211 καί νύ κ’ ἔτι πλέονας κτάνε Παίονας ὠκὺς Ἀχιλλεύς, 21.212 εἰ μὴ χωσάμενος προσέφη ποταμὸς βαθυδίνης 21.213 ἀνέρι εἰσάμενος, βαθέης δ’ ἐκ φθέγξατο δίνης: 21.214 ὦ Ἀχιλεῦ, περὶ μὲν κρατέεις, περὶ δ’ αἴσυλα ῥέζεις 21.215 ἀνδρῶν: αἰεὶ γάρ τοι ἀμύνουσιν θεοὶ αὐτοί. 21.216 εἴ τοι Τρῶας ἔδωκε Κρόνου παῖς πάντας ὀλέσσαι, 21.217 ἐξ ἐμέθεν γ’ ἐλάσας πεδίον κάτα μέρμερα ῥέζε: 21.218 πλήθει γὰρ δή μοι νεκύων ἐρατεινὰ ῥέεθρα, 21.219 οὐδέ τί πῃ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν 21.220 στεινόμενος νεκύεσσι, σὺ δὲ κτείνεις ἀϊδήλως. 21.221 ἀλλ’ ἄγε δὴ καὶ ἔασον: ἄγη μ’ ἔχει ὄρχαμε λαῶν. 21.222 τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς: 21.223 ἔσται ταῦτα Σκάμανδρε διοτρεφές, ὡς σὺ κελεύεις. 21.224 Τρῶας δ’ οὐ πρὶν λήξω ὑπερφιάλους ἐναρίζων, 21.225 πρὶν ἔλσαι κατὰ ἄστυ καὶ Ἕκτορι πειρηθῆναι 21.226 ἀντιβίην, ἤ κέν με δαμάσσεται, ἦ κεν ἐγὼ τόν. 21.227 ὣς εἰπὼν Τρώεσσιν ἐπέσσυτο δαίμονι ἶσος: 21.228 καὶ τότ’ Ἀπόλλωνα προσέφη ποταμὸς βαθυδίνης: 21.229 ὢ πόποι ἀργυρότοξε Διὸς τέκος οὐ σύ γε βουλὰς 21.230 εἰρύσαο Κρονίωνος, ὅ τοι μάλα πόλλ’ ἐπέτελλε 21.231 Τρωσὶ παρεστάμεναι καὶ ἀμύνειν, εἰς ὅ κεν ἔλθῃ 21.232 δείελος ὀψὲ δύων, σκιάσῃ δ’ ἐρίβωλον ἄρουραν. 21.233 ἦ, καὶ Ἀχιλλεὺς μὲν δουρικλυτὸς ἔνθορε μέσσῳ 21.234 κρημνοῦ ἀπαΐξας: ὃ δ’ ἐπέσσυτο οἴδματι θύων, 21.235 πάντα δ’ ὄρινε ῥέεθρα κυκώμενος, ὦσε δὲ νεκροὺς 21.236 πολλούς, οἵ ῥα κατ’ αὐτὸν ἅλις ἔσαν, οὓς κτάν’ Ἀχιλλεύς 21.237 τοὺς ἔκβαλλε θύραζε μεμυκὼς ἠΰτε ταῦρος 21.238 χέρσον δέ: ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα, 21.239 κρύπτων ἐν δίνῃσι βαθείῃσιν μεγάλῃσι. 21.240 δεινὸν δ’ ἀμφ’ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα, 21.241 ὤθει δ’ ἐν σάκεϊ πίπτων ῥόος: οὐδὲ πόδεσσιν 21.242 εἶχε στηρίξασθαι: ὃ δὲ πτελέην ἕλε χερσὶν 21.243 εὐφυέα μεγάλην: ἣ δ’ ἐκ ῥιζῶν ἐριποῦσα 21.244 κρημνὸν ἅπαντα διῶσεν, ἐπέσχε δὲ καλὰ ῥέεθρα 21.245 ὄζοισιν πυκινοῖσι, γεφύρωσεν δέ μιν αὐτὸν 21.246 εἴσω πᾶσ’ ἐριποῦσ’: ὃ δ’ ἄρ’ ἐκ δίνης ἀνορούσας 21.247 ἤϊξεν πεδίοιο ποσὶ κραιπνοῖσι πέτεσθαι 21.248 δείσας: οὐδέ τ’ ἔληγε θεὸς μέγας, ὦρτο δ’ ἐπ’ αὐτῷ 21.249 ἀκροκελαινιόων, ἵνα μιν παύσειε πόνοιο 21.250 δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι. 21.251 Πηλεΐδης δ’ ἀπόρουσεν ὅσον τ’ ἐπὶ δουρὸς ἐρωή, 21.252 αἰετοῦ οἴματ’ ἔχων μέλανος τοῦ θηρητῆρος, 21.253 ὅς θ’ ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνῶν: 21.254 τῷ ἐϊκὼς ἤϊξεν, ἐπὶ στήθεσσι δὲ χαλκὸς 21.255 σμερδαλέον κονάβιζεν: ὕπαιθα δὲ τοῖο λιασθεὶς 21.256 φεῦγ’, ὃ δ’ ὄπισθε ῥέων ἕπετο μεγάλῳ ὀρυμαγδῷ. 21.257 ὡς δ’ ὅτ’ ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρου 21.258 ἂμ φυτὰ καὶ κήπους ὕδατι ῥόον ἡγεμονεύῃ 21.259 χερσὶ μάκελλαν ἔχων, ἀμάρης ἐξ ἔχματα βάλλων: 21.260 τοῦ μέν τε προρέοντος ὑπὸ ψηφῖδες ἅπασαι 21.261 ὀχλεῦνται: τὸ δέ τ’ ὦκα κατειβόμενον κελαρύζει 21.262 χώρῳ ἔνι προαλεῖ, φθάνει δέ τε καὶ τὸν ἄγοντα: 21.263 ὣς αἰεὶ Ἀχιλῆα κιχήσατο κῦμα ῥόοιο 21.264 καὶ λαιψηρὸν ἐόντα: θεοὶ δέ τε φέρτεροι ἀνδρῶν. 21.265 ὁσσάκι δ’ ὁρμήσειε ποδάρκης δῖος Ἀχιλλεὺς 21.266 στῆναι ἐναντίβιον καὶ γνώμεναι εἴ μιν ἅπαντες 21.267 ἀθάνατοι φοβέουσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι, 21.268 τοσσάκι μιν μέγα κῦμα διιπετέος ποταμοῖο 21.269 πλάζ’ ὤμους καθύπερθεν: ὃ δ’ ὑψόσε ποσσὶν ἐπήδα 21.270 θυμῷ ἀνιάζων: ποταμὸς δ’ ὑπὸ γούνατ’ ἐδάμνα 21.271 λάβρος ὕπαιθα ῥέων, κονίην δ’ ὑπέρεπτε ποδοῖιν. 21.272 Πηλεΐδης δ’ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν: 21.273 Ζεῦ πάτερ ὡς οὔ τίς με θεῶν ἐλεεινὸν ὑπέστη 21.274 ἐκ ποταμοῖο σαῶσαι: ἔπειτα δὲ καί τι πάθοιμι. 21.275 ἄλλος δ’ οὔ τις μοι τόσον αἴτιος Οὐρανιώνων, 21.276 ἀλλὰ φίλη μήτηρ, ἥ με ψεύδεσσιν ἔθελγεν: 21.277 ἥ μ’ ἔφατο Τρώων ὑπὸ τείχεϊ θωρηκτάων 21.278 λαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσσιν. 21.279 ὥς μ’ ὄφελ’ Ἕκτωρ κτεῖναι ὃς ἐνθάδε γ’ ἔτραφ’ ἄριστος: 21.280 τώ κ’ ἀγαθὸς μὲν ἔπεφν’, ἀγαθὸν δέ κεν ἐξενάριξε: 21.281 νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι 21.282 ἐρχθέντ’ ἐν μεγάλῳ ποταμῷ ὡς παῖδα συφορβόν, 21.283 ὅν ῥά τ’ ἔναυλος ἀποέρσῃ χειμῶνι περῶντα. 21.284 ὣς φάτο, τῷ δὲ μάλ’ ὦκα Ποσειδάων καὶ Ἀθήνη 21.285 στήτην ἐγγὺς ἰόντε, δέμας δ’ ἄνδρεσσιν ἐΐκτην, 21.286 χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντ’ ἐπέεσσι. 21.287 τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων: 21.288 Πηλεΐδη μήτ’ ἄρ τι λίην τρέε μήτέ τι τάρβει: 21.289 τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμὲν 21.290 Ζηνὸς ἐπαινήσαντος ἐγὼ καὶ Παλλὰς Ἀθήνη: 21.291 ὡς οὔ τοι ποταμῷ γε δαμήμεναι αἴσιμόν ἐστιν, 21.292 ἀλλ’ ὅδε μὲν τάχα λωφήσει, σὺ δὲ εἴσεαι αὐτός: 21.293 αὐτάρ τοι πυκινῶς ὑποθησόμεθ’ αἴ κε πίθηαι: 21.294 μὴ πρὶν παύειν χεῖρας ὁμοιΐου πολέμοιο 21.295 πρὶν κατὰ Ἰλιόφι κλυτὰ τείχεα λαὸν ἐέλσαι 21.296 Τρωϊκόν, ὅς κε φύγῃσι: σὺ δ’ Ἕκτορι θυμὸν ἀπούρας 21.297 ἂψ ἐπὶ νῆας ἴμεν: δίδομεν δέ τοι εὖχος ἀρέσθαι. 21.298 τὼ μὲν ἄρ’ ὣς εἰπόντε μετ’ ἀθανάτους ἀπεβήτην: 21.299 αὐτὰρ ὃ βῆ, μέγα γάρ ῥα θεῶν ὄτρυνεν ἐφετμή, 21.300 ἐς πεδίον: τὸ δὲ πᾶν πλῆθ’ ὕδατος ἐκχυμένοιο, 21.301 πολλὰ δὲ τεύχεα καλὰ δαὶ κταμένων αἰζηῶν 21.302 πλῶον καὶ νέκυες: τοῦ δ’ ὑψόσε γούνατ’ ἐπήδα 21.303 πρὸς ῥόον ἀΐσσοντος ἀν’ ἰθύν, οὐδέ μιν ἴσχεν 21.304 εὐρὺ ῥέων ποταμός: μέγα γὰρ σθένος ἔμβαλ’ Ἀθήνη. 21.305 οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένος, ἀλλ’ ἔτι μᾶλλον 21.306 χώετο Πηλεΐωνι, κόρυσσε δὲ κῦμα ῥόοιο 21.307 ὑψόσ’ ἀειρόμενος, Σιμόεντι δὲ κέκλετ’ ἀΰσας: 21.308 φίλε κασίγνητε σθένος ἀνέρος ἀμφότεροί περ 21.309 σχῶμεν, ἐπεὶ τάχα ἄστυ μέγα Πριάμοιο ἄνακτος 21.310 ἐκπέρσει, Τρῶες δὲ κατὰ μόθον οὐ μενέουσιν. 21.311 ἀλλ’ ἐπάμυνε τάχιστα, καὶ ἐμπίπληθι ῥέεθρα 21.312 ὕδατος ἐκ πηγέων, πάντας δ’ ὀρόθυνον ἐναύλους, 21.313 ἵστη δὲ μέγα κῦμα, πολὺν δ’ ὀρυμαγδὸν ὄρινε 21.314 φιτρῶν καὶ λάων, ἵνα παύσομεν ἄγριον ἄνδρα 21.315 ὃς δὴ νῦν κρατέει, μέμονεν δ’ ὅ γε ἶσα θεοῖσι. 21.316 φημὶ γὰρ οὔτε βίην χραισμησέμεν οὔτέ τι εἶδος 21.317 οὔτε τὰ τεύχεα καλά, τά που μάλα νειόθι λίμνης 21.318 κείσεθ’ ὑπ’ ἰλύος κεκαλυμμένα: κὰδ δέ μιν αὐτὸν 21.319 εἰλύσω ψαμάθοισιν ἅλις χέραδος περιχεύας 21.320 μυρίον, οὐδέ οἱ ὀστέ’ ἐπιστήσονται Ἀχαιοὶ 21.321 ἀλλέξαι: τόσσην οἱ ἄσιν καθύπερθε καλύψω. 21.322 αὐτοῦ οἱ καὶ σῆμα τετεύξεται, οὐδέ τί μιν χρεὼ 21.323 ἔσται τυμβοχόης, ὅτε μιν θάπτωσιν Ἀχαιοί. 21.324 ἦ, καὶ ἐπῶρτ’ Ἀχιλῆϊ κυκώμενος ὑψόσε θύων 21.325 μορμύρων ἀφρῷ τε καὶ αἵματι καὶ νεκύεσσι. 21.326 πορφύρεον δ’ ἄρα κῦμα διιπετέος ποταμοῖο 21.327 ἵστατ’ ἀειρόμενον, κατὰ δ’ ᾕρεε Πηλεΐωνα: 21.328 Ἥρη δὲ μέγ’ ἄϋσε περιδείσασ’ Ἀχιλῆϊ 21.329 μή μιν ἀποέρσειε μέγας ποταμὸς βαθυδίνης, 21.330 αὐτίκα δ’ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν: 21.331 ὄρσεο κυλλοπόδιον ἐμὸν τέκος: ἄντα σέθεν γὰρ 21.332 Ξάνθον δινήεντα μάχῃ ἠΐσκομεν εἶναι: 21.333 ἀλλ’ ἐπάμυνε τάχιστα, πιφαύσκεο δὲ φλόγα πολλήν. 21.334 αὐτὰρ ἐγὼ Ζεφύροιο καὶ ἀργεστᾶο Νότοιο 21.335 εἴσομαι ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν, 21.336 ἥ κεν ἀπὸ Τρώων κεφαλὰς καὶ τεύχεα κήαι 21.337 φλέγμα κακὸν φορέουσα: σὺ δὲ Ξάνθοιο παρ’ ὄχθας 21.338 δένδρεα καῖ’, ἐν δ’ αὐτὸν ἵει πυρί: μὴ δέ σε πάμπαν 21.339 μειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ: 21.340 μὴ δὲ πρὶν ἀπόπαυε τεὸν μένος, ἀλλ’ ὁπότ’ ἂν δὴ 21.341 φθέγξομ’ ἐγὼν ἰάχουσα, τότε σχεῖν ἀκάματον πῦρ. 21.342 ὣς ἔφαθ’, Ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ. 21.343 πρῶτα μὲν ἐν πεδίῳ πῦρ δαίετο, καῖε δὲ νεκροὺς 21.344 πολλούς, οἵ ῥα κατ’ αὐτὸν ἅλις ἔσαν, οὓς κτάν’ Ἀχιλλεύς: 21.345 πᾶν δ’ ἐξηράνθη πεδίον, σχέτο δ’ ἀγλαὸν ὕδωρ. 21.346 ὡς δ’ ὅτ’ ὀπωρινὸς Βορέης νεοαρδέ’ ἀλωὴν 21.347 αἶψ’ ἀγξηράνῃ: χαίρει δέ μιν ὅς τις ἐθείρῃ: 21.348 ὣς ἐξηράνθη πεδίον πᾶν, κὰδ δ’ ἄρα νεκροὺς 21.349 κῆεν: ὃ δ’ ἐς ποταμὸν τρέψε φλόγα παμφανόωσαν. 21.350 καίοντο πτελέαι τε καὶ ἰτέαι ἠδὲ μυρῖκαι, 21.351 καίετο δὲ λωτός τε ἰδὲ θρύον ἠδὲ κύπειρον, 21.352 τὰ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοῖο πεφύκει: 21.353 τείροντ’ ἐγχέλυές τε καὶ ἰχθύες οἳ κατὰ δίνας, 21.354 οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα 21.355 πνοιῇ τειρόμενοι πολυμήτιος Ἡφαίστοιο. 21.356 καίετο δ’ ἲς ποταμοῖο ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν: 21.357 Ἥφαιστ’, οὔ τις σοί γε θεῶν δύνατ’ ἀντιφερίζειν, 21.358 οὐδ’ ἂν ἐγὼ σοί γ’ ὧδε πυρὶ φλεγέθοντι μαχοίμην. 21.359 λῆγ’ ἔριδος, Τρῶας δὲ καὶ αὐτίκα δῖος Ἀχιλλεὺς 21.360 ἄστεος ἐξελάσειε: τί μοι ἔριδος καὶ ἀρωγῆς; 21.361 φῆ πυρὶ καιόμενος, ἀνὰ δ’ ἔφλυε καλὰ ῥέεθρα. 21.362 ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ 21.363 κνίσην μελδόμενος ἁπαλοτρεφέος σιάλοιο 21.364 πάντοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται, 21.365 ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δ’ ὕδωρ: 21.366 οὐδ’ ἔθελε προρέειν, ἀλλ’ ἴσχετο: τεῖρε δ’ ἀϋτμὴ 21.367 Ἡφαίστοιο βίηφι πολύφρονος. αὐτὰρ ὅ γ’ Ἥρην 21.368 πολλὰ λισσόμενος ἔπεα πτερόεντα προσηύδα: 21.369 Ἥρη τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε κήδειν 21.370 ἐξ ἄλλων; οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι 21.371 ὅσσον οἱ ἄλλοι πάντες, ὅσοι Τρώεσσιν ἀρωγοί. 21.372 ἀλλ’ ἤτοι μὲν ἐγὼν ἀποπαύσομαι εἰ σὺ κελεύεις, 21.373 παυέσθω δὲ καὶ οὗτος: ἐγὼ δ’ ἐπὶ καὶ τόδ’ ὀμοῦμαι, 21.374 μή ποτ’ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ, 21.375 μὴ δ’ ὁπότ’ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται 21.376 καιομένη, καίωσι δ’ ἀρήϊοι υἷες Ἀχαιῶν. 21.377 αὐτὰρ ἐπεὶ τό γ’ ἄκουσε θεὰ λευκώλενος Ἥρη, 21.378 αὐτίκ’ ἄρ’ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν: 21.379 Ἥφαιστε σχέο τέκνον ἀγακλεές: οὐ γὰρ ἔοικεν 21.380 ἀθάνατον θεὸν ὧδε βροτῶν ἕνεκα στυφελίζειν. 21.381 ὣς ἔφαθ’, Ἥφαιστος δὲ κατέσβεσε θεσπιδαὲς πῦρ, 21.382 ἄψορρον δ’ ἄρα κῦμα κατέσσυτο καλὰ ῥέεθρα. 21.383 αὐτὰρ ἐπεὶ Ξάνθοιο δάμη μένος, οἳ μὲν ἔπειτα 21.384 παυσάσθην, Ἥρη γὰρ ἐρύκακε χωομένη περ: 21.385 ἐν δ’ ἄλλοισι θεοῖσιν ἔρις πέσε βεβριθυῖα 21.386 ἀργαλέη, δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο: 21.387 σὺν δ’ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δ’ εὐρεῖα χθών, 21.388 ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός. ἄϊε δὲ Ζεὺς 21.389 ἥμενος Οὐλύμπῳ: ἐγέλασσε δέ οἱ φίλον ἦτορ 21.390 γηθοσύνῃ, ὅθ’ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας. 21.391 ἔνθ’ οἵ γ’ οὐκέτι δηρὸν ἀφέστασαν: ἦρχε γὰρ Ἄρης 21.392 ῥινοτόρος, καὶ πρῶτος Ἀθηναίῃ ἐπόρουσε 21.393 χάλκεον ἔγχος ἔχων, καὶ ὀνείδειον φάτο μῦθον: 21.394 τίπτ’ αὖτ’ ὦ κυνάμυια θεοὺς ἔριδι ξυνελαύνεις 21.395 θάρσος ἄητον ἔχουσα, μέγας δέ σε θυμὸς ἀνῆκεν; 21.396 ἦ οὐ μέμνῃ ὅτε Τυδεΐδην Διομήδε’ ἀνῆκας 21.397 οὐτάμεναι, αὐτὴ δὲ πανόψιον ἔγχος ἑλοῦσα 21.398 ἰθὺς ἐμεῦ ὦσας, διὰ δὲ χρόα καλὸν ἔδαψας; 21.399 τώ σ’ αὖ νῦν ὀΐω ἀποτισέμεν ὅσσα ἔοργας. 21.400 ὣς εἰπὼν οὔτησε κατ’ αἰγίδα θυσσανόεσσαν 21.401 σμερδαλέην, ἣν οὐδὲ Διὸς δάμνησι κεραυνός: 21.402 τῇ μιν Ἄρης οὔτησε μιαιφόνος ἔγχεϊ μακρῷ. 21.403 ἣ δ’ ἀναχασσαμένη λίθον εἵλετο χειρὶ παχείῃ 21.404 κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε, 21.405 τόν ῥ’ ἄνδρες πρότεροι θέσαν ἔμμεναι οὖρον ἀρούρης: 21.406 τῷ βάλε θοῦρον Ἄρηα κατ’ αὐχένα, λῦσε δὲ γυῖα. 21.407 ἑπτὰ δ’ ἐπέσχε πέλεθρα πεσών, ἐκόνισε δὲ χαίτας, 21.408 τεύχεά τ’ ἀμφαράβησε: γέλασσε δὲ Παλλὰς Ἀθήνη, 21.409 καί οἱ ἐπευχομένη ἔπεα πτερόεντα προσηύδα: 21.410 νηπύτι’ οὐδέ νύ πώ περ ἐπεφράσω ὅσσον ἀρείων 21.411 εὔχομ’ ἐγὼν ἔμεναι, ὅτι μοι μένος ἰσοφαρίζεις. 21.412 οὕτω κεν τῆς μητρὸς ἐρινύας ἐξαποτίνοις, 21.413 ἥ τοι χωομένη κακὰ μήδεται οὕνεκ’ Ἀχαιοὺς 21.414 κάλλιπες, αὐτὰρ Τρωσὶν ὑπερφιάλοισιν ἀμύνεις. 21.415 ὣς ἄρα φωνήσασα πάλιν τρέπεν ὄσσε φαεινώ: 21.416 τὸν δ’ ἄγε χειρὸς ἑλοῦσα Διὸς θυγάτηρ Ἀφροδίτη 21.417 πυκνὰ μάλα στενάχοντα: μόγις δ’ ἐσαγείρετο θυμόν. 21.418 τὴν δ’ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη, 21.419 αὐτίκ’ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα: 21.420 ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη 21.421 καὶ δ’ αὖθ’ ἡ κυνάμυια ἄγει βροτολοιγὸν Ἄρηα 21.422 δηΐου ἐκ πολέμοιο κατὰ κλόνον: ἀλλὰ μέτελθε. 21.423 ὣς φάτ’, Ἀθηναίη δὲ μετέσσυτο, χαῖρε δὲ θυμῷ, 21.424 καί ῥ’ ἐπιεισαμένη πρὸς στήθεα χειρὶ παχείῃ 21.425 ἤλασε: τῆς δ’ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ. 21.426 τὼ μὲν ἄρ’ ἄμφω κεῖντο ἐπὶ χθονὶ πουλυβοτείρῃ, 21.427 ἣ δ’ ἄρ’ ἐπευχομένη ἔπεα πτερόεντ’ ἀγόρευε: 21.428 τοιοῦτοι νῦν πάντες ὅσοι Τρώεσσιν ἀρωγοὶ 21.429 εἶεν, ὅτ’ Ἀργείοισι μαχοίατο θωρηκτῇσιν, 21.430 ὧδέ τε θαρσαλέοι καὶ τλήμονες, ὡς Ἀφροδίτη 21.431 ἦλθεν Ἄρῃ ἐπίκουρος ἐμῷ μένει ἀντιόωσα: 21.432 τώ κεν δὴ πάλαι ἄμμες ἐπαυσάμεθα πτολέμοιο 21.433 Ἰλίου ἐκπέρσαντες ἐϋκτίμενον πτολίεθρον. 21.434 ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη. 21.435 αὐτὰρ Ἀπόλλωνα προσέφη κρείων ἐνοσίχθων: 21.436 Φοῖβε τί ἢ δὴ νῶϊ διέσταμεν; οὐδὲ ἔοικεν 21.437 ἀρξάντων ἑτέρων: τὸ μὲν αἴσχιον αἴ κ’ ἀμαχητὶ 21.438 ἴομεν Οὔλυμπον δὲ Διὸς ποτὶ χαλκοβατὲς δῶ. 21.439 ἄρχε: σὺ γὰρ γενεῆφι νεώτερος: οὐ γὰρ ἔμοιγε 21.440 καλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα. 21.441 νηπύτι’ ὡς ἄνοον κραδίην ἔχες: οὐδέ νυ τῶν περ 21.442 μέμνηαι ὅσα δὴ πάθομεν κακὰ Ἴλιον ἀμφὶ 21.443 μοῦνοι νῶϊ θεῶν, ὅτ’ ἀγήνορι Λαομέδοντι 21.444 πὰρ Διὸς ἐλθόντες θητεύσαμεν εἰς ἐνιαυτὸν 21.445 μισθῷ ἔπι ῥητῷ: ὃ δὲ σημαίνων ἐπέτελλεν. 21.446 ἤτοι ἐγὼ Τρώεσσι πόλιν πέρι τεῖχος ἔδειμα 21.447 εὐρύ τε καὶ μάλα καλόν, ἵν’ ἄρρηκτος πόλις εἴη: 21.448 Φοῖβε σὺ δ’ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες 21.449 Ἴδης ἐν κνημοῖσι πολυπτύχου ὑληέσσης. 21.450 ἀλλ’ ὅτε δὴ μισθοῖο τέλος πολυγηθέες ὧραι 21.451 ἐξέφερον, τότε νῶϊ βιήσατο μισθὸν ἅπαντα 21.452 Λαομέδων ἔκπαγλος, ἀπειλήσας δ’ ἀπέπεμπε. 21.453 σὺν μὲν ὅ γ’ ἠπείλησε πόδας καὶ χεῖρας ὕπερθε 21.454 δήσειν, καὶ περάαν νήσων ἔπι τηλεδαπάων: 21.455 στεῦτο δ’ ὅ γ’ ἀμφοτέρων ἀπολεψέμεν οὔατα χαλκῷ. 21.456 νῶϊ δὲ ἄψορροι κίομεν κεκοτηότι θυμῷ 21.457 μισθοῦ χωόμενοι, τὸν ὑποστὰς οὐκ ἐτέλεσσε. 21.458 τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν, οὐδὲ μεθ’ ἡμέων 21.459 πειρᾷ ὥς κε Τρῶες ὑπερφίαλοι ἀπόλωνται 21.460 πρόχνυ κακῶς σὺν παισὶ καὶ αἰδοίῃς ἀλόχοισι 21.461 τὸν δ’ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων: 21.462 ἐννοσίγαι’ οὐκ ἄν με σαόφρονα μυθήσαιο 21.463 ἔμμεναι, εἰ δὴ σοί γε βροτῶν ἕνεκα πτολεμίξω 21.464 δειλῶν, οἳ φύλλοισιν ἐοικότες ἄλλοτε μέν τε 21.465 ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες, 21.466 ἄλλοτε δὲ φθινύθουσιν ἀκήριοι. ἀλλὰ τάχιστα 21.467 παυώμεσθα μάχης: οἳ δ’ αὐτοὶ δηριαάσθων. 21.468 ὣς ἄρα φωνήσας πάλιν ἐτράπετ’: αἴδετο γάρ ῥα 21.469 πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσι. 21.470 τὸν δὲ κασιγνήτη μάλα νείκεσε πότνια θηρῶν 21.471 Ἄρτεμις ἀγροτέρη, καὶ ὀνείδειον φάτο μῦθον: 21.472 φεύγεις δὴ ἑκάεργε, Ποσειδάωνι δὲ νίκην 21.473 πᾶσαν ἐπέτρεψας, μέλεον δέ οἱ εὖχος ἔδωκας: 21.474 νηπύτιε τί νυ τόξον ἔχεις ἀνεμώλιον αὔτως; 21.475 μή σευ νῦν ἔτι πατρὸς ἐνὶ μεγάροισιν ἀκούσω 21.476 εὐχομένου, ὡς τὸ πρὶν ἐν ἀθανάτοισι θεοῖσιν, 21.477 ἄντα Ποσειδάωνος ἐναντίβιον πολεμίζειν. 21.478 ὣς φάτο, τὴν δ’ οὔ τι προσέφη ἑκάεργος Ἀπόλλων, 21.479 ἀλλὰ χολωσαμένη Διὸς αἰδοίη παράκοιτις 21.480 νείκεσεν ἰοχέαιραν ὀνειδείοις ἐπέεσσι: 21.481 πῶς δὲ σὺ νῦν μέμονας κύον ἀδεὲς ἀντί’ ἐμεῖο 21.482 στήσεσθαι; χαλεπή τοι ἐγὼ μένος ἀντιφέρεσθαι 21.483 τοξοφόρῳ περ ἐούσῃ, ἐπεὶ σὲ λέοντα γυναιξὶ 21.484 Ζεὺς θῆκεν, καὶ ἔδωκε κατακτάμεν ἥν κ’ ἐθέλῃσθα. 21.485 ἤτοι βέλτερόν ἐστι κατ’ οὔρεα θῆρας ἐναίρειν 21.486 ἀγροτέρας τ’ ἐλάφους ἢ κρείσσοσιν ἶφι μάχεσθαι. 21.487 εἰ δ’ ἐθέλεις πολέμοιο δαήμεναι, ὄφρ’ ἐῢ εἰδῇς 21.488 ὅσσον φερτέρη εἴμ’, ὅτι μοι μένος ἀντιφερίζεις. 21.489 ἦ ῥα, καὶ ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτε 21.490 σκαιῇ, δεξιτερῇ δ’ ἄρ’ ἀπ’ ὤμων αἴνυτο τόξα, 21.491 αὐτοῖσιν δ’ ἄρ’ ἔθεινε παρ’ οὔατα μειδιόωσα 21.492 ἐντροπαλιζομένην: ταχέες δ’ ἔκπιπτον ὀϊστοί. 21.493 δακρυόεσσα δ’ ὕπαιθα θεὰ φύγεν ὥς τε πέλεια, 21.494 ἥ ῥά θ’ ὑπ’ ἴρηκος κοίλην εἰσέπτατο πέτρην 21.495 χηραμόν: οὐδ’ ἄρα τῇ γε ἁλώμεναι αἴσιμον ἦεν: 21.496 ὣς ἣ δακρυόεσσα φύγεν, λίπε δ’ αὐτόθι τόξα. 21.497 Λητὼ δὲ προσέειπε διάκτορος ἀργεϊφόντης: 21.498 Λητοῖ ἐγὼ δέ τοι οὔ τι μαχήσομαι: ἀργαλέον δὲ 21.499 πληκτίζεσθ’ ἀλόχοισι Διὸς νεφεληγερέταο: 21.500 ἀλλὰ μάλα πρόφρασσα μετ’ ἀθανάτοισι θεοῖσιν 21.501 εὔχεσθαι ἐμὲ νικῆσαι κρατερῆφι βίηφιν. 21.502 ὣς ἄρ’ ἔφη, Λητὼ δὲ συναίνυτο καμπύλα τόξα 21.503 πεπτεῶτ’ ἄλλυδις ἄλλα μετὰ στροφάλιγγι κονίης. 21.504 ἣ μὲν τόξα λαβοῦσα πάλιν κίε θυγατέρος ἧς: 21.505 ἣ δ’ ἄρ’ Ὄλυμπον ἵκανε Διὸς ποτὶ χαλκοβατὲς δῶ, 21.506 δακρυόεσσα δὲ πατρὸς ἐφέζετο γούνασι κούρη, 21.507 ἀμφὶ δ’ ἄρ’ ἀμβρόσιος ἑανὸς τρέμε: τὴν δὲ προτὶ οἷ 21.508 εἷλε πατὴρ Κρονίδης, καὶ ἀνείρετο ἡδὺ γελάσσας: 21.509 τίς νύ σε τοιάδ’ ἔρεξε φίλον τέκος Οὐρανιώνων 21.510 μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ; 21.511 τὸν δ’ αὖτε προσέειπεν ἐϋστέφανος κελαδεινή: 21.512 σή μ’ ἄλοχος στυφέλιξε πάτερ λευκώλενος Ἥρη, 21.513 ἐξ ἧς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται. 21.514 ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον: 21.515 αὐτὰρ Ἀπόλλων Φοῖβος ἐδύσετο Ἴλιον ἱρήν: 21.516 μέμβλετο γάρ οἱ τεῖχος ἐϋδμήτοιο πόληος 21.517 μὴ Δαναοὶ πέρσειαν ὑπὲρ μόρον ἤματι κείνῳ. 21.518 οἳ δ’ ἄλλοι πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες, 21.519 οἳ μὲν χωόμενοι, οἳ δὲ μέγα κυδιόωντες: 21.520 κὰδ δ’ ἷζον παρὰ πατρὶ κελαινεφεῖ: αὐτὰρ Ἀχιλλεὺς 21.521 Τρῶας ὁμῶς αὐτούς τ’ ὄλεκεν καὶ μώνυχας ἵππους. 21.522 ὡς δ’ ὅτε καπνὸς ἰὼν εἰς οὐρανὸν εὐρὺν ἵκηται 21.523 ἄστεος αἰθομένοιο, θεῶν δέ ἑ μῆνις ἀνῆκε, 21.524 πᾶσι δ’ ἔθηκε πόνον, πολλοῖσι δὲ κήδε’ ἐφῆκεν, 21.525 ὣς Ἀχιλεὺς Τρώεσσι πόνον καὶ κήδε’ ἔθηκεν. 21.526 ἑστήκει δ’ ὃ γέρων Πρίαμος θείου ἐπὶ πύργου, 21.527 ἐς δ’ ἐνόησ’ Ἀχιλῆα πελώριον: αὐτὰρ ὑπ’ αὐτοῦ 21.528 Τρῶες ἄφαρ κλονέοντο πεφυζότες, οὐδέ τις ἀλκὴ 21.529 γίγνεθ’: ὃ δ’ οἰμώξας ἀπὸ πύργου βαῖνε χαμᾶζε 21.530 ὀτρύνων παρὰ τεῖχος ἀγακλειτοὺς πυλαωρούς: 21.531 πεπταμένας ἐν χερσὶ πύλας ἔχετ’ εἰς ὅ κε λαοὶ 21.532 ἔλθωσι προτὶ ἄστυ πεφυζότες: ἦ γὰρ Ἀχιλλεὺς 21.533 ἐγγὺς ὅδε κλονέων: νῦν οἴω λοίγι’ ἔσεσθαι. 21.534 αὐτὰρ ἐπεί κ’ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες, 21.535 αὖτις ἐπανθέμεναι σανίδας πυκινῶς ἀραρυίας: 21.536 δείδια γὰρ μὴ οὖλος ἀνὴρ ἐς τεῖχος ἅληται. 21.537 ὣς ἔφαθ’, οἳ δ’ ἄνεσάν τε πύλας καὶ ἀπῶσαν ὀχῆας: 21.538 αἳ δὲ πετασθεῖσαι τεῦξαν φάος: αὐτὰρ Ἀπόλλων 21.539 ἀντίος ἐξέθορε Τρώων ἵνα λοιγὸν ἀλάλκοι. 21.540 οἳ δ’ ἰθὺς πόλιος καὶ τείχεος ὑψηλοῖο 21.541 δίψῃ καρχαλέοι κεκονιμένοι ἐκ πεδίοιο 21.542 φεῦγον: ὃ δὲ σφεδανὸν ἔφεπ’ ἔγχεϊ, λύσσα δέ οἱ κῆρ 21.543 αἰὲν ἔχε κρατερή, μενέαινε δὲ κῦδος ἀρέσθαι. 21.544 ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν, 21.545 εἰ μὴ Ἀπόλλων Φοῖβος Ἀγήνορα δῖον ἀνῆκε 21.546 φῶτ’ Ἀντήνορος υἱὸν ἀμύμονά τε κρατερόν τε. 21.547 ἐν μέν οἱ κραδίῃ θάρσος βάλε, πὰρ δέ οἱ αὐτὸς 21.548 ἔστη, ὅπως θανάτοιο βαρείας χεῖρας ἀλάλκοι 21.549 φηγῷ κεκλιμένος: κεκάλυπτο δ’ ἄρ’ ἠέρι πολλῇ. 21.550 αὐτὰρ ὅ γ’ ὡς ἐνόησεν Ἀχιλλῆα πτολίπορθον 21.551 ἔστη, πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι: 21.552 ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν: 21.553 ὤ μοι ἐγών: εἰ μέν κεν ὑπὸ κρατεροῦ Ἀχιλῆος 21.554 φεύγω, τῇ περ οἱ ἄλλοι ἀτυζόμενοι κλονέονται, 21.555 αἱρήσει με καὶ ὧς, καὶ ἀνάλκιδα δειροτομήσει. 21.556 εἰ δ’ ἂν ἐγὼ τούτους μὲν ὑποκλονέεσθαι ἐάσω 21.557 Πηλεΐδῃ Ἀχιλῆϊ, ποσὶν δ’ ἀπὸ τείχεος ἄλλῃ 21.558 φεύγω πρὸς πεδίον Ἰλήϊον, ὄφρ’ ἂν ἵκωμαι 21.559 Ἴδης τε κνημοὺς κατά τε ῥωπήϊα δύω: 21.560 ἑσπέριος δ’ ἂν ἔπειτα λοεσσάμενος ποταμοῖο 21.561 ἱδρῶ ἀποψυχθεὶς προτὶ Ἴλιον ἀπονεοίμην: 21.562 ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός; 21.563 μή μ’ ἀπαειρόμενον πόλιος πεδίον δὲ νοήσῃ 21.564 καί με μεταΐξας μάρψῃ ταχέεσσι πόδεσσιν. 21.565 οὐκέτ’ ἔπειτ’ ἔσται θάνατον καὶ κῆρας ἀλύξαι: 21.566 λίην γὰρ κρατερὸς περὶ πάντων ἔστ’ ἀνθρώπων. 21.567 εἰ δέ κέ οἱ προπάροιθε πόλεος κατεναντίον ἔλθω: 21.568 καὶ γάρ θην τούτῳ τρωτὸς χρὼς ὀξέϊ χαλκῷ, 21.569 ἐν δὲ ἴα ψυχή, θνητὸν δέ ἕ φασ’ ἄνθρωποι 21.570 ἔμμεναι: αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει. 21.571 ὣς εἰπὼν Ἀχιλῆα ἀλεὶς μένεν, ἐν δέ οἱ ἦτορ 21.572 ἄλκιμον ὁρμᾶτο πτολεμίζειν ἠδὲ μάχεσθαι. 21.573 ἠΰτε πάρδαλις εἶσι βαθείης ἐκ ξυλόχοιο 21.574 ἀνδρὸς θηρητῆρος ἐναντίον, οὐδέ τι θυμῷ 21.575 ταρβεῖ οὐδὲ φοβεῖται, ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ: 21.576 εἴ περ γὰρ φθάμενός μιν ἢ οὐτάσῃ ἠὲ βάλῃσιν, 21.577 ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγει 21.578 ἀλκῆς, πρίν γ’ ἠὲ ξυμβλήμεναι ἠὲ δαμῆναι: 21.579 ὣς Ἀντήνορος υἱὸς ἀγαυοῦ δῖος Ἀγήνωρ 21.580 οὐκ ἔθελεν φεύγειν, πρὶν πειρήσαιτ’ Ἀχιλῆος. 21.581 ἀλλ’ ὅ γ’ ἄρ’ ἀσπίδα μὲν πρόσθ’ ἔσχετο πάντοσ’ ἐΐσην, 21.582 ἐγχείῃ δ’ αὐτοῖο τιτύσκετο, καὶ μέγ’ ἀΰτει: 21.583 ἦ δή που μάλ’ ἔολπας ἐνὶ φρεσὶ φαίδιμ’ Ἀχιλλεῦ 21.584 ἤματι τῷδε πόλιν πέρσειν Τρώων ἀγερώχων 21.585 νηπύτι’: ἦ τ’ ἔτι πολλὰ τετεύξεται ἄλγε’ ἐπ’ αὐτῇ. 21.586 ἐν γάρ οἱ πολέες τε καὶ ἄλκιμοι ἀνέρες εἰμέν, 21.587 οἳ καὶ πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶν 21.588 Ἴλιον εἰρυόμεσθα: σὺ δ’ ἐνθάδε πότμον ἐφέψεις 21.589 ὧδ’ ἔκπαγλος ἐὼν καὶ θαρσαλέος πολεμιστής. 21.590 ἦ ῥα, καὶ ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε, 21.591 καί ῥ’ ἔβαλε κνήμην ὑπὸ γούνατος οὐδ’ ἀφάμαρτεν. 21.592 ἀμφὶ δέ οἱ κνημὶς νεοτεύκτου κασσιτέροιο 21.593 σμερδαλέον κονάβησε: πάλιν δ’ ἀπὸ χαλκὸς ὄρουσε 21.594 βλημένου, οὐδ’ ἐπέρησε, θεοῦ δ’ ἠρύκακε δῶρα. 21.595 Πηλεΐδης δ’ ὁρμήσατ’ Ἀγήνορος ἀντιθέοιο 21.596 δεύτερος: οὐδ’ ἔτ’ ἔασεν Ἀπόλλων κῦδος ἀρέσθαι, 21.597 ἀλλά μιν ἐξήρπαξε, κάλυψε δ’ ἄρ’ ἠέρι πολλῇ, 21.598 ἡσύχιον δ’ ἄρα μιν πολέμου ἔκπεμπε νέεσθαι. 21.599 αὐτὰρ ὃ Πηλεΐωνα δόλῳ ἀποέργαθε λαοῦ: 21.600 αὐτῷ γὰρ ἑκάεργος Ἀγήνορι πάντα ἐοικὼς 21.601 ἔστη πρόσθε ποδῶν, ὃ δ’ ἐπέσσυτο ποσσὶ διώκειν: 21.602 εἷος ὃ τὸν πεδίοιο διώκετο πυροφόροιο 21.603 τρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδρον 21.604 τυτθὸν ὑπεκπροθέοντα: δόλῳ δ’ ἄρ’ ἔθελγεν Ἀπόλλων 21.605 ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσι: 21.606 τόφρ’ ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳ 21.607 ἀσπάσιοι προτὶ ἄστυ, πόλις δ’ ἔμπλητο ἀλέντων. 21.608 οὐδ’ ἄρα τοί γ’ ἔτλαν πόλιος καὶ τείχεος ἐκτὸς 21.609 μεῖναι ἔτ’ ἀλλήλους, καὶ γνώμεναι ὅς τε πεφεύγοι 21.610 ὅς τ’ ἔθαν’ ἐν πολέμῳ: ἀλλ’ ἐσσυμένως ἐσέχυντο 21.611 ἐς πόλιν, ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σαώσαι. 22.001 ὣς οἳ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροὶ 22.002 ἱδρῶ ἀπεψύχοντο πίον τ’ ἀκέοντό τε δίψαν 22.003 κεκλιμένοι καλῇσιν ἐπάλξεσιν: αὐτὰρ Ἀχαιοὶ 22.004 τείχεος ἆσσον ἴσαν σάκε’ ὤμοισι κλίναντες. 22.005 Ἕκτορα δ’ αὐτοῦ μεῖναι ὀλοιὴ μοῖρα πέδησεν 22.006 Ἰλίου προπάροιθε πυλάων τε Σκαιάων. 22.007 αὐτὰρ Πηλείωνα προσηύδα Φοῖβος Ἀπόλλων: 22.008 τίπτέ με Πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκεις 22.009 αὐτὸς θνητὸς ἐὼν θεὸν ἄμβροτον; οὐδέ νύ πώ με 22.010 ἔγνως ὡς θεός εἰμι, σὺ δ’ ἀσπερχὲς μενεαίνεις. 22.011 ἦ νύ τοι οὔ τι μέλει Τρώων πόνος, οὓς ἐφόβησας, 22.012 οἳ δή τοι εἰς ἄστυ ἄλεν, σὺ δὲ δεῦρο λιάσθης. 22.013 οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι. 22.014 τὸν δὲ μέγ’ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς: 22.015 ἔβλαψάς μ’ ἑκάεργε θεῶν ὀλοώτατε πάντων 22.016 ἐνθάδε νῦν τρέψας ἀπὸ τείχεος: ἦ κ’ ἔτι πολλοὶ 22.017 γαῖαν ὀδὰξ εἷλον πρὶν Ἴλιον εἰσαφικέσθαι. 22.018 νῦν δ’ ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο, τοὺς δὲ σάωσας 22.019 ῥηϊδίως, ἐπεὶ οὔ τι τίσιν γ’ ἔδεισας ὀπίσσω. 22.020 ἦ σ’ ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη. 22.021 ὣς εἰπὼν προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει, 22.022 σευάμενος ὥς θ’ ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν, 22.023 ὅς ῥά τε ῥεῖα θέῃσι τιταινόμενος πεδίοιο: 22.024 ὣς Ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατ’ ἐνώμα. 22.025 τὸν δ’ ὃ γέρων Πρίαμος πρῶτος ἴδεν ὀφθαλμοῖσι 22.026 παμφαίνονθ’ ὥς τ’ ἀστέρ’ ἐπεσσύμενον πεδίοιο, 22.027 ὅς ῥά τ’ ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οἱ αὐγαὶ 22.028 φαίνονται πολλοῖσι μετ’ ἀστράσι νυκτὸς ἀμολγῷ, 22.029 ὅν τε κύν’ Ὠρίωνος ἐπίκλησιν καλέουσι. 22.030 λαμπρότατος μὲν ὅ γ’ ἐστί, κακὸν δέ τε σῆμα τέτυκται, 22.031 καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν: 22.032 ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος. 22.033 ᾤμωξεν δ’ ὃ γέρων, κεφαλὴν δ’ ὅ γε κόψατο χερσὶν 22.034 ὑψόσ’ ἀνασχόμενος, μέγα δ’ οἰμώξας ἐγεγώνει 22.035 λισσόμενος φίλον υἱόν: ὃ δὲ προπάροιθε πυλάων 22.036 ἑστήκει ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι: 22.037 τὸν δ’ ὃ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς: 22.038 Ἕκτορ μή μοι μίμνε φίλον τέκος ἀνέρα τοῦτον 22.039 οἶος ἄνευθ’ ἄλλων, ἵνα μὴ τάχα πότμον ἐπίσπῃς 22.040 Πηλεΐωνι δαμείς, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι 22.041 σχέτλιος: αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτο 22.042 ὅσσον ἐμοί: τάχα κέν ἑ κύνες καὶ γῦπες ἔδοιεν 22.043 κείμενον: ἦ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι: 22.044 ὅς μ’ υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εὖνιν ἔθηκε 22.045 κτείνων καὶ περνὰς νήσων ἔπι τηλεδαπάων. 22.046 καὶ γὰρ νῦν δύο παῖδε Λυκάονα καὶ Πολύδωρον 22.047 οὐ δύναμαι ἰδέειν Τρώων εἰς ἄστυ ἀλέντων, 22.048 τούς μοι Λαοθόη τέκετο κρείουσα γυναικῶν. 22.049 ἀλλ’ εἰ μὲν ζώουσι μετὰ στρατῷ, ἦ τ’ ἂν ἔπειτα 22.050 χαλκοῦ τε χρυσοῦ τ’ ἀπολυσόμεθ’, ἔστι γὰρ ἔνδον: 22.051 πολλὰ γὰρ ὤπασε παιδὶ γέρων ὀνομάκλυτος Ἄλτης. 22.052 εἰ δ’ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν, 22.053 ἄλγος ἐμῷ θυμῷ καὶ μητέρι τοὶ τεκόμεσθα: 22.054 λαοῖσιν δ’ ἄλλοισι μινυνθαδιώτερον ἄλγος 22.055 ἔσσεται, ἢν μὴ καὶ σὺ θάνῃς Ἀχιλῆϊ δαμασθείς. 22.056 ἀλλ’ εἰσέρχεο τεῖχος ἐμὸν τέκος, ὄφρα σαώσῃς 22.057 Τρῶας καὶ Τρῳάς, μὴ δὲ μέγα κῦδος ὀρέξῃς 22.058 Πηλεΐδῃ, αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς. 22.059 πρὸς δ’ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντ’ ἐλέησον 22.060 δύσμορον, ὅν ῥα πατὴρ Κρονίδης ἐπὶ γήραος οὐδῷ 22.061 αἴσῃ ἐν ἀργαλέῃ φθίσει κακὰ πόλλ’ ἐπιδόντα 22.062 υἷάς τ’ ὀλλυμένους ἑλκηθείσας τε θύγατρας, 22.063 καὶ θαλάμους κεραϊζομένους, καὶ νήπια τέκνα 22.064 βαλλόμενα προτὶ γαίῃ ἐν αἰνῇ δηϊοτῆτι, 22.065 ἑλκομένας τε νυοὺς ὀλοῇς ὑπὸ χερσὶν Ἀχαιῶν. 22.066 αὐτὸν δ’ ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσιν 22.067 ὠμησταὶ ἐρύουσιν, ἐπεί κέ τις ὀξέϊ χαλκῷ 22.068 τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται, 22.069 οὓς τρέφον ἐν μεγάροισι τραπεζῆας θυραωρούς, 22.070 οἵ κ’ ἐμὸν αἷμα πιόντες ἀλύσσοντες περὶ θυμῷ 22.071 κείσοντ’ ἐν προθύροισι. νέῳ δέ τε πάντ’ ἐπέοικεν 22.072 ἄρηϊ κταμένῳ δεδαϊγμένῳ ὀξέϊ χαλκῷ 22.073 κεῖσθαι: πάντα δὲ καλὰ θανόντι περ ὅττι φανήῃ: 22.074 ἀλλ’ ὅτε δὴ πολιόν τε κάρη πολιόν τε γένειον 22.075 αἰδῶ τ’ αἰσχύνωσι κύνες κταμένοιο γέροντος, 22.076 τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν. 22.077 ἦ ῥ’ ὃ γέρων, πολιὰς δ’ ἄρ’ ἀνὰ τρίχας ἕλκετο χερσὶ 22.078 τίλλων ἐκ κεφαλῆς: οὐδ’ Ἕκτορι θυμὸν ἔπειθε. 22.079 μήτηρ δ’ αὖθ’ ἑτέρωθεν ὀδύρετο δάκρυ χέουσα 22.080 κόλπον ἀνιεμένη, ἑτέρηφι δὲ μαζὸν ἀνέσχε: 22.081 καί μιν δάκρυ χέουσ’ ἔπεα πτερόεντα προσηύδα: 22.082 Ἕκτορ τέκνον ἐμὸν τάδε τ’ αἴδεο καί μ’ ἐλέησον 22.083 αὐτήν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον: 22.084 τῶν μνῆσαι φίλε τέκνον ἄμυνε δὲ δήϊον ἄνδρα 22.085 τείχεος ἐντὸς ἐών, μὴ δὲ πρόμος ἵστασο τούτῳ 22.086 σχέτλιος: εἴ περ γάρ σε κατακτάνῃ, οὔ σ’ ἔτ’ ἔγωγε 22.087 κλαύσομαι ἐν λεχέεσσι φίλον θάλος, ὃν τέκον αὐτή, 22.088 οὐδ’ ἄλοχος πολύδωρος: ἄνευθε δέ σε μέγα νῶϊν 22.089 Ἀργείων παρὰ νηυσὶ κύνες ταχέες κατέδονται. 22.090 ὣς τώ γε κλαίοντε προσαυδήτην φίλον υἱὸν 22.091 πολλὰ λισσομένω: οὐδ’ Ἕκτορι θυμὸν ἔπειθον, 22.092 ἀλλ’ ὅ γε μίμν’ Ἀχιλῆα πελώριον ἆσσον ἰόντα. 22.093 ὡς δὲ δράκων ἐπὶ χειῇ ὀρέστερος ἄνδρα μένῃσι 22.094 βεβρωκὼς κακὰ φάρμακ’, ἔδυ δέ τέ μιν χόλος αἰνός, 22.095 σμερδαλέον δὲ δέδορκεν ἑλισσόμενος περὶ χειῇ: 22.096 ὣς Ἕκτωρ ἄσβεστον ἔχων μένος οὐχ ὑπεχώρει 22.097 πύργῳ ἔπι προὔχοντι φαεινὴν ἀσπίδ’ ἐρείσας: 22.098 ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν: 22.099 ὤ μοι ἐγών, εἰ μέν κε πύλας καὶ τείχεα δύω, 22.100 Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει, 22.101 ὅς μ’ ἐκέλευε Τρωσὶ ποτὶ πτόλιν ἡγήσασθαι 22.102 νύχθ’ ὕπο τήνδ’ ὀλοὴν ὅτε τ’ ὤρετο δῖος Ἀχιλλεύς. 22.103 ἀλλ’ ἐγὼ οὐ πιθόμην: ἦ τ’ ἂν πολὺ κέρδιον ἦεν. 22.104 νῦν δ’ ἐπεὶ ὤλεσα λαὸν ἀτασθαλίῃσιν ἐμῇσιν, 22.105 αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους, 22.106 μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος ἐμεῖο: 22.107 Ἕκτωρ ἧφι βίηφι πιθήσας ὤλεσε λαόν. 22.108 ὣς ἐρέουσιν: ἐμοὶ δὲ τότ’ ἂν πολὺ κέρδιον εἴη 22.109 ἄντην ἢ Ἀχιλῆα κατακτείναντα νέεσθαι, 22.110 ἠέ κεν αὐτῷ ὀλέσθαι ἐϋκλειῶς πρὸ πόληος. 22.111 εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι ὀμφαλόεσσαν 22.112 καὶ κόρυθα βριαρήν, δόρυ δὲ πρὸς τεῖχος ἐρείσας 22.113 αὐτὸς ἰὼν Ἀχιλῆος ἀμύμονος ἀντίος ἔλθω 22.114 καί οἱ ὑπόσχωμαι Ἑλένην καὶ κτήμαθ’ ἅμ’ αὐτῇ, 22.115 πάντα μάλ’ ὅσσά τ’ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν 22.116 ἠγάγετο Τροίηνδ’, ἥ τ’ ἔπλετο νείκεος ἀρχή, 22.117 δωσέμεν Ἀτρεΐδῃσιν ἄγειν, ἅμα δ’ ἀμφὶς Ἀχαιοῖς 22.118 ἄλλ’ ἀποδάσσεσθαι ὅσα τε πτόλις ἥδε κέκευθε: 22.119 Τρωσὶν δ’ αὖ μετόπισθε γερούσιον ὅρκον ἕλωμαι 22.120 μή τι κατακρύψειν, ἀλλ’ ἄνδιχα πάντα δάσασθαι 22.121 κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει: 22.122 ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός; 22.123 μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών, ὃ δέ μ’ οὐκ ἐλεήσει 22.124 οὐδέ τί μ’ αἰδέσεται, κτενέει δέ με γυμνὸν ἐόντα 22.125 αὔτως ὥς τε γυναῖκα, ἐπεί κ’ ἀπὸ τεύχεα δύω. 22.126 οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸς οὐδ’ ἀπὸ πέτρης 22.127 τῷ ὀαριζέμεναι, ἅ τε παρθένος ἠΐθεός τε 22.128 παρθένος ἠΐθεός τ’ ὀαρίζετον ἀλλήλοιιν. 22.129 βέλτερον αὖτ’ ἔριδι ξυνελαυνέμεν ὅττι τάχιστα: 22.130 εἴδομεν ὁπποτέρῳ κεν Ὀλύμπιος εὖχος ὀρέξῃ. 22.131 ὣς ὅρμαινε μένων, ὃ δέ οἱ σχεδὸν ἦλθεν Ἀχιλλεὺς 22.132 ἶσος Ἐνυαλίῳ κορυθάϊκι πτολεμιστῇ 22.133 σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον 22.134 δεινήν: ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο εἴκελος αὐγῇ 22.135 ἢ πυρὸς αἰθομένου ἢ ἠελίου ἀνιόντος. 22.136 Ἕκτορα δ’, ὡς ἐνόησεν, ἕλε τρόμος: οὐδ’ ἄρ’ ἔτ’ ἔτλη 22.137 αὖθι μένειν, ὀπίσω δὲ πύλας λίπε, βῆ δὲ φοβηθείς: 22.138 Πηλεΐδης δ’ ἐπόρουσε ποσὶ κραιπνοῖσι πεποιθώς. 22.139 ἠΰτε κίρκος ὄρεσφιν ἐλαφρότατος πετεηνῶν 22.140 ῥηϊδίως οἴμησε μετὰ τρήρωνα πέλειαν, 22.141 ἣ δέ θ’ ὕπαιθα φοβεῖται, ὃ δ’ ἐγγύθεν ὀξὺ λεληκὼς 22.142 ταρφέ’ ἐπαΐσσει, ἑλέειν τέ ἑ θυμὸς ἀνώγει: 22.143 ὣς ἄρ’ ὅ γ’ ἐμμεμαὼς ἰθὺς πέτετο, τρέσε δ’ Ἕκτωρ 22.144 τεῖχος ὕπο Τρώων, λαιψηρὰ δὲ γούνατ’ ἐνώμα. 22.145 οἳ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ἠνεμόεντα 22.146 τείχεος αἰὲν ὑπ’ ἐκ κατ’ ἀμαξιτὸν ἐσσεύοντο, 22.147 κρουνὼ δ’ ἵκανον καλλιρρόω: ἔνθα δὲ πηγαὶ 22.148 δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος. 22.149 ἣ μὲν γάρ θ’ ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸς 22.150 γίγνεται ἐξ αὐτῆς ὡς εἰ πυρὸς αἰθομένοιο: 22.151 ἣ δ’ ἑτέρη θέρεϊ προρέει ἐϊκυῖα χαλάζῃ, 22.152 ἢ χιόνι ψυχρῇ ἢ ἐξ ὕδατος κρυστάλλῳ. 22.153 ἔνθα δ’ ἐπ’ αὐτάων πλυνοὶ εὐρέες ἐγγὺς ἔασι 22.154 καλοὶ λαΐνεοι, ὅθι εἵματα σιγαλόεντα 22.155 πλύνεσκον Τρώων ἄλοχοι καλαί τε θύγατρες 22.156 τὸ πρὶν ἐπ’ εἰρήνης πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν. 22.157 τῇ ῥα παραδραμέτην φεύγων ὃ δ’ ὄπισθε διώκων: 22.158 πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγ’ ἀμείνων 22.159 καρπαλίμως, ἐπεὶ οὐχ ἱερήϊον οὐδὲ βοείην 22.160 ἀρνύσθην, ἅ τε ποσσὶν ἀέθλια γίγνεται ἀνδρῶν, 22.161 ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο. 22.162 ὡς δ’ ὅτ’ ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι 22.163 ῥίμφα μάλα τρωχῶσι: τὸ δὲ μέγα κεῖται ἄεθλον 22.164 ἢ τρίπος ἠὲ γυνὴ ἀνδρὸς κατατεθνηῶτος: 22.165 ὣς τὼ τρὶς Πριάμοιο πόλιν πέρι δινηθήτην 22.166 καρπαλίμοισι πόδεσσι: θεοὶ δ’ ἐς πάντες ὁρῶντο: 22.167 τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε: 22.168 ὢ πόποι ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος 22.169 ὀφθαλμοῖσιν ὁρῶμαι: ἐμὸν δ’ ὀλοφύρεται ἦτορ 22.170 Ἕκτορος, ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρί’ ἔκηεν 22.171 Ἴδης ἐν κορυφῇσι πολυπτύχου, ἄλλοτε δ’ αὖτε 22.172 ἐν πόλει ἀκροτάτῃ: νῦν αὖτέ ἑ δῖος Ἀχιλλεὺς 22.173 ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκει. 22.174 ἀλλ’ ἄγετε φράζεσθε θεοὶ καὶ μητιάασθε 22.175 ἠέ μιν ἐκ θανάτοιο σαώσομεν, ἦέ μιν ἤδη 22.176 Πηλεΐδῃ Ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα. 22.177 τὸν δ’ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη: 22.178 ὦ πάτερ ἀργικέραυνε κελαινεφὲς οἷον ἔειπες: 22.179 ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ 22.180 ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι; 22.181 ἔρδ’: ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι. 22.182 τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς: 22.183 θάρσει Τριτογένεια φίλον τέκος: οὔ νύ τι θυμῷ 22.184 πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι: 22.185 ἔρξον ὅπῃ δή τοι νόος ἔπλετο, μὴ δ’ ἔτ’ ἐρώει. 22.186 ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην: 22.187 βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων ἀΐξασα. 22.188 Ἕκτορα δ’ ἀσπερχὲς κλονέων ἔφεπ’ ὠκὺς Ἀχιλλεύς. 22.189 ὡς δ’ ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται 22.190 ὄρσας ἐξ εὐνῆς διά τ’ ἄγκεα καὶ διὰ βήσσας: 22.191 τὸν δ’ εἴ πέρ τε λάθῃσι καταπτήξας ὑπὸ θάμνῳ, 22.192 ἀλλά τ’ ἀνιχνεύων θέει ἔμπεδον ὄφρά κεν εὕρῃ: 22.193 ὣς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλεΐωνα. 22.194 ὁσσάκι δ’ ὁρμήσειε πυλάων Δαρδανιάων 22.195 ἀντίον ἀΐξασθαι ἐϋδμήτους ὑπὸ πύργους, 22.196 εἴ πως οἷ καθύπερθεν ἀλάλκοιεν βελέεσσι, 22.197 τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθὰς 22.198 πρὸς πεδίον: αὐτὸς δὲ ποτὶ πτόλιος πέτετ’ αἰεί. 22.199 ὡς δ’ ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν: 22.200 οὔτ’ ἄρ’ ὃ τὸν δύναται ὑποφεύγειν οὔθ’ ὃ διώκειν: 22.201 ὣς ὃ τὸν οὐ δύνατο μάρψαι ποσίν, οὐδ’ ὃς ἀλύξαι. 22.202 πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο, 22.203 εἰ μή οἱ πύματόν τε καὶ ὕστατον ἤντετ’ Ἀπόλλων 22.204 ἐγγύθεν, ὅς οἱ ἐπῶρσε μένος λαιψηρά τε γοῦνα; 22.205 λαοῖσιν δ’ ἀνένευε καρήατι δῖος Ἀχιλλεύς, 22.206 οὐδ’ ἔα ἱέμεναι ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα, 22.207 μή τις κῦδος ἄροιτο βαλών, ὃ δὲ δεύτερος ἔλθοι. 22.208 ἀλλ’ ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο, 22.209 καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα, 22.210 ἐν δ’ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο, 22.211 τὴν μὲν Ἀχιλλῆος, τὴν δ’ Ἕκτορος ἱπποδάμοιο, 22.212 ἕλκε δὲ μέσσα λαβών: ῥέπε δ’ Ἕκτορος αἴσιμον ἦμαρ, 22.213 ᾤχετο δ’ εἰς Ἀΐδαο, λίπεν δέ ἑ Φοῖβος Ἀπόλλων. 22.214 Πηλεΐωνα δ’ ἵκανε θεὰ γλαυκῶπις Ἀθήνη, 22.215 ἀγχοῦ δ’ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα: 22.216 νῦν δὴ νῶι ἔολπα Διῒ φίλε φαίδιμ’ Ἀχιλλεῦ 22.217 οἴσεσθαι μέγα κῦδος Ἀχαιοῖσι προτὶ νῆας 22.218 Ἕκτορα δῃώσαντε μάχης ἄατόν περ ἐόντα. 22.219 οὔ οἱ νῦν ἔτι γ’ ἔστι πεφυγμένον ἄμμε γενέσθαι, 22.220 οὐδ’ εἴ κεν μάλα πολλὰ πάθοι ἑκάεργος Ἀπόλλων 22.221 προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο. 22.222 ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε, τόνδε δ’ ἐγώ τοι 22.223 οἰχομένη πεπιθήσω ἐναντίβιον μαχέσασθαι. 22.224 ὣς φάτ’ Ἀθηναίη, ὃ δ’ ἐπείθετο, χαῖρε δὲ θυμῷ, 22.225 στῆ δ’ ἄρ’ ἐπὶ μελίης χαλκογλώχινος ἐρεισθείς. 22.226 ἣ δ’ ἄρα τὸν μὲν ἔλειπε, κιχήσατο δ’ Ἕκτορα δῖον 22.227 Δηϊφόβῳ ἐϊκυῖα δέμας καὶ ἀτειρέα φωνήν: 22.228 ἀγχοῦ δ’ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα: 22.229 ἠθεῖ’ ἦ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεὺς 22.230 ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκων: 22.231 ἀλλ’ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες. 22.232 τὴν δ’ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ: 22.233 Δηΐφοβ’ ἦ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦσθα 22.234 γνωτῶν οὓς Ἑκάβη ἠδὲ Πρίαμος τέκε παῖδας: 22.235 νῦν δ’ ἔτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι, 22.236 ὃς ἔτλης ἐμεῦ εἵνεκ’, ἐπεὶ ἴδες ὀφθαλμοῖσι, 22.237 τείχεος ἐξελθεῖν, ἄλλοι δ’ ἔντοσθε μένουσι. 22.238 τὸν δ’ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη: 22.239 ἠθεῖ’ ἦ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρ 22.240 λίσσονθ’ ἑξείης γουνούμενοι, ἀμφὶ δ’ ἑταῖροι, 22.241 αὖθι μένειν: τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες: 22.242 ἀλλ’ ἐμὸς ἔνδοθι θυμὸς ἐτείρετο πένθεϊ λυγρῷ. 22.243 νῦν δ’ ἰθὺς μεμαῶτε μαχώμεθα, μὴ δέ τι δούρων 22.244 ἔστω φειδωλή, ἵνα εἴδομεν εἴ κεν Ἀχιλλεὺς 22.245 νῶϊ κατακτείνας ἔναρα βροτόεντα φέρηται 22.246 νῆας ἔπι γλαφυράς, ἦ κεν σῷ δουρὶ δαμήῃ. 22.247 ὣς φαμένη καὶ κερδοσύνῃ ἡγήσατ’ Ἀθήνη: 22.248 οἳ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες, 22.249 τὸν πρότερος προσέειπε μέγας κορυθαίολος Ἕκτωρ: 22.250 οὔ σ’ ἔτι Πηλέος υἱὲ φοβήσομαι, ὡς τὸ πάρος περ 22.251 τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον, οὐδέ ποτ’ ἔτλην 22.252 μεῖναι ἐπερχόμενον: νῦν αὖτέ με θυμὸς ἀνῆκε 22.253 στήμεναι ἀντία σεῖο: ἕλοιμί κεν ἤ κεν ἁλοίην. 22.254 ἀλλ’ ἄγε δεῦρο θεοὺς ἐπιδώμεθα: τοὶ γὰρ ἄριστοι 22.255 μάρτυροι ἔσσονται καὶ ἐπίσκοποι ἁρμονιάων: 22.256 οὐ γὰρ ἐγώ σ’ ἔκπαγλον ἀεικιῶ, αἴ κεν ἐμοὶ Ζεὺς 22.257 δώῃ καμμονίην, σὴν δὲ ψυχὴν ἀφέλωμαι: 22.258 ἀλλ’ ἐπεὶ ἄρ κέ σε συλήσω κλυτὰ τεύχε’ Ἀχιλλεῦ 22.259 νεκρὸν Ἀχαιοῖσιν δώσω πάλιν: ὣς δὲ σὺ ῥέζειν. 22.260 τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς: 22.261 Ἕκτορ μή μοι ἄλαστε συνημοσύνας ἀγόρευε: 22.262 ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά, 22.263 οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν, 22.264 ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν, 22.265 ὣς οὐκ ἔστ’ ἐμὲ καὶ σὲ φιλήμεναι, οὐδέ τι νῶϊν 22.266 ὅρκια ἔσσονται, πρίν γ’ ἢ ἕτερόν γε πεσόντα 22.267 αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν. 22.268 παντοίης ἀρετῆς μιμνήσκεο: νῦν σε μάλα χρὴ 22.269 αἰχμητήν τ’ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν. 22.270 οὔ τοι ἔτ’ ἔσθ’ ὑπάλυξις, ἄφαρ δέ σε Παλλὰς Ἀθήνη 22.271 ἔγχει ἐμῷ δαμάᾳ: νῦν δ’ ἀθρόα πάντ’ ἀποτίσεις 22.272 κήδε’ ἐμῶν ἑτάρων οὓς ἔκτανες ἔγχεϊ θύων. 22.273 ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος: 22.274 καὶ τὸ μὲν ἄντα ἰδὼν ἠλεύατο φαίδιμος Ἕκτωρ: 22.275 ἕζετο γὰρ προϊδών, τὸ δ’ ὑπέρπτατο χάλκεον ἔγχος, 22.276 ἐν γαίῃ δ’ ἐπάγη: ἀνὰ δ’ ἥρπασε Παλλὰς Ἀθήνη, 22.277 ἂψ δ’ Ἀχιλῆϊ δίδου, λάθε δ’ Ἕκτορα ποιμένα λαῶν. 22.278 Ἕκτωρ δὲ προσέειπεν ἀμύμονα Πηλεΐωνα: 22.279 ἤμβροτες, οὐδ’ ἄρα πώ τι θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ 22.280 ἐκ Διὸς ἠείδης τὸν ἐμὸν μόρον, ἦ τοι ἔφης γε: 22.281 ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθων, 22.282 ὄφρά σ’ ὑποδείσας μένεος ἀλκῆς τε λάθωμαι. 22.283 οὐ μέν μοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξεις, 22.284 ἀλλ’ ἰθὺς μεμαῶτι διὰ στήθεσφιν ἔλασσον 22.285 εἴ τοι ἔδωκε θεός: νῦν αὖτ’ ἐμὸν ἔγχος ἄλευαι 22.286 χάλκεον: ὡς δή μιν σῷ ἐν χροῒ πᾶν κομίσαιο. 22.287 καί κεν ἐλαφρότερος πόλεμος Τρώεσσι γένοιτο 22.288 σεῖο καταφθιμένοιο: σὺ γάρ σφισι πῆμα μέγιστον. 22.289 ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, 22.290 καὶ βάλε Πηλεΐδαο μέσον σάκος οὐδ’ ἀφάμαρτε: 22.291 τῆλε δ’ ἀπεπλάγχθη σάκεος δόρυ: χώσατο δ’ Ἕκτωρ 22.292 ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός, 22.293 στῆ δὲ κατηφήσας, οὐδ’ ἄλλ’ ἔχε μείλινον ἔγχος. 22.294 Δηΐφοβον δ’ ἐκάλει λευκάσπιδα μακρὸν ἀΰσας: 22.295 ᾔτεέ μιν δόρυ μακρόν: ὃ δ’ οὔ τί οἱ ἐγγύθεν ἦεν. 22.296 Ἕκτωρ δ’ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε: 22.297 ὢ πόποι ἦ μάλα δή με θεοὶ θάνατον δὲ κάλεσσαν: 22.298 Δηΐφοβον γὰρ ἔγωγ’ ἐφάμην ἥρωα παρεῖναι: 22.299 ἀλλ’ ὃ μὲν ἐν τείχει, ἐμὲ δ’ ἐξαπάτησεν Ἀθήνη. 22.300 νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακός, οὐδ’ ἔτ’ ἄνευθεν, 22.301 οὐδ’ ἀλέη: ἦ γάρ ῥα πάλαι τό γε φίλτερον ἦεν 22.302 Ζηνί τε καὶ Διὸς υἷι ἑκηβόλῳ, οἵ με πάρος γε 22.303 πρόφρονες εἰρύατο: νῦν αὖτέ με μοῖρα κιχάνει. 22.304 μὴ μὰν ἀσπουδί γε καὶ ἀκλειῶς ἀπολοίμην, 22.305 ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι. 22.306 ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξύ, 22.307 τό οἱ ὑπὸ λαπάρην τέτατο μέγα τε στιβαρόν τε, 22.308 οἴμησεν δὲ ἀλεὶς ὥς τ’ αἰετὸς ὑψιπετήεις, 22.309 ὅς τ’ εἶσιν πεδίον δὲ διὰ νεφέων ἐρεβεννῶν 22.310 ἁρπάξων ἢ ἄρν’ ἀμαλὴν ἤ πτῶκα λαγωόν: 22.311 ὣς Ἕκτωρ οἴμησε τινάσσων φάσγανον ὀξύ. 22.312 ὁρμήθη δ’ Ἀχιλεύς, μένεος δ’ ἐμπλήσατο θυμὸν 22.313 ἀγρίου, πρόσθεν δὲ σάκος στέρνοιο κάλυψε 22.314 καλὸν δαιδάλεον, κόρυθι δ’ ἐπένευε φαεινῇ 22.315 τετραφάλῳ: καλαὶ δὲ περισσείοντο ἔθειραι 22.316 χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς. 22.317 οἷος δ’ ἀστὴρ εἶσι μετ’ ἀστράσι νυκτὸς ἀμολγῷ 22.318 ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ, 22.319 ὣς αἰχμῆς ἀπέλαμπ’ εὐήκεος, ἣν ἄρ’ Ἀχιλλεὺς 22.320 πάλλεν δεξιτερῇ φρονέων κακὸν Ἕκτορι δίῳ 22.321 εἰσορόων χρόα καλόν, ὅπῃ εἴξειε μάλιστα. 22.322 τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχεα 22.323 καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξε κατακτάς: 22.324 φαίνετο δ’ ᾗ κληῗδες ἀπ’ ὤμων αὐχέν’ ἔχουσι 22.325 λαυκανίην, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος: 22.326 τῇ ῥ’ ἐπὶ οἷ μεμαῶτ’ ἔλασ’ ἔγχεϊ δῖος Ἀχιλλεύς, 22.327 ἀντικρὺ δ’ ἁπαλοῖο δι’ αὐχένος ἤλυθ’ ἀκωκή: 22.328 οὐδ’ ἄρ’ ἀπ’ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια, 22.329 ὄφρά τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν. 22.330 ἤριπε δ’ ἐν κονίῃς: ὃ δ’ ἐπεύξατο δῖος Ἀχιλλεύς: 22.331 Ἕκτορ ἀτάρ που ἔφης Πατροκλῆ’ ἐξεναρίζων 22.332 σῶς ἔσσεσθ’, ἐμὲ δ’ οὐδὲν ὀπίζεο νόσφιν ἐόντα 22.333 νήπιε: τοῖο δ’ ἄνευθεν ἀοσσητὴρ μέγ’ ἀμείνων 22.334 νηυσὶν ἔπι γλαφυρῇσιν ἐγὼ μετόπισθε λελείμμην, 22.335 ὅς τοι γούνατ’ ἔλυσα: σὲ μὲν κύνες ἠδ’ οἰωνοὶ 22.336 ἑλκήσουσ’ ἀϊκῶς, τὸν δὲ κτεριοῦσιν Ἀχαιοί. 22.337 τὸν δ’ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ: 22.338 λίσσομ’ ὑπὲρ ψυχῆς καὶ γούνων σῶν τε τοκήων 22.339 μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν, 22.340 ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο 22.341 δῶρα τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ, 22.342 σῶμα δὲ οἴκαδ’ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με 22.343 Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα. 22.344 τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεὺς: 22.345 μή με κύον γούνων γουνάζεο μὴ δὲ τοκήων: 22.346 αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνήη 22.347 ὤμ’ ἀποταμνόμενον κρέα ἔδμεναι, οἷα ἔοργας, 22.348 ὡς οὐκ ἔσθ’ ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι, 22.349 οὐδ’ εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτ’ ἄποινα 22.350 στήσωσ’ ἐνθάδ’ ἄγοντες, ὑπόσχωνται δὲ καὶ ἄλλα, 22.351 οὐδ’ εἴ κέν σ’ αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι 22.352 Δαρδανίδης Πρίαμος: οὐδ’ ὧς σέ γε πότνια μήτηρ 22.353 ἐνθεμένη λεχέεσσι γοήσεται ὃν τέκεν αὐτή, 22.354 ἀλλὰ κύνες τε καὶ οἰωνοὶ κατὰ πάντα δάσονται. 22.355 τὸν δὲ καταθνῄσκων προσέφη κορυθαίολος Ἕκτωρ: 22.356 ἦ σ’ εὖ γιγνώσκων προτιόσσομαι, οὐδ’ ἄρ’ ἔμελλον 22.357 πείσειν: ἦ γὰρ σοί γε σιδήρεος ἐν φρεσὶ θυμός. 22.358 φράζεο νῦν, μή τοί τι θεῶν μήνιμα γένωμαι 22.359 ἤματι τῷ ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλων 22.360 ἐσθλὸν ἐόντ’ ὀλέσωσιν ἐνὶ Σκαιῇσι πύλῃσιν. 22.361 ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε, 22.362 ψυχὴ δ’ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει 22.363 ὃν πότμον γοόωσα λιποῦσ’ ἀνδροτῆτα καὶ ἥβην. 22.364 τὸν καὶ τεθνηῶτα προσηύδα δῖος Ἀχιλλεύς: 22.365 τέθναθι: κῆρα δ’ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ 22.366 Ζεὺς ἐθέλῃ τελέσαι ἠδ’ ἀθάνατοι θεοὶ ἄλλοι. 22.367 ἦ ῥα, καὶ ἐκ νεκροῖο ἐρύσσατο χάλκεον ἔγχος, 22.368 καὶ τό γ’ ἄνευθεν ἔθηχ’, ὃ δ’ ἀπ’ ὤμων τεύχε’ ἐσύλα 22.369 αἱματόεντ’: ἄλλοι δὲ περίδραμον υἷες Ἀχαιῶν, 22.370 οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν 22.371 Ἕκτορος: οὐδ’ ἄρα οἵ τις ἀνουτητί γε παρέστη. 22.372 ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον: 22.373 ὢ πόποι, ἦ μάλα δὴ μαλακώτερος ἀμφαφάασθαι 22.374 Ἕκτωρ ἢ ὅτε νῆας ἐνέπρησεν πυρὶ κηλέῳ. 22.375 ὣς ἄρα τις εἴπεσκε καὶ οὐτήσασκε παραστάς. 22.376 τὸν δ’ ἐπεὶ ἐξενάριξε ποδάρκης δῖος Ἀχιλλεύς, 22.377 στὰς ἐν Ἀχαιοῖσιν ἔπεα πτερόεντ’ ἀγόρευεν: 22.378 ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες 22.379 ἐπεὶ δὴ τόνδ’ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν, 22.380 ὃς κακὰ πόλλ’ ἔρρεξεν ὅσ’ οὐ σύμπαντες οἱ ἄλλοι, 22.381 εἰ δ’ ἄγετ’ ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν, 22.382 ὄφρά κ’ ἔτι γνῶμεν Τρώων νόον ὅν τιν’ ἔχουσιν, 22.383 ἢ καταλείψουσιν πόλιν ἄκρην τοῦδε πεσόντος, 22.384 ἦε μένειν μεμάασι καὶ Ἕκτορος οὐκέτ’ ἐόντος. 22.385 ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός; 22.386 κεῖται πὰρ νήεσσι νέκυς ἄκλαυτος ἄθαπτος 22.387 Πάτροκλος: τοῦ δ’ οὐκ ἐπιλήσομαι, ὄφρ’ ἂν ἔγωγε 22.388 ζωοῖσιν μετέω καί μοι φίλα γούνατ’ ὀρώρῃ: 22.389 εἰ δὲ θανόντων περ καταλήθοντ’ εἰν Ἀΐδαο 22.390 αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομ’ ἑταίρου. 22.391 νῦν δ’ ἄγ’ ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν 22.392 νηυσὶν ἔπι γλαφυρῇσι νεώμεθα, τόνδε δ’ ἄγωμεν. 22.393 ἠράμεθα μέγα κῦδος: ἐπέφνομεν Ἕκτορα δῖον, 22.394 ᾧ Τρῶες κατὰ ἄστυ θεῷ ὣς εὐχετόωντο. 22.395 ἦ ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα. 22.396 ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε 22.397 ἐς σφυρὸν ἐκ πτέρνης, βοέους δ’ ἐξῆπτεν ἱμάντας, 22.398 ἐκ δίφροιο δ’ ἔδησε, κάρη δ’ ἕλκεσθαι ἔασεν: 22.399 ἐς δίφρον δ’ ἀναβὰς ἀνά τε κλυτὰ τεύχε’ ἀείρας 22.400 μάστιξέν ῥ’ ἐλάαν, τὼ δ’ οὐκ ἀέκοντε πετέσθην. 22.401 τοῦ δ’ ἦν ἑλκομένοιο κονίσαλος, ἀμφὶ δὲ χαῖται 22.402 κυάνεαι πίτναντο, κάρη δ’ ἅπαν ἐν κονίῃσι 22.403 κεῖτο πάρος χαρίεν: τότε δὲ Ζεὺς δυσμενέεσσι 22.404 δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ. 22.405 ὣς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν: ἣ δέ νυ μήτηρ 22.406 τίλλε κόμην, ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην 22.407 τηλόσε, κώκυσεν δὲ μάλα μέγα παῖδ’ ἐσιδοῦσα: 22.408 ᾤμωξεν δ’ ἐλεεινὰ πατὴρ φίλος, ἀμφὶ δὲ λαοὶ 22.409 κωκυτῷ τ’ εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ. 22.410 τῷ δὲ μάλιστ’ ἄρ’ ἔην ἐναλίγκιον ὡς εἰ ἅπασα 22.411 Ἴλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατ’ ἄκρης. 22.412 λαοὶ μέν ῥα γέροντα μόγις ἔχον ἀσχαλόωντα 22.413 ἐξελθεῖν μεμαῶτα πυλάων Δαρδανιάων. 22.414 πάντας δ’ ἐλλιτάνευε κυλινδόμενος κατὰ κόπρον, 22.415 ἐξονομακλήδην ὀνομάζων ἄνδρα ἕκαστον: 22.416 σχέσθε φίλοι, καί μ’ οἶον ἐάσατε κηδόμενοί περ 22.417 ἐξελθόντα πόληος ἱκέσθ’ ἐπὶ νῆας Ἀχαιῶν. 22.418 λίσσωμ’ ἀνέρα τοῦτον ἀτάσθαλον ὀβριμοεργόν, 22.419 ἤν πως ἡλικίην αἰδέσσεται ἠδ’ ἐλεήσῃ 22.420 γῆρας: καὶ δέ νυ τῷ γε πατὴρ τοιόσδε τέτυκται 22.421 Πηλεύς, ὅς μιν ἔτικτε καὶ ἔτρεφε πῆμα γενέσθαι 22.422 Τρωσί: μάλιστα δ’ ἐμοὶ περὶ πάντων ἄλγε’ ἔθηκε. 22.423 τόσσους γάρ μοι παῖδας ἀπέκτανε τηλεθάοντας: 22.424 τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ 22.425 ὡς ἑνός, οὗ μ’ ἄχος ὀξὺ κατοίσεται Ἄϊδος εἴσω, 22.426 Ἕκτορος: ὡς ὄφελεν θανέειν ἐν χερσὶν ἐμῇσι: 22.427 τώ κε κορεσσάμεθα κλαίοντέ τε μυρομένω τε 22.428 μήτηρ θ’, ἥ μιν ἔτικτε δυσάμμορος, ἠδ’ ἐγὼ αὐτός. 22.429 ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο πολῖται: 22.430 Τρῳῇσιν δ’ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο: 22.431 τέκνον ἐγὼ δειλή: τί νυ βείομαι αἰνὰ παθοῦσα 22.432 σεῦ ἀποτεθνηῶτος; ὅ μοι νύκτάς τε καὶ ἦμαρ 22.433 εὐχωλὴ κατὰ ἄστυ πελέσκεο, πᾶσί τ’ ὄνειαρ 22.434 Τρωσί τε καὶ Τρῳῇσι κατὰ πτόλιν, οἵ σε θεὸν ὣς 22.435 δειδέχατ’: ἦ γὰρ καί σφι μάλα μέγα κῦδος ἔησθα 22.436 ζωὸς ἐών: νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει. 22.437 ὣς ἔφατο κλαίουσ’, ἄλοχος δ’ οὔ πώ τι πέπυστο 22.438 Ἕκτορος: οὐ γάρ οἵ τις ἐτήτυμος ἄγγελος ἐλθὼν 22.439 ἤγγειλ’ ὅττί ῥά οἱ πόσις ἔκτοθι μίμνε πυλάων, 22.440 ἀλλ’ ἥ γ’ ἱστὸν ὕφαινε μυχῷ δόμου ὑψηλοῖο 22.441 δίπλακα πορφυρέην, ἐν δὲ θρόνα ποικίλ’ ἔπασσε. 22.442 κέκλετο δ’ ἀμφιπόλοισιν ἐϋπλοκάμοις κατὰ δῶμα 22.443 ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα πέλοιτο 22.444 Ἕκτορι θερμὰ λοετρὰ μάχης ἐκ νοστήσαντι 22.445 νηπίη, οὐδ’ ἐνόησεν ὅ μιν μάλα τῆλε λοετρῶν 22.446 χερσὶν Ἀχιλλῆος δάμασε γλαυκῶπις Ἀθήνη. 22.447 κωκυτοῦ δ’ ἤκουσε καὶ οἰμωγῆς ἀπὸ πύργου: 22.448 τῆς δ’ ἐλελίχθη γυῖα, χαμαὶ δέ οἱ ἔκπεσε κερκίς: 22.449 ἣ δ’ αὖτις δμῳῇσιν ἐϋπλοκάμοισι μετηύδα: 22.450 δεῦτε δύω μοι ἕπεσθον, ἴδωμ’ ὅτιν’ ἔργα τέτυκται. 22.451 αἰδοίης ἑκυρῆς ὀπὸς ἔκλυον, ἐν δ’ ἐμοὶ αὐτῇ 22.452 στήθεσι πάλλεται ἦτορ ἀνὰ στόμα, νέρθε δὲ γοῦνα 22.453 πήγνυται: ἐγγὺς δή τι κακὸν Πριάμοιο τέκεσσιν. 22.454 αἲ γὰρ ἀπ’ οὔατος εἴη ἐμεῦ ἔπος: ἀλλὰ μάλ’ αἰνῶς 22.455 δείδω μὴ δή μοι θρασὺν Ἕκτορα δῖος Ἀχιλλεὺς 22.456 μοῦνον ἀποτμήξας πόλιος πεδίον δὲ δίηται, 22.457 καὶ δή μιν καταπαύσῃ ἀγηνορίης ἀλεγεινῆς 22.458 ἥ μιν ἔχεσκ’, ἐπεὶ οὔ ποτ’ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν, 22.459 ἀλλὰ πολὺ προθέεσκε, τὸ ὃν μένος οὐδενὶ εἴκων. 22.460 ὣς φαμένη μεγάροιο διέσσυτο μαινάδι ἴση 22.461 παλλομένη κραδίην: ἅμα δ’ ἀμφίπολοι κίον αὐτῇ 22.462 αὐτὰρ ἐπεὶ πύργόν τε καὶ ἀνδρῶν ἷξεν ὅμιλον 22.463 ἔστη παπτήνασ’ ἐπὶ τείχεϊ, τὸν δὲ νόησεν 22.464 ἑλκόμενον πρόσθεν πόλιος: ταχέες δέ μιν ἵπποι 22.465 ἕλκον ἀκηδέστως κοίλας ἐπὶ νῆας Ἀχαιῶν. 22.466 τὴν δὲ κατ’ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν, 22.467 ἤριπε δ’ ἐξοπίσω, ἀπὸ δὲ ψυχὴν ἐκάπυσσε. 22.468 τῆλε δ’ ἀπὸ κρατὸς βάλε δέσματα σιγαλόεντα, 22.469 ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμην 22.470 κρήδεμνόν θ’, ὅ ῥά οἱ δῶκε χρυσῆ Ἀφροδίτη 22.471 ἤματι τῷ ὅτε μιν κορυθαίολος ἠγάγεθ’ Ἕκτωρ 22.472 ἐκ δόμου Ἠετίωνος, ἐπεὶ πόρε μυρία ἕδνα. 22.473 ἀμφὶ δέ μιν γαλόῳ τε καὶ εἰνατέρες ἅλις ἔσταν, 22.474 αἵ ἑ μετὰ σφίσιν εἶχον ἀτυζομένην ἀπολέσθαι. 22.475 ἣ δ’ ἐπεὶ οὖν ἔμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη 22.476 ἀμβλήδην γοόωσα μετὰ Τρῳῇσιν ἔειπεν: 22.477 Ἕκτορ ἐγὼ δύστηνος: ἰῇ ἄρα γεινόμεθ’ αἴσῃ 22.478 ἀμφότεροι, σὺ μὲν ἐν Τροίῃ Πριάμου κατὰ δῶμα, 22.479 αὐτὰρ ἐγὼ Θήβῃσιν ὑπὸ Πλάκῳ ὑληέσσῃ 22.480 ἐν δόμῳ Ἠετίωνος, ὅ μ’ ἔτρεφε τυτθὸν ἐοῦσαν 22.481 δύσμορος αἰνόμορον: ὡς μὴ ὤφελλε τεκέσθαι. 22.482 νῦν δὲ σὺ μὲν Ἀΐδαο δόμους ὑπὸ κεύθεσι γαίης 22.483 ἔρχεαι, αὐτὰρ ἐμὲ στυγερῷ ἐνὶ πένθεϊ λείπεις 22.484 χήρην ἐν μεγάροισι: πάϊς δ’ ἔτι νήπιος αὔτως, 22.485 ὃν τέκομεν σύ τ’ ἐγώ τε δυσάμμοροι: οὔτε σὺ τούτῳ 22.486 ἔσσεαι Ἕκτορ ὄνειαρ ἐπεὶ θάνες, οὔτε σοὶ οὗτος. 22.487 ἤν περ γὰρ πόλεμόν γε φύγῃ πολύδακρυν Ἀχαιῶν, 22.488 αἰεί τοι τούτῳ γε πόνος καὶ κήδε’ ὀπίσσω 22.489 ἔσσοντ’: ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας. 22.490 ἦμαρ δ’ ὀρφανικὸν παναφήλικα παῖδα τίθησι: 22.491 πάντα δ’ ὑπεμνήμυκε, δεδάκρυνται δὲ παρειαί, 22.492 δευόμενος δέ τ’ ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους, 22.493 ἄλλον μὲν χλαίνης ἐρύων, ἄλλον δὲ χιτῶνος: 22.494 τῶν δ’ ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε: 22.495 χείλεα μέν τ’ ἐδίην’, ὑπερῴην δ’ οὐκ ἐδίηνε. 22.496 τὸν δὲ καὶ ἀμφιθαλὴς ἐκ δαιτύος ἐστυφέλιξε 22.497 χερσὶν πεπλήγων καὶ ὀνειδείοισιν ἐνίσσων: 22.498 ἔρρ’ οὕτως: οὐ σός γε πατὴρ μεταδαίνυται ἡμῖν. 22.499 δακρυόεις δέ τ’ ἄνεισι πάϊς ἐς μητέρα χήρην 22.500 Ἀστυάναξ, ὃς πρὶν μὲν ἑοῦ ἐπὶ γούνασι πατρὸς 22.501 μυελὸν οἶον ἔδεσκε καὶ οἰῶν πίονα δημόν: 22.502 αὐτὰρ ὅθ’ ὕπνος ἕλοι, παύσαιτό τε νηπιαχεύων, 22.503 εὕδεσκ’ ἐν λέκτροισιν ἐν ἀγκαλίδεσσι τιθήνης 22.504 εὐνῇ ἔνι μαλακῇ θαλέων ἐμπλησάμενος κῆρ: 22.505 νῦν δ’ ἂν πολλὰ πάθῃσι φίλου ἀπὸ πατρὸς ἁμαρτὼν 22.506 Ἀστυάναξ, ὃν Τρῶες ἐπίκλησιν καλέουσιν: 22.507 οἶος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά. 22.508 νῦν δὲ σὲ μὲν παρὰ νηυσὶ κορωνίσι νόσφι τοκήων 22.509 αἰόλαι εὐλαὶ ἔδονται, ἐπεί κε κύνες κορέσωνται 22.510 γυμνόν: ἀτάρ τοι εἵματ’ ἐνὶ μεγάροισι κέονται 22.511 λεπτά τε καὶ χαρίεντα τετυγμένα χερσὶ γυναικῶν. 22.512 ἀλλ’ ἤτοι τάδε πάντα καταφλέξω πυρὶ κηλέῳ 22.513 οὐδὲν σοί γ’ ὄφελος, ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς, 22.514 ἀλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι. 22.515 ὣς ἔφατο κλαίουσ’, ἐπὶ δὲ στενάχοντο γυναῖκες. 23.001 ὣς οἳ μὲν στενάχοντο κατὰ πτόλιν: αὐτὰρ Ἀχαιοὶ 23.002 ἐπεὶ δὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο, 23.003 οἳ μὲν ἄρ’ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος, 23.004 Μυρμιδόνας δ’ οὐκ εἴα ἀποσκίδνασθαι Ἀχιλλεύς, 23.005 ἀλλ’ ὅ γε οἷς ἑτάροισι φιλοπτολέμοισι μετηύδα: 23.006 Μυρμιδόνες ταχύπωλοι ἐμοὶ ἐρίηρες ἑταῖροι 23.007 μὴ δή πω ὑπ’ ὄχεσφι λυώμεθα μώνυχας ἵππους, 23.008 ἀλλ’ αὐτοῖς ἵπποισι καὶ ἅρμασιν ἆσσον ἰόντες 23.009 Πάτροκλον κλαίωμεν: ὃ γὰρ γέρας ἐστὶ θανόντων. 23.010 αὐτὰρ ἐπεί κ’ ὀλοοῖο τεταρπώμεσθα γόοιο, 23.011 ἵππους λυσάμενοι δορπήσομεν ἐνθάδε πάντες. 23.012 ὣς ἔφαθ’, οἳ δ’ ᾤμωξαν ἀολλέες, ἦρχε δ’ Ἀχιλλεύς. 23.013 οἳ δὲ τρὶς περὶ νεκρὸν ἐΰτριχας ἤλασαν ἵππους 23.014 μυρόμενοι: μετὰ δέ σφι Θέτις γόου ἵμερον ὦρσε. 23.015 δεύοντο ψάμαθοι, δεύοντο δὲ τεύχεα φωτῶν 23.016 δάκρυσι: τοῖον γὰρ πόθεον μήστωρα φόβοιο. 23.017 τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο 23.018 χεῖρας ἐπ’ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου: 23.019 χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι: 23.020 πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην 23.021 Ἕκτορα δεῦρ’ ἐρύσας δώσειν κυσὶν ὠμὰ δάσασθαι, 23.022 δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσειν 23.023 Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς. 23.024 ἦ ῥα καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα 23.025 πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας 23.026 ἐν κονίῃς: οἳ δ’ ἔντε’ ἀφωπλίζοντο ἕκαστος 23.027 χάλκεα μαρμαίροντα, λύον δ’ ὑψηχέας ἵππους, 23.028 κὰδ δ’ ἷζον παρὰ νηῒ ποδώκεος Αἰακίδαο 23.029 μυρίοι: αὐτὰρ ὃ τοῖσι τάφον μενοεικέα δαίνυ. 23.030 πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον ἀμφὶ σιδήρῳ 23.031 σφαζόμενοι, πολλοὶ δ’ ὄϊες καὶ μηκάδες αἶγες: 23.032 πολλοὶ δ’ ἀργιόδοντες ὕες θαλέθοντες ἀλοιφῇ 23.033 εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο: 23.034 πάντῃ δ’ ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα. 23.035 αὐτὰρ τόν γε ἄνακτα ποδώκεα Πηλεΐωνα 23.036 εἰς Ἀγαμέμνονα δῖον ἄγον βασιλῆες Ἀχαιῶν 23.037 σπουδῇ παρπεπιθόντες ἑταίρου χωόμενον κῆρ. 23.038 οἳ δ’ ὅτε δὴ κλισίην Ἀγαμέμνονος ἷξον ἰόντες, 23.039 αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσαν 23.040 ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, εἰ πεπίθοιεν 23.041 Πηλεΐδην λούσασθαι ἄπο βρότον αἱματόεντα. 23.042 αὐτὰρ ὅ γ’ ἠρνεῖτο στερεῶς, ἐπὶ δ’ ὅρκον ὄμοσσεν: 23.043 οὐ μὰ Ζῆν’, ὅς τίς τε θεῶν ὕπατος καὶ ἄριστος, 23.044 οὐ θέμις ἐστὶ λοετρὰ καρήατος ἆσσον ἱκέσθαι 23.045 πρίν γ’ ἐνὶ Πάτροκλον θέμεναι πυρὶ σῆμά τε χεῦαι 23.046 κείρασθαί τε κόμην, ἐπεὶ οὔ μ’ ἔτι δεύτερον ὧδε 23.047 ἵξετ’ ἄχος κραδίην ὄφρα ζωοῖσι μετείω. 23.048 ἀλλ’ ἤτοι νῦν μὲν στυγερῇ πειθώμεθα δαιτί: 23.049 ἠῶθεν δ’ ὄτρυνον ἄναξ ἀνδρῶν Ἀγάμεμνον 23.050 ὕλην τ’ ἀξέμεναι παρά τε σχεῖν ὅσσ’ ἐπιεικὲς 23.051 νεκρὸν ἔχοντα νέεσθαι ὑπὸ ζόφον ἠερόεντα, 23.052 ὄφρ’ ἤτοι τοῦτον μὲν ἐπιφλέγῃ ἀκάματον πῦρ 23.053 θᾶσσον ἀπ’ ὀφθαλμῶν, λαοὶ δ’ ἐπὶ ἔργα τράπωνται. 23.054 ὣς ἔφαθ’, οἳ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο. 23.055 ἐσσυμένως δ’ ἄρα δόρπον ἐφοπλίσσαντες ἕκαστοι 23.056 δαίνυντ’, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης. 23.057 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, 23.058 οἳ μὲν κακκείοντες ἔβαν κλισίην δὲ ἕκαστος, 23.059 Πηλεΐδης δ’ ἐπὶ θινὶ πολυφλοίσβοιο θαλάσσης 23.060 κεῖτο βαρὺ στενάχων πολέσιν μετὰ Μυρμιδόνεσσιν 23.061 ἐν καθαρῷ, ὅθι κύματ’ ἐπ’ ἠϊόνος κλύζεσκον: 23.062 εὖτε τὸν ὕπνος ἔμαρπτε λύων μελεδήματα θυμοῦ 23.063 νήδυμος ἀμφιχυθείς: μάλα γὰρ κάμε φαίδιμα γυῖα 23.064 Ἕκτορ’ ἐπαΐσσων προτὶ Ἴλιον ἠνεμόεσσαν: 23.065 ἦλθε δ’ ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖο 23.066 πάντ’ αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλ’ ἐϊκυῖα 23.067 καὶ φωνήν, καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο: 23.068 στῆ δ’ ἄρ’ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν: 23.069 εὕδεις, αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ Ἀχιλλεῦ. 23.070 οὐ μέν μευ ζώοντος ἀκήδεις, ἀλλὰ θανόντος: 23.071 θάπτέ με ὅττι τάχιστα πύλας Ἀΐδαο περήσω. 23.072 τῆλέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων, 23.073 οὐδέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν, 23.074 ἀλλ’ αὔτως ἀλάλημαι ἀν’ εὐρυπυλὲς Ἄϊδος δῶ. 23.075 καί μοι δὸς τὴν χεῖρ’: ὀλοφύρομαι, οὐ γὰρ ἔτ’ αὖτις 23.076 νίσομαι ἐξ Ἀΐδαο, ἐπήν με πυρὸς λελάχητε. 23.077 οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων 23.078 βουλὰς ἑζόμενοι βουλεύσομεν, ἀλλ’ ἐμὲ μὲν κὴρ 23.079 ἀμφέχανε στυγερή, ἥ περ λάχε γιγνόμενόν περ: 23.080 καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ, 23.081 τείχει ὕπο Τρώων εὐηφενέων ἀπολέσθαι. 23.082 ἄλλο δέ τοι ἐρέω καὶ ἐφήσομαι αἴ κε πίθηαι: 23.083 μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέ’ Ἀχιλλεῦ, 23.084 ἀλλ’ ὁμοῦ ὡς ἐτράφημεν ἐν ὑμετέροισι δόμοισιν, 23.085 εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος 23.086 ἤγαγεν ὑμέτερόνδ’ ἀνδροκτασίης ὕπο λυγρῆς, 23.087 ἤματι τῷ ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος 23.088 νήπιος οὐκ ἐθέλων ἀμφ’ ἀστραγάλοισι χολωθείς: 23.089 ἔνθά με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς 23.090 ἔτραφέ τ’ ἐνδυκέως καὶ σὸν θεράποντ’ ὀνόμηνεν: 23.091 ὣς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορὸς ἀμφικαλύπτοι 23.092 χρύσεος ἀμφιφορεύς, τόν τοι πόρε πότνια μήτηρ. 23.093 τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς: 23.094 τίπτέ μοι ἠθείη κεφαλὴ δεῦρ’ εἰλήλουθας 23.095 καί μοι ταῦτα ἕκαστ’ ἐπιτέλλεαι; αὐτὰρ ἐγώ τοι 23.096 πάντα μάλ’ ἐκτελέω καὶ πείσομαι ὡς σὺ κελεύεις. 23.097 ἀλλά μοι ἆσσον στῆθι: μίνυνθά περ ἀμφιβαλόντε 23.098 ἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο. 23.099 ὣς ἄρα φωνήσας ὠρέξατο χερσὶ φίλῃσιν 23.100 οὐδ’ ἔλαβε: ψυχὴ δὲ κατὰ χθονὸς ἠΰτε καπνὸς 23.101 ᾤχετο τετριγυῖα: ταφὼν δ’ ἀνόρουσεν Ἀχιλλεὺς 23.102 χερσί τε συμπλατάγησεν, ἔπος δ’ ὀλοφυδνὸν ἔειπεν: 23.103 ὢ πόποι ἦ ῥά τίς ἐστι καὶ εἰν Ἀΐδαο δόμοισι 23.104 ψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν: 23.105 παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο 23.106 ψυχὴ ἐφεστήκει γοόωσά τε μυρομένη τε, 23.107 καί μοι ἕκαστ’ ἐπέτελλεν, ἔϊκτο δὲ θέσκελον αὐτῷ. 23.108 ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφ’ ἵμερον ὦρσε γόοιο: 23.109 μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος Ἠὼς 23.110 ἀμφὶ νέκυν ἐλεεινόν. ἀτὰρ κρείων Ἀγαμέμνων 23.111 οὐρῆάς τ’ ὄτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην 23.112 πάντοθεν ἐκ κλισιῶν: ἐπὶ δ’ ἀνὴρ ἐσθλὸς ὀρώρει 23.113 Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος. 23.114 οἳ δ’ ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντες 23.115 σειράς τ’ εὐπλέκτους: πρὸ δ’ ἄρ’ οὐρῆες κίον αὐτῶν. 23.116 πολλὰ δ’ ἄναντα κάταντα πάραντά τε δόχμιά τ’ ἦλθον: 23.117 ἀλλ’ ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ἴδης, 23.118 αὐτίκ’ ἄρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷ 23.119 τάμνον ἐπειγόμενοι: ταὶ δὲ μεγάλα κτυπέουσαι 23.120 πῖπτον: τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοὶ 23.121 ἔκδεον ἡμιόνων: ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο 23.122 ἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά. 23.123 πάντες δ’ ὑλοτόμοι φιτροὺς φέρον: ὡς γὰρ ἀνώγει 23.124 Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος. 23.125 κὰδ δ’ ἄρ’ ἐπ’ ἀκτῆς βάλλον ἐπισχερώ, ἔνθ’ ἄρ’ Ἀχιλλεὺς 23.126 φράσσατο Πατρόκλῳ μέγα ἠρίον ἠδὲ οἷ αὐτῷ. 23.127 αὐτὰρ ἐπεὶ πάντῃ παρακάββαλον ἄσπετον ὕλην 23.128 ἥατ’ ἄρ’ αὖθι μένοντες ἀολλέες. αὐτὰρ Ἀχιλλεὺς 23.129 αὐτίκα Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε 23.130 χαλκὸν ζώννυσθαι, ζεῦξαι δ’ ὑπ’ ὄχεσφιν ἕκαστον 23.131 ἵππους: οἳ δ’ ὄρνυντο καὶ ἐν τεύχεσσιν ἔδυνον, 23.132 ἂν δ’ ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοί τε, 23.133 πρόσθε μὲν ἱππῆες, μετὰ δὲ νέφος εἵπετο πεζῶν 23.134 μυρίοι: ἐν δὲ μέσοισι φέρον Πάτροκλον ἑταῖροι. 23.135 θριξὶ δὲ πάντα νέκυν καταείνυσαν, ἃς ἐπέβαλλον 23.136 κειρόμενοι: ὄπιθεν δὲ κάρη ἔχε δῖος Ἀχιλλεὺς 23.137 ἀχνύμενος: ἕταρον γὰρ ἀμύμονα πέμπ’ Ἄϊδος δέ. 23.138 οἳ δ’ ὅτε χῶρον ἵκανον ὅθί σφισι πέφραδ’ Ἀχιλλεὺς 23.139 κάτθεσαν, αἶψα δέ οἱ μενοεικέα νήεον ὕλην. 23.140 ἔνθ’ αὖτ’ ἄλλ’ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς: 23.141 στὰς ἀπάνευθε πυρῆς ξανθὴν ἀπεκείρατο χαίτην, 23.142 τήν ῥα Σπερχειῷ ποταμῷ τρέφε τηλεθόωσαν: 23.143 ὀχθήσας δ’ ἄρα εἶπεν ἰδὼν ἐπὶ οἴνοπα πόντον: 23.144 Σπερχεί’ ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεὺς 23.145 κεῖσέ με νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν 23.146 σοί τε κόμην κερέειν ῥέξειν θ’ ἱερὴν ἑκατόμβην, 23.147 πεντήκοντα δ’ ἔνορχα παρ’ αὐτόθι μῆλ’ ἱερεύσειν 23.148 ἐς πηγάς, ὅθι τοι τέμενος βωμός τε θυήεις. 23.149 ὣς ἠρᾶθ’ ὃ γέρων, σὺ δέ οἱ νόον οὐκ ἐτέλεσσας. 23.150 νῦν δ’ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν 23.151 Πατρόκλῳ ἥρωϊ κόμην ὀπάσαιμι φέρεσθαι. 23.152 ὣς εἰπὼν ἐν χερσὶ κόμην ἑτάροιο φίλοιο 23.153 θῆκεν, τοῖσι δὲ πᾶσιν ὑφ’ ἵμερον ὦρσε γόοιο. 23.154 καί νύ κ’ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο 23.155 εἰ μὴ Ἀχιλλεὺς αἶψ’ Ἀγαμέμνονι εἶπε παραστάς: 23.156 Ἀτρεΐδη, σοὶ γάρ τε μάλιστά γε λαὸς Ἀχαιῶν 23.157 πείσονται μύθοισι, γόοιο μὲν ἔστι καὶ ἆσαι, 23.158 νῦν δ’ ἀπὸ πυρκαϊῆς σκέδασον καὶ δεῖπνον ἄνωχθι 23.159 ὅπλεσθαι: τάδε δ’ ἀμφὶ πονησόμεθ’ οἷσι μάλιστα 23.160 κήδεός ἐστι νέκυς: παρὰ δ’ οἵ τ’ ἀγοὶ ἄμμι μενόντων. 23.161 αὐτὰρ ἐπεὶ τό γ’ ἄκουσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, 23.162 αὐτίκα λαὸν μὲν σκέδασεν κατὰ νῆας ἐΐσας, 23.163 κηδεμόνες δὲ παρ’ αὖθι μένον καὶ νήεον ὕλην, 23.164 ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα, 23.165 ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν ἀχνύμενοι κῆρ. 23.166 πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς 23.167 πρόσθε πυρῆς ἔδερόν τε καὶ ἄμφεπον: ἐκ δ’ ἄρα πάντων 23.168 δημὸν ἑλὼν ἐκάλυψε νέκυν μεγάθυμος Ἀχιλλεὺς 23.169 ἐς πόδας ἐκ κεφαλῆς, περὶ δὲ δρατὰ σώματα νήει. 23.170 ἐν δ’ ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας 23.171 πρὸς λέχεα κλίνων: πίσυρας δ’ ἐριαύχενας ἵππους 23.172 ἐσσυμένως ἐνέβαλλε πυρῇ μεγάλα στεναχίζων. 23.173 ἐννέα τῷ γε ἄνακτι τραπεζῆες κύνες ἦσαν, 23.174 καὶ μὲν τῶν ἐνέβαλλε πυρῇ δύο δειροτομήσας, 23.175 δώδεκα δὲ Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς 23.176 χαλκῷ δηϊόων: κακὰ δὲ φρεσὶ μήδετο ἔργα: 23.177 ἐν δὲ πυρὸς μένος ἧκε σιδήρεον ὄφρα νέμοιτο. 23.178 ᾤμωξέν τ’ ἄρ’ ἔπειτα, φίλον δ’ ὀνόμηνεν ἑταῖρον: 23.179 χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι: 23.180 πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην, 23.181 δώδεκα μὲν Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς 23.182 τοὺς ἅμα σοὶ πάντας πῦρ ἐσθίει: Ἕκτορα δ’ οὔ τι 23.183 δώσω Πριαμίδην πυρὶ δαπτέμεν, ἀλλὰ κύνεσσιν. 23.184 ὣς φάτ’ ἀπειλήσας: τὸν δ’ οὐ κύνες ἀμφεπένοντο, 23.185 ἀλλὰ κύνας μὲν ἄλαλκε Διὸς θυγάτηρ Ἀφροδίτη 23.186 ἤματα καὶ νύκτας, ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ 23.187 ἀμβροσίῳ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων. 23.188 τῷ δ’ ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων 23.189 οὐρανόθεν πεδίον δέ, κάλυψε δὲ χῶρον ἅπαντα 23.190 ὅσσον ἐπεῖχε νέκυς, μὴ πρὶν μένος ἠελίοιο 23.191 σκήλει’ ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν. 23.192 οὐδὲ πυρὴ Πατρόκλου ἐκαίετο τεθνηῶτος: 23.193 ἔνθ’ αὖτ’ ἀλλ’ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς: 23.194 στὰς ἀπάνευθε πυρῆς δοιοῖς ἠρᾶτ’ ἀνέμοισι 23.195 Βορέῃ καὶ Ζεφύρῳ, καὶ ὑπίσχετο ἱερὰ καλά: 23.196 πολλὰ δὲ καὶ σπένδων χρυσέῳ δέπαϊ λιτάνευεν 23.197 ἐλθέμεν, ὄφρα τάχιστα πυρὶ φλεγεθοίατο νεκροί, 23.198 ὕλη τε σεύαιτο καήμεναι. ὦκα δὲ Ἶρις 23.199 ἀράων ἀΐουσα μετάγγελος ἦλθ’ ἀνέμοισιν. 23.200 οἳ μὲν ἄρα Ζεφύροιο δυσαέος ἀθρόοι ἔνδον 23.201 εἰλαπίνην δαίνυντο: θέουσα δὲ Ἶρις ἐπέστη 23.202 βηλῷ ἔπι λιθέῳ: τοὶ δ’ ὡς ἴδον ὀφθαλμοῖσι 23.203 πάντες ἀνήϊξαν, κάλεόν τέ μιν εἰς ἓ ἕκαστος: 23.204 ἣ δ’ αὖθ’ ἕζεσθαι μὲν ἀνήνατο, εἶπε δὲ μῦθον: 23.205 οὐχ ἕδος: εἶμι γὰρ αὖτις ἐπ’ Ὠκεανοῖο ῥέεθρα 23.206 Αἰθιόπων ἐς γαῖαν, ὅθι ῥέζουσ’ ἑκατόμβας 23.207 ἀθανάτοις, ἵνα δὴ καὶ ἐγὼ μεταδαίσομαι ἱρῶν. 23.208 ἀλλ’ Ἀχιλεὺς Βορέην ἠδὲ Ζέφυρον κελαδεινὸν 23.209 ἐλθεῖν ἀρᾶται, καὶ ὑπίσχεται ἱερὰ καλά, 23.210 ὄφρα πυρὴν ὄρσητε καήμεναι, ᾗ ἔνι κεῖται 23.211 Πάτροκλος, τὸν πάντες ἀναστενάχουσιν Ἀχαιοί. 23.212 ἣ μὲν ἄρ’ ὣς εἰποῦσ’ ἀπεβήσετο, τοὶ δ’ ὀρέοντο 23.213 ἠχῇ θεσπεσίῃ νέφεα κλονέοντε πάροιθεν. 23.214 αἶψα δὲ πόντον ἵκανον ἀήμεναι, ὦρτο δὲ κῦμα 23.215 πνοιῇ ὕπο λιγυρῇ: Τροίην δ’ ἐρίβωλον ἱκέσθην, 23.216 ἐν δὲ πυρῇ πεσέτην, μέγα δ’ ἴαχε θεσπιδαὲς πῦρ. 23.217 παννύχιοι δ’ ἄρα τοί γε πυρῆς ἄμυδις φλόγ’ ἔβαλλον 23.218 φυσῶντες λιγέως: ὃ δὲ πάννυχος ὠκὺς Ἀχιλλεὺς 23.219 χρυσέου ἐκ κρητῆρος ἑλὼν δέπας ἀμφικύπελλον 23.220 οἶνον ἀφυσσόμενος χαμάδις χέε, δεῦε δὲ γαῖαν 23.221 ψυχὴν κικλήσκων Πατροκλῆος δειλοῖο. 23.222 ὡς δὲ πατὴρ οὗ παιδὸς ὀδύρεται ὀστέα καίων 23.223 νυμφίου, ὅς τε θανὼν δειλοὺς ἀκάχησε τοκῆας, 23.224 ὣς Ἀχιλεὺς ἑτάροιο ὀδύρετο ὀστέα καίων, 23.225 ἑρπύζων παρὰ πυρκαϊὴν ἁδινὰ στεναχίζων. 23.226 ἦμος δ’ ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν, 23.227 ὅν τε μέτα κροκόπεπλος ὑπεὶρ ἅλα κίδναται ἠώς, 23.228 τῆμος πυρκαϊὴ ἐμαραίνετο, παύσατο δὲ φλόξ. 23.229 οἳ δ’ ἄνεμοι πάλιν αὖτις ἔβαν οἶκον δὲ νέεσθαι 23.230 Θρηΐκιον κατὰ πόντον: ὃ δ’ ἔστενεν οἴδματι θύων. 23.231 Πηλεΐδης δ’ ἀπὸ πυρκαϊῆς ἑτέρωσε λιασθεὶς 23.232 κλίνθη κεκμηώς, ἐπὶ δὲ γλυκὺς ὕπνος ὄρουσεν: 23.233 οἳ δ’ ἀμφ’ Ἀτρεΐωνα ἀολλέες ἠγερέθοντο: 23.234 τῶν μιν ἐπερχομένων ὅμαδος καὶ δοῦπος ἔγειρεν, 23.235 ἕζετο δ’ ὀρθωθεὶς καί σφεας πρὸς μῦθον ἔειπεν: 23.236 Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν, 23.237 πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσατ’ αἴθοπι οἴνῳ 23.238 πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος: αὐτὰρ ἔπειτα 23.239 ὀστέα Πατρόκλοιο Μενοιτιάδαο λέγωμεν 23.240 εὖ διαγιγνώσκοντες: ἀριφραδέα δὲ τέτυκται: 23.241 ἐν μέσσῃ γὰρ ἔκειτο πυρῇ, τοὶ δ’ ἄλλοι ἄνευθεν 23.242 ἐσχατιῇ καίοντ’ ἐπιμὶξ ἵπποι τε καὶ ἄνδρες. 23.243 καὶ τὰ μὲν ἐν χρυσέῃ φιάλῃ καὶ δίπλακι δημῷ 23.244 θείομεν, εἰς ὅ κεν αὐτὸς ἐγὼν Ἄϊδι κεύθωμαι. 23.245 τύμβον δ’ οὐ μάλα πολλὸν ἐγὼ πονέεσθαι ἄνωγα, 23.246 ἀλλ’ ἐπιεικέα τοῖον: ἔπειτα δὲ καὶ τὸν Ἀχαιοὶ 23.247 εὐρύν θ’ ὑψηλόν τε τιθήμεναι, οἵ κεν ἐμεῖο 23.248 δεύτεροι ἐν νήεσσι πολυκλήϊσι λίπησθε. 23.249 ὣς ἔφαθ’, οἳ δ’ ἐπίθοντο ποδώκεϊ Πηλεΐωνι. 23.250 πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ 23.251 ὅσσον ἐπὶ φλὸξ ἦλθε, βαθεῖα δὲ κάππεσε τέφρη: 23.252 κλαίοντες δ’ ἑτάροιο ἐνηέος ὀστέα λευκὰ 23.253 ἄλλεγον ἐς χρυσέην φιάλην καὶ δίπλακα δημόν, 23.254 ἐν κλισίῃσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν: 23.255 τορνώσαντο δὲ σῆμα θεμείλιά τε προβάλοντο 23.256 ἀμφὶ πυρήν: εἶθαρ δὲ χυτὴν ἐπὶ γαῖαν ἔχευαν, 23.257 χεύαντες δὲ τὸ σῆμα πάλιν κίον. αὐτὰρ Ἀχιλλεὺς 23.258 αὐτοῦ λαὸν ἔρυκε καὶ ἵζανεν εὐρὺν ἀγῶνα, 23.259 νηῶν δ’ ἔκφερ’ ἄεθλα λέβητάς τε τρίποδάς τε 23.260 ἵππους θ’ ἡμιόνους τε βοῶν τ’ ἴφθιμα κάρηνα, 23.261 ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον. 23.262 ἱππεῦσιν μὲν πρῶτα ποδώκεσιν ἀγλά’ ἄεθλα 23.263 θῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργα ἰδυῖαν 23.264 καὶ τρίποδ’ ὠτώεντα δυωκαιεικοσίμετρον 23.265 τῷ πρώτῳ: ἀτὰρ αὖ τῷ δευτέρῳ ἵππον ἔθηκεν 23.266 ἑξέτε’ ἀδμήτην βρέφος ἡμίονον κυέουσαν: 23.267 αὐτὰρ τῷ τριτάτῳ ἄπυρον κατέθηκε λέβητα 23.268 καλὸν τέσσαρα μέτρα κεχανδότα λευκὸν ἔτ’ αὔτως: 23.269 τῷ δὲ τετάρτῳ θῆκε δύω χρυσοῖο τάλαντα, 23.270 πέμπτῳ δ’ ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκε. 23.271 στῆ δ’ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν: 23.272 Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ 23.273 ἱππῆας τάδ’ ἄεθλα δεδεγμένα κεῖτ’ ἐν ἀγῶνι. 23.274 εἰ μὲν νῦν ἐπὶ ἄλλῳ ἀεθλεύοιμεν Ἀχαιοὶ 23.275 ἦ τ’ ἂν ἐγὼ τὰ πρῶτα λαβὼν κλισίην δὲ φεροίμην. 23.276 ἴστε γὰρ ὅσσον ἐμοὶ ἀρετῇ περιβάλλετον ἵπποι: 23.277 ἀθάνατοί τε γάρ εἰσι, Ποσειδάων δὲ πόρ’ αὐτοὺς 23.278 πατρὶ ἐμῷ Πηλῆϊ, ὃ δ’ αὖτ’ ἐμοὶ ἐγγυάλιξεν. 23.279 ἀλλ’ ἤτοι μὲν ἐγὼ μενέω καὶ μώνυχες ἵπποι: 23.280 τοίου γὰρ κλέος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο 23.281 ἠπίου, ὅς σφωϊν μάλα πολλάκις ὑγρὸν ἔλαιον 23.282 χαιτάων κατέχευε λοέσσας ὕδατι λευκῷ. 23.283 τὸν τώ γ’ ἑσταότες πενθείετον, οὔδεϊ δέ σφι 23.284 χαῖται ἐρηρέδαται, τὼ δ’ ἕστατον ἀχνυμένω κῆρ. 23.285 ἄλλοι δὲ στέλλεσθε κατὰ στρατόν, ὅς τις Ἀχαιῶν 23.286 ἵπποισίν τε πέποιθε καὶ ἅρμασι κολλητοῖσιν. 23.287 ὣς φάτο Πηλεΐδης, ταχέες δ’ ἱππῆες ἄγερθεν. 23.288 ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Εὔμηλος 23.289 Ἀδμήτου φίλος υἱός, ὃς ἱπποσύνῃ ἐκέκαστο: 23.290 τῷ δ’ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης, 23.291 ἵππους δὲ Τρῳοὺς ὕπαγε ζυγόν, οὕς ποτ’ ἀπηύρα 23.292 Αἰνείαν, ἀτὰρ αὐτὸν ὑπεξεσάωσεν Ἀπόλλων. 23.293 τῷ δ’ ἄρ’ ἐπ’ Ἀτρεΐδης ὦρτο ξανθὸς Μενέλαος 23.294 διογενής, ὑπὸ δὲ ζυγὸν ἤγαγεν ὠκέας ἵππους 23.295 Αἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόν τε Πόδαργον: 23.296 τὴν Ἀγαμέμνονι δῶκ’ Ἀγχισιάδης Ἐχέπωλος 23.297 δῶρ’, ἵνα μή οἱ ἕποιθ’ ὑπὸ Ἴλιον ἠνεμόεσσαν, 23.298 ἀλλ’ αὐτοῦ τέρποιτο μένων: μέγα γάρ οἱ ἔδωκε 23.299 Ζεὺς ἄφενος, ναῖεν δ’ ὅ γ’ ἐν εὐρυχόρῳ Σικυῶνι: 23.300 τὴν ὅ γ’ ὑπὸ ζυγὸν ἦγε μέγα δρόμου ἰσχανόωσαν. 23.301 Ἀντίλοχος δὲ τέταρτος ἐΰτριχας ὁπλίσαθ’ ἵππους, 23.302 Νέστορος ἀγλαὸς υἱὸς ὑπερθύμοιο ἄνακτος 23.303 τοῦ Νηληϊάδαο: Πυλοιγενέες δέ οἱ ἵπποι 23.304 ὠκύποδες φέρον ἅρμα: πατὴρ δέ οἱ ἄγχι παραστὰς 23.305 μυθεῖτ’ εἰς ἀγαθὰ φρονέων νοέοντι καὶ αὐτῷ: 23.306 Ἀντίλοχ’ ἤτοι μέν σε νέον περ ἐόντ’ ἐφίλησαν 23.307 Ζεύς τε Ποσειδάων τε, καὶ ἱπποσύνας ἐδίδαξαν 23.308 παντοίας: τὼ καί σε διδασκέμεν οὔ τι μάλα χρεώ: 23.309 οἶσθα γὰρ εὖ περὶ τέρμαθ’ ἑλισσέμεν: ἀλλά τοι ἵπποι 23.310 βάρδιστοι θείειν: τώ τ’ οἴω λοίγι’ ἔσεσθαι. 23.311 τῶν δ’ ἵπποι μὲν ἔασιν ἀφάρτεροι, οὐδὲ μὲν αὐτοὶ 23.312 πλείονα ἴσασιν σέθεν αὐτοῦ μητίσασθαι. 23.313 ἀλλ’ ἄγε δὴ σὺ φίλος μῆτιν ἐμβάλλεο θυμῷ 23.314 παντοίην, ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα. 23.315 μήτι τοι δρυτόμος μέγ’ ἀμείνων ἠὲ βίηφι: 23.316 μήτι δ’ αὖτε κυβερνήτης ἐνὶ οἴνοπι πόντῳ 23.317 νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισι: 23.318 μήτι δ’ ἡνίοχος περιγίγνεται ἡνιόχοιο. 23.319 ἀλλ’ ὃς μέν θ’ ἵπποισι καὶ ἅρμασιν οἷσι πεποιθὼς 23.320 ἀφραδέως ἐπὶ πολλὸν ἑλίσσεται ἔνθα καὶ ἔνθα, 23.321 ἵπποι δὲ πλανόωνται ἀνὰ δρόμον, οὐδὲ κατίσχει: 23.322 ὃς δέ κε κέρδεα εἰδῇ ἐλαύνων ἥσσονας ἵππους, 23.323 αἰεὶ τέρμ’ ὁρόων στρέφει ἐγγύθεν, οὐδέ ἑ λήθει 23.324 ὅππως τὸ πρῶτον τανύσῃ βοέοισιν ἱμᾶσιν, 23.325 ἀλλ’ ἔχει ἀσφαλέως καὶ τὸν προὔχοντα δοκεύει. 23.326 σῆμα δέ τοι ἐρέω μάλ’ ἀριφραδές, οὐδέ σε λήσει. 23.327 ἕστηκε ξύλον αὖον ὅσον τ’ ὄργυι’ ὑπὲρ αἴης 23.328 ἢ δρυὸς ἢ πεύκης: τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ, 23.329 λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ 23.330 ἐν ξυνοχῇσιν ὁδοῦ, λεῖος δ’ ἱππόδρομος ἀμφὶς 23.331 ἤ τευ σῆμα βροτοῖο πάλαι κατατεθνηῶτος, 23.332 ἢ τό γε νύσσα τέτυκτο ἐπὶ προτέρων ἀνθρώπων, 23.333 καὶ νῦν τέρματ’ ἔθηκε ποδάρκης δῖος Ἀχιλλεύς. 23.334 τῷ σὺ μάλ’ ἐγχρίμψας ἐλάαν σχεδὸν ἅρμα καὶ ἵππους, 23.335 αὐτὸς δὲ κλινθῆναι ἐϋπλέκτῳ ἐνὶ δίφρῳ 23.336 ἦκ’ ἐπ’ ἀριστερὰ τοῖιν: ἀτὰρ τὸν δεξιὸν ἵππον 23.337 κένσαι ὁμοκλήσας, εἶξαί τέ οἱ ἡνία χερσίν. 23.338 ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω, 23.339 ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι 23.340 κύκλου ποιητοῖο: λίθου δ’ ἀλέασθαι ἐπαυρεῖν, 23.341 μή πως ἵππους τε τρώσῃς κατά θ’ ἅρματα ἄξῃς: 23.342 χάρμα δὲ τοῖς ἄλλοισιν, ἐλεγχείη δὲ σοὶ αὐτῷ 23.343 ἔσσεται: ἀλλὰ φίλος φρονέων πεφυλαγμένος εἶναι. 23.344 εἰ γάρ κ’ ἐν νύσσῃ γε παρεξελάσῃσθα διώκων, 23.345 οὐκ ἔσθ’ ὅς κέ σ’ ἕλῃσι μετάλμενος οὐδὲ παρέλθῃ, 23.346 οὐδ’ εἴ κεν μετόπισθεν Ἀρίονα δῖον ἐλαύνοι 23.347 Ἀδρήστου ταχὺν ἵππον, ὃς ἐκ θεόφιν γένος ἦεν, 23.348 ἢ τοὺς Λαομέδοντος, οἳ ἐνθάδε γ’ ἔτραφεν ἐσθλοί. 23.349 ὣς εἰπὼν Νέστωρ Νηλήϊος ἂψ ἐνὶ χώρῃ 23.350 ἕζετ’, ἐπεὶ ᾧ παιδὶ ἑκάστου πείρατ’ ἔειπε. 23.351 Μηριόνης δ’ ἄρα πέμπτος ἐΰτριχας ὁπλίσαθ’ ἵππους. 23.352 ἂν δ’ ἔβαν ἐς δίφρους, ἐν δὲ κλήρους ἐβάλοντο: 23.353 πάλλ’ Ἀχιλεύς, ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο 23.354 Ἀντιλόχου: μετὰ τὸν δ’ ἔλαχε κρείων Εὔμηλος: 23.355 τῷ δ’ ἄρ’ ἐπ’ Ἀτρεΐδης δουρὶ κλειτὸς Μενέλαος, 23.356 τῷ δ’ ἐπὶ Μηριόνης λάχ’ ἐλαυνέμεν: ὕστατος αὖτε 23.357 Τυδεΐδης ὄχ’ ἄριστος ἐὼν λάχ’ ἐλαυνέμεν ἵππους. 23.358 στὰν δὲ μεταστοιχί, σήμηνε δὲ τέρματ’ Ἀχιλλεὺς 23.359 τηλόθεν ἐν λείῳ πεδίῳ: παρὰ δὲ σκοπὸν εἷσεν 23.360 ἀντίθεον Φοίνικα ὀπάονα πατρὸς ἑοῖο, 23.361 ὡς μεμνέῳτο δρόμους καὶ ἀληθείην ἀποείποι. 23.362 οἳ δ’ ἅμα πάντες ἐφ’ ἵπποιιν μάστιγας ἄειραν, 23.363 πέπληγόν θ’ ἱμᾶσιν, ὁμόκλησάν τ’ ἐπέεσσιν 23.364 ἐσσυμένως: οἳ δ’ ὦκα διέπρησσον πεδίοιο 23.365 νόσφι νεῶν ταχέως: ὑπὸ δὲ στέρνοισι κονίη 23.366 ἵστατ’ ἀειρομένη ὥς τε νέφος ἠὲ θύελλα, 23.367 χαῖται δ’ ἐρρώοντο μετὰ πνοιῇς ἀνέμοιο. 23.368 ἅρματα δ’ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ, 23.369 ἄλλοτε δ’ ἀΐξασκε μετήορα: τοὶ δ’ ἐλατῆρες 23.370 ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου 23.371 νίκης ἱεμένων: κέκλοντο δὲ οἷσιν ἕκαστος 23.372 ἵπποις, οἳ δ’ ἐπέτοντο κονίοντες πεδίοιο. 23.373 ἀλλ’ ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποι 23.374 ἂψ ἐφ’ ἁλὸς πολιῆς, τότε δὴ ἀρετή γε ἑκάστου 23.375 φαίνετ’, ἄφαρ δ’ ἵπποισι τάθη δρόμος: ὦκα δ’ ἔπειτα 23.376 αἳ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι. 23.377 τὰς δὲ μετ’ ἐξέφερον Διομήδεος ἄρσενες ἵπποι 23.378 Τρώϊοι, οὐδέ τι πολλὸν ἄνευθ’ ἔσαν, ἀλλὰ μάλ’ ἐγγύς: 23.379 αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην, 23.380 πνοιῇ δ’ Εὐμήλοιο μετάφρενον εὐρέε τ’ ὤμω 23.381 θέρμετ’: ἐπ’ αὐτῷ γὰρ κεφαλὰς καταθέντε πετέσθην. 23.382 καί νύ κεν ἢ παρέλασσ’ ἢ ἀμφήριστον ἔθηκεν, 23.383 εἰ μὴ Τυδέος υἷϊ κοτέσσατο Φοῖβος Ἀπόλλων, 23.384 ὅς ῥά οἱ ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν. 23.385 τοῖο δ’ ἀπ’ ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο, 23.386 οὕνεκα τὰς μὲν ὅρα ἔτι καὶ πολὺ μᾶλλον ἰούσας, 23.387 οἳ δέ οἱ ἐβλάφθησαν ἄνευ κέντροιο θέοντες. 23.388 οὐδ’ ἄρ’ Ἀθηναίην ἐλεφηράμενος λάθ’ Ἀπόλλων 23.389 Τυδεΐδην, μάλα δ’ ὦκα μετέσσυτο ποιμένα λαῶν, 23.390 δῶκε δέ οἱ μάστιγα, μένος δ’ ἵπποισιν ἐνῆκεν: 23.391 ἣ δὲ μετ’ Ἀδμήτου υἱὸν κοτέουσ’ ἐβεβήκει, 23.392 ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν: αἳ δέ οἱ ἵπποι 23.393 ἀμφὶς ὁδοῦ δραμέτην, ῥυμὸς δ’ ἐπὶ γαῖαν ἐλύσθη. 23.394 αὐτὸς δ’ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη, 23.395 ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε, 23.396 θρυλίχθη δὲ μέτωπον ἐπ’ ὀφρύσι: τὼ δέ οἱ ὄσσε 23.397 δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή. 23.398 Τυδεΐδης δὲ παρατρέψας ἔχε μώνυχας ἵππους, 23.399 πολλὸν τῶν ἄλλων ἐξάλμενος: ἐν γὰρ Ἀθήνη 23.400 ἵπποις ἧκε μένος καὶ ἐπ’ αὐτῷ κῦδος ἔθηκε. 23.401 τῷ δ’ ἄρ’ ἐπ’ Ἀτρεΐδης εἶχε ξανθὸς Μενέλαος. 23.402 Ἀντίλοχος δ’ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο: 23.403 ἔμβητον καὶ σφῶϊ: τιταίνετον ὅττι τάχιστα. 23.404 ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔ τι κελεύω 23.405 Τυδεΐδεω ἵπποισι δαΐφρονος, οἷσιν Ἀθήνη 23.406 νῦν ὤρεξε τάχος καὶ ἐπ’ αὐτῷ κῦδος ἔθηκεν: 23.407 ἵππους δ’ Ἀτρεΐδαο κιχάνετε, μὴ δὲ λίπησθον, 23.408 καρπαλίμως, μὴ σφῶϊν ἐλεγχείην καταχεύῃ 23.409 Αἴθη θῆλυς ἐοῦσα: τί ἢ λείπεσθε φέριστοι; 23.410 ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται: 23.411 οὐ σφῶϊν κομιδὴ παρὰ Νέστορι ποιμένι λαῶν 23.412 ἔσσεται, αὐτίκα δ’ ὔμμε κατακτενεῖ ὀξέϊ χαλκῷ, 23.413 αἴ κ’ ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον. 23.414 ἀλλ’ ἐφομαρτεῖτον καὶ σπεύδετον ὅττι τάχιστα: 23.415 ταῦτα δ’ ἐγὼν αὐτὸς τεχνήσομαι ἠδὲ νοήσω 23.416 στεινωπῷ ἐν ὁδῷ παραδύμεναι, οὐδέ με λήσει. 23.417 ὣς ἔφαθ’, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν 23.418 μᾶλλον ἐπιδραμέτην ὀλίγον χρόνον: αἶψα δ’ ἔπειτα 23.419 στεῖνος ὁδοῦ κοίλης ἴδεν Ἀντίλοχος μενεχάρμης. 23.420 ῥωχμὸς ἔην γαίης, ᾗ χειμέριον ἀλὲν ὕδωρ 23.421 ἐξέρρηξεν ὁδοῖο, βάθυνε δὲ χῶρον ἅπαντα: 23.422 τῇ ῥ’ εἶχεν Μενέλαος ἁματροχιὰς ἀλεείνων. 23.423 Ἀντίλοχος δὲ παρατρέψας ἔχε μώνυχας ἵππους 23.424 ἐκτὸς ὁδοῦ, ὀλίγον δὲ παρακλίνας ἐδίωκεν. 23.425 Ἀτρεΐδης δ’ ἔδεισε καὶ Ἀντιλόχῳ ἐγεγώνει: 23.426 Ἀντίλοχ’ ἀφραδέως ἱππάζεαι, ἀλλ’ ἄνεχ’ ἵππους: 23.427 στεινωπὸς γὰρ ὁδός, τάχα δ’ εὐρυτέρη παρελάσσαι: 23.428 μή πως ἀμφοτέρους δηλήσεαι ἅρματι κύρσας. 23.429 ὣς ἔφατ’, Ἀντίλοχος δ’ ἔτι καὶ πολὺ μᾶλλον ἔλαυνε 23.430 κέντρῳ ἐπισπέρχων ὡς οὐκ ἀΐοντι ἐοικώς. 23.431 ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοιο πέλονται, 23.432 ὅν τ’ αἰζηὸς ἀφῆκεν ἀνὴρ πειρώμενος ἥβης, 23.433 τόσσον ἐπιδραμέτην: αἳ δ’ ἠρώησαν ὀπίσσω 23.434 Ἀτρεΐδεω: αὐτὸς γὰρ ἑκὼν μεθέηκεν ἐλαύνειν 23.435 μή πως συγκύρσειαν ὁδῷ ἔνι μώνυχες ἵπποι, 23.436 δίφρους τ’ ἀνστρέψειαν ἐϋπλεκέας, κατὰ δ’ αὐτοὶ 23.437 ἐν κονίῃσι πέσοιεν ἐπειγόμενοι περὶ νίκης. 23.438 τὸν καὶ νεικείων προσέφη ξανθὸς Μενέλαος: 23.439 Ἀντίλοχ’ οὔ τις σεῖο βροτῶν ὀλοώτερος ἄλλος: 23.440 ἔρρ’, ἐπεὶ οὔ σ’ ἔτυμόν γε φάμεν πεπνῦσθαι Ἀχαιοί. 23.441 ἀλλ’ οὐ μὰν οὐδ’ ὧς ἄτερ ὅρκου οἴσῃ ἄεθλον. 23.442 ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε: 23.443 μή μοι ἐρύκεσθον μὴ δ’ ἕστατον ἀχνυμένω κῆρ. 23.444 φθήσονται τούτοισι πόδες καὶ γοῦνα καμόντα 23.445 ἢ ὑμῖν: ἄμφω γὰρ ἀτέμβονται νεότητος. 23.446 ὣς ἔφαθ’, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν 23.447 μᾶλλον ἐπιδραμέτην, τάχα δέ σφισιν ἄγχι γένοντο. 23.448 Ἀργεῖοι δ’ ἐν ἀγῶνι καθήμενοι εἰσορόωντο 23.449 ἵππους: τοὶ δὲ πέτοντο κονίοντες πεδίοιο. 23.450 πρῶτος δ’ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἐφράσαθ’ ἵππους: 23.451 ἧστο γὰρ ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ: 23.452 τοῖο δ’ ἄνευθεν ἐόντος ὁμοκλητῆρος ἀκούσας 23.453 ἔγνω, φράσσατο δ’ ἵππον ἀριπρεπέα προὔχοντα, 23.454 ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν, ἐν δὲ μετώπῳ 23.455 λευκὸν σῆμα τέτυκτο περίτροχον ἠΰτε μήνη. 23.456 στῆ δ’ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν: 23.457 ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες 23.458 οἶος ἐγὼν ἵππους αὐγάζομαι ἦε καὶ ὑμεῖς; 23.459 ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι, 23.460 ἄλλος δ’ ἡνίοχος ἰνδάλλεται: αἳ δέ που αὐτοῦ 23.461 ἔβλαβεν ἐν πεδίῳ, αἳ κεῖσέ γε φέρτεραι ἦσαν: 23.462 ἤτοι γὰρ τὰς πρῶτα ἴδον περὶ τέρμα βαλούσας, 23.463 νῦν δ’ οὔ πῃ δύναμαι ἰδέειν: πάντῃ δέ μοι ὄσσε 23.464 Τρωϊκὸν ἂμ πεδίον παπταίνετον εἰσορόωντι: 23.465 ἦε τὸν ἡνίοχον φύγον ἡνία, οὐδὲ δυνάσθη 23.466 εὖ σχεθέειν περὶ τέρμα καὶ οὐκ ἐτύχησεν ἑλίξας: 23.467 ἔνθά μιν ἐκπεσέειν ὀΐω σύν θ’ ἅρματα ἆξαι, 23.468 αἳ δ’ ἐξηρώησαν, ἐπεὶ μένος ἔλλαβε θυμόν. 23.469 ἀλλὰ ἴδεσθε καὶ ὔμμες ἀνασταδόν: οὐ γὰρ ἔγωγε 23.470 εὖ διαγιγνώσκω: δοκέει δέ μοι ἔμμεναι ἀνὴρ 23.471 Αἰτωλὸς γενεήν, μετὰ δ’ Ἀργείοισιν ἀνάσσει 23.472 Τυδέος ἱπποδάμου υἱὸς κρατερὸς Διομήδης. 23.473 τὸν δ’ αἰσχρῶς ἐνένιπεν Ὀϊλῆος ταχὺς Αἴας: 23.474 Ἰδομενεῦ τί πάρος λαβρεύεαι; αἳ δέ τ’ ἄνευθεν 23.475 ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται. 23.476 οὔτε νεώτατός ἐσσι μετ’ Ἀργείοισι τοσοῦτον, 23.477 οὔτέ τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε: 23.478 ἀλλ’ αἰεὶ μύθοις λαβρεύεαι: οὐδέ τί σε χρὴ 23.479 λαβραγόρην ἔμεναι: πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι. 23.480 ἵπποι δ’ αὐταὶ ἔασι παροίτεραι, αἳ τὸ πάρος περ, 23.481 Εὐμήλου, ἐν δ’ αὐτὸς ἔχων εὔληρα βέβηκε. 23.482 τὸν δὲ χολωσάμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα: 23.483 Αἶαν νεῖκος ἄριστε κακοφραδὲς ἄλλά τε πάντα 23.484 δεύεαι Ἀργείων, ὅτι τοι νόος ἐστὶν ἀπηνής. 23.485 δεῦρό νυν ἢ τρίποδος περιδώμεθον ἠὲ λέβητος, 23.486 ἴστορα δ’ Ἀτρεΐδην Ἀγαμέμνονα θείομεν ἄμφω, 23.487 ὁππότεραι πρόσθ’ ἵπποι, ἵνα γνώῃς ἀποτίνων. 23.488 ὣς ἔφατ’, ὄρνυτο δ’ αὐτίκ’ Ὀϊλῆος ταχὺς Αἴας 23.489 χωόμενος χαλεποῖσιν ἀμείψασθαι ἐπέεσσι: 23.490 καί νύ κε δὴ προτέρω ἔτ’ ἔρις γένετ’ ἀμφοτέροισιν, 23.491 εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ φάτο μῦθον: 23.492 μηκέτι νῦν χαλεποῖσιν ἀμείβεσθον ἐπέεσσιν 23.493 Αἶαν Ἰδομενεῦ τε κακοῖς, ἐπεὶ οὐδὲ ἔοικε. 23.494 καὶ δ’ ἄλλῳ νεμεσᾶτον ὅτις τοιαῦτά γε ῥέζοι. 23.495 ἀλλ’ ὑμεῖς ἐν ἀγῶνι καθήμενοι εἰσοράασθε 23.496 ἵππους: οἳ δὲ τάχ’ αὐτοὶ ἐπειγόμενοι περὶ νίκης 23.497 ἐνθάδ’ ἐλεύσονται: τότε δὲ γνώσεσθε ἕκαστος 23.498 ἵππους Ἀργείων, οἳ δεύτεροι οἵ τε πάροιθεν. 23.499 ὣς φάτο, Τυδεΐδης δὲ μάλα σχεδὸν ἦλθε διώκων, 23.500 μάστι δ’ αἰὲν ἔλαυνε κατωμαδόν: οἳ δέ οἱ ἵπποι 23.501 ὑψόσ’ ἀειρέσθην ῥίμφα πρήσσοντε κέλευθον. 23.502 αἰεὶ δ’ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον, 23.503 ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τε 23.504 ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον: οὐδέ τι πολλὴ 23.505 γίγνετ’ ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν 23.506 ἐν λεπτῇ κονίῃ: τὼ δὲ σπεύδοντε πετέσθην. 23.507 στῆ δὲ μέσῳ ἐν ἀγῶνι, πολὺς δ’ ἀνεκήκιεν ἱδρὼς 23.508 ἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμᾶζε. 23.509 αὐτὸς δ’ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος, 23.510 κλῖνε δ’ ἄρα μάστιγα ποτὶ ζυγόν: οὐδὲ μάτησεν 23.511 ἴφθιμος Σθένελος, ἀλλ’ ἐσσυμένως λάβ’ ἄεθλον, 23.512 δῶκε δ’ ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκα 23.513 καὶ τρίποδ’ ὠτώεντα φέρειν: ὃ δ’ ἔλυεν ὑφ’ ἵππους. 23.514 τῷ δ’ ἄρ’ ἐπ’ Ἀντίλοχος Νηλήϊος ἤλασεν ἵππους 23.515 κέρδεσιν, οὔ τι τάχει γε, παραφθάμενος Μενέλαον: 23.516 ἀλλὰ καὶ ὧς Μενέλαος ἔχ’ ἐγγύθεν ὠκέας ἵππους. 23.517 ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται, ὅς ῥα ἄνακτα 23.518 ἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφι: 23.519 τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι 23.520 οὐραῖαι: ὃ δέ τ’ ἄγχι μάλα τρέχει, οὐδέ τι πολλὴ 23.521 χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος: 23.522 τόσσον δὴ Μενέλαος ἀμύμονος Ἀντιλόχοιο 23.523 λείπετ’: ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο, 23.524 ἀλλά μιν αἶψα κίχανεν: ὀφέλλετο γὰρ μένος ἠῢ 23.525 ἵππου τῆς Ἀγαμεμνονέης καλλίτριχος Αἴθης: 23.526 εἰ δέ κ’ ἔτι προτέρω γένετο δρόμος ἀμφοτέροισι, 23.527 τώ κέν μιν παρέλασσ’ οὐδ’ ἀμφήριστον ἔθηκεν. 23.528 αὐτὰρ Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος 23.529 λείπετ’ ἀγακλῆος Μενελάου δουρὸς ἐρωήν: 23.530 βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι, 23.531 ἤκιστος δ’ ἦν αὐτὸς ἐλαυνέμεν ἅρμ’ ἐν ἀγῶνι. 23.532 υἱὸς δ’ Ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλων 23.533 ἕλκων ἅρματα καλὰ ἐλαύνων πρόσσοθεν ἵππους. 23.534 τὸν δὲ ἰδὼν ᾤκτειρε ποδάρκης δῖος Ἀχιλλεύς, 23.535 στὰς δ’ ἄρ’ ἐν Ἀργείοις ἔπεα πτερόεντ’ ἀγόρευε: 23.536 λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους: 23.537 ἀλλ’ ἄγε δή οἱ δῶμεν ἀέθλιον ὡς ἐπιεικὲς 23.538 δεύτερ’: ἀτὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός. 23.539 ὣς ἔφαθ’, οἳ δ’ ἄρα πάντες ἐπῄνεον ὡς ἐκέλευε. 23.540 καί νύ κέ οἱ πόρεν ἵππον, ἐπῄνησαν γὰρ Ἀχαιοί, 23.541 εἰ μὴ ἄρ’ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς 23.542 Πηλεΐδην Ἀχιλῆα δίκῃ ἠμείψατ’ ἀναστάς: 23.543 ὦ Ἀχιλεῦ μάλα τοι κεχολώσομαι αἴ κε τελέσσῃς 23.544 τοῦτο ἔπος: μέλλεις γὰρ ἀφαιρήσεσθαι ἄεθλον 23.545 τὰ φρονέων ὅτι οἱ βλάβεν ἅρματα καὶ ταχέ’ ἵππω 23.546 αὐτός τ’ ἐσθλὸς ἐών: ἀλλ’ ὤφελεν ἀθανάτοισιν 23.547 εὔχεσθαι: τό κεν οὔ τι πανύστατος ἦλθε διώκων. 23.548 εἰ δέ μιν οἰκτίρεις καί τοι φίλος ἔπλετο θυμῷ 23.549 ἔστί τοι ἐν κλισίῃ χρυσὸς πολύς, ἔστι δὲ χαλκὸς 23.550 καὶ πρόβατ’, εἰσὶ δέ τοι δμῳαὶ καὶ μώνυχες ἵπποι: 23.551 τῶν οἱ ἔπειτ’ ἀνελὼν δόμεναι καὶ μεῖζον ἄεθλον 23.552 ἠὲ καὶ αὐτίκα νῦν, ἵνα σ’ αἰνήσωσιν Ἀχαιοί. 23.553 τὴν δ’ ἐγὼ οὐ δώσω: περὶ δ’ αὐτῆς πειρηθήτω 23.554 ἀνδρῶν ὅς κ’ ἐθέλῃσιν ἐμοὶ χείρεσσι μάχεσθαι. 23.555 ὣς φάτο, μείδησεν δὲ ποδάρκης δῖος Ἀχιλλεὺς 23.556 χαίρων Ἀντιλόχῳ, ὅτι οἱ φίλος ἦεν ἑταῖρος: 23.557 καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα: 23.558 Ἀντίλοχ’, εἰ μὲν δή με κελεύεις οἴκοθεν ἄλλο 23.559 Εὐμήλῳ ἐπιδοῦναι, ἐγὼ δέ κε καὶ τὸ τελέσσω. 23.560 δώσω οἱ θώρηκα, τὸν Ἀστεροπαῖον ἀπηύρων 23.561 χάλκεον, ᾧ πέρι χεῦμα φαεινοῦ κασσιτέροιο 23.562 ἀμφιδεδίνηται: πολέος δέ οἱ ἄξιος ἔσται. 23.563 ἦ ῥα, καὶ Αὐτομέδοντι φίλῳ ἐκέλευσεν ἑταίρῳ 23.564 οἰσέμεναι κλισίηθεν: ὃ δ’ ᾤχετο καί οἱ ἔνεικεν, 23.565 Εὐμήλῳ δ’ ἐν χερσὶ τίθει: ὃ δὲ δέξατο χαίρων. 23.566 τοῖσι δὲ καὶ Μενέλαος ἀνίστατο θυμὸν ἀχεύων 23.567 Ἀντιλόχῳ ἄμοτον κεχολωμένος: ἐν δ’ ἄρα κῆρυξ 23.568 χειρὶ σκῆπτρον ἔθηκε, σιωπῆσαί τε κέλευσεν 23.569 Ἀργείους: ὃ δ’ ἔπειτα μετηύδα ἰσόθεος φώς: 23.570 Ἀντίλοχε πρόσθεν πεπνυμένε ποῖον ἔρεξας. 23.571 ᾔσχυνας μὲν ἐμὴν ἀρετήν, βλάψας δέ μοι ἵππους 23.572 τοὺς σοὺς πρόσθε βαλών, οἵ τοι πολὺ χείρονες ἦσαν. 23.573 ἀλλ’ ἄγετ’ Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες 23.574 ἐς μέσον ἀμφοτέροισι δικάσσατε, μὴ δ’ ἐπ’ ἀρωγῇ, 23.575 μή ποτέ τις εἴπῃσιν Ἀχαιῶν χαλκοχιτώνων: 23.576 Ἀντίλοχον ψεύδεσσι βιησάμενος Μενέλαος 23.577 οἴχεται ἵππον ἄγων, ὅτι οἱ πολὺ χείρονες ἦσαν 23.578 ἵπποι, αὐτὸς δὲ κρείσσων ἀρετῇ τε βίῃ τε. 23.579 εἰ δ’ ἄγ’ ἐγὼν αὐτὸς δικάσω, καί μ’ οὔ τινά φημι 23.580 ἄλλον ἐπιπλήξειν Δαναῶν: ἰθεῖα γὰρ ἔσται. 23.581 Ἀντίλοχ’ εἰ δ’ ἄγε δεῦρο διοτρεφές, ἣ θέμις ἐστί, 23.582 στὰς ἵππων προπάροιθε καὶ ἅρματος, αὐτὰρ ἱμάσθλην 23.583 χερσὶν ἔχε ῥαδινήν, ᾗ περ τὸ πρόσθεν ἔλαυνες, 23.584 ἵππων ἁψάμενος γαιήοχον ἐννοσίγαιον 23.585 ὄμνυθι μὴ μὲν ἑκὼν τὸ ἐμὸν δόλῳ ἅρμα πεδῆσαι. 23.586 τὸν δ’ αὖτ’ Ἀντίλοχος πεπνυμένος ἀντίον ηὔδα: 23.587 ἄνσχεο νῦν: πολλὸν γὰρ ἔγωγε νεώτερός εἰμι 23.588 σεῖο ἄναξ Μενέλαε, σὺ δὲ πρότερος καὶ ἀρείων. 23.589 οἶσθ’ οἷαι νέου ἀνδρὸς ὑπερβασίαι τελέθουσι: 23.590 κραιπνότερος μὲν γάρ τε νόος, λεπτὴ δέ τε μῆτις. 23.591 τώ τοι ἐπιτλήτω κραδίη: ἵππον δέ τοι αὐτὸς 23.592 δώσω, τὴν ἀρόμην. εἰ καί νύ κεν οἴκοθεν ἄλλο 23.593 μεῖζον ἐπαιτήσειας, ἄφαρ κέ τοι αὐτίκα δοῦναι 23.594 βουλοίμην ἢ σοί γε διοτρεφὲς ἤματα πάντα 23.595 ἐκ θυμοῦ πεσέειν καὶ δαίμοσιν εἶναι ἀλιτρός. 23.596 ἦ ῥα καὶ ἵππον ἄγων μεγαθύμου Νέστορος υἱὸς 23.597 ἐν χείρεσσι τίθει Μενελάου: τοῖο δὲ θυμὸς 23.598 ἰάνθη ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση 23.599 ληΐου ἀλδήσκοντος, ὅτε φρίσσουσιν ἄρουραι: 23.600 ὣς ἄρα σοὶ Μενέλαε μετὰ φρεσὶ θυμὸς ἰάνθη. 23.601 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα: 23.602 Ἀντίλοχε νῦν μέν τοι ἐγὼν ὑποείξομαι αὐτὸς 23.603 χωόμενος, ἐπεὶ οὔ τι παρήορος οὐδ’ ἀεσίφρων 23.604 ἦσθα πάρος: νῦν αὖτε νόον νίκησε νεοίη. 23.605 δεύτερον αὖτ’ ἀλέασθαι ἀμείνονας ἠπεροπεύειν. 23.606 οὐ γάρ κέν με τάχ’ ἄλλος ἀνὴρ παρέπεισεν Ἀχαιῶν. 23.607 ἀλλὰ σὺ γὰρ δὴ πολλὰ πάθες καὶ πολλὰ μόγησας 23.608 σός τε πατὴρ ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκ’ ἐμεῖο: 23.609 τώ τοι λισσομένῳ ἐπιπείσομαι, ἠδὲ καὶ ἵππον 23.610 δώσω ἐμήν περ ἐοῦσαν, ἵνα γνώωσι καὶ οἵδε 23.611 ὡς ἐμὸς οὔ ποτε θυμὸς ὑπερφίαλος καὶ ἀπηνής. 23.612 ἦ ῥα, καὶ Ἀντιλόχοιο Νοήμονι δῶκεν ἑταίρῳ 23.613 ἵππον ἄγειν: ὃ δ’ ἔπειτα λέβηθ’ ἕλε παμφανόωντα. 23.614 Μηριόνης δ’ ἀνάειρε δύω χρυσοῖο τάλαντα 23.615 τέτρατος, ὡς ἔλασεν. πέμπτον δ’ ὑπελείπετ’ ἄεθλον, 23.616 ἀμφίθετος φιάλη: τὴν Νέστορι δῶκεν Ἀχιλλεὺς 23.617 Ἀργείων ἀν’ ἀγῶνα φέρων, καὶ ἔειπε παραστάς: 23.618 τῆ νῦν, καὶ σοὶ τοῦτο γέρον κειμήλιον ἔστω 23.619 Πατρόκλοιο τάφου μνῆμ’ ἔμμεναι: οὐ γὰρ ἔτ’ αὐτὸν 23.620 ὄψῃ ἐν Ἀργείοισι: δίδωμι δέ τοι τόδ’ ἄεθλον 23.621 αὔτως: οὐ γὰρ πύξ γε μαχήσεαι, οὐδὲ παλαίσεις, 23.622 οὐδ’ ἔτ’ ἀκοντιστὺν ἐσδύσεαι, οὐδὲ πόδεσσι 23.623 θεύσεαι: ἤδη γὰρ χαλεπὸν κατὰ γῆρας ἐπείγει. 23.624 ὣς εἰπὼν ἐν χερσὶ τίθει: ὃ δ’ ἐδέξατο χαίρων, 23.625 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα: 23.626 ναὶ δὴ ταῦτά γε πάντα τέκος κατὰ μοῖραν ἔειπες: 23.627 οὐ γὰρ ἔτ’ ἔμπεδα γυῖα φίλος πόδες, οὐδέ τι χεῖρες 23.628 ὤμων ἀμφοτέρωθεν ἐπαΐσσονται ἐλαφραί. 23.629 εἴθ’ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη 23.630 ὡς ὁπότε κρείοντ’ Ἀμαρυγκέα θάπτον Ἐπειοὶ 23.631 Βουπρασίῳ, παῖδες δ’ ἔθεσαν βασιλῆος ἄεθλα: 23.632 ἔνθ’ οὔ τίς μοι ὁμοῖος ἀνὴρ γένετ’, οὔτ’ ἄρ’ Ἐπειῶν 23.633 οὔτ’ αὐτῶν Πυλίων οὔτ’ Αἰτωλῶν μεγαθύμων. 23.634 πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Ἤνοπος υἱόν, 23.635 Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ἀνέστη: 23.636 Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα, 23.637 δουρὶ δ’ ὑπειρέβαλον Φυλῆά τε καὶ Πολύδωρον. 23.638 οἴοισίν μ’ ἵπποισι παρήλασαν Ἀκτορίωνε 23.639 πλήθει πρόσθε βαλόντες ἀγασσάμενοι περὶ νίκης, 23.640 οὕνεκα δὴ τὰ μέγιστα παρ’ αὐτόθι λείπετ’ ἄεθλα. 23.641 οἳ δ’ ἄρ’ ἔσαν δίδυμοι: ὃ μὲν ἔμπεδον ἡνιόχευεν, 23.642 ἔμπεδον ἡνιόχευ’, ὃ δ’ ἄρα μάστιγι κέλευεν. 23.643 ὥς ποτ’ ἔον: νῦν αὖτε νεώτεροι ἀντιοώντων 23.644 ἔργων τοιούτων: ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ 23.645 πείθεσθαι, τότε δ’ αὖτε μετέπρεπον ἡρώεσσιν. 23.646 ἀλλ’ ἴθι καὶ σὸν ἑταῖρον ἀέθλοισι κτερέϊζε. 23.647 τοῦτο δ’ ἐγὼ πρόφρων δέχομαι, χαίρει δέ μοι ἦτορ, 23.648 ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος, οὐδέ σε λήθω, 23.649 τιμῆς ἧς τέ μ’ ἔοικε τετιμῆσθαι μετ’ Ἀχαιοῖς. 23.650 σοὶ δὲ θεοὶ τῶνδ’ ἀντὶ χάριν μενοεικέα δοῖεν. 23.651 ὣς φάτο, Πηλεΐδης δὲ πολὺν καθ’ ὅμιλον Ἀχαιῶν 23.652 ᾤχετ’, ἐπεὶ πάντ’ αἶνον ἐπέκλυε Νηλεΐδαο. 23.653 αὐτὰρ ὃ πυγμαχίης ἀλεγεινῆς θῆκεν ἄεθλα: 23.654 ἡμίονον ταλαεργὸν ἄγων κατέδησ’ ἐν ἀγῶνι 23.655 ἑξέτε’ ἀδμήτην, ἥ τ’ ἀλγίστη δαμάσασθαι: 23.656 τῷ δ’ ἄρα νικηθέντι τίθει δέπας ἀμφικύπελλον. 23.657 στῆ δ’ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν: 23.658 Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ 23.659 ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω, 23.660 πὺξ μάλ’ ἀνασχομένω πεπληγέμεν: ᾧ δέ κ’ Ἀπόλλων 23.661 δώῃ καμμονίην, γνώωσι δὲ πάντες Ἀχαιοί, 23.662 ἡμίονον ταλαεργὸν ἄγων κλισίην δὲ νεέσθω: 23.663 αὐτὰρ ὃ νικηθεὶς δέπας οἴσεται ἀμφικύπελλον. 23.664 ὣς ἔφατ’, ὄρνυτο δ’ αὐτίκ’ ἀνὴρ ἠΰς τε μέγας τε 23.665 εἰδὼς πυγμαχίης υἱὸς Πανοπῆος Ἐπειός, 23.666 ἅψατο δ’ ἡμιόνου ταλαεργοῦ φώνησέν τε: 23.667 ἆσσον ἴτω ὅς τις δέπας οἴσεται ἀμφικύπελλον: 23.668 ἡμίονον δ’ οὔ φημί τιν’ ἀξέμεν ἄλλον Ἀχαιῶν 23.669 πυγμῇ νικήσαντ’, ἐπεὶ εὔχομαι εἶναι ἄριστος. 23.670 ἦ οὐχ ἅλις ὅττι μάχης ἐπιδεύομαι; οὐδ’ ἄρα πως ἦν 23.671 ἐν πάντεσσ’ ἔργοισι δαήμονα φῶτα γενέσθαι. 23.672 ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται: 23.673 ἀντικρὺ χρόα τε ῥήξω σύν τ’ ὀστέ’ ἀράξω. 23.674 κηδεμόνες δέ οἱ ἐνθάδ’ ἀολλέες αὖθι μενόντων, 23.675 οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα. 23.676 ὣς ἔφαθ’, οἳ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. 23.677 Εὐρύαλος δέ οἱ οἶος ἀνίστατο ἰσόθεος φὼς 23.678 Μηκιστῆος υἱὸς Ταλαϊονίδαο ἄνακτος, 23.679 ὅς ποτε Θήβας δ’ ἦλθε δεδουπότος Οἰδιπόδαο 23.680 ἐς τάφον: ἔνθα δὲ πάντας ἐνίκα Καδμείωνας. 23.681 τὸν μὲν Τυδεΐδης δουρὶ κλυτὸς ἀμφεπονεῖτο 23.682 θαρσύνων ἔπεσιν, μέγα δ’ αὐτῷ βούλετο νίκην. 23.683 ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν, αὐτὰρ ἔπειτα 23.684 δῶκεν ἱμάντας ἐϋτμήτους βοὸς ἀγραύλοιο. 23.685 τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον ἀγῶνα, 23.686 ἄντα δ’ ἀνασχομένω χερσὶ στιβαρῇσιν ἅμ’ ἄμφω 23.687 σύν ῥ’ ἔπεσον, σὺν δέ σφι βαρεῖαι χεῖρες ἔμιχθεν. 23.688 δεινὸς δὲ χρόμαδος γενύων γένετ’, ἔρρεε δ’ ἱδρὼς 23.689 πάντοθεν ἐκ μελέων: ἐπὶ δ’ ὄρνυτο δῖος Ἐπειός, 23.690 κόψε δὲ παπτήναντα παρήϊον: οὐδ’ ἄρ’ ἔτι δὴν 23.691 ἑστήκειν: αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα. 23.692 ὡς δ’ ὅθ’ ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺς 23.693 θίν’ ἐν φυκιόεντι, μέλαν δέ ἑ κῦμα κάλυψεν, 23.694 ὣς πληγεὶς ἀνέπαλτ’: αὐτὰρ μεγάθυμος Ἐπειὸς 23.695 χερσὶ λαβὼν ὤρθωσε: φίλοι δ’ ἀμφέσταν ἑταῖροι, 23.696 οἵ μιν ἄγον δι’ ἀγῶνος ἐφελκομένοισι πόδεσσιν 23.697 αἷμα παχὺ πτύοντα κάρη βάλλονθ’ ἑτέρωσε: 23.698 κὰδ δ’ ἀλλοφρονέοντα μετὰ σφίσιν εἷσαν ἄγοντες, 23.699 αὐτοὶ δ’ οἰχόμενοι κόμισαν δέπας ἀμφικύπελλον. 23.700 Πηλεΐδης δ’ αἶψ’ ἄλλα κατὰ τρίτα θῆκεν ἄεθλα 23.701 δεικνύμενος Δαναοῖσι παλαισμοσύνης ἀλεγεινῆς, 23.702 τῷ μὲν νικήσαντι μέγαν τρίποδ’ ἐμπυριβήτην, 23.703 τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον Ἀχαιοί: 23.704 ἀνδρὶ δὲ νικηθέντι γυναῖκ’ ἐς μέσσον ἔθηκε, 23.705 πολλὰ δ’ ἐπίστατο ἔργα, τίον δέ ἑ τεσσαράβοιον. 23.706 στῆ δ’ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν: 23.707 ὄρνυσθ’ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθον. 23.708 ὣς ἔφατ’, ὦρτο δ’ ἔπειτα μέγας Τελαμώνιος Αἴας, 23.709 ἂν δ’ Ὀδυσεὺς πολύμητις ἀνίστατο κέρδεα εἰδώς. 23.710 ζωσαμένω δ’ ἄρα τώ γε βάτην ἐς μέσσον ἀγῶνα, 23.711 ἀγκὰς δ’ ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσιν 23.712 ὡς ὅτ’ ἀμείβοντες, τούς τε κλυτὸς ἤραρε τέκτων 23.713 δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων. 23.714 τετρίγει δ’ ἄρα νῶτα θρασειάων ἀπὸ χειρῶν 23.715 ἑλκόμενα στερεῶς: κατὰ δὲ νότιος ῥέεν ἱδρώς, 23.716 πυκναὶ δὲ σμώδιγγες ἀνὰ πλευράς τε καὶ ὤμους 23.717 αἵματι φοινικόεσσαι ἀνέδραμον: οἳ δὲ μάλ’ αἰεὶ 23.718 νίκης ἱέσθην τρίποδος πέρι ποιητοῖο: 23.719 οὔτ’ Ὀδυσεὺς δύνατο σφῆλαι οὔδει τε πελάσσαι, 23.720 οὔτ’ Αἴας δύνατο, κρατερὴ δ’ ἔχεν ἲς Ὀδυσῆος. 23.721 ἀλλ’ ὅτε δή ῥ’ ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς, 23.722 δὴ τότε μιν προσέειπε μέγας Τελαμώνιος Αἴας: 23.723 διογενὲς Λαερτιάδη πολυμήχαν’ Ὀδυσσεῦ 23.724 ἤ μ’ ἀνάειρ’, ἢ ἐγὼ σέ: τὰ δ’ αὖ Διὶ πάντα μελήσει. 23.725 ὣς εἰπὼν ἀνάειρε: δόλου δ’ οὐ λήθετ’ Ὀδυσσεύς: 23.726 κόψ’ ὄπιθεν κώληπα τυχών, ὑπέλυσε δὲ γυῖα, 23.727 κὰδ δ’ ἔβαλ’ ἐξοπίσω: ἐπὶ δὲ στήθεσσιν Ὀδυσσεὺς 23.728 κάππεσε: λαοὶ δ’ αὖ θηεῦντό τε θάμβησάν τε. 23.729 δεύτερος αὖτ’ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς, 23.730 κίνησεν δ’ ἄρα τυτθὸν ἀπὸ χθονός, οὐδ’ ἔτ’ ἄειρεν, 23.731 ἐν δὲ γόνυ γνάμψεν: ἐπὶ δὲ χθονὶ κάππεσον ἄμφω 23.732 πλησίοι ἀλλήλοισι, μιάνθησαν δὲ κονίῃ. 23.733 καί νύ κε τὸ τρίτον αὖτις ἀναΐξαντ’ ἐπάλαιον, 23.734 εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ κατέρυκε: 23.735 μηκέτ’ ἐρείδεσθον, μὴ δὲ τρίβεσθε κακοῖσι: 23.736 νίκη δ’ ἀμφοτέροισιν: ἀέθλια δ’ ἶσ’ ἀνελόντες 23.737 ἔρχεσθ’, ὄφρα καὶ ἄλλοι ἀεθλεύωσιν Ἀχαιοί. 23.738 ὣς ἔφαθ’, οἳ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο, 23.739 καί ῥ’ ἀπομορξαμένω κονίην δύσαντο χιτῶνας. 23.740 Πηλεΐδης δ’ αἶψ’ ἄλλα τίθει ταχυτῆτος ἄεθλα 23.741 ἀργύρεον κρητῆρα τετυγμένον: ἓξ δ’ ἄρα μέτρα 23.742 χάνδανεν, αὐτὰρ κάλλει ἐνίκα πᾶσαν ἐπ’ αἶαν 23.743 πολλόν, ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν, 23.744 Φοίνικες δ’ ἄγον ἄνδρες ἐπ’ ἠεροειδέα πόντον, 23.745 στῆσαν δ’ ἐν λιμένεσσι, Θόαντι δὲ δῶρον ἔδωκαν: 23.746 υἷος δὲ Πριάμοιο Λυκάονος ὦνον ἔδωκε 23.747 Πατρόκλῳ ἥρωϊ Ἰησονίδης Εὔνηος. 23.748 καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἄεθλον οὗ ἑτάροιο, 23.749 ὅς τις ἐλαφρότατος ποσσὶ κραιπνοῖσι πέλοιτο: 23.750 δευτέρῳ αὖ βοῦν θῆκε μέγαν καὶ πίονα δημῷ, 23.751 ἡμιτάλαντον δὲ χρυσοῦ λοισθήϊ’ ἔθηκε. 23.752 στῆ δ’ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν: 23.753 ὄρνυσθ’ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε. 23.754 ὣς ἔφατ’, ὄρνυτο δ’ αὐτίκ’ Ὀϊλῆος ταχὺς Αἴας, 23.755 ἂν δ’ Ὀδυσεὺς πολύμητις, ἔπειτα δὲ Νέστορος υἱὸς 23.756 Ἀντίλοχος: ὃ γὰρ αὖτε νέους ποσὶ πάντας ἐνίκα. 23.757 στὰν δὲ μεταστοιχί: σήμηνε δὲ τέρματ’ Ἀχιλλεύς. 23.758 τοῖσι δ’ ἀπὸ νύσσης τέτατο δρόμος: ὦκα δ’ ἔπειτα 23.759 ἔκφερ’ Ὀϊλιάδης: ἐπὶ δ’ ὄρνυτο δῖος Ὀδυσσεὺς 23.760 ἄγχι μάλ’, ὡς ὅτε τίς τε γυναικὸς ἐϋζώνοιο 23.761 στήθεός ἐστι κανών, ὅν τ’ εὖ μάλα χερσὶ τανύσσῃ 23.762 πηνίον ἐξέλκουσα παρὲκ μίτον, ἀγχόθι δ’ ἴσχει 23.763 στήθεος: ὣς Ὀδυσεὺς θέεν ἐγγύθεν, αὐτὰρ ὄπισθεν 23.764 ἴχνια τύπτε πόδεσσι πάρος κόνιν ἀμφιχυθῆναι: 23.765 κὰδ δ’ ἄρα οἱ κεφαλῆς χέ’ ἀϋτμένα δῖος Ὀδυσσεὺς 23.766 αἰεὶ ῥίμφα θέων: ἴαχον δ’ ἐπὶ πάντες Ἀχαιοὶ 23.767 νίκης ἱεμένῳ, μάλα δὲ σπεύδοντι κέλευον. 23.768 ἀλλ’ ὅτε δὴ πύματον τέλεον δρόμον, αὐτίκ’ Ὀδυσσεὺς 23.769 εὔχετ’ Ἀθηναίῃ γλαυκώπιδι ὃν κατὰ θυμόν: 23.770 κλῦθι θεά, ἀγαθή μοι ἐπίρροθος ἐλθὲ ποδοῖιν. 23.771 ὣς ἔφατ’ εὐχόμενος: τοῦ δ’ ἔκλυε Παλλὰς Ἀθήνη, 23.772 γυῖα δ’ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν. 23.773 ἀλλ’ ὅτε δὴ τάχ’ ἔμελλον ἐπαΐξασθαι ἄεθλον, 23.774 ἔνθ’ Αἴας μὲν ὄλισθε θέων, βλάψεν γὰρ Ἀθήνη, 23.775 τῇ ῥα βοῶν κέχυτ’ ὄνθος ἀποκταμένων ἐριμύκων, 23.776 οὓς ἐπὶ Πατρόκλῳ πέφνεν πόδας ὠκὺς Ἀχιλλεύς: 23.777 ἐν δ’ ὄνθου βοέου πλῆτο στόμα τε ῥῖνάς τε: 23.778 κρητῆρ’ αὖτ’ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς, 23.779 ὡς ἦλθε φθάμενος: ὃ δὲ βοῦν ἕλε φαίδιμος Αἴας. 23.780 στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιο 23.781 ὄνθον ἀποπτύων, μετὰ δ’ Ἀργείοισιν ἔειπεν: 23.782 ὢ πόποι ἦ μ’ ἔβλαψε θεὰ πόδας, ἣ τὸ πάρος περ 23.783 μήτηρ ὣς Ὀδυσῆϊ παρίσταται ἠδ’ ἐπαρήγει. 23.784 ὣς ἔφαθ’, οἳ δ’ ἄρα πάντες ἐπ’ αὐτῷ ἡδὺ γέλασσαν. 23.785 Ἀντίλοχος δ’ ἄρα δὴ λοισθήϊον ἔκφερ’ ἄεθλον 23.786 μειδιόων, καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν: 23.787 εἰδόσιν ὔμμ’ ἐρέω πᾶσιν φίλοι, ὡς ἔτι καὶ νῦν 23.788 ἀθάνατοι τιμῶσι παλαιοτέρους ἀνθρώπους. 23.789 Αἴας μὲν γὰρ ἐμεῖ’ ὀλίγον προγενέστερός ἐστιν, 23.790 οὗτος δὲ προτέρης γενεῆς προτέρων τ’ ἀνθρώπων: 23.791 ὠμογέροντα δέ μίν φασ’ ἔμμεναι: ἀργαλέον δὲ 23.792 ποσσὶν ἐριδήσασθαι Ἀχαιοῖς, εἰ μὴ Ἀχιλλεῖ. 23.793 ὣς φάτο, κύδηνεν δὲ ποδώκεα Πηλεΐωνα. 23.794 τὸν δ’ Ἀχιλεὺς μύθοισιν ἀμειβόμενος προσέειπεν: 23.795 Ἀντίλοχ’ οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος, 23.796 ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω. 23.797 ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δ’ ἐδέξατο χαίρων. 23.798 αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος 23.799 θῆκ’ ἐς ἀγῶνα φέρων, κατὰ δ’ ἀσπίδα καὶ τρυφάλειαν 23.800 τεύχεα Σαρπήδοντος, ἅ μιν Πάτροκλος ἀπηύρα. 23.801 στῆ δ’ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν: 23.802 ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω, 23.803 τεύχεα ἑσσαμένω ταμεσίχροα χαλκὸν ἑλόντε 23.804 ἀλλήλων προπάροιθεν ὁμίλου πειρηθῆναι. 23.805 ὁππότερός κε φθῇσιν ὀρεξάμενος χρόα καλόν, 23.806 ψαύσῃ δ’ ἐνδίνων διά τ’ ἔντεα καὶ μέλαν αἷμα, 23.807 τῷ μὲν ἐγὼ δώσω τόδε φάσγανον ἀργυρόηλον 23.808 καλὸν Θρηΐκιον, τὸ μὲν Ἀστεροπαῖον ἀπηύρων: 23.809 τεύχεα δ’ ἀμφότεροι ξυνήϊα ταῦτα φερέσθων: 23.810 καί σφιν δαῖτ’ ἀγαθὴν παραθήσομεν ἐν κλισίῃσιν. 23.811 ὣς ἔφατ’, ὦρτο δ’ ἔπειτα μέγας Τελαμώνιος Αἴας, 23.812 ἂν δ’ ἄρα Τυδεΐδης ὦρτο, κρατερὸς Διομήδης. 23.813 οἳ δ’ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν, 23.814 ἐς μέσον ἀμφοτέρω συνίτην μεμαῶτε μάχεσθαι 23.815 δεινὸν δερκομένω: θάμβος δ’ ἔχε πάντας Ἀχαιούς. 23.816 ἀλλ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες, 23.817 τρὶς μὲν ἐπήϊξαν, τρὶς δὲ σχεδὸν ὁρμήθησαν. 23.818 ἔνθ’ Αἴας μὲν ἔπειτα κατ’ ἀσπίδα πάντοσ’ ἐΐσην 23.819 νύξ’, οὐδὲ χρό’ ἵκανεν: ἔρυτο γὰρ ἔνδοθι θώρηξ: 23.820 Τυδεΐδης δ’ ἄρ’ ἔπειτα ὑπὲρ σάκεος μεγάλοιο 23.821 αἰὲν ἐπ’ αὐχένι κῦρε φαεινοῦ δουρὸς ἀκωκῇ. 23.822 καὶ τότε δή ῥ’ Αἴαντι περιδείσαντες Ἀχαιοὶ 23.823 παυσαμένους ἐκέλευσαν ἀέθλια ἶσ’ ἀνελέσθαι. 23.824 αὐτὰρ Τυδεΐδῃ δῶκεν μέγα φάσγανον ἥρως 23.825 σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι. 23.826 αὐτὰρ Πηλεΐδης θῆκεν σόλον αὐτοχόωνον 23.827 ὃν πρὶν μὲν ῥίπτασκε μέγα σθένος Ἠετίωνος: 23.828 ἀλλ’ ἤτοι τὸν ἔπεφνε ποδάρκης δῖος Ἀχιλλεύς, 23.829 τὸν δ’ ἄγετ’ ἐν νήεσσι σὺν ἄλλοισι κτεάτεσσι. 23.830 στῆ δ’ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν: 23.831 ὄρνυσθ’ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε. 23.832 εἴ οἱ καὶ μάλα πολλὸν ἀπόπροθι πίονες ἀγροί, 23.833 ἕξει μιν καὶ πέντε περιπλομένους ἐνιαυτοὺς 23.834 χρεώμενος: οὐ μὲν γάρ οἱ ἀτεμβόμενός γε σιδήρου 23.835 ποιμὴν οὐδ’ ἀροτὴρ εἶσ’ ἐς πόλιν, ἀλλὰ παρέξει. 23.836 ὣς ἔφατ’, ὦρτο δ’ ἔπειτα μενεπτόλεμος Πολυποίτης, 23.837 ἂν δὲ Λεοντῆος κρατερὸν μένος ἀντιθέοιο, 23.838 ἂν δ’ Αἴας Τελαμωνιάδης καὶ δῖος Ἐπειός. 23.839 ἑξείης δ’ ἵσταντο, σόλον δ’ ἕλε δῖος Ἐπειός, 23.840 ἧκε δὲ δινήσας: γέλασαν δ’ ἐπὶ πάντες Ἀχαιοί. 23.841 δεύτερος αὖτ’ ἀφέηκε Λεοντεὺς ὄζος Ἄρηος: 23.842 τὸ τρίτον αὖτ’ ἔρριψε μέγας Τελαμώνιος Αἴας 23.843 χειρὸς ἄπο στιβαρῆς, καὶ ὑπέρβαλε σήματα πάντων. 23.844 ἀλλ’ ὅτε δὴ σόλον εἷλε μενεπτόλεμος Πολυποίτης, 23.845 ὅσσόν τίς τ’ ἔρριψε καλαύροπα βουκόλος ἀνήρ, 23.846 ἣ δέ θ’ ἑλισσομένη πέτεται διὰ βοῦς ἀγελαίας, 23.847 τόσσον παντὸς ἀγῶνος ὑπέρβαλε: τοὶ δὲ βόησαν. 23.848 ἀνστάντες δ’ ἕταροι Πολυποίταο κρατεροῖο 23.849 νῆας ἔπι γλαφυρὰς ἔφερον βασιλῆος ἄεθλον. 23.850 αὐτὰρ ὃ τοξευτῇσι τίθει ἰόεντα σίδηρον, 23.851 κὰδ δ’ ἐτίθει δέκα μὲν πελέκεας, δέκα δ’ ἡμιπέλεκκα, 23.852 ἱστὸν δ’ ἔστησεν νηὸς κυανοπρῴροιο 23.853 τηλοῦ ἐπὶ ψαμάθοις, ἐκ δὲ τρήρωνα πέλειαν 23.854 λεπτῇ μηρίνθῳ δῆσεν ποδός, ἧς ἄρ’ ἀνώγει 23.855 τοξεύειν: ὃς μέν κε βάλῃ τρήρωνα πέλειαν, 23.856 πάντας ἀειράμενος πελέκεας οἶκον δὲ φερέσθω: 23.857 ὃς δέ κε μηρίνθοιο τύχῃ ὄρνιθος ἁμαρτών, 23.858 ἥσσων γὰρ δὴ κεῖνος, ὃ δ’ οἴσεται ἡμιπέλεκκα. 23.859 ὣς ἔφατ’, ὦρτο δ’ ἔπειτα βίη Τεύκροιο ἄνακτος, 23.860 ἂν δ’ ἄρα Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος. 23.861 κλήρους δ’ ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες, 23.862 Τεῦκρος δὲ πρῶτος κλήρῳ λάχεν: αὐτίκα δ’ ἰὸν 23.863 ἧκεν ἐπικρατέως, οὐδ’ ἠπείλησεν ἄνακτι 23.864 ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην. 23.865 ὄρνιθος μὲν ἅμαρτε: μέγηρε γάρ οἱ τό γ’ Ἀπόλλων: 23.866 αὐτὰρ ὃ μήρινθον βάλε πὰρ πόδα, τῇ δέδετ’ ὄρνις: 23.867 ἀντικρὺ δ’ ἀπὸ μήρινθον τάμε πικρὸς ὀϊστός. 23.868 ἣ μὲν ἔπειτ’ ἤϊξε πρὸς οὐρανόν, ἣ δὲ παρείθη 23.869 μήρινθος ποτὶ γαῖαν: ἀτὰρ κελάδησαν Ἀχαιοί. 23.870 σπερχόμενος δ’ ἄρα Μηριόνης ἐξείρυσε χειρὸς 23.871 τόξον: ἀτὰρ δὴ ὀϊστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν. 23.872 αὐτίκα δ’ ἠπείλησεν ἑκηβόλῳ Ἀπόλλωνι 23.873 ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην. 23.874 ὕψι δ’ ὑπὸ νεφέων εἶδε τρήρωνα πέλειαν: 23.875 τῇ ῥ’ ὅ γε δινεύουσαν ὑπὸ πτέρυγος βάλε μέσσην, 23.876 ἀντικρὺ δὲ διῆλθε βέλος: τὸ μὲν ἂψ ἐπὶ γαίῃ 23.877 πρόσθεν Μηριόναο πάγη ποδός: αὐτὰρ ἣ ὄρνις 23.878 ἱστῷ ἐφεζομένη νηὸς κυανοπρῴροιο 23.879 αὐχέν’ ἀπεκρέμασεν, σὺν δὲ πτερὰ πυκνὰ λίασθεν. 23.880 ὠκὺς δ’ ἐκ μελέων θυμὸς πτάτο, τῆλε δ’ ἀπ’ αὐτοῦ 23.881 κάππεσε: λαοὶ δ’ αὖ θηεῦντό τε θάμβησάν τε. 23.882 ἂν δ’ ἄρα Μηριόνης πελέκεας δέκα πάντας ἄειρε, 23.883 Τεῦκρος δ’ ἡμιπέλεκκα φέρεν κοίλας ἐπὶ νῆας. 23.884 αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος, 23.885 κὰδ δὲ λέβητ’ ἄπυρον βοὸς ἄξιον ἀνθεμόεντα 23.886 θῆκ’ ἐς ἀγῶνα φέρων: καί ῥ’ ἥμονες ἄνδρες ἀνέσταν: 23.887 ἂν μὲν ἄρ’ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων, 23.888 ἂν δ’ ἄρα Μηριόνης, θεράπων ἐῢς Ἰδομενῆος. 23.889 τοῖσι δὲ καὶ μετέειπε ποδάρκης δῖος Ἀχιλλεύς: 23.890 Ἀτρεΐδη: ἴδμεν γὰρ ὅσον προβέβηκας ἁπάντων 23.891 ἠδ’ ὅσσον δυνάμει τε καὶ ἥμασιν ἔπλευ ἄριστος: 23.892 ἀλλὰ σὺ μὲν τόδ’ ἄεθλον ἔχων κοίλας ἐπὶ νῆας 23.893 ἔρχευ, ἀτὰρ δόρυ Μηριόνῃ ἥρωϊ πόρωμεν, 23.894 εἰ σύ γε σῷ θυμῷ ἐθέλοις: κέλομαι γὰρ ἔγωγε. 23.895 ὣς ἔφατ’, οὐδ’ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων: 23.896 δῶκε δὲ Μηριόνῃ δόρυ χάλκεον: αὐτὰρ ὅ γ’ ἥρως 23.897 Ταλθυβίῳ κήρυκι δίδου περικαλλὲς ἄεθλον. 24.001 λῦτο δ’ ἀγών, λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι 24.002 ἐσκίδναντ’ ἰέναι. τοὶ μὲν δόρποιο μέδοντο 24.003 ὕπνου τε γλυκεροῦ ταρπήμεναι: αὐτὰρ Ἀχιλλεὺς 24.004 κλαῖε φίλου ἑτάρου μεμνημένος, οὐδέ μιν ὕπνος 24.005 ᾕρει πανδαμάτωρ, ἀλλ’ ἐστρέφετ’ ἔνθα καὶ ἔνθα 24.006 Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΰ, 24.007 ἠδ’ ὁπόσα τολύπευσε σὺν αὐτῷ καὶ πάθεν ἄλγεα 24.008 ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων: 24.009 τῶν μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εἶβεν, 24.010 ἄλλοτ’ ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δ’ αὖτε 24.011 ὕπτιος, ἄλλοτε δὲ πρηνής: τοτὲ δ’ ὀρθὸς ἀναστὰς 24.012 δινεύεσκ’ ἀλύων παρὰ θῖν’ ἁλός: οὐδέ μιν ἠὼς 24.013 φαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τ’ ἠϊόνας τε. 24.014 ἀλλ’ ὅ γ’ ἐπεὶ ζεύξειεν ὑφ’ ἅρμασιν ὠκέας ἵππους, 24.015 Ἕκτορα δ’ ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν, 24.016 τρὶς δ’ ἐρύσας περὶ σῆμα Μενοιτιάδαο θανόντος 24.017 αὖτις ἐνὶ κλισίῃ παυέσκετο, τὸν δέ τ’ ἔασκεν 24.018 ἐν κόνι ἐκτανύσας προπρηνέα: τοῖο δ’ Ἀπόλλων 24.019 πᾶσαν ἀεικείην ἄπεχε χροῒ φῶτ’ ἐλεαίρων 24.020 καὶ τεθνηότα περ: περὶ δ’ αἰγίδι πάντα κάλυπτε 24.021 χρυσείῃ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων. 24.022 ὣς ὃ μὲν Ἕκτορα δῖον ἀείκιζεν μενεαίνων: 24.023 τὸν δ’ ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες, 24.024 κλέψαι δ’ ὀτρύνεσκον ἐΰσκοπον ἀργεϊφόντην. 24.025 ἔνθ’ ἄλλοις μὲν πᾶσιν ἑήνδανεν, οὐδέ ποθ’ Ἥρῃ 24.026 οὐδὲ Ποσειδάων’ οὐδὲ γλαυκώπιδι κούρῃ, 24.027 ἀλλ’ ἔχον ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρὴ 24.028 καὶ Πρίαμος καὶ λαὸς Ἀλεξάνδρου ἕνεκ’ ἄτης, 24.029 ὃς νείκεσσε θεὰς ὅτε οἱ μέσσαυλον ἵκοντο, 24.030 τὴν δ’ ᾔνησ’ ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν. 24.031 ἀλλ’ ὅτε δή ῥ’ ἐκ τοῖο δυωδεκάτη γένετ’ ἠώς, 24.032 καὶ τότ’ ἄρ’ ἀθανάτοισι μετηύδα Φοῖβος Ἀπόλλων: 24.033 σχέτλιοί ἐστε θεοί, δηλήμονες: οὔ νύ ποθ’ ὑμῖν 24.034 Ἕκτωρ μηρί’ ἔκηε βοῶν αἰγῶν τε τελείων; 24.035 τὸν νῦν οὐκ ἔτλητε νέκυν περ ἐόντα σαῶσαι 24.036 ᾗ τ’ ἀλόχῳ ἰδέειν καὶ μητέρι καὶ τέκεϊ ᾧ 24.037 καὶ πατέρι Πριάμῳ λαοῖσί τε, τοί κέ μιν ὦκα 24.038 ἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσαιεν. 24.039 ἀλλ’ ὀλοῷ Ἀχιλῆϊ θεοὶ βούλεσθ’ ἐπαρήγειν, 24.040 ᾧ οὔτ’ ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα 24.041 γναμπτὸν ἐνὶ στήθεσσι, λέων δ’ ὣς ἄγρια οἶδεν, 24.042 ὅς τ’ ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ καὶ ἀγήνορι θυμῷ 24.043 εἴξας εἶσ’ ἐπὶ μῆλα βροτῶν ἵνα δαῖτα λάβῃσιν: 24.044 ὣς Ἀχιλεὺς ἔλεον μὲν ἀπώλεσεν, οὐδέ οἱ αἰδὼς 24.045 γίγνεται, ἥ τ’ ἄνδρας μέγα σίνεται ἠδ’ ὀνίνησι. 24.046 μέλλει μέν πού τις καὶ φίλτερον ἄλλον ὀλέσσαι 24.047 ἠὲ κασίγνητον ὁμογάστριον ἠὲ καὶ υἱόν: 24.048 ἀλλ’ ἤτοι κλαύσας καὶ ὀδυράμενος μεθέηκε: 24.049 τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν. 24.050 αὐτὰρ ὅ γ’ Ἕκτορα δῖον, ἐπεὶ φίλον ἦτορ ἀπηύρα, 24.051 ἵππων ἐξάπτων περὶ σῆμ’ ἑτάροιο φίλοιο 24.052 ἕλκει: οὐ μήν οἱ τό γε κάλλιον οὐδέ τ’ ἄμεινον. 24.053 μὴ ἀγαθῷ περ ἐόντι νεμεσσηθέωμέν οἱ ἡμεῖς: 24.054 κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων. 24.055 τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη: 24.056 εἴη κεν καὶ τοῦτο τεὸν ἔπος ἀργυρότοξε 24.057 εἰ δὴ ὁμὴν Ἀχιλῆϊ καὶ Ἕκτορι θήσετε τιμήν. 24.058 Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν: 24.059 αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος, ἣν ἐγὼ αὐτὴ 24.060 θρέψά τε καὶ ἀτίτηλα καὶ ἀνδρὶ πόρον παράκοιτιν 24.061 Πηλέϊ, ὃς περὶ κῆρι φίλος γένετ’ ἀθανάτοισι. 24.062 πάντες δ’ ἀντιάασθε θεοὶ γάμου: ἐν δὲ σὺ τοῖσι 24.063 δαίνυ’ ἔχων φόρμιγγα κακῶν ἕταρ’, αἰὲν ἄπιστε. 24.064 τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς: 24.065 Ἥρη μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν: 24.066 οὐ μὲν γὰρ τιμή γε μί’ ἔσσεται: ἀλλὰ καὶ Ἕκτωρ 24.067 φίλτατος ἔσκε θεοῖσι βροτῶν οἳ ἐν Ἰλίῳ εἰσίν: 24.068 ὣς γὰρ ἔμοιγ’, ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων. 24.069 οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης 24.070 λοιβῆς τε κνίσης τε: τὸ γὰρ λάχομεν γέρας ἡμεῖς. 24.071 ἀλλ’ ἤτοι κλέψαι μὲν ἐάσομεν, οὐδέ πῃ ἔστι, 24.072 λάθρῃ Ἀχιλλῆος θρασὺν Ἕκτορα: ἦ γάρ οἱ αἰεὶ 24.073 μήτηρ παρμέμβλωκεν ὁμῶς νύκτάς τε καὶ ἦμαρ. 24.074 ἀλλ’ εἴ τις καλέσειε θεῶν Θέτιν ἆσσον ἐμεῖο, 24.075 ὄφρά τί οἱ εἴπω πυκινὸν ἔπος, ὥς κεν Ἀχιλλεὺς 24.076 δώρων ἐκ Πριάμοιο λάχῃ ἀπό θ’ Ἕκτορα λύσῃ. 24.077 ὣς ἔφατ’, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα, 24.078 μεσσηγὺς δὲ Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσης 24.079 ἔνθορε μείλανι πόντῳ: ἐπεστονάχησε δὲ λίμνη. 24.080 ἣ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν, 24.081 ἥ τε κατ’ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα 24.082 ἔρχεται ὠμηστῇσιν ἐπ’ ἰχθύσι κῆρα φέρουσα. 24.083 εὗρε δ’ ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δ’ ἄρ’ ἄλλαι 24.084 εἵαθ’ ὁμηγερέες ἅλιαι θεαί: ἣ δ’ ἐνὶ μέσσῃς 24.085 κλαῖε μόρον οὗ παιδὸς ἀμύμονος, ὅς οἱ ἔμελλε 24.086 φθίσεσθ’ ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης. 24.087 ἀγχοῦ δ’ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις: 24.088 ὄρσο Θέτι: καλέει Ζεὺς ἄφθιτα μήδεα εἰδώς. 24.089 τὴν δ’ ἠμείβετ’ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα: 24.090 τίπτέ με κεῖνος ἄνωγε μέγας θεός; αἰδέομαι δὲ 24.091 μίσγεσθ’ ἀθανάτοισιν, ἔχω δ’ ἄχε’ ἄκριτα θυμῷ. 24.092 εἶμι μέν, οὐδ’ ἅλιον ἔπος ἔσσεται ὅττί κεν εἴπῃ. 24.093 ὣς ἄρα φωνήσασα κάλυμμ’ ἕλε δῖα θεάων 24.094 κυάνεον, τοῦ δ’ οὔ τι μελάντερον ἔπλετο ἔσθος. 24.095 βῆ δ’ ἰέναι, πρόσθεν δὲ ποδήνεμος ὠκέα Ἶρις 24.096 ἡγεῖτ’: ἀμφὶ δ’ ἄρα σφι λιάζετο κῦμα θαλάσσης. 24.097 ἀκτὴν δ’ ἐξαναβᾶσαι ἐς οὐρανὸν ἀϊχθήτην, 24.098 εὗρον δ’ εὐρύοπα Κρονίδην, περὶ δ’ ἄλλοι ἅπαντες 24.099 εἵαθ’ ὁμηγερέες μάκαρες θεοὶ αἰὲν ἐόντες. 24.100 ἣ δ’ ἄρα πὰρ Διὶ πατρὶ καθέζετο, εἶξε δ’ Ἀθήνη. 24.101 Ἥρη δὲ χρύσεον καλὸν δέπας ἐν χερὶ θῆκε 24.102 καί ῥ’ εὔφρην’ ἐπέεσσι: Θέτις δ’ ὤρεξε πιοῦσα. 24.103 τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε: 24.104 ἤλυθες Οὔλυμπον δὲ θεὰ Θέτι κηδομένη περ, 24.105 πένθος ἄλαστον ἔχουσα μετὰ φρεσίν: οἶδα καὶ αὐτός: 24.106 ἀλλὰ καὶ ὧς ἐρέω τοῦ σ’ εἵνεκα δεῦρο κάλεσσα. 24.107 ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν ὄρωρεν 24.108 Ἕκτορος ἀμφὶ νέκυι καὶ Ἀχιλλῆϊ πτολιπόρθῳ: 24.109 κλέψαι δ’ ὀτρύνουσιν ἐΰσκοπον ἀργεϊφόντην: 24.110 αὐτὰρ ἐγὼ τόδε κῦδος Ἀχιλλῆϊ προτιάπτω 24.111 αἰδῶ καὶ φιλότητα τεὴν μετόπισθε φυλάσσων. 24.112 αἶψα μάλ’ ἐς στρατὸν ἐλθὲ καὶ υἱέϊ σῷ ἐπίτειλον: 24.113 σκύζεσθαί οἱ εἰπὲ θεούς, ἐμὲ δ’ ἔξοχα πάντων 24.114 ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν 24.115 Ἕκτορ’ ἔχει παρὰ νηυσὶ κορωνίσιν οὐδ’ ἀπέλυσεν, 24.116 αἴ κέν πως ἐμέ τε δείσῃ ἀπό θ’ Ἕκτορα λύσῃ. 24.117 αὐτὰρ ἐγὼ Πριάμῳ μεγαλήτορι Ἶριν ἐφήσω 24.118 λύσασθαι φίλον υἱὸν ἰόντ’ ἐπὶ νῆας Ἀχαιῶν, 24.119 δῶρα δ’ Ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰήνῃ. 24.120 ὣς ἔφατ’, οὐδ’ ἀπίθησε θεὰ Θέτις ἀργυρόπεζα, 24.121 βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων ἀΐξασα, 24.122 ἷξεν δ’ ἐς κλισίην οὗ υἱέος: ἔνθ’ ἄρα τόν γε 24.123 εὗρ’ ἁδινὰ στενάχοντα: φίλοι δ’ ἀμφ’ αὐτὸν ἑταῖροι 24.124 ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντο ἄριστον: 24.125 τοῖσι δ’ ὄϊς λάσιος μέγας ἐν κλισίῃ ἱέρευτο. 24.126 ἣ δὲ μάλ’ ἄγχ’ αὐτοῖο καθέζετο πότνια μήτηρ, 24.127 χειρί τέ μιν κατέρεξεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε: 24.128 τέκνον ἐμὸν τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων 24.129 σὴν ἔδεαι κραδίην μεμνημένος οὔτέ τι σίτου 24.130 οὔτ’ εὐνῆς; ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητι 24.131 μίσγεσθ’: οὐ γάρ μοι δηρὸν βέῃ, ἀλλά τοι ἤδη 24.132 ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιή. 24.133 ἀλλ’ ἐμέθεν ξύνες ὦκα, Διὸς δέ τοι ἄγγελός εἰμι: 24.134 σκύζεσθαι σοί φησι θεούς, ἑὲ δ’ ἔξοχα πάντων 24.135 ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν 24.136 Ἕκτορ’ ἔχεις παρὰ νηυσὶ κορωνίσιν οὐδ’ ἀπέλυσας. 24.137 ἀλλ’ ἄγε δὴ λῦσον, νεκροῖο δὲ δέξαι ἄποινα. 24.138 τὴν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς: 24.139 τῇδ’ εἴη: ὃς ἄποινα φέροι καὶ νεκρὸν ἄγοιτο, 24.140 εἰ δὴ πρόφρονι θυμῷ Ὀλύμπιος αὐτὸς ἀνώγει. 24.141 ὣς οἵ γ’ ἐν νηῶν ἀγύρει μήτηρ τε καὶ υἱὸς 24.142 πολλὰ πρὸς ἀλλήλους ἔπεα πτερόεντ’ ἀγόρευον. 24.143 Ἶριν δ’ ὄτρυνε Κρονίδης εἰς Ἴλιον ἱρήν: 24.144 βάσκ’ ἴθι Ἶρι ταχεῖα λιποῦσ’ ἕδος Οὐλύμποιο 24.145 ἄγγειλον Πριάμῳ μεγαλήτορι Ἴλιον εἴσω 24.146 λύσασθαι φίλον υἱὸν ἰόντ’ ἐπὶ νῆας Ἀχαιῶν, 24.147 δῶρα δ’ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ 24.148 οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ. 24.149 κῆρύξ τίς οἱ ἕποιτο γεραίτερος, ὅς κ’ ἰθύνοι 24.150 ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις 24.151 νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς. 24.152 μὴ δέ τί οἱ θάνατος μελέτω φρεσὶ μὴ δέ τι τάρβος: 24.153 τοῖον γάρ οἱ πομπὸν ὀπάσσομεν ἀργεϊφόντην, 24.154 ὃς ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ. 24.155 αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος, 24.156 οὔτ’ αὐτὸς κτενέει ἀπό τ’ ἄλλους πάντας ἐρύξει: 24.157 οὔτε γάρ ἐστ’ ἄφρων οὔτ’ ἄσκοπος οὔτ’ ἀλιτήμων, 24.158 ἀλλὰ μάλ’ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός. 24.159 ὣς ἔφατ’, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα. 24.160 ἷξεν δ’ ἐς Πριάμοιο, κίχεν δ’ ἐνοπήν τε γόον τε. 24.161 παῖδες μὲν πατέρ’ ἀμφὶ καθήμενοι ἔνδοθεν αὐλῆς 24.162 δάκρυσιν εἵματ’ ἔφυρον, ὃ δ’ ἐν μέσσοισι γεραιὸς 24.163 ἐντυπὰς ἐν χλαίνῃ κεκαλυμμένος: ἀμφὶ δὲ πολλὴ 24.164 κόπρος ἔην κεφαλῇ τε καὶ αὐχένι τοῖο γέροντος 24.165 τήν ῥα κυλινδόμενος καταμήσατο χερσὶν ἑῇσι. 24.166 θυγατέρες δ’ ἀνὰ δώματ’ ἰδὲ νυοὶ ὠδύροντο 24.167 τῶν μιμνησκόμεναι οἳ δὴ πολέες τε καὶ ἐσθλοὶ 24.168 χερσὶν ὑπ’ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες. 24.169 στῆ δὲ παρὰ Πρίαμον Διὸς ἄγγελος, ἠδὲ προσηύδα 24.170 τυτθὸν φθεγξαμένη: τὸν δὲ τρόμος ἔλλαβε γυῖα: 24.171 θάρσει Δαρδανίδη Πρίαμε φρεσί, μὴ δέ τι τάρβει: 24.172 οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδ’ ἱκάνω 24.173 ἀλλ’ ἀγαθὰ φρονέουσα: Διὸς δέ τοι ἄγγελός εἰμι, 24.174 ὅς σευ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ’ ἐλεαίρει. 24.175 λύσασθαί σ’ ἐκέλευσεν Ὀλύμπιος Ἕκτορα δῖον, 24.176 δῶρα δ’ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ 24.177 οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ. 24.178 κῆρύξ τίς τοι ἕποιτο γεραίτερος, ὅς κ’ ἰθύνοι 24.179 ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις 24.180 νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς. 24.181 μὴ δέ τί τοι θάνατος μελέτω φρεσὶ μηδέ τι τάρβος: 24.182 τοῖος γάρ τοι πομπὸς ἅμ’ ἕψεται ἀργεϊφόντης, 24.183 ὅς σ’ ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ. 24.184 αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος, 24.185 οὔτ’ αὐτὸς κτενέει ἀπό τ’ ἄλλους πάντας ἐρύξει: 24.186 οὔτε γάρ ἔστ’ ἄφρων οὔτ’ ἄσκοπος οὔτ’ ἀλιτήμων, 24.187 ἀλλὰ μάλ’ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός. 24.188 ἣ μὲν ἄρ’ ὣς εἰποῦσ’ ἀπέβη πόδας ὠκέα Ἶρις, 24.189 αὐτὰρ ὅ γ’ υἷας ἄμαξαν ἐΰτροχον ἡμιονείην 24.190 ὁπλίσαι ἠνώγει, πείρινθα δὲ δῆσαι ἐπ’ αὐτῆς. 24.191 αὐτὸς δ’ ἐς θάλαμον κατεβήσετο κηώεντα 24.192 κέδρινον ὑψόροφον, ὃς γλήνεα πολλὰ κεχάνδει: 24.193 ἐς δ’ ἄλοχον Ἑκάβην ἐκαλέσσατο φώνησέν τε: 24.194 δαιμονίη Διόθεν μοι Ὀλύμπιος ἄγγελος ἦλθε 24.195 λύσασθαι φίλον υἱὸν ἰόντ’ ἐπὶ νῆας Ἀχαιῶν, 24.196 δῶρα δ’ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ. 24.197 ἀλλ’ ἄγε μοι τόδε εἰπὲ τί τοι φρεσὶν εἴδεται εἶναι; 24.198 αἰνῶς γάρ μ’ αὐτόν γε μένος καὶ θυμὸς ἄνωγε 24.199 κεῖσ’ ἰέναι ἐπὶ νῆας ἔσω στρατὸν εὐρὺν Ἀχαιῶν. 24.200 ὣς φάτο, κώκυσεν δὲ γυνὴ καὶ ἀμείβετο μύθῳ: 24.201 ὤ μοι πῇ δή τοι φρένες οἴχονθ’, ᾗς τὸ πάρος περ 24.202 ἔκλε’ ἐπ’ ἀνθρώπους ξείνους ἠδ’ οἷσιν ἀνάσσεις; 24.203 πῶς ἐθέλεις ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος 24.204 ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς 24.205 υἱέας ἐξενάριξε: σιδήρειόν νύ τοι ἦτορ. 24.206 εἰ γάρ σ’ αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν 24.207 ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅ γε οὔ σ’ ἐλεήσει, 24.208 οὐδέ τί σ’ αἰδέσεται. νῦν δὲ κλαίωμεν ἄνευθεν 24.209 ἥμενοι ἐν μεγάρῳ: τῷ δ’ ὥς ποθι Μοῖρα κραταιὴ 24.210 γιγνομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκον αὐτή, 24.211 ἀργίποδας κύνας ἆσαι ἑῶν ἀπάνευθε τοκήων 24.212 ἀνδρὶ πάρα κρατερῷ, τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι 24.213 ἐσθέμεναι προσφῦσα: τότ’ ἄντιτα ἔργα γένοιτο 24.214 παιδὸς ἐμοῦ, ἐπεὶ οὔ ἑ κακιζόμενόν γε κατέκτα, 24.215 ἀλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπων 24.216 ἑσταότ’ οὔτε φόβου μεμνημένον οὔτ’ ἀλεωρῆς. 24.217 τὴν δ’ αὖτε προσέειπε γέρων Πρίαμος θεοειδής: 24.218 μή μ’ ἐθέλοντ’ ἰέναι κατερύκανε, μὴ δέ μοι αὐτὴ 24.219 ὄρνις ἐνὶ μεγάροισι κακὸς πέλευ: οὐδέ με πείσεις. 24.220 εἰ μὲν γάρ τίς μ’ ἄλλος ἐπιχθονίων ἐκέλευεν, 24.221 ἢ οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες, 24.222 ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον: 24.223 νῦν δ’, αὐτὸς γὰρ ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην, 24.224 εἶμι καὶ οὐχ ἅλιον ἔπος ἔσσεται. εἰ δέ μοι αἶσα 24.225 τεθνάμεναι παρὰ νηυσὶν Ἀχαιῶν χαλκοχιτώνων 24.226 βούλομαι: αὐτίκα γάρ με κατακτείνειεν Ἀχιλλεὺς 24.227 ἀγκὰς ἑλόντ’ ἐμὸν υἱόν, ἐπὴν γόου ἐξ ἔρον εἵην. 24.228 ἦ καὶ φωριαμῶν ἐπιθήματα κάλ’ ἀνέῳγεν: 24.229 ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλους, 24.230 δώδεκα δ’ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας, 24.231 τόσσα δὲ φάρεα λευκά, τόσους δ’ ἐπὶ τοῖσι χιτῶνας. 24.232 χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα, 24.233 ἐκ δὲ δύ’ αἴθωνας τρίποδας, πίσυρας δὲ λέβητας, 24.234 ἐκ δὲ δέπας περικαλλές, ὅ οἱ Θρῇκες πόρον ἄνδρες 24.235 ἐξεσίην ἐλθόντι μέγα κτέρας: οὐδέ νυ τοῦ περ 24.236 φείσατ’ ἐνὶ μεγάροις ὃ γέρων, περὶ δ’ ἤθελε θυμῷ 24.237 λύσασθαι φίλον υἱόν. ὃ δὲ Τρῶας μὲν ἅπαντας 24.238 αἰθούσης ἀπέεργεν ἔπεσσ’ αἰσχροῖσιν ἐνίσσων: 24.239 ἔρρετε λωβητῆρες ἐλεγχέες: οὔ νυ καὶ ὑμῖν 24.240 οἴκοι ἔνεστι γόος, ὅτι μ’ ἤλθετε κηδήσοντες; 24.241 ἦ ὀνόσασθ’ ὅτι μοι Κρονίδης Ζεὺς ἄλγε’ ἔδωκε 24.242 παῖδ’ ὀλέσαι τὸν ἄριστον; ἀτὰρ γνώσεσθε καὶ ὔμμες: 24.243 ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖσιν δὴ ἔσεσθε 24.244 κείνου τεθνηῶτος ἐναιρέμεν. αὐτὰρ ἔγωγε 24.245 πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τε 24.246 ὀφθαλμοῖσιν ἰδεῖν βαίην δόμον Ἄϊδος εἴσω. 24.247 ἦ καὶ σκηπανίῳ δίεπ’ ἀνέρας: οἳ δ’ ἴσαν ἔξω 24.248 σπερχομένοιο γέροντος: ὃ δ’ υἱάσιν οἷσιν ὁμόκλα 24.249 νεικείων Ἕλενόν τε Πάριν τ’ Ἀγάθωνά τε δῖον 24.250 Πάμμονά τ’ Ἀντίφονόν τε βοὴν ἀγαθόν τε Πολίτην 24.251 Δηΐφοβόν τε καὶ Ἱππόθοον καὶ δῖον Ἀγαυόν: 24.252 ἐννέα τοῖς ὃ γεραιὸς ὁμοκλήσας ἐκέλευε: 24.253 σπεύσατέ μοι κακὰ τέκνα κατηφόνες: αἴθ’ ἅμα πάντες 24.254 Ἕκτορος ὠφέλετ’ ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι. 24.255 ὤ μοι ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους 24.256 Τροίῃ ἐν εὐρείῃ, τῶν δ’ οὔ τινά φημι λελεῖφθαι, 24.257 Μήστορά τ’ ἀντίθεον καὶ Τρωΐλον ἱππιοχάρμην 24.258 Ἕκτορά θ’, ὃς θεὸς ἔσκε μετ’ ἀνδράσιν, οὐδὲ ἐῴκει 24.259 ἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι ἀλλὰ θεοῖο. 24.260 τοὺς μὲν ἀπώλεσ’ Ἄρης, τὰ δ’ ἐλέγχεα πάντα λέλειπται 24.261 ψεῦσταί τ’ ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι 24.262 ἀρνῶν ἠδ’ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες. 24.263 οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα, 24.264 ταῦτά τε πάντ’ ἐπιθεῖτε, ἵνα πρήσσωμεν ὁδοῖο; 24.265 ὣς ἔφαθ’, οἳ δ’ ἄρα πατρὸς ὑποδείσαντες ὁμοκλὴν 24.266 ἐκ μὲν ἄμαξαν ἄειραν ἐΰτροχον ἡμιονείην 24.267 καλὴν πρωτοπαγέα, πείρινθα δὲ δῆσαν ἐπ’ αὐτῆς, 24.268 κὰδ δ’ ἀπὸ πασσαλόφι ζυγὸν ᾕρεον ἡμιόνειον 24.269 πύξινον ὀμφαλόεν εὖ οἰήκεσσιν ἀρηρός: 24.270 ἐκ δ’ ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυ. 24.271 καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ 24.272 πέζῃ ἔπι πρώτῃ, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον, 24.273 τρὶς δ’ ἑκάτερθεν ἔδησαν ἐπ’ ὀμφαλόν, αὐτὰρ ἔπειτα 24.274 ἑξείης κατέδησαν, ὑπὸ γλωχῖνα δ’ ἔκαμψαν. 24.275 ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστης ἐπ’ ἀπήνης 24.276 νήεον Ἑκτορέης κεφαλῆς ἀπερείσι’ ἄποινα, 24.277 ζεῦξαν δ’ ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς, 24.278 τούς ῥά ποτε Πριάμῳ Μυσοὶ δόσαν ἀγλαὰ δῶρα. 24.279 ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγόν, οὓς ὃ γεραιὸς 24.280 αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῃ ἐπὶ φάτνῃ. 24.281 τὼ μὲν ζευγνύσθην ἐν δώμασιν ὑψηλοῖσι 24.282 κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδε’ ἔχοντες: 24.283 ἀγχίμολον δέ σφ’ ἦλθ’ Ἑκάβη τετιηότι θυμῷ 24.284 οἶνον ἔχουσ’ ἐν χειρὶ μελίφρονα δεξιτερῆφι 24.285 χρυσέῳ ἐν δέπαϊ, ὄφρα λείψαντε κιοίτην: 24.286 στῆ δ’ ἵππων προπάροιθεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε: 24.287 τῆ σπεῖσον Διὶ πατρί, καὶ εὔχεο οἴκαδ’ ἱκέσθαι 24.288 ἂψ ἐκ δυσμενέων ἀνδρῶν, ἐπεὶ ἂρ σέ γε θυμὸς 24.289 ὀτρύνει ἐπὶ νῆας ἐμεῖο μὲν οὐκ ἐθελούσης. 24.290 ἀλλ’ εὔχεο σύ γ’ ἔπειτα κελαινεφέϊ Κρονίωνι 24.291 Ἰδαίῳ, ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται, 24.292 αἴτει δ’ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τέ οἱ αὐτῷ 24.293 φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον, 24.294 δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας 24.295 τῷ πίσυνος ἐπὶ νῆας ἴῃς Δαναῶν ταχυπώλων. 24.296 εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον εὐρύοπα Ζεύς, 24.297 οὐκ ἂν ἔγωγέ σ’ ἔπειτα ἐποτρύνουσα κελοίμην 24.298 νῆας ἐπ’ Ἀργείων ἰέναι μάλα περ μεμαῶτα. 24.299 τὴν δ’ ἀπαμειβόμενος προσέφη Πρίαμος θεοειδής: 24.300 ὦ γύναι οὐ μέν τοι τόδ’ ἐφιεμένῃ ἀπιθήσω. 24.301 ἐσθλὸν γὰρ Διὶ χεῖρας ἀνασχέμεν αἴ κ’ ἐλεήσῃ. 24.302 ἦ ῥα καὶ ἀμφίπολον ταμίην ὄτρυν’ ὃ γεραιὸς 24.303 χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον: ἣ δὲ παρέστη 24.304 χέρνιβον ἀμφίπολος πρόχοόν θ’ ἅμα χερσὶν ἔχουσα. 24.305 νιψάμενος δὲ κύπελλον ἐδέξατο ἧς ἀλόχοιο: 24.306 εὔχετ’ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον 24.307 οὐρανὸν εἰσανιδών, καὶ φωνήσας ἔπος ηὔδα: 24.308 Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε 24.309 δός μ’ ἐς Ἀχιλλῆος φίλον ἐλθεῖν ἠδ’ ἐλεεινόν, 24.310 πέμψον δ’ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τε σοὶ αὐτῷ 24.311 φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον, 24.312 δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας 24.313 τῷ πίσυνος ἐπὶ νῆας ἴω Δαναῶν ταχυπώλων. 24.314 ὣς ἔφατ’ εὐχόμενος, τοῦ δ’ ἔκλυε μητίετα Ζεὺς 24.315 αὐτίκα δ’ αἰετὸν ἧκε τελειότατον πετεηνῶν 24.316 μόρφνον θηρητῆρ’ ὃν καὶ περκνὸν καλέουσιν. 24.317 ὅσση δ’ ὑψορόφοιο θύρη θαλάμοιο τέτυκται 24.318 ἀνέρος ἀφνειοῖο ἐῢ κληῗσ’ ἀραρυῖα, 24.319 τόσσ’ ἄρα τοῦ ἑκάτερθεν ἔσαν πτερά: εἴσατο δέ σφι 24.320 δεξιὸς ἀΐξας διὰ ἄστεος: οἳ δὲ ἰδόντες 24.321 γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη. 24.322 σπερχόμενος δ’ ὃ γεραιὸς ἑοῦ ἐπεβήσετο δίφρου, 24.323 ἐκ δ’ ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου. 24.324 πρόσθε μὲν ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην, 24.325 τὰς Ἰδαῖος ἔλαυνε δαΐφρων: αὐτὰρ ὄπισθεν 24.326 ἵπποι, τοὺς ὃ γέρων ἐφέπων μάστιγι κέλευε 24.327 καρπαλίμως κατὰ ἄστυ: φίλοι δ’ ἅμα πάντες ἕποντο 24.328 πόλλ’ ὀλοφυρόμενοι ὡς εἰ θάνατον δὲ κιόντα. 24.329 οἳ δ’ ἐπεὶ οὖν πόλιος κατέβαν, πεδίον δ’ ἀφίκοντο, 24.330 οἳ μὲν ἄρ’ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο 24.331 παῖδες καὶ γαμβροί, τὼ δ’ οὐ λάθον εὐρύοπα Ζῆν 24.332 ἐς πεδίον προφανέντε: ἰδὼν δ’ ἐλέησε γέροντα, 24.333 αἶψα δ’ ἄρ’ Ἑρμείαν υἱὸν φίλον ἀντίον ηὔδα: 24.334 Ἑρμεία, σοὶ γάρ τε μάλιστά γε φίλτατόν ἐστιν 24.335 ἀνδρὶ ἑταιρίσσαι, καί τ’ ἔκλυες ᾧ κ’ ἐθέλῃσθα, 24.336 βάσκ’ ἴθι καὶ Πρίαμον κοίλας ἐπὶ νῆας Ἀχαιῶν 24.337 ὣς ἄγαγ’, ὡς μήτ’ ἄρ τις ἴδῃ μήτ’ ἄρ τε νοήσῃ 24.338 τῶν ἄλλων Δαναῶν, πρὶν Πηλεΐωνα δ’ ἱκέσθαι. 24.339 ὣς ἔφατ’, οὐδ’ ἀπίθησε διάκτορος ἀργεϊφόντης. 24.340 αὐτίκ’ ἔπειθ’ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα 24.341 ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφ’ ὑγρὴν 24.342 ἠδ’ ἐπ’ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο: 24.343 εἵλετο δὲ ῥάβδον, τῇ τ’ ἀνδρῶν ὄμματα θέλγει 24.344 ὧν ἐθέλει, τοὺς δ’ αὖτε καὶ ὑπνώοντας ἐγείρει: 24.345 τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης. 24.346 αἶψα δ’ ἄρα Τροίην τε καὶ Ἑλλήσποντον ἵκανε, 24.347 βῆ δ’ ἰέναι κούρῳ αἰσυμνητῆρι ἐοικὼς 24.348 πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη. 24.349 οἳ δ’ ἐπεὶ οὖν μέγα σῆμα παρὲξ Ἴλοιο ἔλασσαν, 24.350 στῆσαν ἄρ’ ἡμιόνους τε καὶ ἵππους ὄφρα πίοιεν 24.351 ἐν ποταμῷ: δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε γαῖαν. 24.352 τὸν δ’ ἐξ ἀγχιμόλοιο ἰδὼν ἐφράσσατο κῆρυξ 24.353 Ἑρμείαν, ποτὶ δὲ Πρίαμον φάτο φώνησέν τε: 24.354 φράζεο Δαρδανίδη: φραδέος νόου ἔργα τέτυκται. 24.355 ἄνδρ’ ὁρόω, τάχα δ’ ἄμμε διαρραίσεσθαι ὀΐω. 24.356 ἀλλ’ ἄγε δὴ φεύγωμεν ἐφ’ ἵππων, ἤ μιν ἔπειτα 24.357 γούνων ἁψάμενοι λιτανεύσομεν αἴ κ’ ἐλεήσῃ. 24.358 ὣς φάτο, σὺν δὲ γέροντι νόος χύτο, δείδιε δ’ αἰνῶς, 24.359 ὀρθαὶ δὲ τρίχες ἔσταν ἐνὶ γναμπτοῖσι μέλεσσι, 24.360 στῆ δὲ ταφών: αὐτὸς δ’ ἐριούνιος ἐγγύθεν ἐλθὼν 24.361 χεῖρα γέροντος ἑλὼν ἐξείρετο καὶ προσέειπε: 24.362 πῇ πάτερ ὧδ’ ἵππους τε καὶ ἡμιόνους ἰθύνεις 24.363 νύκτα δι’ ἀμβροσίην, ὅτε θ’ εὕδουσι βροτοὶ ἄλλοι; 24.364 οὐδὲ σύ γ’ ἔδεισας μένεα πνείοντας Ἀχαιούς, 24.365 οἵ τοι δυσμενέες καὶ ἀνάρσιοι ἐγγὺς ἔασι; 24.366 τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν 24.367 τοσσάδ’ ὀνείατ’ ἄγοντα, τίς ἂν δή τοι νόος εἴη; 24.368 οὔτ’ αὐτὸς νέος ἐσσί, γέρων δέ τοι οὗτος ὀπηδεῖ, 24.369 ἄνδρ’ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ. 24.370 ἀλλ’ ἐγὼ οὐδέν σε ῥέξω κακά, καὶ δέ κεν ἄλλον 24.371 σεῦ ἀπαλεξήσαιμι: φίλῳ δέ σε πατρὶ ἐΐσκω. 24.372 τὸν δ’ ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής: 24.373 οὕτω πῃ τάδε γ’ ἐστὶ φίλον τέκος ὡς ἀγορεύεις. 24.374 ἀλλ’ ἔτι τις καὶ ἐμεῖο θεῶν ὑπερέσχεθε χεῖρα, 24.375 ὅς μοι τοιόνδ’ ἧκεν ὁδοιπόρον ἀντιβολῆσαι 24.376 αἴσιον, οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητός, 24.377 πέπνυσαί τε νόῳ, μακάρων δ’ ἔξεσσι τοκήων. 24.378 τὸν δ’ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης: 24.379 ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες. 24.380 ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, 24.381 ἠέ πῃ ἐκπέμπεις κειμήλια πολλὰ καὶ ἐσθλὰ 24.382 ἄνδρας ἐς ἀλλοδαποὺς ἵνα περ τάδε τοι σόα μίμνῃ, 24.383 ἦ ἤδη πάντες καταλείπετε Ἴλιον ἱρὴν 24.384 δειδιότες: τοῖος γὰρ ἀνὴρ ὤριστος ὄλωλε 24.385 σὸς πάϊς: οὐ μὲν γάρ τι μάχης ἐπιδεύετ’ Ἀχαιῶν. 24.386 τὸν δ’ ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής: 24.387 τίς δὲ σύ ἐσσι φέριστε τέων δ’ ἔξεσσι τοκήων; 24.388 ὥς μοι καλὰ τὸν οἶτον ἀπότμου παιδὸς ἔνισπες. 24.389 τὸν δ’ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης: 24.390 πειρᾷ ἐμεῖο γεραιὲ καὶ εἴρεαι Ἕκτορα δῖον. 24.391 τὸν μὲν ἐγὼ μάλα πολλὰ μάχῃ ἔνι κυδιανείρῃ 24.392 ὀφθαλμοῖσιν ὄπωπα, καὶ εὖτ’ ἐπὶ νηυσὶν ἐλάσσας 24.393 Ἀργείους κτείνεσκε δαΐζων ὀξέϊ χαλκῷ: 24.394 ἡμεῖς δ’ ἑσταότες θαυμάζομεν: οὐ γὰρ Ἀχιλλεὺς 24.395 εἴα μάρνασθαι κεχολωμένος Ἀτρεΐωνι. 24.396 τοῦ γὰρ ἐγὼ θεράπων, μία δ’ ἤγαγε νηῦς εὐεργής: 24.397 Μυρμιδόνων δ’ ἔξειμι, πατὴρ δέ μοί ἐστι Πολύκτωρ. 24.398 ἀφνειὸς μὲν ὅ γ’ ἐστί, γέρων δὲ δὴ ὡς σύ περ ὧδε, 24.399 ἓξ δέ οἱ υἷες ἔασιν, ἐγὼ δέ οἱ ἕβδομός εἰμι: 24.400 τῶν μέτα παλλόμενος κλήρῳ λάχον ἐνθάδ’ ἕπεσθαι. 24.401 νῦν δ’ ἦλθον πεδίον δ’ ἀπὸ νηῶν: ἠῶθεν γὰρ 24.402 θήσονται περὶ ἄστυ μάχην ἑλίκωπες Ἀχαιοί. 24.403 ἀσχαλόωσι γὰρ οἵδε καθήμενοι, οὐδὲ δύνανται 24.404 ἴσχειν ἐσσυμένους πολέμου βασιλῆες Ἀχαιῶν. 24.405 τὸν δ’ ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής: 24.406 εἰ μὲν δὴ θεράπων Πηληϊάδεω Ἀχιλῆος 24.407 εἴς, ἄγε δή μοι πᾶσαν ἀληθείην κατάλεξον, 24.408 ἢ ἔτι πὰρ νήεσσιν ἐμὸς πάϊς, ἦέ μιν ἤδη 24.409 ᾗσι κυσὶν μελεϊστὶ ταμὼν προύθηκεν Ἀχιλλεύς. 24.410 τὸν δ’ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης: 24.411 ὦ γέρον οὔ πω τόν γε κύνες φάγον οὐδ’ οἰωνοί, 24.412 ἀλλ’ ἔτι κεῖνος κεῖται Ἀχιλλῆος παρὰ νηῒ 24.413 αὔτως ἐν κλισίῃσι: δυωδεκάτη δέ οἱ ἠὼς 24.414 κειμένῳ, οὐδέ τί οἱ χρὼς σήπεται, οὐδέ μιν εὐλαὶ 24.415 ἔσθουσ’, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν. 24.416 ἦ μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιο 24.417 ἕλκει ἀκηδέστως ἠὼς ὅτε δῖα φανήῃ, 24.418 οὐδέ μιν αἰσχύνει: θηοῖό κεν αὐτὸς ἐπελθὼν 24.419 οἷον ἐερσήεις κεῖται, περὶ δ’ αἷμα νένιπται, 24.420 οὐδέ ποθι μιαρός: σὺν δ’ ἕλκεα πάντα μέμυκεν 24.421 ὅσσ’ ἐτύπη: πολέες γὰρ ἐν αὐτῷ χαλκὸν ἔλασσαν. 24.422 ὥς τοι κήδονται μάκαρες θεοὶ υἷος ἑῆος 24.423 καὶ νέκυός περ ἐόντος, ἐπεί σφι φίλος περὶ κῆρι. 24.424 ὣς φάτο, γήθησεν δ’ ὃ γέρων, καὶ ἀμείβετο μύθῳ: 24.425 ὦ τέκος, ἦ ῥ’ ἀγαθὸν καὶ ἐναίσιμα δῶρα διδοῦναι 24.426 ἀθανάτοις, ἐπεὶ οὔ ποτ’ ἐμὸς πάϊς, εἴ ποτ’ ἔην γε, 24.427 λήθετ’ ἐνὶ μεγάροισι θεῶν οἳ Ὄλυμπον ἔχουσι: 24.428 τώ οἱ ἀπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ. 24.429 ἀλλ’ ἄγε δὴ τόδε δέξαι ἐμεῦ πάρα καλὸν ἄλεισον, 24.430 αὐτόν τε ῥῦσαι, πέμψον δέ με σύν γε θεοῖσιν, 24.431 ὄφρά κεν ἐς κλισίην Πηληϊάδεω ἀφίκωμαι. 24.432 τὸν δ’ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης: 24.433 πειρᾷ ἐμεῖο γεραιὲ νεωτέρου, οὐδέ με πείσεις, 24.434 ὅς με κέλῃ σέο δῶρα παρὲξ Ἀχιλῆα δέχεσθαι. 24.435 τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι περὶ κῆρι 24.436 συλεύειν, μή μοί τι κακὸν μετόπισθε γένηται. 24.437 σοὶ δ’ ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν Ἄργος ἱκοίμην, 24.438 ἐνδυκέως ἐν νηῒ θοῇ ἢ πεζὸς ὁμαρτέων: 24.439 οὐκ ἄν τίς τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο. 24.440 ἦ καὶ ἀναΐξας ἐριούνιος ἅρμα καὶ ἵππους 24.441 καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν, 24.442 ἐν δ’ ἔπνευσ’ ἵπποισι καὶ ἡμιόνοις μένος ἠΰ. 24.443 ἀλλ’ ὅτε δὴ πύργους τε νεῶν καὶ τάφρον ἵκοντο, 24.444 οἳ δὲ νέον περὶ δόρπα φυλακτῆρες πονέοντο, 24.445 τοῖσι δ’ ἐφ’ ὕπνον ἔχευε διάκτορος ἀργεϊφόντης 24.446 πᾶσιν, ἄφαρ δ’ ὤϊξε πύλας καὶ ἀπῶσεν ὀχῆας, 24.447 ἐς δ’ ἄγαγε Πρίαμόν τε καὶ ἀγλαὰ δῶρ’ ἐπ’ ἀπήνης. 24.448 ἀλλ’ ὅτε δὴ κλισίην Πηληϊάδεω ἀφίκοντο 24.449 ὑψηλήν, τὴν Μυρμιδόνες ποίησαν ἄνακτι 24.450 δοῦρ’ ἐλάτης κέρσαντες: ἀτὰρ καθύπερθεν ἔρεψαν 24.451 λαχνήεντ’ ὄροφον λειμωνόθεν ἀμήσαντες: 24.452 ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτι 24.453 σταυροῖσιν πυκινοῖσι: θύρην δ’ ἔχε μοῦνος ἐπιβλὴς 24.454 εἰλάτινος, τὸν τρεῖς μὲν ἐπιρρήσσεσκον Ἀχαιοί, 24.455 τρεῖς δ’ ἀναοίγεσκον μεγάλην κληῗδα θυράων 24.456 τῶν ἄλλων: Ἀχιλεὺς δ’ ἄρ’ ἐπιρρήσσεσκε καὶ οἶος: 24.457 δή ῥα τόθ’ Ἑρμείας ἐριούνιος ᾦξε γέροντι, 24.458 ἐς δ’ ἄγαγε κλυτὰ δῶρα ποδώκεϊ Πηλεΐωνι, 24.459 ἐξ ἵππων δ’ ἀπέβαινεν ἐπὶ χθόνα φώνησέν τε: 24.460 ὦ γέρον ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθα 24.461 Ἑρμείας: σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν. 24.462 ἀλλ’ ἤτοι μὲν ἐγὼ πάλιν εἴσομαι, οὐδ’ Ἀχιλῆος 24.463 ὀφθαλμοὺς εἴσειμι: νεμεσσητὸν δέ κεν εἴη 24.464 ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην: 24.465 τύνη δ’ εἰσελθὼν λαβὲ γούνατα Πηλεΐωνος, 24.466 καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠϋκόμοιο 24.467 λίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς. 24.468 ὣς ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν Ὄλυμπον 24.469 Ἑρμείας: Πρίαμος δ’ ἐξ ἵππων ἆλτο χαμᾶζε, 24.470 Ἰδαῖον δὲ κατ’ αὖθι λίπεν: ὃ δὲ μίμνεν ἐρύκων 24.471 ἵππους ἡμιόνους τε: γέρων δ’ ἰθὺς κίεν οἴκου, 24.472 τῇ ῥ’ Ἀχιλεὺς ἵζεσκε Διῒ φίλος: ἐν δέ μιν αὐτὸν 24.473 εὗρ’, ἕταροι δ’ ἀπάνευθε καθήατο: τὼ δὲ δύ’ οἴω 24.474 ἥρως Αὐτομέδων τε καὶ Ἄλκιμος ὄζος Ἄρηος 24.475 ποίπνυον παρεόντε: νέον δ’ ἀπέληγεν ἐδωδῆς 24.476 ἔσθων καὶ πίνων: ἔτι καὶ παρέκειτο τράπεζα. 24.477 τοὺς δ’ ἔλαθ’ εἰσελθὼν Πρίαμος μέγας, ἄγχι δ’ ἄρα στὰς 24.478 χερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας 24.479 δεινὰς ἀνδροφόνους, αἵ οἱ πολέας κτάνον υἷας. 24.480 ὡς δ’ ὅτ’ ἂν ἄνδρ’ ἄτη πυκινὴ λάβῃ, ὅς τ’ ἐνὶ πάτρῃ 24.481 φῶτα κατακτείνας ἄλλων ἐξίκετο δῆμον 24.482 ἀνδρὸς ἐς ἀφνειοῦ, θάμβος δ’ ἔχει εἰσορόωντας, 24.483 ὣς Ἀχιλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα: 24.484 θάμβησαν δὲ καὶ ἄλλοι, ἐς ἀλλήλους δὲ ἴδοντο. 24.485 τὸν καὶ λισσόμενος Πρίαμος πρὸς μῦθον ἔειπε: 24.486 μνῆσαι πατρὸς σοῖο θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ, 24.487 τηλίκου ὥς περ ἐγών, ὀλοῷ ἐπὶ γήραος οὐδῷ: 24.488 καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντες 24.489 τείρουσ’, οὐδέ τίς ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι. 24.490 ἀλλ’ ἤτοι κεῖνός γε σέθεν ζώοντος ἀκούων 24.491 χαίρει τ’ ἐν θυμῷ, ἐπί τ’ ἔλπεται ἤματα πάντα 24.492 ὄψεσθαι φίλον υἱὸν ἀπὸ Τροίηθεν ἰόντα: 24.493 αὐτὰρ ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους 24.494 Τροίῃ ἐν εὐρείῃ, τῶν δ’ οὔ τινά φημι λελεῖφθαι. 24.495 πεντήκοντά μοι ἦσαν ὅτ’ ἤλυθον υἷες Ἀχαιῶν: 24.496 ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν, 24.497 τοὺς δ’ ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες. 24.498 τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατ’ ἔλυσεν: 24.499 ὃς δέ μοι οἶος ἔην, εἴρυτο δὲ ἄστυ καὶ αὐτούς, 24.500 τὸν σὺ πρῴην κτεῖνας ἀμυνόμενον περὶ πάτρης 24.501 Ἕκτορα: τοῦ νῦν εἵνεχ’ ἱκάνω νῆας Ἀχαιῶν 24.502 λυσόμενος παρὰ σεῖο, φέρω δ’ ἀπερείσι’ ἄποινα. 24.503 ἀλλ’ αἰδεῖο θεοὺς Ἀχιλεῦ, αὐτόν τ’ ἐλέησον 24.504 μνησάμενος σοῦ πατρός: ἐγὼ δ’ ἐλεεινότερός περ, 24.505 ἔτλην δ’ οἷ’ οὔ πώ τις ἐπιχθόνιος βροτὸς ἄλλος, 24.506 ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖρ’ ὀρέγεσθαι. 24.507 ὣς φάτο, τῷ δ’ ἄρα πατρὸς ὑφ’ ἵμερον ὦρσε γόοιο: 24.508 ἁψάμενος δ’ ἄρα χειρὸς ἀπώσατο ἦκα γέροντα. 24.509 τὼ δὲ μνησαμένω ὃ μὲν Ἕκτορος ἀνδροφόνοιο 24.510 κλαῖ’ ἁδινὰ προπάροιθε ποδῶν Ἀχιλῆος ἐλυσθείς, 24.511 αὐτὰρ Ἀχιλλεὺς κλαῖεν ἑὸν πατέρ’, ἄλλοτε δ’ αὖτε 24.512 Πάτροκλον: τῶν δὲ στοναχὴ κατὰ δώματ’ ὀρώρει. 24.513 αὐτὰρ ἐπεί ῥα γόοιο τετάρπετο δῖος Ἀχιλλεύς, 24.514 καί οἱ ἀπὸ πραπίδων ἦλθ’ ἵμερος ἠδ’ ἀπὸ γυίων, 24.515 αὐτίκ’ ἀπὸ θρόνου ὦρτο, γέροντα δὲ χειρὸς ἀνίστη 24.516 οἰκτίρων πολιόν τε κάρη πολιόν τε γένειον, 24.517 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα: 24.518 ἆ δείλ’, ἦ δὴ πολλὰ κάκ’ ἄνσχεο σὸν κατὰ θυμόν. 24.519 πῶς ἔτλης ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος 24.520 ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς 24.521 υἱέας ἐξενάριξα; σιδήρειόν νύ τοι ἦτορ. 24.522 ἀλλ’ ἄγε δὴ κατ’ ἄρ’ ἕζευ ἐπὶ θρόνου, ἄλγεα δ’ ἔμπης 24.523 ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ: 24.524 οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο: 24.525 ὡς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι 24.526 ζώειν ἀχνυμένοις: αὐτοὶ δέ τ’ ἀκηδέες εἰσί. 24.527 δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει 24.528 δώρων οἷα δίδωσι κακῶν, ἕτερος δὲ ἑάων: 24.529 ᾧ μέν κ’ ἀμμίξας δώῃ Ζεὺς τερπικέραυνος, 24.530 ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται, ἄλλοτε δ’ ἐσθλῷ: 24.531 ᾧ δέ κε τῶν λυγρῶν δώῃ, λωβητὸν ἔθηκε, 24.532 καί ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει, 24.533 φοιτᾷ δ’ οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν. 24.534 ὣς μὲν καὶ Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα 24.535 ἐκ γενετῆς: πάντας γὰρ ἐπ’ ἀνθρώπους ἐκέκαστο 24.536 ὄλβῳ τε πλούτῳ τε, ἄνασσε δὲ Μυρμιδόνεσσι, 24.537 καί οἱ θνητῷ ἐόντι θεὰν ποίησαν ἄκοιτιν. 24.538 ἀλλ’ ἐπὶ καὶ τῷ θῆκε θεὸς κακόν, ὅττί οἱ οὔ τι 24.539 παίδων ἐν μεγάροισι γονὴ γένετο κρειόντων, 24.540 ἀλλ’ ἕνα παῖδα τέκεν παναώριον: οὐδέ νυ τόν γε 24.541 γηράσκοντα κομίζω, ἐπεὶ μάλα τηλόθι πάτρης 24.542 ἧμαι ἐνὶ Τροίῃ, σέ τε κήδων ἠδὲ σὰ τέκνα. 24.543 καὶ σὲ γέρον τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι: 24.544 ὅσσον Λέσβος ἄνω Μάκαρος ἕδος ἐντὸς ἐέργει 24.545 καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων, 24.546 τῶν σε γέρον πλούτῳ τε καὶ υἱάσι φασὶ κεκάσθαι. 24.547 αὐτὰρ ἐπεί τοι πῆμα τόδ’ ἤγαγον Οὐρανίωνες 24.548 αἰεί τοι περὶ ἄστυ μάχαι τ’ ἀνδροκτασίαι τε. 24.549 ἄνσχεο, μὴ δ’ ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν: 24.550 οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος ἑῆος, 24.551 οὐδέ μιν ἀνστήσεις, πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα. 24.552 τὸν δ’ ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής: 24.553 μή πω μ’ ἐς θρόνον ἵζε διοτρεφὲς ὄφρά κεν Ἕκτωρ 24.554 κεῖται ἐνὶ κλισίῃσιν ἀκηδής, ἀλλὰ τάχιστα 24.555 λῦσον ἵν’ ὀφθαλμοῖσιν ἴδω: σὺ δὲ δέξαι ἄποινα 24.556 πολλά, τά τοι φέρομεν: σὺ δὲ τῶνδ’ ἀπόναιο, καὶ ἔλθοις 24.557 σὴν ἐς πατρίδα γαῖαν, ἐπεί με πρῶτον ἔασας 24.558 αὐτόν τε ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο. 24.559 τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς: 24.560 μηκέτι νῦν μ’ ἐρέθιζε γέρον: νοέω δὲ καὶ αὐτὸς 24.561 Ἕκτορά τοι λῦσαι, Διόθεν δέ μοι ἄγγελος ἦλθε 24.562 μήτηρ, ἥ μ’ ἔτεκεν, θυγάτηρ ἁλίοιο γέροντος. 24.563 καὶ δέ σε γιγνώσκω Πρίαμε φρεσίν, οὐδέ με λήθεις, 24.564 ὅττι θεῶν τίς σ’ ἦγε θοὰς ἐπὶ νῆας Ἀχαιῶν. 24.565 οὐ γάρ κε τλαίη βροτὸς ἐλθέμεν, οὐδὲ μάλ’ ἡβῶν, 24.566 ἐς στρατόν: οὐδὲ γὰρ ἂν φυλάκους λάθοι, οὐδέ κ’ ὀχῆα 24.567 ῥεῖα μετοχλίσσειε θυράων ἡμετεράων. 24.568 τὼ νῦν μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνῃς, 24.569 μή σε γέρον οὐδ’ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω 24.570 καὶ ἱκέτην περ ἐόντα, Διὸς δ’ ἀλίτωμαι ἐφετμάς. 24.571 ὣς ἔφατ’, ἔδεισεν δ’ ὃ γέρων καὶ ἐπείθετο μύθῳ. 24.572 Πηλεΐδης δ’ οἴκοιο λέων ὣς ἆλτο θύραζε 24.573 οὐκ οἶος, ἅμα τῷ γε δύω θεράποντες ἕποντο 24.574 ἥρως Αὐτομέδων ἠδ’ Ἄλκιμος, οὕς ῥα μάλιστα 24.575 τῖ’ Ἀχιλεὺς ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα, 24.576 οἳ τόθ’ ὑπὸ ζυγόφιν λύον ἵππους ἡμιόνους τε, 24.577 ἐς δ’ ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος, 24.578 κὰδ δ’ ἐπὶ δίφρου εἷσαν: ἐϋξέστου δ’ ἀπ’ ἀπήνης 24.579 ᾕρεον Ἑκτορέης κεφαλῆς ἀπερείσι’ ἄποινα. 24.580 κὰδ δ’ ἔλιπον δύο φάρε’ ἐΰννητόν τε χιτῶνα, 24.581 ὄφρα νέκυν πυκάσας δοίη οἶκον δὲ φέρεσθαι. 24.582 δμῳὰς δ’ ἐκκαλέσας λοῦσαι κέλετ’ ἀμφί τ’ ἀλεῖψαι 24.583 νόσφιν ἀειράσας, ὡς μὴ Πρίαμος ἴδοι υἱόν, 24.584 μὴ ὃ μὲν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο 24.585 παῖδα ἰδών, Ἀχιλῆϊ δ’ ὀρινθείη φίλον ἦτορ, 24.586 καί ἑ κατακτείνειε, Διὸς δ’ ἀλίτηται ἐφετμάς. 24.587 τὸν δ’ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ, 24.588 ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον ἠδὲ χιτῶνα, 24.589 αὐτὸς τόν γ’ Ἀχιλεὺς λεχέων ἐπέθηκεν ἀείρας, 24.590 σὺν δ’ ἕταροι ἤειραν ἐϋξέστην ἐπ’ ἀπήνην. 24.591 ᾤμωξέν τ’ ἄρ’ ἔπειτα, φίλον δ’ ὀνόμηνεν ἑταῖρον: 24.592 μή μοι Πάτροκλε σκυδμαινέμεν, αἴ κε πύθηαι 24.593 εἰν Ἄϊδός περ ἐὼν ὅτι Ἕκτορα δῖον ἔλυσα 24.594 πατρὶ φίλῳ, ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα. 24.595 σοὶ δ’ αὖ ἐγὼ καὶ τῶνδ’ ἀποδάσσομαι ὅσσ’ ἐπέοικεν. 24.596 ἦ ῥα, καὶ ἐς κλισίην πάλιν ἤϊε δῖος Ἀχιλλεύς, 24.597 ἕζετο δ’ ἐν κλισμῷ πολυδαιδάλῳ ἔνθεν ἀνέστη 24.598 τοίχου τοῦ ἑτέρου, ποτὶ δὲ Πρίαμον φάτο μῦθον: 24.599 υἱὸς μὲν δή τοι λέλυται γέρον ὡς ἐκέλευες, 24.600 κεῖται δ’ ἐν λεχέεσσ’: ἅμα δ’ ἠοῖ φαινομένηφιν 24.601 ὄψεαι αὐτὸς ἄγων: νῦν δὲ μνησώμεθα δόρπου. 24.602 καὶ γάρ τ’ ἠΰκομος Νιόβη ἐμνήσατο σίτου, 24.603 τῇ περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντο 24.604 ἓξ μὲν θυγατέρες, ἓξ δ’ υἱέες ἡβώοντες. 24.605 τοὺς μὲν Ἀπόλλων πέφνεν ἀπ’ ἀργυρέοιο βιοῖο 24.606 χωόμενος Νιόβῃ, τὰς δ’ Ἄρτεμις ἰοχέαιρα, 24.607 οὕνεκ’ ἄρα Λητοῖ ἰσάσκετο καλλιπαρῄῳ: 24.608 φῆ δοιὼ τεκέειν, ἣ δ’ αὐτὴ γείνατο πολλούς: 24.609 τὼ δ’ ἄρα καὶ δοιώ περ ἐόντ’ ἀπὸ πάντας ὄλεσσαν. 24.610 οἳ μὲν ἄρ’ ἐννῆμαρ κέατ’ ἐν φόνῳ, οὐδέ τις ἦεν 24.611 κατθάψαι, λαοὺς δὲ λίθους ποίησε Κρονίων: 24.612 τοὺς δ’ ἄρα τῇ δεκάτῃ θάψαν θεοὶ Οὐρανίωνες. 24.613 ἣ δ’ ἄρα σίτου μνήσατ’, ἐπεὶ κάμε δάκρυ χέουσα. 24.614 νῦν δέ που ἐν πέτρῃσιν ἐν οὔρεσιν οἰοπόλοισιν 24.615 ἐν Σιπύλῳ, ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰς 24.616 νυμφάων, αἵ τ’ ἀμφ’ Ἀχελώϊον ἐρρώσαντο, 24.617 ἔνθα λίθος περ ἐοῦσα θεῶν ἐκ κήδεα πέσσει. 24.618 ἀλλ’ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα δῖε γεραιὲ 24.619 σίτου: ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθα 24.620 Ἴλιον εἰσαγαγών: πολυδάκρυτος δέ τοι ἔσται. 24.621 ἦ καὶ ἀναΐξας ὄϊν ἄργυφον ὠκὺς Ἀχιλλεὺς 24.622 σφάξ’: ἕταροι δ’ ἔδερόν τε καὶ ἄμφεπον εὖ κατὰ κόσμον, 24.623 μίστυλλόν τ’ ἄρ’ ἐπισταμένως πεῖράν τ’ ὀβελοῖσιν, 24.624 ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. 24.625 Αὐτομέδων δ’ ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ 24.626 καλοῖς ἐν κανέοισιν: ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς. 24.627 οἳ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. 24.628 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, 24.629 ἤτοι Δαρδανίδης Πρίαμος θαύμαζ’ Ἀχιλῆα 24.630 ὅσσος ἔην οἷός τε: θεοῖσι γὰρ ἄντα ἐῴκει: 24.631 αὐτὰρ ὃ Δαρδανίδην Πρίαμον θαύμαζεν Ἀχιλλεὺς 24.632 εἰσορόων ὄψίν τ’ ἀγαθὴν καὶ μῦθον ἀκούων. 24.633 αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες, 24.634 τὸν πρότερος προσέειπε γέρων Πρίαμος θεοειδής: 24.635 λέξον νῦν με τάχιστα διοτρεφές, ὄφρα καὶ ἤδη 24.636 ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες: 24.637 οὐ γάρ πω μύσαν ὄσσε ὑπὸ βλεφάροισιν ἐμοῖσιν 24.638 ἐξ οὗ σῇς ὑπὸ χερσὶν ἐμὸς πάϊς ὤλεσε θυμόν, 24.639 ἀλλ’ αἰεὶ στενάχω καὶ κήδεα μυρία πέσσω 24.640 αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον. 24.641 νῦν δὴ καὶ σίτου πασάμην καὶ αἴθοπα οἶνον 24.642 λαυκανίης καθέηκα: πάρος γε μὲν οὔ τι πεπάσμην. 24.643 ἦ ῥ’, Ἀχιλεὺς δ’ ἑτάροισιν ἰδὲ δμῳῇσι κέλευσε 24.644 δέμνι’ ὑπ’ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ 24.645 πορφύρε’ ἐμβαλέειν, στορέσαι τ’ ἐφύπερθε τάπητας, 24.646 χλαίνας τ’ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι. 24.647 αἳ δ’ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι, 24.648 αἶψα δ’ ἄρα στόρεσαν δοιὼ λέχε’ ἐγκονέουσαι. 24.649 τὸν δ’ ἐπικερτομέων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς: 24.650 ἐκτὸς μὲν δὴ λέξο γέρον φίλε, μή τις Ἀχαιῶν 24.651 ἐνθάδ’ ἐπέλθῃσιν βουληφόρος, οἵ τέ μοι αἰεὶ 24.652 βουλὰς βουλεύουσι παρήμενοι, ἣ θέμις ἐστί: 24.653 τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν, 24.654 αὐτίκ’ ἂν ἐξείποι Ἀγαμέμνονι ποιμένι λαῶν, 24.655 καί κεν ἀνάβλησις λύσιος νεκροῖο γένηται. 24.656 ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, 24.657 ποσσῆμαρ μέμονας κτερεϊζέμεν Ἕκτορα δῖον, 24.658 ὄφρα τέως αὐτός τε μένω καὶ λαὸν ἐρύκω. 24.659 τὸν δ’ ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής: 24.660 εἰ μὲν δή μ’ ἐθέλεις τελέσαι τάφον Ἕκτορι δίῳ, 24.661 ὧδέ κέ μοι ῥέζων Ἀχιλεῦ κεχαρισμένα θείης. 24.662 οἶσθα γὰρ ὡς κατὰ ἄστυ ἐέλμεθα, τηλόθι δ’ ὕλη 24.663 ἀξέμεν ἐξ ὄρεος, μάλα δὲ Τρῶες δεδίασιν. 24.664 ἐννῆμαρ μέν κ’ αὐτὸν ἐνὶ μεγάροις γοάοιμεν, 24.665 τῇ δεκάτῃ δέ κε θάπτοιμεν δαινῦτό τε λαός, 24.666 ἑνδεκάτῃ δέ κε τύμβον ἐπ’ αὐτῷ ποιήσαιμεν, 24.667 τῇ δὲ δυωδεκάτῃ πολεμίξομεν εἴ περ ἀνάγκη. 24.668 τὸν δ’ αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς: 24.669 ἔσται τοι καὶ ταῦτα γέρον Πρίαμ’ ὡς σὺ κελεύεις: 24.670 σχήσω γὰρ πόλεμον τόσσον χρόνον ὅσσον ἄνωγας. 24.671 ὣς ἄρα φωνήσας ἐπὶ καρπῷ χεῖρα γέροντος 24.672 ἔλλαβε δεξιτερήν, μή πως δείσει’ ἐνὶ θυμῷ. 24.673 οἳ μὲν ἄρ’ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο 24.674 κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδε’ ἔχοντες, 24.675 αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης ἐϋπήκτου: 24.676 τῷ δὲ Βρισηῒς παρελέξατο καλλιπάρῃος. 24.677 ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ 24.678 εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ: 24.679 ἀλλ’ οὐχ Ἑρμείαν ἐριούνιον ὕπνος ἔμαρπτεν 24.680 ὁρμαίνοντ’ ἀνὰ θυμὸν ὅπως Πρίαμον βασιλῆα 24.681 νηῶν ἐκπέμψειε λαθὼν ἱεροὺς πυλαωρούς. 24.682 στῆ δ’ ἄρ’ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν: 24.683 ὦ γέρον οὔ νύ τι σοί γε μέλει κακόν, οἷον ἔθ’ εὕδεις 24.684 ἀνδράσιν ἐν δηΐοισιν, ἐπεί σ’ εἴασεν Ἀχιλλεύς. 24.685 καὶ νῦν μὲν φίλον υἱὸν ἐλύσαο, πολλὰ δ’ ἔδωκας: 24.686 σεῖο δέ κε ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποινα 24.687 παῖδες τοὶ μετόπισθε λελειμμένοι, αἴ κ’ Ἀγαμέμνων 24.688 γνώῃ σ’ Ἀτρεΐδης, γνώωσι δὲ πάντες Ἀχαιοί. 24.689 ὣς ἔφατ’, ἔδεισεν δ’ ὃ γέρων, κήρυκα δ’ ἀνίστη. 24.690 τοῖσιν δ’ Ἑρμείας ζεῦξ’ ἵππους ἡμιόνους τε, 24.691 ῥίμφα δ’ ἄρ’ αὐτὸς ἔλαυνε κατὰ στρατόν, οὐδέ τις ἔγνω. 24.692 ἀλλ’ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο 24.693 Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς, 24.694 Ἑρμείας μὲν ἔπειτ’ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον, 24.695 Ἠὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ’ αἶαν, 24.696 οἳ δ’ εἰς ἄστυ ἔλων οἰμωγῇ τε στοναχῇ τε 24.697 ἵππους, ἡμίονοι δὲ νέκυν φέρον. οὐδέ τις ἄλλος 24.698 ἔγνω πρόσθ’ ἀνδρῶν καλλιζώνων τε γυναικῶν, 24.699 ἀλλ’ ἄρα Κασσάνδρη ἰκέλη χρυσῇ Ἀφροδίτῃ 24.700 Πέργαμον εἰσαναβᾶσα φίλον πατέρ’ εἰσενόησεν 24.701 ἑσταότ’ ἐν δίφρῳ, κήρυκά τε ἀστυβοώτην: 24.702 τὸν δ’ ἄρ’ ἐφ’ ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι: 24.703 κώκυσέν τ’ ἄρ’ ἔπειτα γέγωνέ τε πᾶν κατὰ ἄστυ: 24.704 ὄψεσθε Τρῶες καὶ Τρῳάδες Ἕκτορ’ ἰόντες, 24.705 εἴ ποτε καὶ ζώοντι μάχης ἐκνοστήσαντι 24.706 χαίρετ’, ἐπεὶ μέγα χάρμα πόλει τ’ ἦν παντί τε δήμῳ. 24.707 ὣς ἔφατ’, οὐδέ τις αὐτόθ’ ἐνὶ πτόλεϊ λίπετ’ ἀνὴρ 24.708 οὐδὲ γυνή: πάντας γὰρ ἀάσχετον ἵκετο πένθος: 24.709 ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι. 24.710 πρῶται τόν γ’ ἄλοχός τε φίλη καὶ πότνια μήτηρ 24.711 τιλλέσθην ἐπ’ ἄμαξαν ἐΰτροχον ἀΐξασαι 24.712 ἁπτόμεναι κεφαλῆς: κλαίων δ’ ἀμφίσταθ’ ὅμιλος. 24.713 καί νύ κε δὴ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα 24.714 Ἕκτορα δάκρυ χέοντες ὀδύροντο πρὸ πυλάων, 24.715 εἰ μὴ ἄρ’ ἐκ δίφροιο γέρων λαοῖσι μετηύδα: 24.716 εἴξατέ μοι οὐρεῦσι διελθέμεν: αὐτὰρ ἔπειτα 24.717 ἄσεσθε κλαυθμοῖο, ἐπὴν ἀγάγωμι δόμον δέ. 24.718 ὣς ἔφαθ’, οἳ δὲ διέστησαν καὶ εἶξαν ἀπήνῃ. 24.719 οἳ δ’ ἐπεὶ εἰσάγαγον κλυτὰ δώματα, τὸν μὲν ἔπειτα 24.720 τρητοῖς ἐν λεχέεσσι θέσαν, παρὰ δ’ εἷσαν ἀοιδοὺς 24.721 θρήνων ἐξάρχους, οἵ τε στονόεσσαν ἀοιδὴν 24.722 οἳ μὲν ἄρ’ ἐθρήνεον, ἐπὶ δὲ στενάχοντο γυναῖκες. 24.723 τῇσιν δ’ Ἀνδρομάχη λευκώλενος ἦρχε γόοιο 24.724 Ἕκτορος ἀνδροφόνοιο κάρη μετὰ χερσὶν ἔχουσα: 24.725 ἆνερ ἀπ’ αἰῶνος νέος ὤλεο, κὰδ δέ με χήρην 24.726 λείπεις ἐν μεγάροισι: πάϊς δ’ ἔτι νήπιος αὔτως 24.727 ὃν τέκομεν σύ τ’ ἐγώ τε δυσάμμοροι, οὐδέ μιν οἴω 24.728 ἥβην ἵξεσθαι: πρὶν γὰρ πόλις ἥδε κατ’ ἄκρης 24.729 πέρσεται: ἦ γὰρ ὄλωλας ἐπίσκοπος, ὅς τέ μιν αὐτὴν 24.730 ῥύσκευ, ἔχες δ’ ἀλόχους κεδνὰς καὶ νήπια τέκνα, 24.731 αἳ δή τοι τάχα νηυσὶν ὀχήσονται γλαφυρῇσι, 24.732 καὶ μὲν ἐγὼ μετὰ τῇσι: σὺ δ’ αὖ τέκος ἢ ἐμοὶ αὐτῇ 24.733 ἕψεαι, ἔνθά κεν ἔργα ἀεικέα ἐργάζοιο 24.734 ἀθλεύων πρὸ ἄνακτος ἀμειλίχου, ἤ τις Ἀχαιῶν 24.735 ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου λυγρὸν ὄλεθρον 24.736 χωόμενος, ᾧ δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρ 24.737 ἢ πατέρ’ ἠὲ καὶ υἱόν, ἐπεὶ μάλα πολλοὶ Ἀχαιῶν 24.738 Ἕκτορος ἐν παλάμῃσιν ὀδὰξ ἕλον ἄσπετον οὖδας. 24.739 οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεὸς ἐν δαῒ λυγρῇ: 24.740 τὼ καί μιν λαοὶ μὲν ὀδύρονται κατὰ ἄστυ, 24.741 ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας 24.742 Ἕκτορ: ἐμοὶ δὲ μάλιστα λελείψεται ἄλγεα λυγρά. 24.743 οὐ γάρ μοι θνῄσκων λεχέων ἐκ χεῖρας ὄρεξας, 24.744 οὐδέ τί μοι εἶπες πυκινὸν ἔπος, οὗ τέ κεν αἰεὶ 24.745 μεμνῄμην νύκτάς τε καὶ ἤματα δάκρυ χέουσα. 24.746 ὣς ἔφατο κλαίουσ’, ἐπὶ δὲ στενάχοντο γυναῖκες. 24.747 τῇσιν δ’ αὖθ’ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο: 24.748 Ἕκτορ ἐμῷ θυμῷ πάντων πολὺ φίλτατε παίδων, 24.749 ἦ μέν μοι ζωός περ ἐὼν φίλος ἦσθα θεοῖσιν: 24.750 οἳ δ’ ἄρα σεῦ κήδοντο καὶ ἐν θανάτοιό περ αἴσῃ. 24.751 ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεὺς 24.752 πέρνασχ’ ὅν τιν’ ἕλεσκε πέρην ἁλὸς ἀτρυγέτοιο, 24.753 ἐς Σάμον ἔς τ’ Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν: 24.754 σεῦ δ’ ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ, 24.755 πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμ’ ἑτάροιο 24.756 Πατρόκλου, τὸν ἔπεφνες: ἀνέστησεν δέ μιν οὐδ’ ὧς. 24.757 νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι 24.758 κεῖσαι, τῷ ἴκελος ὅν τ’ ἀργυρότοξος Ἀπόλλων 24.759 οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν. 24.760 ὣς ἔφατο κλαίουσα, γόον δ’ ἀλίαστον ὄρινε. 24.761 τῇσι δ’ ἔπειθ’ Ἑλένη τριτάτη ἐξῆρχε γόοιο: 24.762 Ἕκτορ ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων, 24.763 ἦ μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος θεοειδής, 24.764 ὅς μ’ ἄγαγε Τροίηνδ’: ὡς πρὶν ὤφελλον ὀλέσθαι. 24.765 ἤδη γὰρ νῦν μοι τόδε εἰκοστὸν ἔτος ἐστὶν 24.766 ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης: 24.767 ἀλλ’ οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος οὐδ’ ἀσύφηλον: 24.768 ἀλλ’ εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοι 24.769 δαέρων ἢ γαλόων ἢ εἰνατέρων εὐπέπλων, 24.770 ἢ ἑκυρή, ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί, 24.771 ἀλλὰ σὺ τὸν ἐπέεσσι παραιφάμενος κατέρυκες 24.772 σῇ τ’ ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι. 24.773 τὼ σέ θ’ ἅμα κλαίω καὶ ἔμ’ ἄμμορον ἀχνυμένη κῆρ: 24.774 οὐ γάρ τίς μοι ἔτ’ ἄλλος ἐνὶ Τροίῃ εὐρείῃ 24.775 ἤπιος οὐδὲ φίλος, πάντες δέ με πεφρίκασιν. 24.776 ὣς ἔφατο κλαίουσ’, ἐπὶ δ’ ἔστενε δῆμος ἀπείρων. 24.777 λαοῖσιν δ’ ὃ γέρων Πρίαμος μετὰ μῦθον ἔειπεν: 24.778 ἄξετε νῦν Τρῶες ξύλα ἄστυ δέ, μὴ δέ τι θυμῷ 24.779 δείσητ’ Ἀργείων πυκινὸν λόχον: ἦ γὰρ Ἀχιλλεὺς 24.780 πέμπων μ’ ὧδ’ ἐπέτελλε μελαινάων ἀπὸ νηῶν 24.781 μὴ πρὶν πημανέειν πρὶν δωδεκάτη μόλῃ ἠώς. 24.782 ὣς ἔφαθ’, οἳ δ’ ὑπ’ ἀμάξῃσιν βόας ἡμιόνους τε 24.783 ζεύγνυσαν, αἶψα δ’ ἔπειτα πρὸ ἄστεος ἠγερέθοντο. 24.784 ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην: 24.785 ἀλλ’ ὅτε δὴ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς, 24.786 καὶ τότ’ ἄρ’ ἐξέφερον θρασὺν Ἕκτορα δάκρυ χέοντες, 24.787 ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν, ἐν δ’ ἔβαλον πῦρ. 24.788 ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, 24.789 τῆμος ἄρ’ ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός. 24.790 αὐτὰρ ἐπεί ῥ’ ἤγερθεν ὁμηγερέες τ’ ἐγένοντο 24.791 πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ 24.792 πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος: αὐτὰρ ἔπειτα 24.793 ὀστέα λευκὰ λέγοντο κασίγνητοί θ’ ἕταροί τε 24.794 μυρόμενοι, θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν. 24.795 καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν ἑλόντες 24.796 πορφυρέοις πέπλοισι καλύψαντες μαλακοῖσιν. 24.797 αἶψα δ’ ἄρ’ ἐς κοίλην κάπετον θέσαν, αὐτὰρ ὕπερθε 24.798 πυκνοῖσιν λάεσσι κατεστόρεσαν μεγάλοισι: 24.799 ῥίμφα δὲ σῆμ’ ἔχεαν, περὶ δὲ σκοποὶ ἥατο πάντῃ, 24.800 μὴ πρὶν ἐφορμηθεῖεν ἐϋκνήμιδες Ἀχαιοί. 24.801 χεύαντες δὲ τὸ σῆμα πάλιν κίον: αὐτὰρ ἔπειτα 24.802 εὖ συναγειρόμενοι δαίνυντ’ ἐρικυδέα δαῖτα 24.803 δώμασιν ἐν Πριάμοιο διοτρεφέος βασιλῆος. 24.804 ὣς οἵ γ’ ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο.